Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή του αποστολικού κηρύγματος έναντι της κοσμικής σοφίας

Αντιπαραβάλλεται η ταπεινή καταγωγή των αγράμματων Αποστόλων με τη φιλοσοφία των εθνικών, τονίζοντας τη θεόπνευστη διδασκαλία του Ευαγγελιστή Ιωάννη και την παγκόσμια επικράτηση του Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

Ἐπεὶ οὖν ἅπαντας ὁρῶ παρεσκευασμένους· τὰ μὲν γὰρ ἀπόῤῥητα τῆς διανοίας οὐκ ἐπίσταμαι, ἑκάστου δὲ τὰ ὄμματα περιεργάζομαι, καὶ τὰ βλέφαρα ὡς κέρατα ἑστηκότα ὁρῶ, καὶ τὸ ἀτρεμὲς τοῦ ὄμματος τὸ ἀσάλευτον τῆς διανοίας ἡμῖν ἐμφαῖνον, καὶ ἑκάστην διάνοιαν ἀπηλλαγμένην τῶν βιωτικῶν φροντίδων, μόνον ἕκαστον τοῦτο σκοποῦντα, τοῦτο λογιζόμενον, ὅπως δέξηται τὰ λεγόμενα· ἐπὶ πλέον συντείνατε ἑαυτῶν τὴν διάνοιαν· ἁπλώσατε τὸν κόλπον τῆς ψυχῆς, ὥστε μετ᾽ εὐκολίας καταβληθῆναι τὰ σπέρματα. Διὰ γὰρ μακροῦ τοῦ χρόνου ἐπὶ τὴν Παύλου τράπεζαν τὴν γλῶτταν ἀφεῖναι βούλομαι· οὐ γὰρ παύσομαι οὕτως αὐτὸν καλῶν, τὸν ἰδιώτην, τὸν ἄσημον, τὸν ἀγενῆ, τὸν σκηνοποιόν. Ταῦτά μου τὰ πλεονεκτήματα, ταῦτά μου τὰ ἐγκώμια, ὅτι τοιούτους ἔχω διδασκάλους, οὐ βιωτικοῖς πλεονεκτήμασιν, ἀλλὰ πνευματικοῖς κατορθώμασι λάμποντας. Ἐὰν εἴπῃ μοι ὁ Ἕλλην, Τίνα ἔχεις διδάσκαλον; λέγω αὐτὸν τὸν σκηνοποιόν· καὶ τίνα ἄλλον; τὸν ἰχθυοπώλην· καὶ τίνα ἄλλον; τὸν τελώνην· καὶ τίνας ἄλλους· τοὺς μάγους καὶ τὴν πόρνην· καὶ τίνα ἄλλον; τὸν λῃστήν· καὶ οὐκ ἐπαισχύνομαι, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι. Ἐγκαλλωπίζῃ διδάσκαλον ἀγοραῖον ἔχων; Καὶ πάνυ. Διὰ τί; Εἰ γὰρ ἡ εὐτέλεια τοῦ μαθητοῦ δείκνυσι τὴν δύναμιν τοῦ διδασκάλου, ἡ εὐτέλεια τοῦ διδασκάλου δείκνυσι θεῖον ὂν τὸ κήρυγμα.

Εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ κατήγγειλαν, ἀλλ᾽ οὐκ ἄνθρωποι αὐτὸ ηὗραν· εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ ἔσπειραν, ἀλλ᾽ οὐκ ἄνθρωποι αὐτὸ ἐγέννησαν. Οἱ ἄνθρωποι ὄργανα, ὁ Θεὸς τεχνίτης· οὗτοι κιθάρα, ἡ χεὶρ ἡ κραταιὰ ἐκείνη τὴν νευρὰν ἐκίνησε. Διὰ δὲ τοῦτο καὶ ὁ Προφήτης ἐκεῖνος, καίτοι γε βασιλεὺς ὢν καὶ πορφύραν περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὴν οἰκουμένην διαλεγόμενος, καταλείπων τὴν φαντασίαν τὴν βιωτικὴν, ἵνα [δὲ] μή τις νομίσῃ ὅτι βασιλικὰ ῥήματα ἔλεγεν· Ἐξερεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως.

Διὰ τί κάλαμον καλεῖς; Ἵνα μάθῃς ὅτι οὐκ ἐμὰ τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης δεξιᾶς. Ὁ γὰρ κάλαμος οὐκ ἀφ᾽ ἑαυτοῦ γράφει, ἀλλ᾽ ὅπερ ἂν βούληται ἡ κατέχουσα χείρ. Καὶ ἡ γλῶσσά μου κάλαμός ἐστιν· κατέχει γὰρ αὐτὴν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν λέγῃ σοι ὁ Ἕλλην, Τίς σου ὁ διδάσκαλος; μὴ αἰσχύνου μηδὲ ἐρυθρία, ἀλλὰ λέγε· Ὁ ἀγοραῖος, ὁ σκηνοποιὸς, ὁ ἐπ᾽ ἀγορᾶς ἑστηκὼς, ὁ δέρματα ῥάπτων. Ὁ σὸς δὲ τίς διδάσκαλος; Πλάτων, Πυθαγόρας, οὐκ ἀγοραῖος, ἀλλὰ φιλόσοφος. Εἰ δὲ λέγω ἐγὼ, Ὁ σὸς διδάσκαλος τίς; φιλόσοφος· ὁ σὸς διδάσκαλος εὐπατρίδης, ὁ σὸς διδάσκαλος πλούσιος, ὁ σὸς διδάσκαλος γλῶτταν ἔχων ἠκονημένην, ὑπὲρ τοὺς ποταμοὺς ῥέων, τιμῆς ἀπολαύων, περιφάνειαν ἔχων προγόνων, πανταχοῦ τιμώμενος· ὁ ἐμὸς τὰ ἐναντία· οὕτω φανερὰ ἡμῖν ἡ νίκη γίνεται. Πῶς; Ὅτι ἀγοραῖος τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωττος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος τὸν μηδὲν πάσχοντα. Ἀνώμαλος ἡ παράταξις, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται. Σολοικίζει ὁ ἐμὸς, Ἀττικίζει ὁ σός· ὁ σολοικίζων τὸν Ἀττικίζοντα ἐνίκησεν· σολοικίζει τὴν γλῶτταν, ἀλλὰ φιλοσοφεῖ τῇ διανοίᾳ· οὐ χρείαν ἔχω ῥημάτων, ἀλλὰ δέομαι νοημάτων. Ὁ ἐμὸς τὸν σὸν ἐνίκησε· πῶς; ὁ ἰδιώτης τὸν σοφὸν, ὁ ἄγροικος τὸν ῥήτορα. Καὶ πόθεν, φησὶ, δῆλον ὅτι ἐνίκησεν· Ἀναίσχυντε, οὐχ ὁρᾷς τὰ πράγματα βοῶντα; Ποῦ Πλάτων;

οὐδαμοῦ· ποῦ Παῦλος; ἐν τοῖς ἁπάντων στόμασι.

Ποῦ Πλάτων; σεσίγηται, καὶ λήθῃ παραδέδοται· ποῦ δὲ Παῦλος; τὴν βασιλίδα κατέλαβε Ῥώμην, ἧς οὐ μόνον ζῶν ἐκράτει, ἀλλὰ καὶ τελευτήσας περιεγένετο. Ἀπέθανε τὸ σῶμα ἵνα ζήσῃ πνεύματι· διεσπάσθη ὁ χάρτης, καὶ μένει τὰ γράμματα· οὐ μέλανι γὰρ ἐγέγραπτο, ἀλλὰ πνεύματι ἐστήρικτο.

Εὔκολον τὸν ἥλιον παραβῆναι ἢ Παύλου ῥήματα. Τί γάρ φησιν ὁ χαρισάμενος αὐτῷ τὰ ῥήματα; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εἰ ῥήματά ἐστιν, ἔλεγξον· εἰ δὲ πράγματά ἐστι, προσκύνησον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εὐκολώτερον τὸν ἥλιον σβεσθῆναι, καὶ τὸν οὐρανὸν ἀφανισθῆναι, ἢ τὰ ῥήματα τοῦ ἐμοῦ Δεσπότου καταλυθῆναι. Καὶ μαρτυρεῖ τούτοις τῶν πραγμάτων ἡ πεῖρα, καὶ τοῦ χρόνου τὸ μῆκος, καὶ τῶν πολεμούντων αἱ ἔφοδοι· τὸ γὰρ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον οὐ κατελύθη, ἀλλ᾽ ὅτι καὶ πολεμούμενος περιγίνεται. Πρόσεχε μετὰ ἀκριβείας ᾧ λέγω· Ἐφθέγξατο Παῦλος, ἐφθέγξατο Ἰωάννης, ὁ ἁλιεὺς καὶ εὐαγγελιστὴς, ὁ ῥίψας τὸ δίκτυον καὶ λαβὼν τὸ Εὐαγγέλιον, ὁ ἀφεὶς τὸν κάλαμον τὸν ἁλιευτικὸν καὶ μεταχειρισάμενος τὸν λόγον τὸν διδασκαλικόν.

Τί ἐφθέγξατο, καὶ τί εἶπεν ὁ ἁλιεύς; Ἴδωμεν εἰ ἁλιεύω τὰ ῥήματα καὶ ἁλιέως, καὶ οὐχ ἁλιέως· ἁλιέως μὲν, ἐπειδὴ τὸ στόμα ἐκεῖνο ἐφθέγξατο· οὐχ ἁλιέως δὲ, ἐπειδὴ Πνεύματος ἦν τὰ ῥήματα. Τί γάρ φησιν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί λέγει ὁ Ἰουδαῖος; Μέγα φρονεῖ ἐπὶ Μωϋσεῖ, ὅτι τὴν θάλασσαν ἔσχισε, καὶ τὸ πέλαγος διεῖλε καὶ ἔῤῥαψε, καὶ τὸν ἀέρα μετέβαλε, καὶ πέτραν ἐξέτεμε, καὶ μάννα κατήνεγκε, καὶ πόλεις αὐτάνδρους καθεῖλε, καὶ πολέμους χωρὶς ὅπλων ἐνίκησε.

Διὰ τοῦτο μέγα φρονεῖς; Ἄκουσον τί μὲν Μωϋσῆς εἶπε, τί δὲ ὁ ἁλιεὺς, ἵνα ἴδῃς τί πτωχεία Παλαιᾶς Διαθήκης, καὶ τί δαψίλεια χάριτος. Τί δὲ εἶπε Μωϋσῆς; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τί δὲ ὁ ἁλιεύς; Οὐδαμοῦ τίθησι τὸ, Ἐποίησεν, ἀλλὰ τί; Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Ἐκεῖνος ἀπὸ κτισμάτων ἄρχεται, καὶ οὗτος ἀπὸ τοῦ Δημιουργοῦ. Ὁρᾷς πῶς ὑψηλότερον ἀναβαίνει Μωϋσέως; Ἤκουσε Μωϋσέως λέγοντος, ὅτι τὸν οὐρανὸν ἐποίησεν ὁ Θεός· ἀφῆκε τὸν οὐρανὸν καὶ ἀνέβη ἀνώτερον Ἀπήντησαν αὐτῷ ἄγγελοι, καὶ παρέδραμεν· ἀρχάγγελοι, καὶ παρῆλθε· τὰ Χερουβὶμ, καὶ οὐκ ἔστη ἐκεῖ.

Ποῦ τρέχεις; Ἕτερόν τι ἐπιζητῶ· εἰ δὲ τὰ Χερουβὶμ λάμπῃ, ἀλλ᾽ ἔργα ἐστίν· εἰ δὲ τὰ Σεραφεὶμ ᾄδει, ἀλλὰ σύνδουλά μού εἰσιν. Τί ζητεῖς; Εἰ δὲ Ἀρχαὶ καὶ Κυριότητες, καὶ ταῦτα δοῦλα, καὶ ταῦτα δημιουργήματα· εἰ δὲ Ἐξουσίαι, καὶ ταῦτα ποιήματα. Ποῦ ἀπέρχῃ; Αὐτὸν ζητῶ τὸν Δημιουργὸν, αὐτὸν ζητῶ τὸν ὁμοούσιον τῷ Πατρί· οὐκ ἀφίσταμαι ἕως αὐτὸν εὕρω ὡς ἀνθρώπῳ εὑρεῖν δυνατόν. Μωϋσῆς περὶ οὐρανοῦ εἶπε, καὶ ἐπαύσατο· οὐ γὰρ εἶχε τὸ πνεῦμα ὃ ἐγὼ ἔχω· οὐ γὰρ ἔλαβε τὸ πνεῦμα δουλείας εἰς φόβον, ἀλλ᾽ ἔλαβε τὸ πνεῦμα υἱοθεσίας εἰς ὑπακοὴν πίστεως. Μείζονα ἐπιστεύθην ἐγώ. Διὰ τοῦτο ὁ Δεσπότης μου ἄνωθεν κάτω κατέβη, ἵνα ἐγὼ κάτωθεν ἄνω ἀναβῶ. Τί ζητεῖς;

Αὐτὸν τὸν Δημιουργόν· ὅταν εὕρω, τότε ἵσταμαι. Ηὗρε, καὶ τί λέγει; Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ, ἐποίησεν, οὐδαμοῦ τὸ ἐγένετο· οὐ γὰρ περὶ δημιουργημάτων ἡ διδασκαλία. Ἰδοὺ Λόγος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πόσοι τύραννοι ἐξότε ἐφθέγξατο ὁ ἁλιεὺς τὸ ῥῆμα τοῦτο ἀφανίσαι ἤθελον, καὶ οὐκ ἴσχυσαν; ἀλλ᾽, ὅπου ἂν ἀπέλθῃς, ἀκούεις, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος· κἂν ἐν χώρᾳ, κἂν ἐν πόλει, προέλαβεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ἐν Περσίδι καὶ ἐν Ἰνδίᾳ καὶ ἐν τῇ Μαυριτανῶν χώρᾳ λάμπει τὸ ῥῆμα τοῦτο ἡλίου φανερώτερον.

Ὁ μὲν γὰρ ἥλιος ἐν ἡμέρᾳ φαίνει, ἐν νυκτὶ δὲ κρύπτεται· τὸ δὲ ῥῆμα καὶ ἐν νυκτὶ τὴν ἑαυτοῦ λαμπηδόνα ἀφίησι, τῇ ἑκάστου διανοίᾳ ἐγγέγραπται. Ἀπέθανεν ὁ γράψας, καὶ τὸ ῥῆμα λάμπει· τὸ σῶμα διελύθη τοῦ εἰπόντος; καὶ τὸ ῥῆμα ὑπὲρ τὸν ἥλιον ἀκμάζει.

Ὅπου ἂν ἀπέλθῃς, προέλαβε τὸ ῥῆμα, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἕκαστος, καὶ γυνὴ καὶ ἀνὴρ, καὶ δοῦλος καὶ ἐλεύθερος, καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, μελετῶσιν αὐτὸ ἐν τῇ καρδίᾳ, καὶ οὐδεὶς ἐξαλεῖψαι δύναται τὴν καλλίστην ταύτην κληρονομίαν, ἀλλὰ μένει διατηρῶν τὸν πλοῦτον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Ῥῆμα οὐκ ἴσχυσεν ἐξαλεῖψαι ὁ διάβολος· διὰ τί; Ὅτι οὐ ῥῆμα ψιλὸν, ἀλλὰ ῥῆμα Θεοῦ. Μὴ τοίνυν αἰσχύνου ὅταν ἀκούσῃς· Ταῦτα ὁ ἁλιεὺς ἐφθέγξατο, ταῦτα ὁ σαγήνας ῥάπτων. Εἶδες πῶς εἰς αὐτὸν τὸν πυθμένα τῆς πενίας ἐκάθητο καὶ ἀνέβη εἰς τὴν κορυφὴν τῆς ἀρετῆς;