Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ.» Τίς ὁ τρόπος τῆς ἀδικίας; «Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος.» Ὢ τῆς τόλμης, ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων κατετόλμησεν, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή, καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας· οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Διὸ χρὴ συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ᾽ εἰς αὐτὴν τὴν ἀνωτάτω πάντων ἀρχὴν παρηνόμησεν.