Εἰς τὸ ῥητόν· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς», καὶ περὶ μετανοίας. Μόλις ποτὲ τὸ κατὰ τὸν Ὀζίαν διεπλεύσαμεν πέλαγος, μόλις δὲ διεπλεύσαμεν, οὐ διὰ τὸ τῆς ὁδοῦ μῆκος, ἀλλὰ διὰ τὸ φιλομαθὲς ὑμῶν τῶν συμπλεόντων ἡμῖν. Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ᾽ ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ᾽ ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων ἐπιθυμίᾳ. Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ᾽ ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα. Ἀλλ᾽ ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός.