Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐμνήσθην τοῦ Θεοῦ»

Ἰωάννης ὁ Χρυσόστομος

Προφητική και τυπολογική προεικόνιση της Ενσαρκώσεως

Παράθεση προφητειών και τυπολογικών γεγονότων της Παλαιάς Διαθήκης που προαναγγέλλουν τη γέννηση εκ Παρθένου και το μυστήριο της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Φέρε οὖν τῆς παρουσίας τοῦ Σωτῆρος τὰς ἀρετὰς μεταλλεύσωμεν, καὶ τὴν ἐπίγειον αὐτοῦ παρουσίαν ὡς στήλην πανάρετον ἀνυμνήσωμεν· ἐπειδὴ ἤκουσα παρὰ τῆς γλώττης τῶν παρανόμων Ἰουδαίων βλασφημίας τεκμήρια, καὶ ἐπειδὴ ἀπιστοῦσι τὰς Γραφὰς, ἃς ἀναξίως ἀναγινώσκουσι, καὶ οὐ γινώσκουσι τὸ μυστήριον. Τὸ γὰρ ὅτι ἐκ παρθένου ἐτέχθη ὁ Κύριος, ἐν αὐτῷ σκανδαλίζονται, φησὶν, οἱ ἄθλιοι καὶ παμπόνηροι. Ὢ τῆς ἀνοίας! ὢ τῶν παρὰ φύσιν παρανόμων! ποία γραφὴ, ἢ ποῖος προφήτης οὐ σαλπίζει τοῦ Κυρίου ταύτας τὰς χάριτας; Πρῶτος τὴν Παρθένον ὁ Σολομὼν ἐμακάρισεν, ὁ τῆς μεγάλης σοφίας ἡνίοχος, λέγων· Μακαρία ἡ στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. Στεῖραν γὰρ λέγει πρὸ τοῦ ἐπισκηνῶσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸ τοῦ ἀνθῆσαι τὸν ἥλιον. Οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ὅτι μετὰ ἀνδρὸς οὐχ ὡμίλησεν. Ὅτε δὲ ἤκουσε περὶ τῆς ἀμιάντου στείρας Ἡσαΐας ὁ τίμιος, εὐθὺς τοῦ σοφοῦ τὸ ῥητὸν ἐσπαργάνωσε, καὶ τῷ αὐτῷ ἐμελῴδησε· Σὺ, φησὶν, εἶπας στεῖραν ἀμίαντον· κἀγὼ λέγω· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἕως γὰρ νῦν οὐκ ἔτεκες· ἀπὸ τοῦ νῦν εὐφράνθητι, ὅτι ὃν οὐ χωροῦσιν οἱ οὐρανοὶ, δέξασθαι κατηξίωσαι. Ὡς δὲ οἱ δύο μάρτυρες ταῦτα ἐκήρυττον, ἐζήτουν καὶ ἄλλον ἕτερον μῖξαι εἰς τὸ μυστήριον, ἵνα ἐπὶ τριῶν μαρτύρων σταθῇ ἀσφαλὲς τὸ ζητούμενον.

Ὡς δὲ ταῦτα διενοοῦντο, ἑκάτεροι εὗρον Δαυῒδ τῆς μελῳδίας τὸν ῥήτορα, καὶ ὑπομιμνήσκουσιν αὐτὸν τῆς οἰκονομίας τὰ μέλλοντα.

Ὡς δὲ ἤκουσε τὸ μυστήριον, σάλπιγγος φωνὴν ἀντεφώνησεν· Ἰδοὺ ἑκάτεροι περὶ τῆς στείρας εἰρήκατε· διὰ τί οὐκ εἰρήκατε περὶ τῆς ἐνδόξου κυήσεως; Εὐθέως νοήσας Ἡσαΐας τὸ φρόνιμον, ἀντιβάλλει τοῖς ῥήμασιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται· υἱόν. Καὶ ὁ Σολομὼν ἐδευτέρωσεν· Ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν. Ταῦτα ἀκούσας Δαυῒδ ἔφησε πρὸς αὐτούς· Ἰδοὺ εἰρήκατε ὅτι τέξεται· ἐν ποίῳ τόπῳ; ἐν πόλει, ἢ ἐν ἐρήμῳ ἢ ἐν χώρᾳ; Λέγουσι πρὸς αὐτόν· Σὺ περὶ τοῦ τόπου καὶ τῆς πόλεως ἑρμήνευσον· περισσοτέρας γὰρ χάριτος ἠξίωσαι. Τότε Δαυῒδ, τοῦ Πνεύματος εἰπόντος αὐτῷ τὴν ἐνέργειαν, μεγαλοφώνῳ κραυγῇ ἐστηλίτευσε τὸ μυστήριον· Ὑμεῖς, φησὶν, ἐν κρυφῇ δονιτεύετε, ἐγὼ ὑψηλῇ τῇ φωνῇ ἀνυμνήσω τὴν κύησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Καὶ συνεὶς ἐπὶ τούτοις τοῖς δόγμασιν, ὅτι βαθὺ τὸ αἴνιγμα, ἐζωγράφησεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· τουτέστιν, ἐν Βηθλεέμ· Ἐφραθὰ γὰρ ὀνομάζεται. Ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ὅτι ἔγκυός ἐστιν· ἐκεῖ γὰρ ἐξῆλθεν ἡ ἀκοὴ, ὅτι ἔγκυός ἐστιν ἡ Παρθένος. Τότε δὲ ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, εἰς τὸ σπήλαιον, ὅπου τὸ φῶς ἐφανέρωσεν. Ὧδε ἠκούσαμεν αὐτὴν ἔγκυον, ὧδε περὶ ἀνδρὸς ἀκοὴν ἐδεξάμεθα· ἐκεῖ μητέρα τοῦ Κυρίου ηὑρήκαμεν.

Ἰδοὺ ἐκ τῶν σῶν τρεῖς σοι παρεστήσαμεν μάρτυρας τὴν δόξαν τῆς Παρθένου κηρύττοντας· οὐχ ὅτι μόνον τούτους εὑρήκαμεν· ἅπαντες γὰρ αὐτὸν οἱ προφῆται ἑωρακότες ἐλπίζουσιν· ἀλλ᾽ ἐπὶ τριῶν μαρτύρων ἑστάναι τὸ δίκαιον. Ἐγὼ δὲ ἐπὶ τῶν τριῶν οὐ τρακτεύω· ἀλλὰ δός μοι ἕνα πιστότατον μάρτυρα λέγοντα ψεύδεσθαι τὸ μυστήριον, ἢ ἐξ ἀνδρὸς ἀποκυῆσαι τὴν Παρθένον· ἢ τοῦτο ἀπόδειξον, ἐπιστρέψας ὡς Θεοτόκον προσκύνησον. Ἢ δεῖξον τὸν Σωτῆρα ἐν τάφῳ καὶ σορῷ κατεχόμενον, ἢ ἐγώ σοι δεικνύω ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον. Οὐ γὰρ ἐξ ἀλλοφύλων, ἀλλ᾽ ἐκ τοῦ σοῦ γένους προσφέρω τὸν μάρτυρα λέγοντα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Περὶ τῶν Ἰουδαίων λέγει· οὐ γὰρ ἄλλος ἐστὶν ἐχθρὸς, εἰ μὴ ὁ σταυρὸν ἀρνούμενος. Ἀλλ᾽ ἐγὼ ἐάσας τὴν θεομάχον συναγωγὴν, πρὸς τὴν θεόπνευστον Ἐκκλησίαν συνέρωμαι. Ἐάν σοι εἴπῃ Ἰουδαῖος, Εἰπὲ πῶς ἐγέννησεν ἡ παρθένος δίχα ἀνδρὸς, εἰπὲ αὐτῷ καὶ σύ· Πῶς ἔτεκε τὴν Εὔαν ὁ Ἀδὰμ δίχα γυναικός; Πῶς ἔτεκεν ἡ παρθένος δίχα σπορᾶς; πῶς ἐξήνθησεν ἡ γῆ δίχα σπέρματος; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς ἔβρυσεν ἡ παρθένος τὸ ὕδωρ ἡ ἀκρότομος;

Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς τοῦ Ἀαρὼν ἡ ῥάβδος ἐβλάστησε; Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς οὐρανόθεν τὸ μάννα; πῶς ἐπληθύνετο ἡ ὑδρία; πῶς ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε τὸ ἄνθος; πῶς Ἐλισσαίου τὸ ἔλαιον ἔβρυσεν εἰς τοὺς κεράμους; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ἐπὶ Γεδεὼν ὁ πόκος ἀπέλυσε δρόσον; εἰπὲ, πῶς ἐπὶ τοῦ Σαμψὼν τὸ ὀστέον ἔβρυσε τὸ ὕδωρ; εἰπὲ, πῶς ἐφύλαξεν ἡ κάμινος τοὺς παῖδας; εἰπὲ, πῶς ἐπὶ Μανωὲ ἀνήφθη ἡ πέτρα δίχα ὕλης; εἰπὲ, πῶς ἐκαίετο ἡ βάτος, καὶ οὐ κατεκαίετο; εἰπὲ, πῶς οὐ κατεφλέχθη Ἠλίας ἐν τῷ ἅρματι τῷ πυρίνῳ; εἰπὲ, πῶς ὁ Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον, καὶ πάλιν ἐξῆλθε; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς Ἡσαΐας τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ἐθεάσατο; εἰπὲ, πῶς Δανιὴλ ἐφανέρωσε τὸ κεκρυμμένον ἐνύπνιον τῷ Ναβουχοδονόσωρ; πῶς Ἰεζεκιὴλ ἐφ᾽ ἅρματος Χερουβὶμ καθήμενον εἶδε τὸν ἀόρατον; Πῶς ἔτεκεν ἡ παρθένος; πῶς Ἱερεμίας ἐκ μήτρας ἡγιάσθη προφήτης; εἰπὲ, πῶς τὰ νεκρὰ τοῦ προφήτου ὀστᾶ τὸν νεκρὸν ἤγειραν τότε; εἰπὲ, πῶς ἡ Ἐρυθρὰ ἐπετρώθη ῥάβδῳ; εἰπὲ, πῶς ὁ Ἰορδάνης ἀνεπόδισε τὸ ῥεῦμα; εἰπὲ, πῶς τὰ δένδρα τοὺς καρποὺς ἐγκυμονοῦσιν; εἰπὲ, πῶς ἡ ἄμπελος φέρει τὸν βότρυν; εἰπὲ, πῶς ἐγέννησεν ἡ νὺξ τὴν ἡμέραν; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ὁ φωστὴρ τοῦ ἡλίου θερμαίνει τὸν κόσμον, εἰπὲ, πῶς ὁ οὐρανὸς τοὺς ἀστέρας ἐκφαίνει;

Καὶ ἐπὶ τούτων εἰσὶ μυστήρια ἄῤῥητα, κεκρυμμένα καὶ ἀκατάληπτα ἐν οὐρανοῖς. Εἰ ταῦτά μοι ἑρμηνεύσῃς ὁ τῶν Ἰουδαίων ἐκσκέπτωρ, οἶδα ὅτι καταλαμβάνεις καὶ τὴν κύησιν τῆς Παρθένου. Ἀλλὰ σὺ ἀλλότριος εἶ κἀκείνων καὶ τούτων τῶν μυστηρίων· ἡμεῖς δὲ καὶ ταῦτα φιλοφρονοῦμεν, κἀκεῖνα πιστεύομεν. Ἑρμήνευσον τοὺς προφήτας, καὶ βλέπε τῆς παρουσίας τοὺς ῥήτορας. Στεφανούσθω τὸ κήρυγμα. Ὅσα ἐποίησε καὶ ἔπαθε, ταῦτα οἱ προλαβόντες πρὸ τοσούτων γενεῶν ἐζωγράφησαν.

Πρῶτος ἱκετεύει Δαυΐδ· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Καὶ ἐπιτυχὼν τῆς αἰτήσεως, εὐαγγελίζεται καὶ λέγει· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Καὶ ἐπειδὴ ὡς παιδίον εἶχε φανῆναι, λέγει Ἡσαΐας. Παιδίον ἐγεννήθη ἡμῖν. Ὅτι δὲ ἔμελλεν αἴρειν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, Ἰδοὺ ὁ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Νεφέλην κούφην εἰκότως ὁ λόγος τὴν Παρθένον ἐκάλεσεν, ὅτι ἀνθρωποποιοῦ σπέρματος βάρος οὐκ ἐδέξατο. Ὅτι δὲ ἤμελλεν ἐν Ἰορδάνῃ βαπτίζεσθαι, λέγει Ἱερεμίας· Πῶς ποιήσῃς ἐν φρυάγματι τοῦ Ἰορδάνου; Καὶ τί κατ᾽ εἶδος ἀριθμοῦμεν; Φέρε δὴ ὅλας ὁμοῦ τὰς προφητείας εἰς ἕνα φωστῆρα συνεχόμενος. Περὶ τῆς ἑρμηνείας Γαβριὴλ λέγει· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἀπαντῆς καὶ τοῦ Βαπτιστοῦ Δαυῒδ λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν· καὶ περὶ τοῦ ἀσπασμοῦ τῆς Ἐλισάβετ πρὸς τὴν ἁγίαν καὶ ἁγνὴν Θεοτόκον, Δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Καὶ πάλιν περὶ τοῦ Ἰωάννου καὶ περὶ τοῦ Κυρίου λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ περὶ τῶν ἀποστόλων λέγει· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ περὶ τῆς μαρτυρίας τῆς ἄνωθεν Δαυῒδ λέγει· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.

Καὶ περὶ τῶν νοσούντων λέγει· Ἀπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς· καὶ περὶ τῶν ἁμαρτωλῶν λέγει· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ τῶν ἐγερθέντων νεκρῶν, Ἀναστήσονται οἱ νεκροί· καὶ περὶ τῶν κατεχομένων ψυχῶν, Καὶ οἱ ἐν σκότει καθήμενοι, φῶς ἀνέτειλεν ὑμῖν. Καὶ περὶ τοῦ Καϊάφα καὶ Ἡρώδου λέγει· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Ἀβραάμ· καὶ περὶ τοῦ Ἰούδα, Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν· καὶ περὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων καὶ ἀρχιερέων, Ἥξει Κύριος εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ περὶ τοῦ σταυροῦ· Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ περὶ τοῦ λῃστοῦ τοῦ ἐκ δεξιῶν, Δεξιὰ Κυρίου ἐποίησε δύναμιν· καὶ περὶ τοῦ τάφου· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ· καὶ περὶ τοῦ στεφάνου τοῦ ἐξ ἀκανθῶν, Ἡ ἄμπελός μου ἀντὶ βοτρύων ἀκάνθας ἐβλάστησε· καὶ περὶ τοῦ πειρασθῆναι ὑπὸ τοῦ Πονηροῦ, Ἐχθρὸς ὠνείδισε τὸν Κύριον· καὶ περὶ τοῦ κληθῆναι Υἱὸν ἀνθρώπου, Καὶ ἐπὶ Υἱὸν ὃν ἐκραταίωσας ἑαυτῷ· καὶ περὶ τῆς ταφῆς αὐτοῦ, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου, Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; καὶ περὶ τῆς ἀναλήψεως αὐτοῦ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ· καὶ περὶ τῆς ἄνω καθέδρας, Κάθου ἐκ δεξιῶν μου. Καὶ τί πολλὰ λέγω; Ὅλας γὰρ τὰς προφητείας οὐδὲ οἱ ῥήτορες ἐξαγγέλλουσι τὰς περὶ τῆς χάριτος τοῦ Χριστοῦ ᾀδομένας.

Θέλεις γνῶναι καλῆς ἱστορίας ἀσφάλειαν; ὅτι περὶ τὴν Καινὴν Διαθήκην ἡ Παλαιὰ ἐζωγράφησε, καὶ τὰ ὧδε οἰκονομούμενα, ἐκεῖ σκιογραφούμενα; Βλέπε μοι αὐτὸν ἐκεῖ εἰς τὴν σκηνὴν τοῦ Ἀβραὰμ μετὰ δύο ἀγγέλων παραγενόμενον, καὶ ὧδε μετὰ δώδεκα μαθητῶν εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον.

Βλέπε μοι αὐτὸν ἐκεῖ δύο ἀδελφοὺς εἰς ἱερωσύνην καλέσαντα, καὶ ὧδε δύο ἀδελφοὺς εἰς ἀποστολὴν ἐκλεξάμενον· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Πέτρος καὶ Ἀνδρέας ἐν τοῖς ἀποστόλοις αὐτοῦ. Βλέπε μοι αὐτὸν ἐκεῖ τὸν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἐγείραντα, καὶ ὧδε τῆς χήρας τὸν μονογενῆ δι᾽ ἑαυτοῦ ἐγείραντα· ἐκεῖ δι᾽ Ἑλισαίου τὸν Νεεμὰν καθαρισθέντα, καὶ ὧδε δι᾽ ἑαυτοῦ τὸν λεπρὸν ἀπολούοντα· ἐκεῖ τὴν Μαριὰμ ἀδελφὴν τῶν ἁγίων προφητῶν ἐμβιβάζοντα, καὶ ὧδε τὴν αὐτὴν προσηγορίαν ἀδελφῆς τῶν ἁγίων ἀποστόλων ἐπονομάσαντα· ἐκεῖ ἐκ τῶν προφητῶν τέσσαρας μεγαλύναντα, καὶ ὧδε τὸν ἀριθμὸν τέσσαρας εὐαγγελιστὰς σεμνύνοντα. Ἐκεῖ δώδεκα προφήτας ἑτέρους ἐτύπωσε, καὶ ὧδε δώδεκα τὸν ἀριθμὸν ἀποστόλους ἐκάλεσεν· ἐκεῖ τοῖς μεγάλοις προφήταις ὑπουργοὺς ἀνέδειξε, καὶ ὧδε τοῖς ἀποστόλοις ἑβδομήκοντα.

Θαδδαῖος ἐτύγχανε τοίνυν ὁ θεραπεύσας τὸν Ἄβγαρον. Ἐκεῖ Ἰησοῦς ὁ τοῦ Ναυὴ τοὺς βασιλεῖς τῆς Παλαιστίνης ἐπαίδευσεν, ὧδε Ἰησοῦς ὁ ἀληθινὸς Θεὸς τοὺς βασιλεῖς τῆς οἰκουμένης ἐδόξασεν· ἐκεῖ δώδεκα πηγαὶ ἐν Ἐδὲμ βρύουσιν, ὧδε δώδεκα μαθηταὶ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης βάπτισμα πηγάζουσιν· ἐκεῖ ἑβδομήκοντα στελέχη φοινίκων ἐδείχθησαν, ὧδε ἑβδομήκοντα μαθηταὶ τῶν ἀποστόλων ἐβλάστησαν· ἐκεῖ τὸ πικρανθὲν ὕδωρ ξύλον ἐγλύκανε, καὶ ὧδε τὸ πικρότατον τῶν ἁμαρτιῶν εἰς γλυκεῖαν χαρισμάτων πηγὴν τοῦ σταυροῦ τὸ ξύλον μετέβαλεν· ἐκεῖ ἡ σκηνὴ τοῦ μαρτυρίου ἡγιάσθη, ὧδε ἡ σκηνὴ τοῦ παστοφορίου ἐδοξάσθη· ἐκεῖ Δαυῒδ ἐμελῴδησε τοὺς ὕμνους, καὶ ὧδε Παῦλος ἐκελάδησε τὰς διδασκαλίας· ἐκεῖ Ἠλίας ἐκ τῶν προφητῶν ἀνεδείχθη παρθένος, καὶ ὧδε ὁμοίως Ἰωάννης ἐκ τῶν ἀποστόλων παρθένος· ἐκεῖ Ἠλίας ἐν τῷ ἅρματι ἐκάθησε τῷ πυρίνῳ, καὶ ὧδε Ἰωάννης ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Κυρίου· Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Ἐκεῖ τρεῖς ἀνεδείχθησαν μεγάλοι, ἔχοντες τοῦ Σωτῆρος τὸ ὄνομα, τῆς ἐνδόξου Τριάδος δηλοῦντες τὸν χαρακτῆρα, οἱ τρεῖς ἅγιοι δυνατοί. Οὐ γὰρ ἁπλῶς ἦσαν τῶν τυχόντων, οὐδὲ τῶν ἀγεννῶν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ μέγας ἐν ἱερεῦσιν· ἔπειτα οἱ τρεῖς ἀξιόπιστοι μάρτυρες τὸν ὑπογραμμὸν σεμνύνουσι τῆς ἁγίας Τριάδος.

Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν. Οὐ γὰρ ἀφίσταμαι τοῦ προφήτου λέγοντος· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· ὃν ἡ πανάρετος Σοφία ἐν τοῖς ᾄσμασιν ἀνακηρύττει· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.

Ἄρα τίς ἐστιν ὁ βοῤῥᾶς, ἢ ὁ νότος; ἢ τίς ἐστιν ὁ κῆπος; ἢ τίνα τὰ ἐν τῷ κήπῳ φυτά; ἢ τίνα τὰ ἀρώματα τὰ ῥέοντα; Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ, βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος. Τοῦτο οὖν ἐστιν· Ἐξεγείρου, βοῤῥᾶ, τουτέστιν, ἡ Παρθένος ἐκ τῆς Γαλιλαίας· καὶ ἔρχου, νότε· δεῦρο, Χριστὲ, ἐκ τοῦ οὐρανοῦ ἀπὸ μεσημβρίας, καὶ ἔμπνευσον εἰς τὴν ἁγίαν Παρθένον· διάπνευσον εἰς τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθενεῖς καὶ πεπλανημένους. Ταῦτα τὰ ἀρώματα εἰς διαφόρους πήγνυται χάριτας, καὶ γίνεται τοῖς ἀσθενοῦσιν ὑγιείας τεκμήριον, τοῖς πεπλανημένοις ἐπιστροφῆς ἔλεγχος, τοῖς ἁμαρτωλοῖς μετανοίας συνήγορος, τοῖς δικαίοις εὐρωστίας βοήθημα. Πῶς οὖν ἐπαξίως ὑμνήσωμεν τῶν ἰαμάτων τὰ ἰάματα, τὴν ζωοποιὸν ἐλπίδα, τὴν ἐπίγειον ζωὴν, τὴν οὐράνιον σωτηρίαν;