Ἄρα τίς ἐστιν ὁ βοῤῥᾶς, ἢ ὁ νότος; ἢ τίς ἐστιν ὁ κῆπος; ἢ τίνα τὰ ἐν τῷ κήπῳ φυτά; ἢ τίνα τὰ ἀρώματα τὰ ῥέοντα; Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ, βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος. Τοῦτο οὖν ἐστιν· Ἐξεγείρου, βοῤῥᾶ, τουτέστιν, ἡ Παρθένος ἐκ τῆς Γαλιλαίας· καὶ ἔρχου, νότε· δεῦρο, Χριστὲ, ἐκ τοῦ οὐρανοῦ ἀπὸ μεσημβρίας, καὶ ἔμπνευσον εἰς τὴν ἁγίαν Παρθένον· διάπνευσον εἰς τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθενεῖς καὶ πεπλανημένους. Ταῦτα τὰ ἀρώματα εἰς διαφόρους πήγνυται χάριτας, καὶ γίνεται τοῖς ἀσθενοῦσιν ὑγιείας τεκμήριον, τοῖς πεπλανημένοις ἐπιστροφῆς ἔλεγχος, τοῖς ἁμαρτωλοῖς μετανοίας συνήγορος, τοῖς δικαίοις εὐρωστίας βοήθημα. Πῶς οὖν ἐπαξίως ὑμνήσωμεν τῶν ἰαμάτων τὰ ἰάματα, τὴν ζωοποιὸν ἐλπίδα, τὴν ἐπίγειον ζωὴν, τὴν οὐράνιον σωτηρίαν;