Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐμνήσθην τοῦ Θεοῦ»

Ἰωάννης ὁ Χρυσόστομος

Η Ανάληψη στους ουρανούς και η αποδοχή του ληστή

Η άνοδος του Χριστού, η έκπληξη των αγγελικών ταγμάτων, η υπεράσπιση της εισόδου του ληστή στον παράδεισο και η εγκαθίδρυση εκ δεξιών του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Ἀνάστητε, εἶπεν ὁ Κύριος, καὶ ἀναβῶμεν εἰς τὸν οὐρανόν. Τοῦτο δὲ ὅλον γέγονε πληροῦν τῆς προφητείας τὸ αἴνιγμα, Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος· τουτέστιν, εἰς τὴν οὐράνιον Ἱερουσαλήμ. Αἱ κάτω πύλαι ἠνοίγησαν, μᾶλλον δὲ συνετρίβησαν· ἀνάγκη λοιπὸν ἀνοιγῆναι καὶ τὰς ἄνω πύλας τῶν οὐρανῶν· καὶ γὰρ καὶ οἱ ἄνω πυλωροὶ ἀγνοοῦντες ἐκώλυον. Ὡς γὰρ κατῆλθεν, οὐκ ἔγνωσαν· διὰ τοῦτο ἀνερχόμενον αὐτὸν οὐκ ἐγνώρισαν, καὶ τέως τρακτεύειν ἐπεχείρουν (εἶχε γὰρ μεθ᾽ ἑαυτοῦ τὰς ψυχὰς ὁ Κύριος, ἃς ἐλυτρώσατο, καὶ τὸν λῃστὴν, μᾶλλον δὲ μαθητὴν), λέγοντες· Τίς ἐστιν ὁ μετὰ τοσαύτης παρατάξεως ἐρχόμενος; Οἱ δὲ προαγαγόντες ἄγγελοι ἐσήμαινον τῆς θεότητος τὸ ἀξίωμα.

Οἱ δὲ οὐκ ἠπείγοντο, ἀγνοίᾳ τρυχόμενοι· Καὶ εἰ ὁ Κύριός ἐστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; μὴ γὰρ καὶ ἄλλοτε οὐ κατέβη, καὶ τὴν κιβωτὸν διετάξατο ἐπὶ τοῦ Νῶε; ἐπὶ τοῦ Ἀβραὰμ εἰς τὴν σκηνὴν παρεγένετο, ἐπὶ τοῦ Ἰακὼβ ἐν τῇ κλίμακι, ἐπὶ τοῦ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους ὡμίλησεν, ἐπὶ τοῦ Μωϋσέως εἰς τὸ ὄρος Σινᾶ, ἐπὶ Ἰησοῦ εἰς Ἱεριχὼ, ἐπὶ Ἠλία εἰς τὸ σπήλαιον. Καὶ οὐκ ἔστι γενεὰ, ὅπου οὐ κατέβη, καὶ οὐκ ἔλαθεν ἡμᾶς. Καὶ νῦν, ὡς λέγεται, εἰ ὁ Κύριος πάρεστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; Ἀπεκρίθησαν οἱ προάγοντες· Αὐτός ἐστιν ὁ τότε κατερχόμενος· ἵνα μὴ γνωρισθῇ ἀνερχόμενος, δουλικὴν εἰκόνα ἐφόρησεν, ἵνα μὴ γνῶτε δεσποτικὴν μεγαλοπρέπειαν. Καὶ μάθετε Δεσποτικὸν μυστήριον, καὶ σόφισμα Κυριακὸν, καὶ μὴ κωλύσητε φιλανθρωπίας πρόθεσιν. Εἰ γὰρ ἐγνώκατε αὐτὸν ἐν ταπεινώσει πολλῇ κατερχόμενον χάριν τοῦ πλάσματος, ἐκωλύετε τὴν κατάβασιν καὶ ἀπεστερεῖτε τῆς σωτηρίας τὸν ἄνθρωπον, καὶ δίχα τῆς ἄνω βασιλείας λοφούμενον. Νῦν ἀνοίξατε, γονυπετήσατε. Εἶτα ἀποκρίνονται καὶ αὐτοί· Εἰ μὴ φωνῆς αὐτοῦ θείας ἀκούσωμεν, οὐκ ἂν τὰς θύρας ἀνοίξοιμεν. Οὐδεὶς γὰρ διαβαίνει ἔνθεν ἀκάθαρτος.

Αὕτη γὰρ, φησὶν, ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Τότε ὁ Κύριος φωνῇ τιμίᾳ ἐλάλησεν· Ἐγώ εἰμι ὁ ζητούμενος, ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· τουτέστιν, Ἃ ἔπραξα καὶ πέπονθα, ὅσα ἐποίησα καλὰ καὶ ἀπείληφα κακά. Ἀπαγγελῶ τῶν δικαίων τὰ τεκμήρια, τῶν ἰάσεων τὰ χαρίσματα, τῶν πράξεων τὰ κατορθώματα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τότε γνόντες τοῦ ἀχράντου φωνὴν Δεσποτικὴν, οἱ τὰς πύλας κατέχοντες, μετὰ φόβου εἰς προσκύνησιν ἐξήλθοσαν· Οὐκ οἴδαμέν σε, Δέσποτα, κατερχόμενον, προσκυνοῦμέν σε ἀνερχόμενον. Εἶτα αὐτὸς παρερχόμενος ἀναντιῤῥήτως, καὶ οἱ ἀκόλουθοι. Οἱ δὲ τοὺς ὄπισθεν εἰσερχομένους ἐκώλυον λέγοντες· Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι καὶ ἅρπαγες; ἵνα τί τοῦτο πράττεται παρὰ τῆς σῆς ἁγιότητος; Ταύτας τὰς πύλας σὺ ἐκύρωσας, σὺ πυλωροὺς ἡμᾶς κατέστησας, σὺ νόμον ἡμῖν ἐδογμάτισας, ὅτι Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς. Οὐχὶ λέλεκται περὶ σοῦ, ὅτι Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται;

Εἶπας γὰρ, Μόνοι δίκαιοι εἰσελεύσονται· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι προσάγονται, ὧδε μάγοι καὶ λῃσταὶ καὶ ἅρπαγες εἰσέρχονται; Κἂν πρῶτον δικαίους εἰσάγαγε, καὶ κατόπιν ἁμαρτωλοὺς χειραγώγησον. Ἔσθ᾽ ὅτε πάντας τούτους εἰσάγεις· δῆλον ὅτι μετενόησαν· τοῦτον δὲ τὸν λῃστὴν διὰ τί πρὸ πάντων εἰσάγεις εἰς τὰ ἄνω βασίλεια; ποῦ μετέγνω, ποῦ μετενόησεν; οὐ μίαν ἡμέραν ἐν τῇ ζωῇ αὐτοῦ διεπράξατο, οὔτε τι καλὸν πέπραχε πώποτε· ἀλλ᾽ οὐδὲ ὥραν μίαν ἐχώρησεν εἰς μετάνοιαν. Ἰδοὺ τὰ ἁμαρτήματα αὐτοῦ ἐγγράφως κατέχομεν, ἃ μὲν ἐν μετανοίᾳ οὐκ ἐξήλειψε, καὶ προηγέτην αὐτὸν εἰς τὸν παράδεισον ἁπάντων τῶν δικαίων εἰσφέρεις; Ὁ δὲ Σωτὴρ, Ζητεῖτε αὐτοῦ, φησὶ, τὴν ἁμαρτίαν, ἣν ἐγὼ πρὸ πάντων ἐξήλειψα;

Ἀργήσει αὐτοῦ τῶν ἁμαρτημάτων τὸ ἔγγραφον, ὅτι ἡ πίστις αὐτοῦ ἀπήλειψεν αὐτό. Λυέσθω τῶν ἀδικημάτων αὐτοῦ ἡ συγγραφὴ τῇ καλῇ ὁμολογίᾳ. Οὐ μετενόησε πρὸ καιροῦ, ἀλλὰ συνῆκεν εἰς τὸν καιρόν· πρὸ τοῦ θανάτου δίχα πίστεως ὑπῆρχε γυμνὸς, ἐν τῷ θανάτῳ ἡ πίστις αὐτοῦ τῆς θαλάσσης τῶν πλημμυρημάτων ἐνίκησεν· ἐν καιρῷ ἀνέσεως οὐκ ἔγνω, ἀλλ᾽ ἐν καιρῷ ἀνάγκης ἐπέγνω τὸ δίκαιον. Ὅτε οἱ μαθηταί μου ἀπέφυγόν με, οὗτος προσέφυγέ μοι· ὅτε Πέτρος ἔλεγεν, Οὐκ οἶδα τὸν ἄνθρωπον, τότε οὗτος βασιλέα οὐρανῶν ὡμολόγησεν· ὅτε ἱερεῖς ἐθανάτουν με, τότε οὗτος ζωῆς ἐκάλεσε Κύριον. Ἐμοὶ τὸ ἔργον τῆς μετανοίας τετέλεσται, τοῦ τὴν πρόθεσιν βλέποντος καὶ τὸ πρόθυμον· ἐμοὶ τῆς ὑπομονῆς τὸ δικαίωμα πέπρακται, τοῦ εἰς τὸ ἀγαθὸν τὴν καρδίαν κλίναντος. Διὰ τῆς πλευρᾶς Ἀδὰμ τὸν παράδεισον ἀπέκλεισεν, οὗτος ἐν τῇ ὁμολογίᾳ ἀνοίγει τὸν ὑπὸ τῆς φλογίνης ῥομφαίας πυλῶνα φρουρούμενον. Μὴ ζητήσατε αὐτοῦ τὴν ἁμαρτίαν, ἣν οὐχ εὑρήσετε. Διὰ τοῦτο Δαυῒδ πρὸ τοσούτων γενεῶν προεφήτευσε· Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.

Λοιπὸν ὁ Σωτὴρ ἀνῆλθε, νικήσας πᾶσαν ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ἀπήντησαν, καὶ ὡς Δεσπότῃ προσεκύνησαν, καὶ πᾶσα Χερουβικὴ τάξις καὶ Σεραφικὴ λειτουργίᾳ προσεκύνησεν αὐτῷ καὶ τῷ Πατρὶ τῷ γεννήσαντι. Καὶ ὅσα τε Πατρὶ προσελάβετο καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἐκάθισεν ὁ μήποτε γυμνώσας τοὺς πατρικοὺς κόλπους. Εἰ γὰρ καὶ κατῆλθεν ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἀλλ᾽ οὖν τοῦ θρόνου οὐδαμῶς κατελείφθη· εἰ καὶ γέγονεν ἄνθρωπος τέλειος οἰκονομικῶς, οὐδαμῶς ἔκστασιν ὑπέμεινε τῆς οἰκείας φυσικῆς θεότητος. Οὐ γὰρ ἐκ προκοπῆς ἀνθρώπου γέγονε Θεὸς ὁ Χριστὸς, μὴ γένοιτο, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον σώσῃ. Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα ὁμολογοῦμεν· καθὼς ὁ θεσπέσιος ἔφησε Παῦλος· Διὸ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπετάγησαν αὐτῷ, ὡς ὄντι πρὸ πάσης κτίσεως, μᾶλλον δὲ ποιητὴν τῆς κτίσεως, καὶ συνδεσπόζοντα καὶ συμβασιλεύοντα τῷ ἀχράντῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας.