Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία της θείας επιφάνειας και της υπεροχής της χάριτος

Ανάλυση του αγιογραφικού όρου «Επεφάνη», της σωτηριώδους πρωτοβουλίας του Θεού, της υπεροχής της Καινής Διαθήκης έναντι του παλαιού νόμου και της συμπερίληψης των εθνών στον λαό του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Διὰ τοῦτο γὰρ ἦλθεν ὁ Χριστός, οὐχ ἵνα τὰ παλαιὰ ἁμαρτήματα καταλύσῃ μόνον, ἀλλ᾽ ἵνα καὶ πρὸς τὰ μέλλοντα ἡμᾶς διορθώσηται. Τοῦτο καὶ Παῦλος, δεικνὺς ὅτι οὐ διὰ τὰ παλαιὰ μόνον ἦλθεν ἁμαρτήματα, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα κατορθώματα, ἐβόα τήμερον· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, παιδεύουσα ἡμᾶς. Ἀλλὰ διανάστητε· πάλιν γὰρ τοὺς θησαυροὺς διανοίγομεν, πάλιν τοὺς μαργαρίτας δείκνυμεν· μηδεὶς τοίνυν διαδράμῃ τῶν εἰρημένων τὸ κάλλος· Ἐπεφάνη ἡ χάρις.

Διὰ τί οὐκ εἶπεν· ἐδόθη ἡ χάρις; Ἵνα μάθῃς ὅτι, πρὸ τοῦ φανῆναι τὴν χάριν, ἐν σκότει τῶν ἀνθρώπων ἡ φύσις ἐκάθητο· τοῖς γὰρ ἐν σκότει καθημένοις ὁ Χριστὸς φαίνει, ὅπερ οὖν καὶ ὁ προφήτης προαναφωνῶν ἔλεγεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Εἶδες ἀποστόλων καὶ προφητῶν συμφωνίαν; Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει· τοιαύτη γὰρ ἡ φύσις τοῦ σκότους· ὅπουπερ ἂν καταλάβῃ τοὺς ἀνθρώπους, εὐθέως καθίζει αὐτοὺς καὶ οὐκ ἀφίησιν προβῆναι περαιτέρω, ἡ βάδισις σφαλέρα καὶ ἐπικίνδυνος γίνεται. Ὁδηγῶν τοίνυν καὶ τὸ ἄπρακτον τῆς φύσεως ἡμῶν πρὸς ἀρετήν, ἔλεγεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα.

Οὐ τοῦτο δὲ μόνον ἐνδείκνυται ἡμῖν τὸ ἀποστολικὸν ῥῆμα τὸ ἐπεφάνη, ἀλλὰ καὶ ἕτερον πρὸς τούτοις. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἡμεῖς ζητήσαντες εὕρομεν τὸ φῶς, ἀλλὰ τοῦτο ἡμῖν ἐπεφάνη· οὐχ ἡμεῖς ἀπήλθαμεν πρὸς αὐτόν, ἀλλ᾽ αὐτὸς προσεγένετο πρὸς ἡμᾶς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ὑμᾶς ἐξελεξάμην. Καὶ ὁ Ἀπόστολος δὲ πάλιν, συνῳδὰ τούτοις βοῶν, ἔλεγεν· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην· νῦν δὲ οὐκ ἐπέγνων, ἀλλ᾽ ἐπεγνώσθην. Καὶ πρὸς Φιλιππησίους δὲ γράφων ἔλεγεν· Διώκω δὲ εἰ καὶ καταλάβω ἐφ᾽ ᾧ καὶ κατελήμφθην, διὰ πάντων δηλῶν ὅτι οὐχ ἡμέτερον κατόρθωμα γέγονεν ἡμῶν ἡ σωτηρία, ἀλλὰ θείᾳ χάριτι πάντες ἐσώθημεν· ὅπερ οὖν καὶ ἐνταῦθα αἰνίττεται λέγων· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ.

Ποῖα χάρις; Καὶ γὰρ καὶ τῆς παλαιᾶς χάρις ἔστιν καὶ ὁ Ἰωάννης ἐβόα λέγων· Χάριν ἀντὶ χάριτος ἐλάβομεν. Καὶ γὰρ ὄντως χάρις καὶ ἡ τῆς παλαιᾶς, ἀπαλλάξασα αὐτοὺς τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ καὶ μυρίων κακῶν ἑτέρων· ἀλλὰ μείζων αὕτη ἡ χάρις. Τότε μὲν γὰρ τῶν Αἰγυπτίων ἀπήλλαξεν, νῦν δὲ τῆς τῶν δαιμόνων ἠλευθέρωσεν τυραννίδος· τότε ἀπήλλαξεν τῆς μανίας Φαραώ, νῦν δὲ τῆς κατοχῆς τοῦ διαβόλου· τότε διὰ Μωϋσέως, νῦν δὲ διὰ τοῦ Μονογενοῦς· τότε διὰ ῥάβδου, νῦν δὲ διὰ σταυροῦ· τότε διὰ θαλάσσης ἐρυθρᾶς, νῦν δὲ διὰ λουτροῦ παλιγγενεσίας· τότε ἀπὸ πηλοῦ καὶ πλινθείας ἐξήγαγεν, νῦν δὲ ἀπὸ θανάτου καὶ ἁμαρτίας· τότε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, νῦν εἰς βασιλείαν οὐρανῶν εἰσήγαγεν.

Ὄντως ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Ἀλλὰ τίνος ἕνεκεν, ὦ μακάριε Παῦλε, τοσαῦτα κατορθώματα παρέδραμες ἑνὶ ῥήματι; Ἀνακάλυψόν μοι τὴν χάριν, εἰπέ μοι τὸ πέλαγος τῶν δωρεῶν. Ἀρκεῖ πάντα παραστῆσαι, φησίν, ἡ τοῦ δεδωκότος φιλανθρωπία· ὅταν γὰρ Θεοῦ χάρις ᾖ, οὐκ ἔχει μέτρον ἡ χάρις. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ὁ Θεὸς ἄνθρωπος ἐγένετο, διὰ σὲ μορφὴν δούλου ἔλαβεν, ἵνα ἐλεύθερον ποιήσῃ τὸν δοῦλον.

Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περιβάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο. Ἀνθρώπου μὲν ἔλεος ἐπὶ τὸν πλησίον αὐτοῦ, τοῦ δὲ Θεοῦ τὸ ἔλεος ἐπὶ πᾶσαν σάρκα. Εἶδες πῶς καὶ τὸ μέγεθος ἔδειξεν τῆς χάριτος καὶ τὸ καθολικὸν τῆς δωρεᾶς, τὸν δεδωκότα εἰπών;

Ἀλλὰ τίς ἐστιν σωτήριος ἴδωμεν. Αἱ χάριτες ἀπὸ τῶν διδόντων τὰ ὀνόματα λαμβάνουσιν, οἷον ὅταν ἄρχων δῷ χάριν, ἀρχοντικὴ καλεῖται χάρις, ὅταν βασιλεὺς δῷ χάριν, βασιλικὴ καλεῖται χάρις· ἐπεὶ οὖν καὶ ἐνταῦθα ὁ Σωτὴρ ἔδωκε τὴν χάριν, σωτήριος ἡ χάρις λέγεται. Διὰ τοῦτο γάρ φησιν· Καὶ λέγεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

Καὶ πῶς, φησίν, εἰ καθολικὴ χάρις ἐστὶν καὶ εἰς τὴν οἰκουμένην ἐξέχεεν τὴν δωρεάν, τὸν λαὸν αὐτοῦ μόνον σῴζειν ἐπηγγείλατο; Ὁ γὰρ ἰουδαϊκὸς μόνος οὗτος ἐχρημάτιζεν δῆμος ἔμπροσθεν, ἀλλ᾽ οὐκ ἔμεινεν μόνος οὗτος χρηματίζων· ἀλλ᾽ ἐπειδὴ μετὰ ταῦτα ἀνάξιοι τῆς τιμῆς εὑρέθησαν, μετέβην προσηγορία εἰς τὴν οἰκουμένην πᾶσαν.

Ὅτι γὰρ λαὸς αὐτοῦ ἡμεῖς, ἄκουσον σαφῶς τοῦ Ὠσηὲ λέγοντος καὶ τοῦ Παύλου ἑρμηνεύοντος· Καλέσω τὸν οὐ λαόν μου λαόν μου. Καὶ ὅτι περὶ ἡμῶν εἴρηται δῆλον ἐκεῖθεν· ἡμεῖς ἐσμεν οἱ οὐ λαός, ἡμεῖς ἐγενόμεθα λαός. Καὶ ἕτερον δὲ τούτου σαφέστερον ἄκουσον· Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ὑμεῖς ἐκεῖ κληθήσεσθε υἱοὶ Θεοῦ ζῶντος.