Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐπίστευσα, διὸ ἐλάλησα»

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία του «Επίστευσα, διό ελάλησα» και ορθόδοξη ομολογία

Εισαγωγικές σκέψεις για την αναγκαιότητα της πίστεως πριν από τη διδασκαλία, δογματική ανάλυση του μυστηρίου της Αγίας Τριάδας και έλεγχος των αιρετικών δοξασιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ Ἐπίστευσα, διὸ ἐλάλησα. Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δένδρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν. Δεῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκθερμάναντες ἐπὶ τὸν ἀνθηρότατον λειμῶνα τῆς ψαλμῳδίας θερμῷ τῷ πνεύματι καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; 〈Ἐπίστευσα, διὸ ἐλάλησα.〉 Ποίαν δὲ ἔχει δύναμιν ὁ λόγος;

Ἀναγκαῖόν ἐστι τὸ ἐν τῷ βάθει τοῦ γράμματος κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ᾽ ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι. 〈Ἐπίστευσα, διὸ ἐλάλησα.〉 Ὥςπερ οἱ βουλόμενοι ἐπί τινος πράγματος διηγήσασθαί τισι πρότερον αὐτοὶ ἐν πληροφορίᾳ γίνονται καὶ οὕτως ἄρχονται λεπτομερῶς τὸ πρᾶγμα διδάσκειν, ὡςαύτως καὶ ὁ προφήτης μέλλων διδάσκειν ἡμᾶς αὐτὸς ἐν πληροφορίᾳ πρότερον γίνεται περὶ τῆς τοῦ θεοῦ ὑπάρξεως καὶ τῆς ἐν Χριστῷ ἐλπίδος ἀποκειμένης τοῖς ἀνθρώποις· λέγει· 〈Ἐπίστευσα, διὸ ἐλάλησα.〉 Οὐκ ἦν γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πληροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν· διὸ ἀναγκαίως προτάσσει λέγων· 〈Ἐπίστευσα, διὸ ἐλάλησα.〉 Τί δὲ καὶ ἐπίστευσα;

Ἐπίστευσα τὸν θεὸν πατέρα εἶναι Χριστοῦ, οὐ κτίστην καὶ ποιητήν, ἀλλὰ γεννήτορα· καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα· οὐδὲ περιειργασάμην τὴν φύσιν τοῦ θεοῦ, ὁποία τε καὶ πόση ἐστίν, ἀλλ᾽ ἐπίστευσα τὸν Χριστὸν θεοῦ εἶναι υἱόν, πρὸ αἰώνων ἀφράστως ἐκ πατρὸς γεννηθέντα, καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα.

Ἀλλὰ τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Ἰουδαῖοι, ψάλλειν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν πατέρα εἶναι τοῦ Χριστοῦ οὐδὲ ἔγνωσαν τὸν Χριστὸν υἱὸν εἶναι θεοῦ· 〈εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.〉 Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Εὐνομιανοὶ καὶ Ἀρειανοί, ἀλλ᾽ ἐν ἀληθείᾳ ψάλλειν οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν εἶναι γεννήτορα τοῦ Χριστοῦ, ἀλλὰ κτίστην καὶ ποιητήν, οὐδ᾽ αὖ πάλιν ἐπίστευσαν τὸν Χριστὸν εἶναι υἱὸν τοῦ θεοῦ, κτίσμα εἶναι αὐτὸν λέγοντες καὶ ποίημα· Χριστὸν δὲ ἀθετοῦντες τὸν πατέρα ἀθετοῦσιν. Ἄκουε τῆς γραφῆς λεγούσης· 〈Εἴ τις τὸν υἱὸν οὐκ ἔχει, οὗτος οὐδὲ τὸν πατέρα ἔχει. Ἐπίστευσα, διὸ ἐλάλησα.〉 Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσι Μακεδονιανοί, ψάλλειν ἐν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ πατρὸς ἐκπορευόμενον ἀρρήτως εἶναι θεόν· τὸ δὲ ἅγιον πνεῦμα οὐκ ἔχοντες, οὐδὲ τὸν Χριστὸν ἔχουσιν.