Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐπίστευσα, διὸ ἐλάλησα»

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα των κοσμικών μεριμνών και το αποστολικό πρότυπο

Πρακτική εφαρμογή του ψαλμού στη ματαιότητα των ανθρωπίνων σχεδίων, σε αντιπαραβολή με την αποστολική πολιτεία, την αγάπη προς τους εχθρούς και την τήρηση των θείων προσταγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Οἶδα, ἀγαπητοί, ἐγὼ καὶ γεωργὸν ἔμπειρον ἀπὸ μιᾶς χώρας ἐν ἐνιαυτῷ τρεῖς καρποὺς λαμβάνοντα· μιμησώμεθα οὖν καὶ ἡμεῖς τοὺς γεωργούς, τῇ δικέλλῃ τοῦ πνεύματος σκάλλωμεν κατὰ τὸν προφήτην τὸν λέγοντα· 〈Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου.〉 Πρῶτον οὖν τοῦ γράμματος ἐθεωρήσαμεν στίχον, τὸν δεύτερον ἐλάβομεν, ἔτι τὸν τρίτον θεωρήσωμεν· 〈Ἐγὼ δὲ εἶπον,〉 φησίν, 〈ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.〉 Θεώρει μοι πάντα ἄνθρωπον ἑαυτῷ ὑπογράφοντα πολλὰ ἔτη ζωῆς, βουλόμενον οἰκοδομεῖν καὶ καταφυτεύειν καὶ τὰ τέκνα αὐτοῦ ἐκτρέφειν καὶ κατὰ τῶν ἀδικούντων δὲ αὐτὸν ἐντυγχάνειν καὶ ἐπαγγελλόμενον τοὺς ἐχθροὺς ἀμύνασθαι, φυλακίζειν, δεσμεύειν, ἐξορίζειν ἢ καὶ ἄλλο τι ποιεῖν χαλεπώτερον καὶ μετ᾽ οὐ πολὺ αὐτῇ τῇ νυκτὶ ἢ μετὰ δύο ἢ τρεῖς ἡμέρας ἀποθνήσκοντα, καὶ ὄψῃ, πῶς πᾶς ἄνθρωπος ψεύστης· ἃ γὰρ ἐπηγγείλατο, οὐκ ἐποίησεν. Ἀλλὰ πᾶς μὲν ὁ τὸν βίον τοῦτον ἀγαπῶν ἄνθρωπος ψεύστης ἐστίν, ὁ δὲ τὸν βίον τοῦτον ἐν ἀρεταῖς μεταδιώκων οὐκ ἔστι ψεύστης· οὐ γάρ ἐστιν ἄνθρωπος ὁ τοιοῦτος, ἀλλὰ θεός, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἐνοικοῦντος ἐν αὐτῷ χάριν, οἷος ἦν Παῦλος καὶ Πέτρος, οἵτινες εἶχον ἐν αὐτοῖς λαλοῦντα Χριστόν· οὗτοι γὰρ οὐκ ἦσαν ψεῦσται, ἀλλ᾽ ἀληθεῖς· οὐδὲ γὰρ ἦσαν ἄνθρωποι, πνεῦμα γὰρ εἶχον θεῖον λαλοῦν ἐν αὐτοῖς.

Τούτοις οὐκ ἔμελε περὶ χρημάτων, οὐ περὶ κτήσεων· πῶς γὰρ ἂν τούτοις ἔμελεν, ὁπότε ἔλεγεν αὐτοῖς· 〈Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν;〉 Οὔτε ἠπείλουν ἀμύνασθαι ἐχθρούς· οὐδὲ γὰρ εἶχον ἐχθρούς.

Ἐφύλαττον γὰρ τὸ τοῦ κυρίου πρόςταγμα λέγοντος· 〈Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς.〉 Οὗτοι ἔτη πολλὰ ἑαυτοῖς οὐχ ὑπέγραφον ζωῆς· ἕκαστος γὰρ αὐτῶν ἔλεγε· 〈Καθ᾽ ἡμέραν ἀποθνήσκω νὴ τὴν ὑμετέραν καύχησιν.〉 Ἄκουε τοῦ ἀποστόλου λέγοντος· 〈Ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν.〉 Ὅσον γὰρ ἐν τῷ φαινομένῳ, ὡς πλάνοι ἐσμέν· ἄνθρωποι γὰρ φαινόμενοι· ὅσον δὲ ἐν τῷ κηρύγματι τῆς καρδίας καὶ τῆς πολιτείας, ἀληθεῖς ἐσμεν. 〈Καὶ ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν.〉 Ὅσον γὰρ ἐν τῇ ἡμετέρᾳ προθέσει, καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκομεν, ὅσον δὲ τῇ τοῦ κυρίου πίστει, ζῶμεν.