Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξελθόντες οἱ Φαρισαῖοι

Ἰωάννης ὁ Χρυσόστομος

Ο ρητορικός ψόγος του φθόνου και το πνευματικό ναυάγιο της απιστίας

Αναπτύσσεται εκτενής ρητορεία κατά του φθόνου μέσω της αλληγορίας του δαιμονικού πλοίου της κακίας, και ερμηνεύεται η έξοδος των Φαρισαίων ως πνευματική αποστασία από τον νόμο του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Βαρύτατοι ἄνεμοι τὴν βιαίαν τοῦ πνεύματος θύελλαν εἰς πραεῖαν αὔραν ἐγαληνίαζον· κἀκεῖνοι τῇ ζάλῃ τοῦ φθόνου κλονούμενοι, σταυροῦ χειμῶνα ἐσύριζον. Ὦ φθόνε ῥίζα θανάτου, ἡ πολύπλοκος νόσος καρδίας, ὀξύτατε ἧλε! ποῖος γὰρ ἧλος ὀξύτατος οὕτω κεντᾷ, ὡς ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν καρδίαν τιτρώσκει; ποία δὲ νόσος οὕτω τὸ τῆς ὄψεως κάλλος ἀφανίζει, ὡς ὁ φθόνος τὸ τῆς ψυχῆς καλλίπνοον ἄνθος, τὴν ἀγάπην, μαραίνει;

Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι· μία ἀκόνη τὸν ἰὸν τοῦ σιδήρου ἀποσμήχει, οἱ δὲ πέντε λίθοι τοῦ Δαυῒδ τὸν φθόνον ἐν τῷ Σαοὺλ πλεῖον ἐξήγειραν. Λέγεται εἶναι ἡ σαῦρα χλωρά· ἀλλ᾽ οὐκ ἔστι τῶν φθονερῶν χλωροτέρα. Ὥσπερ γὰρ σκώληξ τὴν καρδίαν τοῦ δένδρου κατὰ μέρος ἐκτρώγων ξηραίνει, ὡσαύτως ὁ φθόνος τὴν καρδίαν τοῦ ἔχοντος αὐτὸν κατὰ μέρος ἐκβιβρώσκων μαραίνει. Καὶ ὅσα ἂν εἴπωμεν, ἀγαπητὲ, περὶ τοῦ φθόνου, οὔπω ἠρξάμεθα λέγειν αὐτοῦ τὴν κακίαν· κἂν γλῶσσαι ῥητόρων, κἂν λόγοι φιλοσόφων, κἂν ῥήσεις διδασκάλων, ἐξειπεῖν οὐκ ἰσχύσουσι. Πλήρωμα οὖν νόμου ἐστὶν ἀγάπη τοῦ λόγου, καὶ πλήρωμα φόνου ἐστὶν ἡ κακία τοῦ φθόνου. Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς. Τὴν γὰρ ἐνθήκην σοι τῶν κακῶν ὁ διάβολος ἔδωκε· ὁ δὲ ὄφις κυβερνήσας τὸν Ἀδὰμ εἰς ναυάγιον θανάτου κατήνεγκε· Κάϊν δὲ πρωρεὺς, ἐπειδὴ διὰ σὲ, φθόνε, πρῶτος αὐτὸς τὸν φόνον εἰργάσατο. Σοὶ ἱστός ἐστιν ἀπ᾽ ἀρχῆς ἐν παραδείσῳ ἡ τοῦ ξύλου παρακοὴ, σὰ σχοινία εἰσὶν αἱ σειραὶ τῶν ἁμαρτιῶν, σοὶ ἐπιβάται εἰσὶν οἱ φθονεροὶ, ναῦται οἱ δαίμονες, κῶπαι οἱ δόλοι, αὐχὴν ἡ ὑπόκρισις, παρασχαρῖται οἱ φθονεροί. Ὢ πλοῖον μυριοφόρον κακῶν!

Ἐὰν ζητήσῃς ὑπόκρισιν, ἐκεῖ εὑρίσκεται· ἐὰν δόλον, ἐκεῖ γεννᾶται. Φθόνος ἐκεῖ πολιτεύεται, ἔχθραι, μάχαι, ἀπάτη, φιλονεικία, λοιδορία, κακολογία, βλασφημία, καὶ ὅσα ἂν εἴπωμεν, καὶ ὅσα ἂν παραλείπωμεν, ταῦτα πάντα τὸ ταρτάρινον πλοῖον τοῦ φθόνου βαστάζει. Τοῦτο τὸ πλοῖον τοῦ φθόνου κατακλυσμὸς μὲν βυθίσαι οὐκ ἴσχυσεν, Ἰησοῦς δὲ αὐτὸ ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐν τῇ πηγῇ τοῦ βαπτίσματος κατεπόντισεν. Εἶχε τοῦτο τὸ πλοῖον καὶ ἀγκύρας σιδηρᾶς, ἀλλ᾽ εἰς τοὺς ἥλους τοῦ Χριστοῦ ἐχωνεύθησαν· εἶχε τοῦτο τὸ πλοῖον καὶ ἱστίον, ἀλλ᾽ ὁ διάβολος λαβὼν αὐτὸ σταυρὸν ἐπελέκισεν· εἶχε τοῦτο τὸ πλοῖον καὶ σχοινία, ἀλλὰ ταῦτα λαβὼν Ἰούδας ἀπήγξατο. Εἰς τοῦτο τὸ πλοῖον ἐμβάντες οἱ Ἰουδαῖοι, τῇ πέτρᾳ προσκρούσαντες περὶ τὴν πίστιν ἐναυάγησαν.

Διὰ τοῦτο μέχρι τοῦ νῦν οἱ Ἰουδαῖοι ἐν τῷ βυθῷ τῆς ἀγνωσίας ἐννήχονται. Πλὴν ὅσοι αὐτῶν ἂν ἰσχύσωσι τῆς Χριστοφόρου ὁλκάδος κρατῆσαι, διασώζονται· οἱ δὲ ἄλλοι ἁλμυρῷ θανάτῳ ἀπιστίας ἀπόλλυνται. Καὶ εἴθε κἂν ἐν τῷ βυθῷ ὑπάρχοντες πρὸς Ἰωνᾶν εἰς τὸ κῆτος ἐξέτρεχον· ἴσως γὰρ ἂν παρ᾽ αὐτοῦ μαθόντες τὴν ἐν Χριστῷ εὐσέβειαν, ζῶντες μετὰ τούτου, ὑπὸ τοῦ κήτους ἐν Νινευῒ ἐξεῤῥίπτοντο. Νῦν δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας καμμύσαντες, οὔτε τὸν λαμπροφόρον τῆς εὐσεβείας ἐν μέσῃ τῇ γῇ ἑστῶτα, καὶ τὴν πίστιν ἀστράπτοντα ὁρῶντες, πρὸς αὐτὸν καταφεύγουσιν· οὔτε πρὸς τὸν τῆς μετανοίας κήρυκα Ἰωάννην καταφεύγοντες ζῶσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι. Πόθεν; Οὐκ ἐκ τοῦ φθόνου, ἀλλ᾽ ἐκ τοῦ νόμου. Εἰ μὴ γὰρ ἐξῆλθον ἐκ τοῦ νόμου, οὐκ ἂν τὸν τοῦ νόμου Νομοθέτην ἐνύβριζον. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τοῦ νόμου τοῦ λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς τοῦ Θεοῦ τῆς φωτιζούσης τοὺς ὀφθαλμοὺς τῆς καρδίας.