Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι· μία ἀκόνη τὸν ἰὸν τοῦ σιδήρου ἀποσμήχει, οἱ δὲ πέντε λίθοι τοῦ Δαυῒδ τὸν φθόνον ἐν τῷ Σαοὺλ πλεῖον ἐξήγειραν. Λέγεται εἶναι ἡ σαῦρα χλωρά· ἀλλ᾽ οὐκ ἔστι τῶν φθονερῶν χλωροτέρα. Ὥσπερ γὰρ σκώληξ τὴν καρδίαν τοῦ δένδρου κατὰ μέρος ἐκτρώγων ξηραίνει, ὡσαύτως ὁ φθόνος τὴν καρδίαν τοῦ ἔχοντος αὐτὸν κατὰ μέρος ἐκβιβρώσκων μαραίνει. Καὶ ὅσα ἂν εἴπωμεν, ἀγαπητὲ, περὶ τοῦ φθόνου, οὔπω ἠρξάμεθα λέγειν αὐτοῦ τὴν κακίαν· κἂν γλῶσσαι ῥητόρων, κἂν λόγοι φιλοσόφων, κἂν ῥήσεις διδασκάλων, ἐξειπεῖν οὐκ ἰσχύσουσι. Πλήρωμα οὖν νόμου ἐστὶν ἀγάπη τοῦ λόγου, καὶ πλήρωμα φόνου ἐστὶν ἡ κακία τοῦ φθόνου. Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς. Τὴν γὰρ ἐνθήκην σοι τῶν κακῶν ὁ διάβολος ἔδωκε· ὁ δὲ ὄφις κυβερνήσας τὸν Ἀδὰμ εἰς ναυάγιον θανάτου κατήνεγκε· Κάϊν δὲ πρωρεὺς, ἐπειδὴ διὰ σὲ, φθόνε, πρῶτος αὐτὸς τὸν φόνον εἰργάσατο. Σοὶ ἱστός ἐστιν ἀπ᾽ ἀρχῆς ἐν παραδείσῳ ἡ τοῦ ξύλου παρακοὴ, σὰ σχοινία εἰσὶν αἱ σειραὶ τῶν ἁμαρτιῶν, σοὶ ἐπιβάται εἰσὶν οἱ φθονεροὶ, ναῦται οἱ δαίμονες, κῶπαι οἱ δόλοι, αὐχὴν ἡ ὑπόκρισις, παρασχαρῖται οἱ φθονεροί. Ὢ πλοῖον μυριοφόρον κακῶν!