Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ᾽ ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.