Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Α': Η φύση της χριστιανικής πίστεως και η πνευματική εστίαση

Εισαγωγικές παρατηρήσεις της πρώτης ομιλίας. Αναλύεται το αποστολικό ρητό και προβάλλεται η πίστη ως θεμέλιο της διδασκαλίας και άγκυρα της ψυχής, ενώ διακρίνονται τα χαρίσματα και η αναγκαιότητα της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 9

ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ εἰς τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα,» καὶ περὶ ἐλεημοσύνης. αʹ. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως, οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην ὀδύνην, χαίρουσι δὲ διὰ τὴν ἐξ αὐτῆς τικτομένην ὑγίειαν. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησεν ὁ σοφὸς τῶν ψυχῶν ἰατρός. Κορινθίοις γάρ ποτε δεομένοις ἐπιτιμήσεως σφοδροτέρας ἐπιτιμήσας, καὶ ἥσθη καὶ ἐλυπήθη· ἐλυπήθη μὲν, ὅτι ὠδύνησεν, ἥσθη δὲ, ὅτι ὠφέλησε. Καὶ ἀμφότερα ταῦτα δηλῶν, ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Διὰ τί μετεμέλου; διὰ τί δὲ πάλιν οὐ μεταμέλῃ; Μετεμελόμην, ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον πρόσκαιρον, φησὶ, τὸ δὲ ὠφέλιμον διηνεκές.

Δότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγάπην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ᾽ ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός.

Διὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην. Εἰ γὰρ ἐπὶ τῶν ἐδεσμάτων τῶν αἰσθητῶν φέρει τινὰ φιλοτιμίαν καὶ εὐφροσύνην τῷ καλοῦντι τῶν δαιτυμόνων τὸ πλῆθος, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐδεσμάτων τῶν πνευματικῶν τοῦτο γένοιτ᾽ ἄν· καίτοι γε ἐκεῖ τὸ πλῆθος τῶν κεκλημένων μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐκ ἀναλίσκει τὸ πλῆθος τῶν κεκλημένων, ἀλλὰ καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται· καὶ γὰρ τοιαύτη τῶν πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται.

Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν ἐνηχῆσαι ἡμῶν τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃ πολλοὺς παρόντας, τότε δαψιλεστέραν παρατίθεται τὴν ἑστίασιν· οὐκ ἐπειδὴ τῶν ὀλίγων καταφρονεῖ, ἀλλ᾽ ἐπειδὴ τῆς τῶν πολλῶν ἐφίεται σωτηρίας. Διὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας πόλεις, ἐν Κορίνθῳ μένειν ἐκέλευσε φανεὶς ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ οὐδὲ τῶν ὀλίγων καταφρονεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν.

βʹ. Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων ἡ πρόνοια, τοσαύτη δὲ τῶν πολλῶν, τὸ πᾶν ἐπὶ τὴν ἐκεῖθεν ῥοπὴν ῥίψαντες, ἐπὶ τὴν Παύλου ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν τὸν λόγον ἀγάγωμεν. Τίς δὲ ἡ ῥῆσις; Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους, φησὶ, καταλυθῇ Μᾶλλον δὲ ἀνωτέρω καὶ ἐπ᾽ αὐτὴν τὴν κεφαλὴν τοῦ νοήματος ἴωμεν. Καθάπερ γάρ τινες πηγὴν ἀνιχνεύοντες, εἶτα διάβροχον ἰδόντες χωρίον, οὐκ ἐκεῖ διασκάπτουσι μόνον, ἀλλ᾽ ὑπὸ τῆς νοτίδος αὐτῆς καὶ τῆς φλεβὸς χειραγωγούμενοι ἐνδοτέρω χωροῦσιν, ἕως ἂν ἐπὶ τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τῶν ναμάτων ἔλθωσιν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν. Πηγὴν εὑρόντες πνευματικὴν ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν τοῦ νοήματος. Τίς οὖν ἐστιν ἡ κεφαλὴ καὶ ἡ ῥίζα; Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.

Τί λέγεις; ἂν μὴ πιστεύσῃς, οὐ λαλεῖς, ἀλλὰ ἄφωνος ἕστηκας; Ναὶ, φησίν· οὐδὲ διᾶραι στόμα δύναμαι χωρὶς πίστεως, οὐδὲ κινῆσαι γλῶτταν, οὐδὲ ἀνοῖξαι χείλη, ἄφωνος ὁ λογικὸς ἕστηκα χωρὶς τῆς ἐκεῖθεν διδασκαλίας. Καθάπερ γὰρ, ῥίζης μὴ πεφυτευμένης, οὐκ ἂν βλαστήσειε καρπός· οὕτω, πίστεως μὴ προκαταβεβλημένης, οὐκ ἂν προέλθοι διδασκαλίας λόγος. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ᾽ ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν; Διὰ τοῦτό φησι· Πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη καὶ τῷ γήρᾳ παρειμένα βακτηρία μετὰ ἀσφαλείας χειραγωγοῦσα οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν, οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν σεσαλευμένην καὶ περιφερομένην ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, βακτηρίας ἀσφαλέστερον ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν ὑποσκελισθῆναί ποτε, τὸ τῶν λογισμῶν ἀσθενὲς τῇ τῆς οἰκείας ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν καθημένην τῷ οἰκείῳ φωτὶ καταυγάζουσα. Διὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλ᾽ ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός· οὕτω καὶ οἱ τῆς πίστεως ἀπεστερημένοι, καὶ ἀλλήλοις προσεῤῥάγησαν, καὶ τοίχοις προσέπταισαν, καὶ τέλος εἰς τὸ τῆς ἀπωλείας βάραθρον φέροντες ἑαυτοὺς κατεκρήμνισαν.

γʹ. Καὶ μάρτυρες τῶν λόγων τούτων οἱ τὴν ἔξωθεν αὐχοῦντες σοφίαν, οἱ μέγα ἐπὶ τῷ πώγωνι, καὶ τῷ τρίβωνι, καὶ τῇ βακτηρίᾳ φρονοῦντες. Μετὰ γὰρ μακροὺς καὶ πολλοὺς διαύλους λόγων, τοὺς πρὸ τῶν ὀφθαλμῶν κειμένους λίθους οὐκ εἶδον· εἰ γὰρ ὡς λίθους αὐτοὺς ἑώρων, οὐκ ἂν αὐτοὺς ἐνόμισαν εἶναι θεούς. Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ᾽ ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ᾽ ἑαυτοὺς ἅπαντα. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.

Εἶτα λέγων τοῦ σκότους καὶ τῆς μωρίας τὴν ἀπόδειξιν, ἐπήγαγεν· Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέδασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστησι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει· οὕτω δὴ καὶ τὸν νοῦν τὸν ἡμέτερον ὅταν οἱ προσπίπτοντες ἔξωθεν λογισμοὶ κλυδωνίζωσιν, ἀγκύρας ἀσφαλέστερον ἐπεισελθοῦσα ἡ πίστις ἀπαλλάττει τοῦ ναυαγίου, ὥσπερ ἐν γαληνῷ λιμένι, τῇ τοῦ συνειδότος πληροφορίᾳ τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Διὰ τοῦτο ἔδωκεν ἀποστόλους ὁ Θεὸς πρὸς καταρτισμὸν τῶν ἁγίων, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ὁρᾷς τῆς πίστεως τὸ κατόρθωμα, ὅτι ὡς ἄγκυρά τις ἀσφαλὴς, οὕτως ἐκβάλλει τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν Ἑβραίοις ἐπιστέλλει, οὑτωσὶ λέγων περὶ τῆς πίστεως· Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ, καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.

Ἵνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ᾽ ἄνω κουφίζουσα τὴν διάνοιαν, καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα τὸν οὐρανὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ᾽ ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός.

δʹ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ᾽ ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν.

Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ᾽ ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ, ἀλλὰ καὶ ἐν τῇ Ἀχαΐᾳ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε.

Ποίαν οὖν αἰνίσσεται ἐνταῦθα πίστιν; Εὔδηλον, ὅτι τὴν τῆς γνώσεως· καὶ δηλοῖ τὰ ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως. Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων καταλέγει τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς μόνον, ἀλλ᾽ οὐχ ἡμέτερον κατόρθωμα, οὔτε οἱ ἀπιστοῦντες κολασθήσονται, οὔτε οἱ πιστεύοντες ἐπαινεθήσονται.

Τοιαύτη γὰρ τῶν χαρισμάτων ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος φιλοφροσύνης χάρισμα. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατορθωμάτων μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον.

εʹ. Εἰ τοίνυν καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος, καὶ ἐκείνη ταῖς ἡμετέραις αὑτὴν ἐγκατέβαλε ψυχαῖς, καὶ οὐδένα ἀντὶ τούτων ληψόμεθα μισθὸν, πῶς οὖν ἔλεγε, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν;

Ὅτι καὶ τῆς τοῦ πεπιστευκότος ἀρετῆς ἐστι κατόρθωμα ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ τοῦτο αὐτὸ πάλιν αἰνίττεται λέγων, Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις εἰς δικαιοσύνην, εἰ τῆς τοῦ Πνεύματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν πατριάρχην Ἀβραὰμ δι᾽ αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς ἡμετέρας εὐγνωμοσύνης ἐστὶ, καὶ τὸ ὑπακοῦσαι κληθέντας· μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαίρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν· εἶτα, ἐπειδὰν προσέλθωμεν, τότε τὴν παρ᾽ ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν.

Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. Διὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώνιστοι τῷ πονηρῷ δαίμονι λοιπὸν καὶ ταῖς μεθοδείαις αὐτοῦ πάσαις ἐσόμεθα. Εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πολλῷ μᾶλλον τὴν πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνήσεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.