γʹ. Τίνος οὖν ἕνεκεν εἴρηκεν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, καὶ σπουδάζει δεῖξαι καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ πίστιν οὖσαν τὴν μητέρα τῶν ἀγαθῶν, μικρὸν ἄνωθεν ἀναγκαῖον εἰπεῖν· οὕτω γὰρ ἔσται κατάδηλος ἡμῖν ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλεπὸς καὶ ἀκήρυκτος. Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερινοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βάραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν πρὸς τὸν τῶν πιστῶν ὄλεθρον ἐκινεῖτο· καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ᾽ ἑαυτῆς ἡ φύσις ἐσχίζετο. Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην.