γʹ. Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναντία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖπον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων.