Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Γινώσκετε ὅτι ἐν ἐσχάταις ἡμέραις»

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και καταληκτήρια δοξολογία

Αναφορά του ιερού Χρυσοστόμου στη σωματική του ασθένεια, την οποία θεραπεύει η αγάπη του ποιμνίου, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

ζʹ. Ἐβουλόμην ἐκτεῖναι τὸν λόγον· ἀλλὰ καὶ ταῦτα μόλις ἀφῆκεν εἰπεῖν ἡ τοῦ σώματος ἀσθένεια, δι᾽ ἣν τὸν μακρὸν τοῦτον ὑμῶν διεσπάσθην χρόνον. Μακρὸς γὰρ ὁ χρόνος ἐμοὶ, οὐ τῷ ἀριθμῷ τῶν ἡμερῶν, ἀλλὰ τῷ μέτρῳ καὶ τῇ διαθέσει τῆς ψυχῆς. Τοῖς γὰρ φιλοῦσι καὶ ὁ βραχὺς χρόνος τοῦ χωρισμοῦ πολὺς καὶ ἄφατος φαίνεται. Διὰ τοῦτο καὶ ὁ Παῦλος μικρὸν ἀποστὰς Θεσσαλονικέων, ἔλεγεν· Ἡμεῖς, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.

Εἰ δὲ Παῦλος ὁ πάντων μάλιστα φιλοσοφεῖν εἰδὼς, οὐκ ἤνεγκεν πρὸς καιρὸν ὥρας, πῶς ἡμεῖς τοσαύτας οἴσομεν ἡμέρας; Ἀλλ᾽ ἐκεῖνος μὲν μηκέτι στέγων, τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων, ἔδραμον πρὸς ὑμᾶς, μέγιστον φάρμακον ἡγούμενος ἐπιθήσειν τῆς ὑμετέρας ἀγάπης τὴν συντυχίαν. Ἐμοὶ γὰρ καὶ ἰατρῶν χειρῶν χρησιμώτερον, καὶ πάσης τῆς ἐκεῖθεν παραμυθίας λυσιτελέστερον, τὸ τῆς ὑμετέρας ἀπολαύειν ἀγάπης· ἧς γένοιτο διηνεκῶς ἐντρυφᾷν, εὐχαῖς καὶ πρεσβείαις πάντων τῶν ἁγίων, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.