Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Γινώσκετε ὅτι ἐν ἐσχάταις ἡμέραις»

Ἰωάννης ὁ Χρυσόστομος

Η ποιμαντική μέριμνα των Αποστόλων για την προστασία της Εκκλησίας

Εισαγωγή στην προς Τιμόθεον Επιστολή και επισήμανση της προνοητικής αγωνίας των Αποστόλων Παύλου και Πέτρου. Η παρακαταθήκη των επιστολών ως πνευματικό τείχος και η προειδοποίηση προς τους ποιμένες για τους επερχόμενους κινδύνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

γʹ. Τί οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τῷ Τιμοθέῳ πάλιν ὁ Παῦλος ἐπιστέλλει. Φοβερὰ ἡ ἀπειλή· ἀλλὰ διαναστῶμεν· τούτους γὰρ ἡμῖν τοὺς καιροὺς αἰνίττεται, καὶ τοὺς μετὰ τούτους, καὶ τοὺς περὶ τὴν συντέλειαν αὐτήν. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.

Βραχὺ τὸ ῥῆμα, καὶ μεγάλη ἡ δύναμις. Καθάπερ γὰρ τὰ ἀρώματα οὐ τῷ πλήθει, ἀλλὰ τῇ φύσει τὴν εὐωδίαν ἐνδείκνυται· οὕτω καὶ αἱ θεῖαι Γραφαὶ οὐ τῷ πλήθει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν ἐγκειμένων πᾶσαν ἡμῖν παρέχουσι τὴν ὠφέλειαν. Οὕτω καὶ θυμιάματος φύσις καὶ καθ᾽ ἑαυτὴν μέν ἐστιν εὐώδης· ἐπὰν δὲ εἰς πῦρ αὐτὴν ἐμβάλῃς, τότε πᾶσαν ἐπιδείκνυται τὴν ἐξ αὐτῆς ἡδονήν. Οὕτω καὶ ἡ θεία Γραφὴ καὶ καθ᾽ ἑαυτὴν μέν ἐστιν ἡδίστη· ἐπειδὰν δὲ τῆς ἡμῶν ἐπιλάβηται ψυχῆς, καθάπερ εἰς θυμιατήριον ἐμπεσοῦσα, ἅπαντα τὸν οἶκον τῆς εὐωδίας ἐμπίπλησι. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.

Περὶ τῆς συντελείας λέγει. Τί οὖν πρὸς σὲ, ὦ μακάριε Παῦλε; τί δὲ πρὸς Τιμόθεον; τί δὲ πρὸς τοὺς τότε ἀκούοντας; Μικρὸν γὰρ ὕστερον μέλλουσιν ἀποθνήσκειν, ἐξαρπάζεσθαι τῶν ἐπιόντων δεινῶν καὶ πονηρῶν ἀνθρώπων.

Ἀλλ᾽ οὐχὶ τὰ παρόντα βλέπω μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέλλοντα προορῶ. Οὐχὶ τῆς παρούσης φείδομαι ποίμνης, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης ἀγωνιῶ καὶ δέδοικα. Ἡμεῖς μὲν γὰρ τῶν συνόντων ἡμῖν ἀνθρώπων μόλις ποιούμεθα πρόνοιαν, ἐκεῖνος δὲ ὑπὲρ τῶν μηδέπω τεχθέντων πολλὴν ποιεῖται τὴν σπουδήν. Οὕτω καὶ ποιμὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας τῇ ποίμνῃ καὶ τῶν προβάτων ἐγγὺς γενομένους, τότε προλέγει μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει. Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ᾽ ὑψηλοῦ χωρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ᾽ αὐτῆς τῆς συντελείας ὁρμῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμένους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποίμνην τῇ προφητείᾳ. Καὶ γὰρ καὶ πατὴρ φιλόστοργος οἰκίαν οἰκοδομούμενος πολλάκις τοῖς αὐτοῦ παισὶ λαμπρὰν καὶ μεγάλην οὕτως οἰκοδομεῖ, οὐχ ὥστε ἐκείνοις χρησίμην γενέσθαι μόνον, ἀλλὰ καὶ ἐγγόνοις καὶ τοῖς μετ᾽ ἐκείνους. Οὕτω καὶ βασιλεὺς πόλει φιλουμένῃ περιβαλὼν τεῖχος ἔξωθεν, ἀσφαλὲς τοῦτο ποιεῖ καὶ ἰσχυρὸν καὶ διαρκὲς, οὐχ ἵνα ἐπὶ τῆς γενεᾶς αὐτοῦ μόνης ὑπηρετῇ, ἀλλ᾽ ἵνα καὶ τοῖς μετὰ ταῦτα πᾶσι γένηται χρήσιμον, οὐ πρὸς τὰς τότε μηχανὰς, ἀλλὰ πρὸς τὰς ὕστερον γενομένας προσβολὰς ἐπιτήδειον.

Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν. Ἐπειδὴ γὰρ τὰ γράμματα ἀποστολικὰ τείχη τῶν Ἐκκλησιῶν ἐστιν, οὐχὶ τοὺς τότε μόνον ὄντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους ἀσφαλίζεται δι᾽ αὐτῶν. Καὶ οὕτως ἰσχυρὸν καὶ ἀῤῥαγῆ τὸν περίβολον τοῦτον κατεσκεύασε, καὶ πάσῃ περιήλασεν αὐτὸν τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας ἁπάσης, ὥστε καὶ τοὺς τότε, καὶ τοὺς μετ᾽ ἐκείνους, καὶ τοὺς νῦν, καὶ τοὺς αὖθις ἑπομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἁπάσης ἀπαλλάξαι τῆς τῶν πολεμίων πολιορκίας. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· φιλόστοργοι, κηδεμονικαὶ, πατρικὴν εὔνοιαν ἀποκρύπτουσαι τῷ φίλτρῳ, καὶ τὴν τῆς φύσεως φιλοστοργίαν νικῶσαι, καὶ τὰς ὠδῖνας ὑπερβαίνουσαι ἐκείνας· Πνεύματος γάρ εἰσι καὶ θείας χάριτος.

δʹ. Βούλεσθε καὶ ἑτέρωθεν δείξω πάλιν, ὅτι οὐ τὰ καθ᾽ ἑαυτοὺς μεριμνῶσιν οἱ ἅγιοι, οὐδὲ ὑπὲρ τῶν παρόντων δεδοίκασι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομένων; Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν γεγηρακότες καὶ μετ᾽ ὀλίγον χρόνον μέλλοντες ἀποδημεῖν ἀπὸ τῆς παρούσης ζωῆς. Τί οὖν ἐρωτῶσι; τί ἀγωνιῶσι; τί δεδοίκασι; ὑπὲρ τίνων τὴν πεῦσιν τῷ διδασκάλῳ προσάγουσιν; ἆρα ὑπὲρ τῶν κατὰ τὴν ζωὴν αὐτῶν, ἢ ὑπὲρ τῶν κατὰ τοὺς χρόνους ἐκείνους; Οὐδαμῶς. Ἀλλὰ πάντα ἐκεῖνα παραδραμόντες τί λέγουσι; Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Εἶδες κἀκείνους ὑπὲρ τῆς συντελείας τοῦ αἰῶνος ἐρωτῶντας, καὶ ὑπὲρ τῶν ἐσομένων ἀνθρώπων φροντίζοντας; Οὐ γὰρ τὰ ἑαυτῶν ὁρῶσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ τῶν ἄλλων καὶ κοινῇ πάντες καὶ ἰδίᾳ ἕκαστος. Ὁ οὖν Πέτρος ὁ κορυφαῖος τοῦ χοροῦ, τὸ στόμα τῶν ἀποστόλων ἁπάντων, ἡ κεφαλὴ τῆς φατρίας ἐκείνης, ὁ τῆς οἰκουμένης ἁπάσης προστάτης, ὁ θεμέλιος τῆς Ἐκκλησίας, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ· Πέτρε, γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων;

Διὰ τοῦτο λέγω τὰ ἐγκώμια, ἵνα μάθητε ὅτι ὄντως φιλεῖ τὸν Χριστόν· τοῦ γὰρ εἰς τὸν Δεσπότην φίλτρου ἡ κηδεμονία τῶν δούλων τεκμήριόν ἐστι μέγιστον. Καὶ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ᾽ αὐτὸς ὁ φιλούμενος Δεσπότης· Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Ἴδωμεν οὖν ὄντως εἰ ποιμένος ἔχει προστασίαν, εἰ ὄντως κηδεμονίαν, εἰ ὄντως φιλεῖ τὰ πρόβατα, εἰ ὄντως φιλόστοργός ἐστι περὶ τὴν ποίμνην, ἵνα καταμάθωμεν ὅτι καὶ τὸν ποιμένα φιλεῖ· τοῦτο γὰρ ἐκείνου σημεῖον ἔφησεν εἶναι. Οὗτος τοίνυν ὁ Πέτρος ἅπαντα ῥίψας ὅσα εἶχε, τὸ δίκτυον, τὰ ἐν τῷ πλοίῳ πάντα, καὶ ἀφεὶς τὴν θάλατταν, τὴν τέχνην, τὴν οἰκίαν. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι ὀλίγα ταῦτα, ἀλλ᾽ ὅτι πάντα τὰ ὄντα· καὶ τὴν προθυμίαν ἐπαινέσωμεν. Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε χρημάτων, ἀλλὰ πολὺν πλοῦτον ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ πενίᾳ μεγάλην εὐπορίαν προθυμίας παρέσχετο. Ὅπερ γὰρ ἑτέρῳ χωρία, καὶ ἀνδράποδα, καὶ οἰκήματα, καὶ χρυσίον, τοῦτο ἐκείνῳ τὸ δίκτυον, καὶ ἡ θάλαττα, καὶ ἡ τέχνη, καὶ τὸ πλοῖον. Μὴ τοίνυν τοῦτο ἴδωμεν, εἰ ὀλίγα ἀφῆκεν, ἀλλ᾽ εἰ μὴ πάντα ἀφῆκε.

Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδὲν ἐλάττω τῆς οἰκείας δυνάμεως εἰσενεγκεῖν. Πάντα τοίνυν ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν· καὶ γὰρ τὸν δῆμον τὸν Ἰουδαϊκὸν ἑαυτῷ τούτῳ τῷ τρόπῳ ἐξεπολέμησεν· Ἤδη γὰρ, φησὶ, συνέθεντο Ἰουδαῖοι, ἐάν τις ὁμολογήσῃ αὐτὸν Χριστὸν, ἀποσυνάγωγος γένηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἀμφέβαλλεν, οὐδὲ ἐδεδοίκει περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ σφόδρα ἐπέπειστο, καὶ ἀπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἀποδείξεως, καὶ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἀπὸ τῆς τοῦ Σωτῆρος φωνῆς, ὅτι κληρονομήσει πάντως αὐτήν.

Εἰπὼν γὰρ, ὅτι Ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἡμῖν ἔσται; ἀπεκρίθη αὐτοῖς ὁ Χριστὸς, ὅτι Καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ταῦτα δὲ κατεσκεύασα, ἵνα ὅταν δείξω αὐτὸν ἀγωνιῶντα ὑπὲρ τῶν συνδούλων, μὴ εἴπῃς ὅτι ὑπὲρ ἑαυτοῦ ἐδεδοίκει. Πῶς γὰρ ἂν ἔδεισεν, αὐτοῦ τοῦ μέλλοντος αὐτὸν στεφανοῦν ἀποφηναμένου ὑπὲρ τοῦ στεφάνου καὶ τῶν βραβείων;

Οὗτος τοίνυν ὁ Πέτρος, ὁ πάντα ἀφεὶς, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, προσελθόντος ποτὲ πλουσίου τινὸς, καὶ εἰπόντος τῷ Χριστῷ, Τί ποιήσω ἵνα κληρονομήσω ζωὴν αἰώνιον; καὶ τοῦ Χριστοῦ πρὸς αὐτὸν ἀποκριναμένου, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· εἶτα πρὸς τοῦτο λυπηθέντος ἐκείνου, καὶ λέγοντος τοῖς μαθηταῖς τοῦ Χριστοῦ, Ὁρᾶτε πῶς δυσκόλως εἰσέρχονται οἱ πλούσιοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ὁ Πέτρος, ὁ ἀκτήμων, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας, ὁ ὑπὲρ τῆς ἑαυτοῦ μὴ δεδοικὼς σωτηρίας, ὁ πεπεισμένος σαφῶς περὶ τῆς ἐκεῖ αὐτῷ ἀποκειμένης τιμῆς, ἀκούσας ταῦτα ἔλεγε· Τίς δύναται σωθῆναι; Τί δέδοικας, ὦ μακάριε Πέτρε; τί ἀγωνιᾷς; τί τρέμεις; Πάντα ἔῤῥιψας, πάντα ἀφῆκας· περὶ τῶν πλουτούντων ὁ λόγος, ἐκείνων κατηγορία τὸ λεγόμενον· σὺ δὲ ἐν πενίᾳ καὶ ἀκτημοσύνῃ διατελεῖς ζῶν. Ἀλλ᾽ οὐ τὸ ἐμαυτοῦ σκοπῶ, φησὶν, ἀλλὰ καὶ τὸ ἑτέρων συμφέρον ζητῶ. Διὰ τοῦτο ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν θαῤῥῶν, ὑπὲρ τῶν ἄλλων τὴν πεῦσιν προσήγαγε λέγων, Τίς δύναται σωθῆναι;

εʹ. Εἶδες τῶν ἀποστόλων τὴν κηδεμονίαν; πῶς ἓν σῶμά εἰσιν; εἶδες πῶς καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων ἐδεδοίκει ὁ Πέτρος; Οὕτω καὶ ὁ Παῦλος. Διὸ ἔλεγε· Γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ πάλιν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ἀφίστασθαι τῆς Ἀσίας, καὶ ἐπὶ τὴν Ῥώμην ἄγεσθαι, καὶ ἐκεῖθεν ἐπὶ τὸν οὐρανὸν ἀποδημεῖν· ὁ θάνατος γὰρ τῶν ἁγίων οὐκ ἔστι θάνατος, ἀλλὰ μετάστασις ἀπὸ γῆς εἰς οὐρανὸν, ἀπὸ τῶν ἐλαττόνων εἰς τὰ βελτίω, ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν Δεσπότην, ἀπὸ τῶν ἀνθρώπων πρὸς τοὺς ἀγγέλους· ἐπεὶ οὖν ἔμελλεν ἀπιέναι πρὸς τὸν τῶν ἁπάντων Δεσπότην Θεὸν, καὶ τὰ καθ᾽ ἑαυτὸν πάντα καλῶς ᾠκονόμησε. Καὶ γὰρ τὸν χρόνον, ὃν συνῆν τοῖς μαθηταῖς, μετὰ πάσης ἀκριβείας τὴν διδασκαλίαν αὐτοῖς παρέθετο, καὶ λέγει· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ οὐδὲν ἐνέλιπον, φησὶ, τῶν ὀφειλόντων εἰσενεχθῆναι πρὸς σωτηρίαν.

Τί οὖν; ἐπειδὴ τὰ καθ᾽ ἑαυτὸν ἠσφαλίσατο, ἐπειδὴ ἐγκαλεῖσθαι οὐκ ἤμελλεν ἀπὸ τοῦ Δεσπότου ὑπὲρ τῶν κατ᾽ αὐτὸν χρόνων, ἆρα ἠμέλησε τῶν μετὰ ταῦτα ψυχῶν; Οὐδαμῶς· ἀλλ᾽ ὥσπερ μέλλων καὶ ἐκείνων εὐθύνας ὑπέχειν, οὕτως κἀκεῖνα μετὰ πάσης αὐτοῖς λέγει τῆς ἀκριβείας, καὶ αὐτὰ ἃ πάλιν ἀναγνώσωμεν τὰ ῥήματα· Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ.

Εἶδες πῶς ἦν συνδεδεμένος αὐτῶν τῇ φροντίδι; Ἡμῶν μὲν γὰρ ἕκαστος τὰ καθ᾽ ἑαυτὸν μεριμνᾷ, ὁ δὲ προεστὼς τὰ πάντων. Διό φησι περὶ τῶν διδασκάλων· Οἵτινες ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Φοβερὸν ὄντως τὸ κρυπτήριον ὑπὲρ τοσούτου δήμου τὰς εὐθύνας ὑπέχειν· ἀλλ᾽, ὅπερ ἔλεγον, καλέσας αὐτούς φησι· Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Τί γέγονεν; τίνος ἕνεκεν παραινεῖς; μή τι προορᾷς δεινόν; μή τι προβλέπεις χαλεπόν; μή τις κίνδυνος, μή τις συμφορὰ, μή τις πόλεμος; Εἰπέ· καὶ γὰρ ὑψηλότερος ἡμῶν ἕστηκας· καὶ οὐ τὰ παρόντα βλέπεις μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα προορᾷς.

Εἰπὲ τοίνυν τίνος ἕνεκεν παραγγέλλεις ταῦτα καὶ παραινεῖς. Οἶδα, φησὶν, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς τὸ ποίμνιον. Εἶδες ὅπερ ἔλεγον, πῶς οὐχ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν χρόνων ἀγωνιᾷ καὶ δέδοικε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ τὴν ἄφιξιν αὐτοῦ;

Εἰσελεύσονται γὰρ λύκοι, φησί· καὶ οὐχ ἁπλῶς, λύκοι, ἀλλὰ, Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Διπλοῦς ὁ πόλεμος· ἀπουσία Παύλου, καὶ ἔφοδος τῶν λύκων· οὐδὲ ὁ διδάσκαλος πάρεστιν, καὶ οἱ διαφθείροντες ἐπικείσονται.

Καὶ σκόπει κακουργίαν θηρίων, καὶ πονηρῶν ἀνθρώπων ἐπίνοιαν· τὴν ἀπουσίαν παρετηρήσαντο τοῦ διδασκάλου, καὶ τότε ἐπέθεντο τῷ ποιμνίῳ. Τί οὖν; ἀπροστατεύτους ἡμᾶς ἐᾷς, καὶ προλέγεις τὰ δεινὰ μόνον, οὐδεμίαν δὲ ἐπινοεῖς παραμυθίαν; Ἀλλὰ ἂν τοῦτο ποιῇς, μᾶλλον αὔξεις τὴν δειλίαν, καὶ καταβάλλεις τὰ φρονήματα, καὶ ἐκλύεις τὰ νεῦρα, παραλύεις τὰς χεῖρας τῶν ἀκουόντων. Διά τοι τοῦτο πρότερον αὐτοὺς τοῦ Πνεύματος ἀνέμνησεν· Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ποιμένας καὶ ἐπισκόπους. Κἂν Παῦλος ἀπίῃ, φησὶν, ἀλλ᾽ ὁ Παράκλητος πάρεστιν. Εἶδες πῶς ἐπτέρωσεν αὐτῶν τὴν ψυχὴν, ἀναμνήσας τοῦ διδασκάλου τοῦ θείου, δι᾽ ὃν καὶ αὐτὸς παρὼν ἴσχυε; Τίνος οὖν ἕνεκεν εἰς φόβον ἐνέβαλεν; Ἵνα ἐκβάλῃ πάλιν τὴν ῥᾳθυμίαν.

Ἑκάτερα γὰρ δεῖ ποιεῖν τὸν συμβουλεύοντα, μήτε ἀφιέναι θαῤῥεῖν τὸν ἀκούοντα, ἵνα μὴ ῥᾳθυμότερος γένηται· μήτε φοβεῖν πάλιν μόνον, ἵνα μὴ εἰς δειλίαν ἐμπέσῃ. Ἀναμνήσας μὲν οὖν τοῦ Πνεύματος, ἐξέβαλε τὴν δειλίαν· εἰπὼν δὲ τοὺς λύκους, ἐξέβαλε τὴν ῥᾳθυμίαν.

Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Προσέχετε ἑαυτοῖς. Οὐδὲν ὑπεστειλάμην, φησί· μνημονεύετέ μου. Ἱκανὸν γὰρ ὄντως εἰς τὸ θαῤῥεῖν τὸ μεμνῆσθαι Παύλου. Οὐχ ἁπλῶς δὲ λέγει τὴν μνήμην τὴν ἑαυτοῦ, ἀλλὰ τὴν μνήμην τῶν κατορθωμάτων. Ὅτι γὰρ οὐχ ἁπλῶς λέγει τὴν μνήμην τὴν αὐτοῦ, ἀλλ᾽ ἵνα μεμνημένοι ζηλώσωσιν, ἀκούσοντι ἐπήγαγεν· Μνημονεύετέ μου, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐ διέλειπον μετὰ δακρύων καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων, νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Οὐχ ἁπλῶς ὑμᾶς βούλομαι μεμνῆσθαί μου, ἀλλὰ καὶ τοῦ χρόνου καὶ τῆς νουθεσίας, καὶ τῆς σπουδῆς καὶ τῶν δακρύων, καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων. Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων οἱ προσήκοντες, ἐπειδὰν πολλοὺς καὶ μακροὺς ἀποτείναντες λόγους μὴ πεισθῶσι τὰ τῶν ἀῤῥωστούντων προέσθαι σιτία καὶ φάρμακα, δακρύουσιν, ὥστε αὐτοὺς ἐπικάμψαι μᾶλλον· οὕτω καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐποίει· ἡνίκα ἂν εἶδεν ἀσθενοῦντα τὸν λόγον τῆς διδασκαλίας, τὴν θεραπείαν τὴν ἀπὸ τῶν δακρύων εἰσέφερε.