ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.» αʹ. Ὅταν περὶ πνευματικῶν διαλεγώμεθα, μηδὲν ἔστω βιωτικὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς, μηδὲν γήϊνον· ἀλλὰ πάντα ἀναχωρείτω, πάντα ἐξοριζέσθω τὰ τοιαῦτα, καὶ ὅλοι γινώμεθα τῆς τῶν θείων λογίων ἀκροάσεως μόνης. Εἰ γὰρ βασιλέως ἐπιβαίνοντος πόλει, ἅπας ἀπελαύνεται θόρυβος· πολλῷ μᾶλλον τοῦ Πνεύματος ἡμῖν διαλεγομένου, μετὰ πολλῆς μὲν ἡσυχίας, μετὰ πολλῆς δὲ τῆς φρίκης ἀκούειν ἡμᾶς δεῖ. Καὶ γὰρ φρίκης ἄξια τὰ λεγόμενα σήμερον. Καὶ πῶς, ἄκουε. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τίς μου φάγῃ τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ. Ἐπειδὴ ἔμπροσθεν ἔλεγον, ὅτι ἀδύνατον τοῦτό ἐστι, δείκνυσιν αὐτὸς οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Διὸ καὶ ἐπάγει· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα· εἰκὸς δὲ ἦν αὐτοῖς προσστῆναι τοῦτο, καθὼς καὶ πρότερον ἔλεγον, Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, οὐ μὴ γεύσεται θανάτου;