Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Οὐ περὶ τῶν προφητῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκείνων γὰρ ἤκουσαν, καὶ δι᾽ ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει, καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς. Ὅθεν δῆλον, ὅτι τὸ, Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέπτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων. Ἐγὼ δὲ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καὶ τί ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν.