Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η ανάσταση του Λαζάρου και η συνωμοσία των Ιουδαίων

Η ασθένεια και ο θάνατος του Λαζάρου, η θλίψη των αδελφών του, το μέγιστο θαύμα της αναστάσεώς του και η απόφαση του συνεδρίου να θανατώσει τον Χριστό (Ομιλίες ΞΒ΄-ΞΕ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 21

ΟΜΙΛΙΑ ΞΒʹ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. αʹ. Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς τι δεινὸν, οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας, ἢ πενίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ, σκανδαλίζονται· οὐκ εἰδότες, ὅτι τῶν μάλιστα τῷ Θεῷ φίλων τὸ ταῦτα πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ, καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὴν περικοπήν. Ἦν τις, φησὶν, ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος, ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ. Τέως δὲ τοῦ προκειμένου ἐχώμεθα. Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία, ἐπάγων καὶ λέγων· Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες διαποροῦντες, Πῶς, φησὶν, ἠνέσχετο ὁ Χριστὸς γυναικὸς τοιαῦτα ποιούσης; Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον μαθεῖν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν γέμουσαι κακῶν· αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Δείκνυσι δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ αἱ ἀδελφαὶ ἐφίλουν αὐτὸν, καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν.

Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα, ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἀπῆλθον πρὸς αὐτὸν, ἀλλὰ πέμπουσι;

Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν. Ἄλλως δὲ, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς, καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ὕστερον ἐδήλωσαν. Ὅτι μὲν οὖν οὐκ ἦν αὕτη ἐκείνη, δῆλον. Ἀλλὰ καὶ ἐκείνην τίνος ἕνεκεν ἐδέξατο ὁ Χριστὸς, φησίν; Ἵνα λύσῃ τὴν κακίαν· ἵνα δείξῃ τὴν φιλανθρωπίαν· ἵνα μάθῃς, ὅτι οὐκ ἔστι νόσημα νικῶν αὐτοῦ τὴν ἀγαθότητα. Μὴ τοίνυν τοῦτο μόνον ἴδῃς, ὅτι ἐδέξατο, ἀλλὰ κἀκεῖνο σκόπει, πῶς μετέβαλε. Καὶ τίνος ἕνεκεν ἀναμιμνήσκει τῆς ἱστορίας ταύτης ἡμᾶς ὁ εὐαγγελιστής; μᾶλλον δὲ τί διδάξαι βούλεται τῷ λέγειν, Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν, εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Εἰς οἶκτον ἐπισπάσασθαι ἐβούλοντο τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον· καὶ δῆλον ἐξ ὧν λέγουσιν· Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανε· καὶ ἐκ τοῦ μὴ εἰπεῖν, Ἴδε Λάζαρος ἀσθενεῖ, ἀλλ᾽, Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Τί οὖν ὁ Χριστός; Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ δι᾽ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ.

Ὅρα πῶς πάλιν μίαν τὴν δόξαν φησὶν αὐτοῦ καὶ τοῦ Πατρός. Εἰπὼν γὰρ, Θεοῦ, ἐπήγαγεν, Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκεῖ ἡμέρας δύο μένειν, τέως αὐτοὺς ἀποπέμπεται τοῦτο ἀπαγγέλλοντας.

Ἐφ᾽ ᾧ καὶ θαυμάσαι ἔστι τὰς ἀδελφὰς αὐτοῦ, πῶς ἀκούσασαι, ὅτι Οὐκ ἔστι πρὸς θάνατον, καὶ ἰδοῦσαι αὐτὸν ἀποθανόντα, οὐκ ἐσκανδαλίσθησαν, ἀπεναντίας τοῦ πράγματος γενομένου· ἀλλὰ προσῆλθον καὶ οὕτω, καὶ οὐκ ἐνόμισαν αὐτὸν διαψεύσασθαι. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας, ἀλλ᾽ ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀῤῥωστία· ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἔμεινεν ἡμέρας δύο.

Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ, καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν· ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι καταγωγὴ ἦν, καὶ οὐ θάνατος. Διὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὡς καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν, Ἤδη ὄζει. Εἶτα λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν. Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ, ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα· καὶ ἐπεὶ ταύτῃ διέκειντο, προλέγει, ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ· τὸ δὲ πλέον, μᾶλλον ὑπὲρ ἑαυτῶν· οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. Διὸ καὶ τῷ δέει κατασειόμενος λέγει Θωμᾶς· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος. Ἀλλ᾽ ὅρα πῶς αὐτοὺς δι᾽ ὧν φησι παραθαῤῥύνει ὁ Ἰησοῦς. Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἢ τοῦτο τοίνυν φησὶν, ὅτι ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, οὐδὲν πείσεται δεινόν· ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται (ὥστε ἡμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν)· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐν ἀσφαλείᾳ ἐστίν. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, πολλῷ μᾶλλον ὁ μετ᾽ ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ ἑαυτὸν ἐμοῦ.

Τούτοις παραθαῤῥύνας, ἐπάγει καὶ τὴν αἰτίαν ἀναγκαίαν τῆς ἀφίξεως τῆς ἐκεῖσε· καὶ δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἱεροσόλυμα μέλλουσιν ἀπιέναι, ἀλλ᾽ εἰς Βηθανίαν, Λάζαρος ὁ φίλος, φησὶ, κεκοίμηται, καὶ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· τουτέστιν, Οὐκ ἐπὶ τοῖς αὐτοῖς ἄπειμι πάλιν διαλεξόμενος καὶ ὁμόσε χωρήσων τοῖς Ἰουδαίοις, ἀλλὰ τὸν φίλον ἐξυπνίσων τὸν ἡμέτερον. Λέγουσιν οἱ μαθηταί· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον, ἀλλ᾽ ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν.

Λέγεις, φησὶν, ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν. βʹ. Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε.

Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι᾽ ὑμᾶς. Τί δήποτε, Δι᾽ ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ ὅτι ἐπειδὰν ἀναστήσω, οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε, Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι, τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς, καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι.

Εἰ δὲ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησε παρακληθεὶς (εἶπε γὰρ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν), ἵνα δείξῃ τὴν ἐκείνου πίστιν, τοῦτο εἶπεν. Εἰ δὲ λέγοι τις, Πόθεν ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τούτου συνέγνωσαν θάνατον εἶναι, λέγω δὲ τοῦ εἰπεῖν, Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν; (καὶ γὰρ ἀνοίας ἦν εἴ γε προσεδόκων στάδια πέντε καὶ δέκα αὐτὸν πορεύεσθαι, ὥστε ἐξυπνίσαι·) ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἐνόμιζον τοῦτο αἴνιγμα εἶναι, οἷα πολλὰ διελέγετο.

Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ᾽ αὐτοῦ. Καί τινες μέν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ· δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ᾽ οὐκ ἐπετιμήθη.

Διεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν, οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν, σχεδὸν τὴν οἰκουμένην διέδραμε, καὶ ἐν μέσοις δήμοις ἐστρέφετο φονῶσι καὶ βουλομένοις αὐτὸν ἀνελεῖν.

Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἐστὶ μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων καθ᾽ ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ᾽ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. Διὰ τοῦτο καὶ κληθῆναι ἀνέμεινε, καὶ οὐχὶ αὐτεπάγγελτος ἦλθεν, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Καὶ οὐδὲ αὐταὶ παρεγένοντο αἱ φιλούμεναι, ἀλλὰ ἄλλοι πέμπονται. Ἦν δὲ ἡ Βηθανία ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἐντεῦθεν δηλοῦται ὅτι πολλοὺς ἀπὸ Ἱεροσολύμων εἰκὸς παρεῖναι.

Εὐθέως γοῦν ἐπήγαγεν, ὅτι Ἰουδαίων ἦσαν πολλοὶ παραμυθούμενοι. Πόθεν παρεμυθοῦντο αὐτὰς φιλουμένας ὑπὸ τοῦ Χριστοῦ; καίτοι συνέθεντο, ἐάν τις ὁμολογήσῃ Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται; Ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ, οὗτοι παρῆσαν· πολλοὶ γοῦν καὶ ἐξ αὐτῶν ἐπίστευσαν. Ταῦτα δὲ λέγει ὁ εὐαγγελιστὴς, πιστούμενος ὅτι τέθνηκε Λάζαρος. Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν ἐρχομένη τοῦ Χριστοῦ; Βούλεται κατ᾽ ἰδίαν αὐτῷ συντυχεῖν, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι.

Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν, καὶ ἀπήντησεν αὐτῷ, τοῦ πένθους ἀκμάζοντος ἔτι. Ὁρᾷς πῶς ζέον τὸ φίλτρον ἦν; Αὕτη ἐστὶ περὶ ἧς ἔλεγε· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Πῶς οὖν αὕτη θερμοτέρα ἐφαίνετο, φησίν; Οὐ θερμοτέρα αὕτη· οὐ γὰρ ἤκουσεν ἐκείνη· ἐπεὶ αὕτη ἀσθενεστέρα ἦν.

Ἡ γὰρ ἀκούσασα τοσαῦτα, αὕτη φησὶ πάλιν, Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐκείνη δὲ, καίτοι μηδὲν ἀκούσασα, τοιοῦτον οὐδὲν ἐφθέγξατο, ἀλλ᾽ εὐθὺς πιστεύσασα λέγει· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἀπέθανεν.

γʹ. Ὁρᾶτε ὅση φιλοσοφία γυναικῶν, εἰ καὶ ἀσθενὴς αὐτῶν ἡ γνώμη; Ἰδοῦσαι γὰρ τὸν Χριστὸν, οὐκ εὐθέως εἰς θρήνους, οὐδὲ εἰς κωκυτοὺς, οὐδὲ ὀλολυγμοὺς ἐκπίπτουσιν· ὅπερ πάσχομεν ἡμεῖς, ἐπειδάν τινας γνωρίμους ἐπεισιόντας ἴδωμεν τῷ πένθει· ἀλλ᾽ εὐθέως τὸν διδάσκαλον θαυμάζουσιν. Ἐπίστευον μὲν οὖν καὶ ἀμφότεραι εἰς τὸν Χριστὸν, ἀλλ᾽ οὐχ ὡς προσῆκεν.

Οὔπω γὰρ ἀκριβῶς ἠπίσταντο, οὔτε ὅτι Θεὸς ἦν, οὔτε ὅτι οἰκείᾳ δυνάμει καὶ αὐθεντίᾳ ταῦτα ποιεῖ· ἅπερ ἀμφότερα αὐτὰς ἐδίδαξεν. Ὅτι δὲ οὐκ ᾔδεσαν, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν· καὶ ἐκ τοῦ ἐπαγαγεῖν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι, ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διαλεγόμεναι. Ὅρα δὲ καὶ τί φησιν ὁ Χριστός· Ἀναστήσεται ὁ ἀδελφός σου.

Ἐκεῖνο τέως ἀνατρέπει τὸ, Ὅσα ἂν αἰτήσῃ. Οὐ γὰρ εἶπεν, Αἰτῶ· ἀλλὰ τί; Ἀναστήσεται ὁ ἀδελφός σου. Τὸ μὲν οὖν εἰπεῖν, Ὦ γύναι, ἔτι κάτω βλέπεις; οὐ δέομαι βοηθείας ἑτέρας, ἀπ᾽ ἐμαυτοῦ πάντα ποιῶ, σφόδρα ἦν φορτικὰ, καὶ προσέστη ἂν τῇ γυναικί· νῦν δὲ εἰπὼν, Ἀναστήσεται, μέσον ἐποίησεν ἀναγκαίως τὸν λόγον, καὶ διὰ τῶν ἑξῆς δὲ ταῦτα ἅπερ εἶπον ᾐνίξατο. Εἰπούσης γὰρ, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, σαφέστερον δεικνὺς αὐτοῦ τὴν αὐθεντίαν, λέγει, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· δηλῶν, ὅτι οὐ δεῖται ἑτέρου βοηθοῦντος, εἴ γε αὐτός ἐστιν ἡ ζωή. Εἰ δὲ δεῖται ἑτέρου, πῶς ἂν εἴη αὐτὸς ἡ ἀνάστασις καὶ ἡ ζωή; Ἀλλ᾽ οὕτω φανερῶς οὐκ εἶπεν, ᾐνίξατο δὲ αὐτό. Πάλιν δὲ ἐκείνης εἰπούσης, Ὅσα ἂν αἰτήσῃ, αὐτὸς πάλιν λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ᾽ αὐτοῦ δεῖ αἰτεῖν. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὅρα πῶς αὐτῆς ἀνάγει τὸν νοῦν. Οὐ γὰρ τοῦτο ἦν τὸ ζητούμενον μόνον, τὸ Λάζαρον ἀναστῆσαι, ἀλλ᾽ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας μετ᾽ αὐτῆς τὴν ἀνάστασιν μαθεῖν. Διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως φιλοσοφεῖ διὰ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι, καὶ ἡ ζωὴ, οὐ τόπῳ περικλείεται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι.

Εἰ μὲν οὖν εἶπαν ὡς ὁ ἑκατοντάρχης, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου, τοῦτο ἂν ἐποίησεν· ἐπειδὴ δὲ ἐκάλεσαν αὐτὸν πρὸς ἑαυτὰς, καὶ παραγενέσθαι ἠξίωσαν, τούτου ἕνεκεν συγκάτεισιν, ὥστε αὐτὰς ἀναστῆσαι ἀπὸ τῆς ταπεινότητος τῆς περὶ αὐτὸν, καὶ παραγίνεται κατὰ τὸν τόπον.

Ὅμως καὶ συγκατιὼν δείκνυσι καὶ οὕτως, ὅτι καὶ ἀπὼν δύναται θεραπεύειν· διὰ τοῦτο δὴ καὶ βραδύνει. Οὐ γὰρ ἂν ἐφάνη ἡ χάρις εὐθέως δοθεῖσα, εἰ μὴ καὶ ἡ δυσωδία προεχώρησε. Καὶ πόθεν ᾔδει ἡ γυνὴ τὴν μέλλουσαν ἀνάστασιν; Ἤκουσε πολλὰ τοῦ Χριστοῦ περὶ ἀναστάσεως λέγοντος, ἀλλ᾽ ὅμως ἐκείνη ἄρτι ἐπεθύμει ἰδεῖν· καὶ ὅρα πῶς κάτω στρέφεται ἔτι. Ἀκούσασα γὰρ, ὅτι Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, οὐδὲ οὕτως εἶπεν, Ἀνάστησον αὐτόν· ἀλλὰ τί; Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτήν; Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται (τοῦτον τὸν θάνατον λέγων)· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ· τὸν θάνατον ἐκεῖνον δηλῶν. Ἐπεὶ οὖν ἐγώ εἰμι ἡ ἀνάστασις, μὴ θορυβηθῇς εἰ καὶ τέθνηκεν ἤδη, ἀλλὰ πίστευε. Οὐ γάρ ἐστι τοῦτο θάνατος. Τέως αὐτὴν ἐπὶ τῷ συμβεβηκότι παρεμυθήσατο, καὶ ἐλπίδας ὑπέφηνε, καὶ τῷ εἰπεῖν, ὅτι Ἀναστήσεται, καὶ τῷ εἰπεῖν, Ἐγώ εἰμι ἡ ἀνάστασις· καὶ ὅτι ἀναστὰς, κἂν πάλιν ἀποθάνῃ, οὐδὲν πείσεται. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε.

Πιστεύεις τοῦτο; Λέγει ἐκείνη· Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Δοκεῖ μοι μὴ συνιέναι τὸ γύναιον τὸ λεχθέν. Ἀλλ᾽ ὅτι μὲν μέγα τι ἦν, συνεῖδεν· οὐ μὴν κατενόησε τὸ πᾶν. Διὰ τοῦτο ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται. Τέως μέντοι ἐκεῖνο ἐκέρδανε, τὸ καταλῦσαι τὸ πένθος. Τοιαύτη γὰρ τῶν τοῦ Χριστοῦ λόγων ἡ δύναμις. Διὰ τοῦτο καὶ ἐκείνη προέφθασε, καὶ αὕτη ἠκολούθησεν. Ἡ γὰρ εἰς τὸν διδάσκαλον εὔνοια τοῦ παρόντος οὐ σφόδρα αἰσθάνεσθαι συνεχώρει. Ὥστε μετὰ τῆς χάριτος, καὶ ἡ γνώμη τῶν γυναικῶν φιλόσοφος ἦν.

δʹ. Ἀλλὰ νῦν μετὰ τῶν ἄλλων κακῶν καὶ τοῦτο τῶν γυναικῶν τὸ νόσημα κρατεῖ. Ἐπίδειξιν γὰρ ἐν τοῖς θρήνοις ποιοῦνται καὶ τοῖς κωκυτοῖς, γυμνοῦσαι βραχίονας, σπαράττουσαι τρίχας, χαράδρας ποιοῦσαι κατὰ τῶν παρειῶν. Καὶ τοῦτο ποιοῦσιν, αἱ μὲν ὑπὸ πένθους, αἱ δὲ ὑπὸ ἐπιδείξεως καὶ φιλοτιμίας, αἱ δὲ ὑπὸ ἀσωτίας· καὶ τοὺς βραχίονας γυμνοῦσιν, ἐν ὄψεσι καὶ ταῦτα ἀνδρῶν. Τί ποιεῖς, ὦ γύναι; γυμνοῖς σεαυτὴν ἀσχημόνως, εἰπέ μοι, ἐπὶ μέσης τῆς ἀγορᾶς, τοῦ Χριστοῦ μέλος οὖσα, ἀνδρῶν παρόντων κατὰ τὴν ἀγοράν; καὶ τρίχας τίλλεις, καὶ διασχίζεις ἐσθῆτα, καὶ μέγα κωκύεις, καὶ χορὸν περιιστᾷς, καὶ μαινάδων γυναικῶν εἰκόνα διασώζεις, καὶ οὐχ ἡγῇ τῷ Θεῷ προσκρούειν; Πόσης ταῦτα μανίας; ἆρ᾽ οὐ γελάσονται Ἕλληνες; ἆρ᾽ οὐ μύθους τὰ ἡμέτερα εἶναι νομίσουσιν;

Ἐροῦσι γάρ· Οὐκ ἔστιν ἀνάστασις, ἀλλὰ χλεύη τὰ τῶν Χριστιανῶν, ἀπάτη καὶ συσκευή. Καθάπερ γὰρ οὐδενὸς ὄντος μετὰ ταῦτα, οὕτω κωκύουσιν αἱ παρ᾽ αὐτοῖς γυναῖκες· οὐ προσέχουσι τοῖς ῥήμασι τοῖς ἐν τοῖς βιβλίοις αὐτῶν κεχαραγμένοις. Πλάσματα ἐκεῖνα πάντα, καὶ δηλοῦσιν αὐταί. Εἰ γὰρ ἐπίστευον, ὅτι ὁ τετελευτηκὼς οὐ τετελεύτηκεν, ἀλλ᾽ ἐπὶ βελτίονα ζωὴν μετέστη, οὐκ ἂν αὐτὸν ὡς οὐκ ἔτι ὄντα ἐθρήνησαν, οὐκ ἂν οὕτω κατεκόπτοντο, οὐκ ἂν τοιαύτας ἀφῆκαν φωνὰς ἀπιστίας γεμούσας· Οὐκ ἔτι σε ὄψομαι, οὐκ ἔτι σε ἀπολήψομαι. Μῦθος ἅπαντα τὰ παρ᾽ αὐτοῖς. Εἰ δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν οὕτω διαπιστεῖται, πολλῷ μᾶλλον καὶ τὰ ἄλλα τὰ παρ᾽ αὐτοῖς σεμνά. Οὐχ οὕτως Ἕλληνες γυναικίζονται· πολλοὶ παρ᾽ αὐτοῖς ἐφιλοσόφησαν. Καὶ ἀκούσασα Ἕλλην γυνὴ περὶ παιδὸς ἐν πολέμῳ πεσόντος, εὐθέως ἤρετο· Τὰ δὲ τῆς πόλεως πῶς διάκειται πράγματα; καὶ ἄλλος φιλόσοφος ἐστεφανωμένος, ἐπειδὴ ἤκουσεν ὅτι ὑπὲρ τῆς πατρίδος ὁ παῖς ἔπεσεν, ἀφελόμενος τὸν στέφανον, καὶ ἐρόμενος ὁπότερος τοῖν δυοῖν, ἐπειδὴ ἔμαθε τὸν πεσόντα, τὸν στέφανον εὐθὺς πάλιν ἐπέθηκε.

Πολλοὶ δὲ καὶ υἱεῖς καὶ θυγατέρας ἐπέδωκαν εἰς σφαγὴν, δαίμονας τιμῶντες. Αἱ δὲ Λακωνικαὶ γυναῖκες καὶ παραινοῦσι τοῖς παισὶν, ἢ τὴν ἀσπίδα διασῶσαι ἐκ τοῦ πολέμου, ἢ ἐπ᾽ αὐτῆς ἐνεχθῆναι νεκρόν. Διὰ ταῦτα αἰσχύνομαι ὅτι Ἕλληνες τοιαῦτα φιλοσοφοῦσιν, ἡμεῖς δὲ ἀσχημονοῦμεν. Οἱ περὶ ἀναστάσεως οὐδὲν εἰδότες, τὰ τῶν εἰδότων πράττουσιν· οἱ δὲ εἰδότες, τὰ τῶν ἀγνοούντων. Πολλοὶ καὶ ὃ διὰ Θεὸν οὐ ποιοῦσι, τοῦτο δι᾽ ἀνθρώπων αἰδῶ πράττουσι πολλάκις.

Αἱ γὰρ εὐπορώτεραι τῶν γυναικῶν τρίχας οὐ τίλλουσιν, οὐ βραχίονας γυμνοῦσιν· ὃ καὶ αὐτὸ κατηγορίας ἐσχάτης, οὐκ ἐπειδὴ οὐ γυμνοῦσιν, ἀλλ᾽ ἐπειδὴ οὐ δι᾽ εὐλάβειαν αὐτὸ πράττουσιν, ἀλλὰ διὰ τὸ μὴ δόξαι καταισχύνειν ἑαυτάς. Εἶτα αἰδὼς μὲν πένθους κρατεῖ, ὁ δὲ τοῦ Θεοῦ φόβος οὐ κρατεῖ; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κατηγορίας ἄξια; Ἐχρῆν οὖν ὃ ποιοῦσιν αἱ πλουτοῦσαι διὰ τὸν πλοῦτον, τὰς πενομένας διὰ τὸν τοῦ Θεοῦ φόβον ποιεῖν. Νῦν δὲ πάντα ἀπεναντίας, κἀκεῖναι διὰ κενοδοξίαν φιλοσοφοῦσι, καὶ αὗται διὰ μικροψυχίαν ἀσχημονοῦσι. Τί ταύτης τῆς ἀνωμαλίας χεῖρον; Πάντα δι᾽ ἀνθρώπους, πάντα διὰ τὰ ἐνταῦθα πράττομεν. Καὶ ῥήματα παραφροσύνης γέμοντα φθέγγονται καὶ πολλοῦ γέλωτος. Καὶ ὁ μὲν Κύριός φησι· Μακάριοι οἱ πενθοῦντες, τοὺς τὰ ἁμαρτήματα πενθοῦντας λέγων· καὶ οὐδεὶς ἐκεῖνο πενθεῖ τὸ πένθος, οὐδὲ φροντίζει τῆς ψυχῆς ἀπολωλυίας· τοῦτο δὲ οὐκ ἐκελεύσθημεν πράττειν, καὶ πράττομεν. Τί οὖν; φησί· καὶ ἄνθρωπον ὄντα ἔνι μὴ δακρύειν;

Οὐδὲ ἐγὼ τοῦτο κωλύω, ἀλλὰ κωλύω τὸ κόπτεσθαι, τὸ ἀμέτρως τοῦτο ποιεῖν. Οὐκ εἰμὶ θηριώδης, οὐδὲ ἀπηνής· οἶδα ὅτι ἡ φύσις ἐλέγχεται, καὶ ἐπιζητεῖ τὴν συνήθειαν καὶ τὴν ὁμιλίαν τὴν καθημερινήν. Οὐκ ἔνεστι μὴ λυπεῖσθαι. Τοῦτο καὶ ὁ Χριστὸς ἔδειξεν· ἐδάκρυσε γὰρ ἐπὶ τοῦ Λαζάρου. Τοῦτο καὶ σὺ ποίησον· δάκρυσον, ἀλλ᾽ ἠρέμα, ἀλλὰ μετὰ εὐσχημοσύνης, ἀλλὰ μετὰ τοῦ φόβου τοῦ Θεοῦ. Ἂν δακρύσῃς οὕτως, οὐχ ὡς τῇ ἀναστάσει διαπιστῶν τοῦτο ποιεῖς, ἀλλ᾽ ὡς οὐ φέρων τὸν χωρισμόν.

εʹ. Ἐπεὶ καὶ τοὺς ἀποδημοῦντας καὶ ἀναχωροῦντας δακρύομεν· ἀλλ᾽ οὐ ποιοῦμεν τοῦτο ὡς ἀπογινώσκοντες. Οὕτω καὶ σὺ δάκρυσον, ὡς ἀποδημοῦντα προπέμπων. Ταῦτα οὐ νομοθετῶν λέγω, ἀλλὰ συγκατιών. Εἰ μὲν γὰρ ἁμαρτωλὸς ὁ τεθνηκὼς, καὶ πολλὰ τῷ Θεῷ προσκεκρουκὼς, δεῖ δακρύειν· μᾶλλον δὲ οὐδὲ δακρύειν μόνον (τοῦτο γὰρ οὐδὲν ὄφελος ἐκείνῳ), ἀλλὰ ποιεῖν τὰ δυνάμενα τινὰ παραμυθίαν αὐτῷ περιποιῆσαι, ἐλεημοσύνας καὶ προσφοράς. Δεῖ δὲ καὶ ἐπὶ τούτῳ χαίρειν, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Εἰ δὲ δίκαιος, ἀγάλλεσθαι πλέον ὅτι ἐν ἀσφαλείᾳ τὰ ἐκείνου κεῖται, καὶ ἀπήλλακται τῆς τοῦ μέλλοντος ἀδηλίας· ἂν μὲν νέος, ὅτι ταχέως ἀπηλλάγη τῶν ἐν τῷ μέσῳ κακῶν· ἂν δὲ πρεσβύτης, ὅτι ὃ δοκεῖ ποθεινὸν εἶναι, τοῦτο μετὰ κόρου λαβὼν ἀπῆλθε. Σὺ δὲ ταῦτα ἀφεὶς λογίζεσθαι, τὰς θεραπαινίδας κατακόπτεσθαι παρορμᾷς, ὡς δῆθεν τιμῶσα τὸν ἀπελθόντα, ὅπερ ἐσχάτης ἐστὶν ἀτιμίας. Ἡ γὰρ τιμὴ τῷ τετελευτηκότι, οὐ θρῆνοι καὶ οἰμωγαὶ, ἀλλ᾽ ὕμνοι καὶ ψαλμῳδίαι, καὶ βίος ἄριστος. Ἐκεῖνος μὲν γὰρ ἀπελθὼν, μετ᾽ ἀγγέλων ἀπελεύσεται, κἂν μηδεὶς παρατύχῃ τῷ λειψάνῳ· ὁ δὲ διεφθαρμένος, κἂν τὴν πόλιν ἔχῃ προπέμπουσαν, οὐδὲν καρπώσεται.

Βούλει τιμῆσαι τὸν ἀπελθόντα; Ἑτέρως τίμησον, ἐλεημοσύνας ποιῶν, εὐεργεσίας, λειτουργίας. Τί τὸ ὄφελος ἀπὸ τῶν πολλῶν ὀδυρμῶν; Ἐγὼ δὲ καὶ ἕτερον ἤκουσα χαλεπόν· ὅτι δὴ πολλαὶ καὶ ἐραστὰς ἐπισπῶνται διὰ τῶν θρήνων, τῇ θερμότητι τῶν κοπετῶν φιλανδρίας δόξαν ἑαυταῖς κατασκευάζουσαι.

Ὢ διαβολικῆς ἐπινοίας! ὢ σατανικῆς ἐφευρέσεως! μέχρι πότε γῆ καὶ σποδὸς ἡμεῖς, μέχρι πότε αἷμα καὶ σάρκες; Ἀναβλέψωμεν εἰς τοὺς οὐρανοὺς, λάβωμεν ἔννοιαν τῶν πνευματικῶν. Πῶς Ἕλλησιν ἐπιτιμῆσαι δυνησόμεθα; πῶς παραμυθήσασθαι τοιαῦτα ποιοῦντες; πῶς αὐτοῖς περὶ ἀναστάσεως διαλεξόμεθα; πῶς περὶ τῆς ἄλλης φιλοσοφίας; πῶς αὐτοὶ βιωσόμεθα μετ᾽ ἀδείας; οὐκ οἶδας, ὅτι ἀπὸ λύπης ἐκβαίνει θάνατος;

Σκοτίζουσα γὰρ τὸ διορατικὸν τῆς ψυχῆς, οὐ μόνον οὐδὲν ἀφίησιν ἰδεῖν τῶν δεόντων, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἐργάζεται. Ἐκείνως μὲν οὖν καὶ τῷ Θεῷ προσκρούομεν, καὶ οὔτε ἑαυτοὺς, οὔτε τὸν ἀπελθόντα ὠφελοῦμεν· οὕτω δὲ καὶ τῷ Θεῷ εὐαρεστοῦμεν, καὶ παρὰ ἀνθρώποις εὐδοκιμοῦμεν. Ἐὰν γὰρ μὴ καταπέσωμεν καὶ αὐτοὶ, ταχέως ἀναιρεῖ τὸ λείψανον τῆς ἀθυμίας· ἐὰν δὲ ἀγανακτῶμεν, ἀφίησιν ἡμᾶς ἐκδότους τῇ λύπη γενέσθαι. Ἐὰν εὐχαριστῶμεν, οὐκ ἀθυμήσομεν. Καὶ πῶς δύναται, φησὶ, μὴ λυπεῖσθαι ὁ υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ἀποβαλών; Οὐ λέγω, μὴ λυπεῖσθαι, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἐὰν γὰρ ἐννοήσωμεν ὅτι ὁ Θεὸς ἀφείλετο, ὅτι θνητὸν ἔσχομεν ἄνδρα καὶ υἱὸν, ταχέως ληψόμεθα παραμυθίαν.

Τὸ γὰρ ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης, καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; Μὴ ἀλγεῖς ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τούτου ζῇν; Οὕτω ποίει καὶ ἐπὶ τοῦ θανάτου, καὶ μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γενόμενος. Ἅπαξ τοῦτο ὡρίσθη.

Μὴ τοίνυν ἄλγει, μηδὲ κατακόπτου, ἀλλὰ στέργε τὰ κοινῇ πᾶσι νομοθετηθέντα· ἄλγει δὲ ὑπὲρ τῶν ἁμαρτημάτων. Τοῦτο γὰρ πένθος καλὸν, τοῦτο φιλοσοφία μεγίστη. Οὐκοῦν τοῦτο πενθῶμεν διηνεκῶς, ἵνα τῆς ἐκεῖ χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΙʹ. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς, καὶ τὰ ἑξῆς. αʹ. Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ᾽ ἡμῖν. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες. Δόξης γὰρ ἕνεκεν ἅπαντα γίνονται τὰ παρ᾽ ἐκείνοις. Μέγα τοίνυν ἀγαθὸν ἡ φιλοσοφία, καὶ τὰς ἀμοιβὰς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὅ τε γὰρ χρημάτων καταφρονῶν, ἐντεῦθεν ἤδη καρποῦται τὸ ὄφελος, φροντίδων ἀπαλλαττόμενος περιττῶν καὶ ἀνονήτων· ὅ τε δόξαν καταπατῶν, ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, οὐδενὸς δοῦλος ὢν, ἀλλὰ τὴν ὄντως ἐλευθερίαν ἐλεύθερος. Ὁ τῶν οὐρανίων ἐπιθυμῶν, ἐντεῦθεν λαμβάνει τὴν ἀντίδοσιν, οὐδὲν τὰ παρόντα εἶναι νομίζων πράγματα, καὶ λύπης ἁπάσης κρατῶν ῥᾳδίως. Ἰδοὺ γοῦν καὶ ἡ γυνὴ αὕτη φιλοσοφοῦσα τὸν μισθὸν ἐντεῦθεν ἀπέλαβε. Καὶ γὰρ πάντων παρακαθημένων πενθούσῃ καὶ κοπτομένῃ, οὐ περιέμενεν ἐλθεῖν πρὸς αὐτὴν τὸν διδάσκαλον, οὔτε τὴν ἀξίαν ἐτήρησεν, οὔτε ὑπὸ τοῦ πένθους κατεσχέθη.

Καὶ γὰρ μετὰ τῆς ἄλλης ταλαιπωρίας αἱ πενθοῦσαι καὶ τοῦτο τὸ νόσημα ἔχουσι, φιλοτιμεῖσθαι ἐπὶ τῶν παρόντων βουλόμεναι. Ἀλλ᾽ οὐδὲν τούτων αὕτη ἔπαθεν, ἀλλ᾽ ἅμα ἤκουσε, καὶ ἔρχεται ταχὺ πρὸς αὐτόν. Ὁ δὲ Ἰησοῦς οὔπω ἐληλύθει εἰς τὴν κώμην. Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἐπιῤῥίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλὰ ἀξιούμενος παρ᾽ ἐκείνων.

Ἢ τοῦτο γοῦν βουλόμενος αἰνίξασθαι ὁ εὐαγγελιστὴς τὸ, Ἐγείρεται ταχὺ, εἶπεν· ἢ δείκνυσιν ὅτι οὕτως ἔδραμεν, ὡς προφθάσαι αὐτὸν ἐρχόμενον. Ἔρχεται δὲ οὐ μόνη, ἀλλὰ καὶ τοὺς ἐν τῇ οἰκίᾳ ἐπισυρομένη Ἰουδαίους. Σφόδρα συνετῶς διὰ τοῦτο καὶ λάθρα ἐφώνησεν αὐτὴν ἡ ἀδελφὴ, ὥστε μὴ διαταράξαι τοὺς συνελθόντας· καὶ οὐδὲ τὴν αἰτίαν εἶπεν· ἦ γὰρ ἂν πολλοὶ καὶ ἀνεχώρησαν. Νῦν δὲ ὡς κλαῦσαι ἀπερχομένῃ πάντες ἠκολούθουν· τάχα δὲ καὶ διὰ τούτων πάλιν, ὅτι τέθνηκε Λάζαρος πιστοῦται. Καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ. Θερμοτέρα αὕτη τῆς ἀδελφῆς. Οὐ τὸν ὄχλον ᾐδέσθη, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· (ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, οἵ γε καὶ ἔλεγον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;) ἀλλὰ πάντα ἐξέβαλε τὰ ἀνθρώπινα, παρόντος τοῦ Διδασκάλου, καὶ ἑνὸς ἐγένετο μόνου, τῆς εἰς τὸν Διδάσκαλον τιμῆς. Καὶ τί φησι;

Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Τί δὲ ὁ Χριστός; Οὐδὲν αὐτῇ διαλέγεται τέως, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς (ὄχλος γὰρ παρῆν πολὺς, καὶ οὐκ ἦν τῶν ῥημάτων καιρὸς ἐκείνων)· ἀλλὰ μόνον μετριάζει τε καὶ συγκαταβαίνει, καὶ τὴν ἀνθρωπίνην φύσιν πιστούμενος δακρύει ἠρέμα, καὶ τὸ σημεῖον πρὸς τὸ παρὸν ἀναβάλλεται.

Ἐπειδὴ γὰρ τὸ θαῦμα μέγα ἦν, καὶ τοσοῦτον οἷον ὀλιγάκις ἐποίησε, καὶ ἔμελλον πολλοὶ πιστεύειν δι᾽ αὐτοῦ, ἵνα μὴ τὸ ἄνευ αὐτῶν ποιῆσαι προστῇ τοῖς ὄχλοις, καὶ μηδὲν κερδάνωσιν ὑπὸ τοῦ μεγέθους, πολλοὺς ἐπισπᾶται μάρτυρας τῇ συγκαταβάσει, ἵνα μὴ τὴν θήραν ἀπολέσῃ, καὶ δείκνυσιν ὅπερ ἦν ἀνθρωπίνης φύσεως· δακρύει γὰρ καὶ συγχεῖται. Οἶδε γὰρ πάθος ἀναῤῥιπίζειν πένθος. Εἶτα ἐπιτιμήσας τῷ πάθει (τὸ γὰρ, Ἐνεβριμήσατο τῷ πνεύματι, τοῦτό ἐστιν) ἐπέσχε τὴν σύγχυσιν, καὶ οὕτως ἐρωτᾷ, Ποῦ τεθείκατε αὐτόν; ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν ἐρώτησιν. Τί δήποτε δὲ ἐρωτᾷ; Οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν, ἀλλὰ πάντα παρ᾽ ἐκείνων μανθάνειν καὶ παρακαλούμενος ποιεῖν, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. Λέγουσιν αὐτῷ· Ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ὁρᾷς ὅτι οὐδὲν οὔπω ἀναστάσεως σημεῖον ἐπεδέδεικτο, οὐδὲ οὕτως ἄπεισιν ὡς ἀναστήσων, ἀλλ᾽ ὡς δακρύσων;

Ὅτι γὰρ οὕτως ἀπιέναι ἐδόκει, ὡς θρηνήσων, ἀλλ᾽ οὐχ ὡς ἀναστήσων, δηλοῦσιν Ἰουδαῖοι, οἳ δὴ καὶ ἔλεγον· Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἠδύνατο οὗτος ὁ ποιήσας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν. Καίτοι ὃ μέλλει ποιεῖν, πολὺ θαυμαστότερον. Τοῦ γὰρ στῆσαι τὸν θάνατον ἐπιόντα, παραγενόμενον καὶ κρατήσαντα ἀπελάσαι, πολλῷ μεῖζόν ἐστιν. Ἐξ ὧν οὖν ἔδει θαυμάζειν αὐτοῦ τὴν δύναμιν, ἐκ τούτων αὐτὸν διαβάλλουσι. Τέως ὁμολογοῦσιν ὅτι ἀνέῳξε τοῦ τυφλοῦ τοὺς ὀφθαλμούς· καὶ δέον ὑπὲρ ἐκείνου θαυμάζειν, ἀπὸ τούτου καὶ ἐκεῖνο ἐνδιαβάλλουσιν ὡς οὐδὲ γεγονός. Οὐκ ἐντεῦθεν δὲ μόνον δείκνυνται πάντες διεφθαρμένοι· ἀλλὰ καὶ ἐκ τοῦ μήπω ἐλθόντος, μηδὲ ἐπιδειξαμένου, προλαμβάνειν αὐτοὺς ταῖς κατηγορίαις, οὐκ ἀναμείναντας τοῦ πράγματος τὸ τέλος. Εἶδες πῶς διεφθαρμένη αὐτῶν ἡ κρίσις ἦν;

βʹ. Ἔρχεται τοίνυν εἰς τὸ μνῆμα, καὶ πάλιν ἐπιτιμᾷ τῷ πάθει. Τί δήποτε δὲ περισπουδάστως ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω φησὶν, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐνεβρίμησεν; Ἵνα μάθῃς ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ δῆλός ἐστι λέγων τῶν ἄλλων μᾶλλον οὗτος, καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερον ἐνταῦθα φθέγγεται.

Οὐδὲν γοῦν περὶ τοῦ θανάτου τοιοῦτον εἶπεν, οἷον οἱ λοιποὶ, ὅτι περίλυπος γέγονεν, ὅτι ἐναγώνιος· ἀλλὰ πᾶν τοὐναντίον, ὅτι καὶ ὑπτίους ἔῤῥιψε. Τὸ γοῦν ἐλλειφθὲν ἐκεῖ ἀνεπλήρωσεν ἐνταῦθα διὰ τοῦ πένθους. Περὶ γὰρ τοῦ θανάτου διαλεγόμενος, λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ οὐδὲν ταπεινὸν ἐκεῖ φθέγγεται. Διὰ τοῦτο δὲ καὶ ἐν τῷ πάθει πολὺ τὸ ἀνθρώπινον αὐτῷ προσάπτουσιν, ἀπὸ τούτου δηλοῦντες ὅτι ἀλήθεια τὰ τῆς οἰκονομίας. Καὶ ὁ μὲν Ματθαῖος ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θορύβου καὶ ἀπὸ τοῦ ἱδρῶτος· οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται. Οὐκ ἂν δὲ, εἰ μὴ τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον.

Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον.

Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι; Καὶ γὰρ ὁ δυνάμενος σῶμα κινῆσαι νεκρὸν τῇ φωνῇ, καὶ ἐψυχωμένον πάλιν δεῖξαι, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν;

Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ᾽ ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. Διὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς ὅτι αὐτὸν ἐγείρει· διὰ τοῦτο καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)· καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη· φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται.

Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ ἦν ξένον, τὸ τεταρταῖον καὶ διεφθορότα ἀναστῆσαι νεκρόν.

Καὶ τοῖς μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ δὲ, Ὄψει τὴν δόξαν τοῦ Θεοῦ, περὶ τοῦ Πατρὸς λέγων. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν ὡς ἂν ἀμνημονούσῃ.

Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; γʹ. Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν, οὐδὲ εἰ πᾶσιν ὤφθη, οὕτως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων, οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς.

Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει, καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω, περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο αὕτη καταλαμβάνει καὶ κατορθοῖ.

Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ᾽ ἑαυτοὺς ἐπιτρέπωμεν. Διατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν ἔγνωσαν; πόθεν οὖν ἁλιέων καὶ σκηνοποιῶν καὶ τῶν ἀσυνέτων περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ᾽ οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; Διὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων ἁπλῶς τῶν πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων.

Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι.

Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι ψυχικοὺς, τοῦτό ἐστι τὸ θρήνων ἄξιον. Διὰ τοῦτο καὶ οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ, οὔτε πολιτεία ἀκριβής. Ἀλλ᾽ οὐ καιρὸς ταῦτα ἐλέγχειν νῦν.

δʹ. Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν;

Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς, εὐκόλως εἰς πονηρίαν ἐξολισθαίνουσι, κἂν πίστιν ἔχωσιν ὀρθήν. Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σωφροσύνην, ὥστε ἕκαστον ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ χρὴ, καὶ μὴ περιπίπτειν ἑτέρᾳ. Τὸν γὰρ μὴ ἀρκούμενον, ἀμήχανον σωθῆναι· ἀλλ᾽ ἀνάγκη πάντως ἀπολέσθαι, κἂν μυρία ἔχῃ κατορθώματα. Μετὰ γὰρ πορνείας ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει βασιλείαν, ἀλλ᾽ εἰς γέενναν ἐμπεσεῖται.

Ἄκουσον ἃ περὶ τούτων φησὶν ὁ Χριστός· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται οἱ πολλοὶ, ὅταν νηστείας καιρὸς ᾖ, ὅταν προσευχῆς· ὁ μηδὲ ταύτῃ ἀρκούμενος, ἀλλὰ καὶ ἑτέρᾳ μιγνύμενος, πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν;

Μηδεὶς τοίνυν τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν. Οὕτω γὰρ τὸ ἁμάρτημα τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον, ὅτι, ἂν μὲν εἰδωλολάτρου χωρισθῇ, μὴ βουλομένου ἐκείνου, κολάζει τὴν γυναῖκα ὁ Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.

Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος οὖσα; ἢ πῶς ἑαυτῇ συνάψει τὸ μέλος τῆς πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν τῷ ἀπίστῳ συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. Δεινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά.

Βίον γὰρ ταλαίπωρον καὶ μοχθηρὸν ἀναγκάζεται ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων οὐδὲν ἄμεινον διάκειται, εἰς τὴν ἀλλοτρίαν οἰκίαν ὑπεισιὼν μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους. Διὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ᾽ ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα. Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ᾽ ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν, πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας, Μάθε τί περὶ τῶν τοιούτων εἴρηται· Ὁ σκώληξ, φησὶν, αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται.

Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν ἐνταῦθα τοσαύτη ἡ ἡδονὴ, ὅση ἐκεῖ τιμωρία. Ἀλλὰ μὴ γένοιτό τινα ὑπεύθυνον γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην ἀσκοῦντας ἰδεῖν τὸν Χριστὸν, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΔʹ. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ὁ Χριστὸς οὐχ οὕτω πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ὡς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν· οὐδ᾽ ὅπως τι μέγα φθέγξηται, ἀλλ᾽ ὅπως δυνάμενον ἡμᾶς ἐπισπάσασθαι.

Διὰ τοῦτο τὰ μὲν ὑψηλὰ καὶ μεγάλα, ὀλίγα, καὶ αὐτὰ δὲ κεκρυμμένα· τὰ δὲ ταπεινὰ καὶ εὐτελῆ, πολλὰ περιῤῥεῖ τοῖς αὐτοῦ λόγοις. Ἐπειδὴ γὰρ τούτοις ἐνήγοντο μᾶλλον, τούτοις καὶ ἐνδιατρίβει, καὶ οὔτε αὐτὰ διόλου φθέγγεται, ὥστε μὴ τοὺς μετὰ ταῦτα βλαβῆναι, οὔτε αὐτὰ ἀποσιωπᾷ, ὥστε μὴ τοὺς τότε σκανδαλισθῆναι. Οἱ μὲν γὰρ τῆς ταπεινότητος ἐξελθόντες, καὶ ἐξ ἑνὸς ὑψηλοῦ δόγματος τὸ πᾶν δυνήσονται κατιδεῖν· οἱ δὲ ἀεὶ ταπεινοὶ ὄντες, εἰ μὴ πολλάκις ταῦτα ἤκουον οὐδ᾽ ἂν ὅλως προσῆλθον.

Ἀμέλει γοῦν οὐδὲ μετὰ τοσαῦτα μένουσιν, ἀλλὰ καὶ λιθάζουσι καὶ διώκουσι, καὶ ἀναιρεῖν ἐπιχειροῦσι, καὶ βλάσφημον ἀποκαλοῦσι· καὶ ὅταν μὲν ἴσον ἑαυτὸν ποιῇ τῷ Θεῷ, οὕτω λέγουσιν· Οὗτος βλασφημεῖ· ὅταν δὲ εἴπῃ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔτι καὶ δαιμονῶντα καλοῦσιν· ὥσπερ καὶ ὅταν θανάτου κρείττονα εἶναι τὸν ἀκούοντα αὐτοῦ τῶν ῥημάτων, ἢ καὶ ὅταν λέγῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἐγκαταλιμπάνουσιν αὐτόν· καὶ σκανδαλίζονται πάλιν, ὅταν λέγῃ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι. Εἰ γοῦν ταῦτα οὐκ ἔφερον σπανιάκις λεγόμενα, σχολῇ γ᾽ ἂν, εἰ διὰ πάντων ὑψηλὸς ἦν ὁ λόγος καὶ οὕτως ὑφαίνετο, προσέσχον ἂν αὐτῷ. Ὅταν γοῦν λέγῃ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ, ὅτι Ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, τότε πιστεύουσι. Καὶ ὅτι τότε, δῆλον ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν τοῦτο ἐπισημήνασθαι καὶ εἰπεῖν, ὅτι Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Εἰ τοίνυν τὸ μὲν ταπεινὰ φθέγγεσθαι πρὸς πίστιν ἐφεῖλκε, τὸ δὲ ὑψηλὰ, ἀπεσόβει, πῶς οὐκ ἐσχάτης ἀνοίας μὴ λογίζεσθαι τῶν ταπεινῶν τὴν αἰτίαν πᾶσαν ὅτι διὰ τοὺς ἀκροατὰς εἴρηται; Ἐπεὶ καὶ ἀλλαχοῦ μέγα τι εἰπεῖν βουληθεὶς, ἐσίγησε, τὴν αἰτίαν ταύτην προσθεὶς καὶ εἰπών· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ὃ δὴ ποιεῖ καὶ ἐνταῦθα.

Μετὰ γὰρ τὸ εἰπεῖν· Ἐγὼ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἐπήγαγεν· Ἀλλὰ διὰ τὸν ὄχλον [τὸν] περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι. Μὴ ἡμέτερα τὰ ῥήματα; μὴ στοχασμὸς ἀνθρώπινος; Ὅταν οὖν τις ἀπὸ τῶν γεγραμμένων μὴ ἀνέχηται πείθεσθαι, ὅτι ἐσκανδαλίζοντο ἐπὶ τοῖς ὑψηλοῖς, ἀκούων τοῦ Χριστοῦ λέγοντος διὰ τοῦτο ταπεινὰ φθέγγεσθαι, ἵνα μὴ σκανδαλισθῶσι, πῶς λοιπὸν τῆς φύσεως εἶναι τὰ εὐτελῆ ὑποπτεύσει ῥήματα, ἀλλὰ μὴ συγκαταβάσεως;

Οὕτω καὶ ἀλλαχοῦ, φωνῆς ἐνεχθείσης ἄνωθεν, ἔλεγεν· Οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. Καίτοι τῷ μὲν ὑψηλῷ ἔξεστι πολλὰ περὶ ἑαυτοῦ λέγειν ταπεινά· τῷ δὲ ταπεινῷ οὐ θέμις περὶ ἑαυτοῦ μέγα τι καὶ ὑψηλὸν φθέγξασθαι. Ἐκεῖνο μὲν γὰρ ἀπὸ συγκαταβάσεως γίνεται, καὶ τὴν τῶν διδασκομένων ἀσθένειαν αἰτίαν ἔχει· μᾶλλον δὲ τὸ ἐνάγειν εἰς ταπεινοφροσύνην ὁρᾷν, καὶ τὸ σάρκα περικεῖσθαι, καὶ τὸ παιδεύειν τοὺς ἀκούοντας μηδὲν περὶ ἑαυτῶν μέγα λαλεῖν, καὶ τὸ νομίζεσθαι ἀντίθεον, καὶ τὸ ἀπιστεῖσθαι ἥκειν παρὰ τοῦ Θεοῦ, καὶ τὸ ὑποπτεύεσθαι λύειν τὸν νόμον, καὶ τὸ βασκαίνειν τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀπεχθῶς διακεῖσθαι· διότι ἔλεγεν ἑαυτὸν ἴσον τῷ Θεῷ· τὸ δὲ ταπεινὸν ὄντα τινὰ, ὑψηλόν τι περὶ ἑαυτοῦ λέγειν, οὐδεμίαν ἔχει αἰτίαν οὔτε εὔλογον οὔτε ἄλογον· ἀλλ᾽ ἢ ἀπόνοια ἂν εἴη μόνον καὶ ἀναίδεια, καὶ τόλμα ἀσύγγνωστος. Τίνος οὖν ἕνεκεν ταπεινὰ φθέγγεται, τῆς ἀποῤῥήτου καὶ μεγάλης οὐσίας ἐκείνης ὤν; Τῶν τε εἰρημένων ἕνεκεν, καὶ ὥστε μὴ νομισθῆναι ἀγέννητος. Καὶ γὰρ Παῦλος τοιοῦτόν τι φαίνεται φοβηθείς. Διὸ καὶ ἔλεγε· Χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ἀσεβὲς γὰρ τοῦτο καὶ λογίσασθαι.

Εἴ γε ἐλάττων τοῦ γεγεννηκότος ὢν καὶ ἑτέρας οὐσίας, ἴσος ἐνομίζετο, οὐκ ἂν οὖν πάντα ἐποίησεν, ὥστε μὴ νομισθῆναι τοῦτο; Νῦν δὲ αὐτὸς τοὐναντίον ποιεῖ, λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τὴν ἰσότητα ἡμῖν αἰνίττεται. Ἐχρῆν δὲ μετὰ πολλῆς αὐτὸ σφοδρότητος καθελεῖν, εἴ γε καταδεέστερος ἦν, καὶ μηδαμοῦ ὅλως εἰπεῖν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἢ, ὅτι Ἕν ἐσμεν, ἢ, ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ περὶ δυνάμεως ὅτε λόγος ἦν αὐτῷ, ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ περὶ ἐξουσίας ὅτε λόγος ἦν, πάλιν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ὅπερ οὐ δυνατὸν ἦν ἑτέρας ὄντα οὐσίας ποιεῖν. Εἰ δὲ καὶ δυνατὸν ἦν, οὐκ ἐχρῆν τοῦτο εἰπεῖν, ἵνα μὴ ὑποπτεύσωσι μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Εἰ γὰρ ἵνα μὴ ὑποπτεύσωσι ὅτι ἀντίθεός ἐστι, καὶ τὰ μὴ προσήκοντα αὐτῷ φθέγγεται πολλάκις, πολλῷ μᾶλλον ἔδει τότε. Νῦν δὲ τὸ λέγειν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ λέγειν, Τὰ ἔργα ἃ ἐκεῖνος ἐργάζεται, κἀγὼ ὁμοίως ποιῶ· καὶ τὸ λέγειν ἑαυτὸν ἀνάστασιν εἶναι καὶ ζωὴν, καὶ φῶς τοῦ κόσμου, ἐξισοῦντός ἐστι τῷ γεγεννηκότι ἑαυτὸν, καὶ τὴν ὑποψίαν ἱστῶντος, ἣν εἶχον ἐκεῖνοι.

Εἶδες πῶς ὅτι μὲν τὸν νόμον οὐ λύει, τοσαῦτα λέγει καὶ ἀπολογεῖται· τὴν δὲ δόξαν τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα οὐ μόνον οὐ καθαιρεῖ, ἀλλὰ καὶ ἵστησιν; Οὕτω καὶ εἰπόντων, ὅτι Βλασφημεῖς, ὅτι ποιεῖς σεαυτὸν Θεὸν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος αὐτὸ ἔστησε.

βʹ. Καὶ τί λέγω ὅτι ὁ Υἱὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ ὁ Πατὴρ ὁ μὴ σάρκα λαβὼν τὸ αὐτὸ τοῦτο ποιεῖ. Καὶ γὰρ καὶ αὐτὸς ἠνέσχετο πολλὰ περὶ αὐτοῦ ταπεινὰ λεχθῆναι διὰ τὴν σωτηρίαν τῶν ἀκουόντων. Τὸ γὰρ, Ἀδὰμ, ποῦ εἶ; καὶ τὸ, Ἵνα γνῶ, εἰ ἄρα κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ τὸ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· καὶ τὸ, Ἐὰν ἄρα ἀκούσωσι· καὶ τὸ, Ἐὰν ἄρα συνῶσι· καὶ, Τίς δώσει τὴν καρδίαν τοῦ λαοῦ τούτου οὕτως εἶναι; καὶ τὸ λέγεσθαι, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πολλὰ ἕτερα τοιαῦτα ἐν τῇ Παλαιᾷ εἴ τις ἐκλέγοι, ἀνάξια τῆς τοῦ Θεοῦ ἀξίας ὄντα εὑρήσει. Καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ εἴρηται· Τίς ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ τὸ ἀεὶ τῶν Ἑλληνικῶν θεῶν κατὰ σύγκρισιν ἑαυτὸν προτιθέναι, πάντα ἀνάξια τοῦ Θεοῦ· ἀλλ᾽ ἑτέρως ἄξια γίνεται.

Καὶ γὰρ οὕτω φιλάνθρωπός ἐστιν, ὡς διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ τῶν τῇ ἀξίᾳ αὐτοῦ πρεπόντων ῥημάτων ὑπεριδεῖν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἄνθρωπον γενέσθαι, ἀνάξιον, καὶ τὸ δούλου μορφὴν λαβεῖν, καὶ ταπεινὰ φθέγγεσθαι ῥήματα, καὶ ταπεινὰ περιβεβλῆσθαι, ἀνάξιον μὲν, εἴ τις πρὸς τὴν ἀξίαν ἐκείνην ἴδοι· ἄξιον δὲ, εἴ τις τὸν ἄφατον τῆς αὐτοῦ φιλανθρωπίας πλοῦτον λογίσαιτο. Ἔστι δὲ καὶ ἑτέρα τῆς ταπεινότητος τῶν ῥημάτων αἰτία. Ποία αὕτη; Ὅτι τὸν μὲν Πατέρα καὶ ᾔδεσαν καὶ ὡμολόγουν, αὐτὸν δὲ οὐκ ᾔδεσαν. Διὰ τοῦτο συνεχῶς ἐπ᾽ αὐτὸν καταφεύγει ὡς ὡμολογημένον, ἅτε αὐτὸς οὐκ ὢν οὐδέπω ἀξιόπιστος.

Οὐ παρὰ τὴν οἰκείαν εὐτέλειαν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν ἀκουόντων καὶ τὴν ἀσθένειαν. Διὰ τοῦτο καὶ εὔχεται καὶ λέγει· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Εἰ γὰρ οὓς θέλει ζωοποιεῖ, καὶ καθὼς ὁ Πατὴρ, οὕτω ζωοποιεῖ, τίνος ἕνεκεν παρακαλεῖ;

Ἀλλ᾽ ὥρα λοιπὸν εἰς αὐτὸ ἐμβῆναι τὸ χωρίον. Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Ἐρωτήσωμεν οὖν τὸν μὲν αἱρετικόν· Ἀπὸ τῆς εὐχῆς ῥοπὴν ἔλαβε, καὶ τὸν νεκρὸν ἀνέστησε; πῶς οὖν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων· Σοὶ λέγω, τὸ δαιμόνιον, ἔξελθε ἀπ᾽ αὐτοῦ; καὶ, Θέλω, καθαρίσθητι; καὶ, Ἆρον τὸν κράββατόν σου; καὶ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; καὶ τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; τί δὲ ὅλως ἔχει τῶν ἀποστόλων πλέον, εἴ γε καὶ αὐτὸς ἐπὶ εὐχῆς ποιεῖ; Μᾶλλον δὲ οὔτε ἐκεῖνοι μετὰ εὐχῆς πάντα ἐποίουν, ἀλλὰ καὶ χωρὶς εὐχῆς πολλάκις τὸ ὄνομα τοῦ Ἰησοῦ καλοῦντες. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ τοσαύτην εἶχεν ἰσχὺν, πῶς ἂν αὐτὸς εὐχῆς ἐδεήθη; Εἰ δὲ εὐχῆς ἐδεῖτο, οὐκ ἂν τὸ ὄνομα αὐτοῦ ἴσχυσεν. Ὅτε δὲ ὅλως ἐποίει τὸν ἄνθρωπον, ποίας εὐχῆς ἐδεήθη; οὐχὶ ὁμοτιμία ἐκεῖ πολλή; Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον. Τί δὲ ἀσθενέστερον, εἰ εὐχῆς ἐδεῖτο;

Ἴδωμεν δὲ καὶ τίς ἡ εὐχή. Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Τίς τοίνυν οὕτως ηὔξατό ποτε; Πρὶν ἢ γάρ τι εἰπεῖν, Εὐχαριστῶ σοι, λέγει, δεικνὺς ὅτι οὐ δεῖται εὐχῆς· Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Τοῦτο εἶπεν, οὐχ ὡς αὐτοῦ ἀδυνατοῦντος, ἀλλ᾽ ὡς μιᾶς γνώμης οὔσης. Τίνος δὲ ἕνεκεν καὶ εὐχῆς σχῆμα ἀνέλαβε; Μὴ ἐμοῦ, ἀλλ᾽ αὐτοῦ ἄκουσον λέγοντος· Διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οὐκ εἶπεν, Ἵνα πιστεύσωσιν ὅτι ἐλάττων εἰμί· ὅτι χρείαν ἔχω ῥοπῆς τῆς ἄνωθεν· ὅτι χωρὶς εὐχῆς οὐ δύναμαι ποιῆσαι· ἀλλ᾽, Ὅτι σύ με ἀπέστειλας. Ταῦτα γὰρ πάντα εὐχὴ δηλοῖ, ἂν ἁπλῶς αὐτὴν ἐκλάβωμεν. Οὐκ εἶπεν, Ἀπέστειλάς με τὸν ἀσθενοῦντα, τὸν τὴν δουλείαν ἐπεγνωκότα, τὸν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ποιοῦντα· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, ἵνα μηδὲν τούτων ὑποπτεύσῃς, τίθησι τὴν ἀληθῆ τῆς εὐχῆς αἰτίαν, ἵνα μὴ ἀντίθεόν με νομίσωσιν· ἵνα μὴ λέγωσιν, Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γινόμενον· μονονουχὶ λέγων, ὅτι Εἰ ἤμην ἀντίθεος, οὐκ ἂν προεχώρησε τὸ γινόμενον. Τὸ δὲ, Ἤκουσάς μου, καὶ ἐπὶ φίλων λέγεται, καὶ ἐπὶ ὁμοτίμων.

Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· τουτέστι, Πρὸς τὸ γενέσθαι μου τὸ θέλημα οὐ δέομαι εὐχῆς, ἀλλ᾽ ὥστε πεῖσαι ὅτι σοὶ καὶ ἐμοὶ μία βούλησις. Τί οὖν εὔχῃ; Διὰ τοὺς ἀσθενεῖς καὶ παχυτέρους. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ.

Διατί γὰρ οὐκ εἶπεν, Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω; διατί μὴ εἶπεν, Ἀνάστησον αὐτὸν, Πάτερ; ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ εὐχομένου σχῆμα ἀναλαβὼν, διὰ τῶν πραγμάτων τὴν αὐθεντίαν ἐνδείκνυται; Ὅτι καὶ τοῦτο τῆς αὐτοῦ σοφίας, διὰ μὲν ῥημάτων συγκατάβασιν, διὰ δὲ τῶν ἔργων ἐξουσίαν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ οὐδὲν ἄλλο εἶχον ἐγκαλεῖν αὐτῷ, ἀλλ᾽ ἢ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ οὕτω τοὺς πολλοὺς ἠπάτων· τούτου ἕνεκεν μεθ᾽ ὑπερβολῆς δείκνυσι τοῦτό τε αὐτὸ δι᾽ ὧν φησι, καὶ καθ᾽ ὃν τρόπον ἡ ἀσθένεια ἐκείνων ἀπῄτει. Ἐνῆν μὲν γὰρ καὶ ἄλλως δεῖξαι τὴν συμφωνίαν μετὰ τῆς οἰκείας ἀξίας· ἀλλ᾽ οὐκ ἐδύνατο ἀναβῆναι τοσοῦτον ὁ ὄχλος. Καί φησι· Λάζαρε, δεῦρο ἔξω. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.

Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι παρ᾽ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, ἄνωθέν σε τοῦτο ἐδίδαξε, καὶ διὰ τῶν ἔργων ἐπέδειξε. Καὶ οὐκ εἶπεν, Ἀνάστηθι· ἀλλὰ, Δεῦρο ἔξω, ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι. γʹ. Τί ταύτης τῆς ἐξουσίας γένοιτ᾽ ἂν ἴσον; Εἰ δὲ μὴ ἰδίᾳ δυνάμει τοῦτο ποιεῖ, τί πλέον ἕξει τῶν ἀποστόλων τῶν λεγόντων Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;

Εἰ γὰρ οὐ ποιῶν ἰδίᾳ δυνάμει, οὐ προσετίθει τοῦτο, ὅπερ οἱ ἀπόστολοι περὶ ἑαυτῶν ἔλεγον, ἔσονταί πως ἐκεῖνοι μᾶλλον φιλοσοφοῦντες, τῷ διακρούεσθαι τὴν δόξαν. Καὶ ἀλλαχοῦ· Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι.

Εἶτα οἱ μὲν ἀπόστολοι, ἐπειδὴ οὐδὲν οἴκοθεν ἔπραττον, ταῦτα ἔλεγον ὥστε πεῖσαι τοῦτο· αὐτὸς δὲ τοιαύτην περὶ ἑαυτοῦ δόξαν ἔχων, οὐκ ἂν τὴν ὑπόνοιαν ἀνεῖλεν, εἴ γε μὴ οἰκείᾳ αὐθεντείᾳ ἐποίει; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ μὴν τὸ ἐναντίον ποιεῖ ὁ Χριστὸς, λέγων· Διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν. Ὥστε εἰ ἐπίστευον, οὐκ ἦν χρεία τῆς εὐχῆς. Εἰ δὲ μὴ ἦν ἀνάξιον αὐτοῦ τὸ εὔχεσθαι, διατί ἐκείνοις τὴν αἰτίαν λογίζεται; διατί δὲ μὴ εἶπεν, ὅτι Ἵνα πιστεύσωσιν ὅτι οὐκ εἰμί σου ἴσος; ἐχρῆν γὰρ διὰ τὴν ὑπόνοιαν πρὸς τοῦτο ἐλθεῖν. Ἀλλ᾽ ὅτε μὲν ὑπωπτεύετο λύειν τὸν νόμον, τὴν λέξιν αὐτὴν τέθεικε, μηδὲ εἰρηκότων τι ἐκείνων· Μὴ νομίσητε ὅτι ἦλθον λῦσαι τὸν νόμον· ἐνταῦθα δὲ ἵστησι τὴν ὑπόνοιαν. Ὅλως δὲ, τί ἔδει περιόδου τοσαύτης καὶ αἰνιγμάτων; Ἤρκει γὰρ εἰπεῖν, Οὐκ εἰμὶ ἴσος, καὶ ἀπαλλαγῆναι, Τί οὖν; Οὐκ εἶπεν, φησὶν, ὅτι Οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν; Ἀλλὰ καὶ τοῦτο συνεσκιασμένως καὶ πρὸς τὴν ἐκείνων ἀσθένειαν, καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ᾽ ἧς καὶ ἡ εὐχὴ γέγονεν. Τί δέ ἐστιν, ὅτι Ἤκουσάς μου; Τουτέστιν, ὅτι Οὐδὲν ἐναντίον ἐμοῦ πρὸς σέ.

Ὥσπερ οὖν τὸ, ὅτι Ἤκουσάς μου, οὐ τοῦτό ἐστι δηλοῦντος, ὅτι αὐτὸς οὐκ ἴσχυσεν· (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἀδυναμία μόνον ἔσται, ἀλλὰ καὶ ἄγνοια, εἴ γε πρὸ τοῦ εὔξασθαι οὐκ ᾔδει, ὅτι μέλλει ἐπινεύειν ὁ Θεός· εἰ δὲ οὐκ ᾔδει, πῶς ἔλεγεν, ὅτι Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· καὶ οὐκ εἶπεν, Πορεύομαι ἵνα εὔξωμαι τῷ Πατρὶ, ἵνα ἐξυπνίσῃ αὐτόν;) ὥσπερ οὖν τοῦτο οὐκ ἀσθενείας, ἀλλ᾽ ὁμογνωμοσύνης· οὕτω καὶ τὸ, Πάντοτέ μου ἀκούεις. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων εἴρηται. Εἰ δὲ οὔτε ἠγνόει, οὔτε ἠσθένει, εὔδηλον ὅτι διὰ τοῦτο τὰ ταπεινὰ φθέγγεται ῥήματα, ἵνα κἂν ἐκ τῆς ὑπερβολῆς πεισθῇς καὶ ἀναγκασθῇς ὁμολογῆσαι, ὅτι οὐ τῆς ἀξίας αὐτοῦ ἐστιν, ἀλλὰ τῆς συγκαταβάσεως. Τί οὖν οἱ τῆς ἀληθείας ἐχθροί; Οὐ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων εἴρηκε, φησὶ, τὸ Ἤκουσάς μου, ἀλλ᾽ ἵνα δείξῃ τὴν ὑπεροχήν. Καὶ μὴν τοῦτο οὐκ ἦν δεῖξαι τὴν ὑπεροχὴν, ἀλλὰ σφόδρα ταπεινῶσαι ἑαυτὸν, καὶ ἀποφῆναι οὐδὲν ἀνθρώπου πλέον ἔχοντα. Τὸ γὰρ εὔχεσθαι, οὐ κατὰ Θεὸν, οὐδὲ κατὰ σύνθρονον. Ὁρᾷς ὅτι οὐδαμόθεν ἑτέρωθεν ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ διὰ τὴν ἀπιστίαν ἐκείνων;

Ὅρα γοῦν καὶ τὸ ἔργον μαρτυροῦν αὐτῷ τὴν αὐθεντίαν. Ἐκάλεσε, καὶ ἐξῆλθεν ὁ τεθνηκὼς συνειλημμένος. Εἶτα ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ πρᾶγμα (τοῦ γὰρ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον), Ἐκέλευσεν αὐτὸν λῦσαι, ἵνα καὶ ἁψάμενοι, καὶ πλησίον γενόμενοι, ἴδωσιν ὅτι ὄντως ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ᾽ αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν.

Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον τοῖς Φαρισαίοις. Τί οὖν ἐκεῖνοι; Δέον ἐκπλήττεσθαι καὶ θαυμάζειν, βουλεύονται αὐτὸν ἀνελεῖν, τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας! τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; Ἄνθρωπον αὐτὸν ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν;

Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες κινδυνεύειν ἐπὶ ὑποψίᾳ τυραννίδος. Ἐὰν γὰρ ὀχλαγωγοῦντα, φησὶ, μάθωσιν αὐτὸν οἱ Ῥωμαῖοι, ὑποπτεύσουσιν ἡμᾶς, καὶ ἐλεύσονται, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ τυραννίδα συνίστη, ἀλλὰ κατέλυεν.

Ἀλλ᾽ ἀπὸ τῶν προτέρων στοχαζόμεθα, φησίν. Ἀλλ᾽ ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ᾽ ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς μετὰ ταῦτα· οὐ τὸ εἶναι παρ᾽ ὑμῖν θεραπεύοντας, ἀλλὰ τὸ εἶναι ἐν ὑμῖν ἀδικοῦντας, καὶ τὸν Θεὸν παροργίζοντας, τοῦτο ὑμᾶς ἐκδότους ἐποίησεν. Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ᾽ οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ᾽ οὐ τυραννίδα καθαιροῦντος;

δʹ. Ἀλλ᾽ ὅπερ ἔφην, δεινὸν ἡ βασκανία καὶ ὑποκρίσεως γέμον. Τοῦτο τὴν οἰκουμένην μυρίων ἐνέπλησε κακῶν· ἀπὸ τοῦ νοσήματος τούτου τὰ δικαστήρια κρινομένων πεπλήρωται· ἀπὸ τούτου δόξης καὶ χρημάτων ἔρως· ἀπὸ τούτου φιλαρχία καὶ ὑπεροψία· ἐντεῦθεν ὁδοὶ λῃστὰς μιαροὺς, καὶ θάλαττα πειρατὰς ἔχει· ἐντεῦθεν οἱ κατὰ τὴν οἰκουμένην φόνοι, ἐντεῦθεν τὸ γένος ἡμῶν διέσπασται. Ὅπερ ἂν ἴδῃς κακὸν, ἀπὸ ταύτης ὂν ὄψει· τοῦτο καὶ εἰς τὰς Ἐκκλησίας εἰσεκώμασε· τοῦτο ἄνωθεν τὰ μυρία εἰργάσατο δεινά· τοῦτο τὴν φιλαργυρίαν ἔτεκεν· αὕτη ἡ νόσος τὰ ἄνω κάτω ἐποίησε, καὶ τὸ δίκαιον διέφθειρε (Δῶρα γὰρ, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φῖμος στόματι, ἀποστρέφει ἐλέγχους)· τοῦτο δούλους ἀντ᾽ ἐλευθέρων ποιεῖ· περὶ τούτου καθ᾽ ἑκάστην διαλεγόμεθα τὴν ἡμέραν, καὶ πλέον οὐδὲν γίνεται. Θηρίων γινόμεθα χείρους, ὀρφανοὺς ἁρπάζομεν, χήρας γυμνοῦμεν, πένητας ἀδικοῦμεν, οὐαὶ ἐπὶ οὐαὶ συνάπτομεν.

Οἴμοι! ὅτι ἀπόλωλε εὐλαβὴς ἀπὸ τῆς γῆς. Καὶ ἡμῶν ἐστι τὸ θρηνεῖν λοιπόν· μᾶλλον δὲ τοῦτο δεῖ καθ᾽ ἑκάστην λέγειν τὴν ἡμέραν. Οὐδὲν ἐν εὐχαῖς ἀνύομεν, οὐδὲν ἐν συμβουλαῖς καὶ παραινέσεσι· λείπεται ἄρα τὸ δακρύειν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε· πολλὰ τοῖς ἐν Ἱεροσολύμοις παραινέσας, ὡς οὐδὲν ἐκέρδανον ἐκεῖνοι, ἐδάκρυσεν αὐτῶν τὴν πώρωσιν. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσι· τοῦτο καὶ ἡμεῖς πράττωμεν νῦν. Θρήνου λοιπὸν ὁ καιρὸς, καὶ δακρύων, καὶ οἰμωγῆς. Εὔκαιρον εἰπεῖν καὶ ἡμᾶς νῦν, Καλέσατε τὰς θρηνούσας, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν. Τάχα οὕτω δυνησόμεθα ἐκβαλεῖν τὸ νόσημα τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς, τῶν ἀγροὺς περιβαλλομένων ἐξ ἁρπαγῆς.

Θρηνεῖν εὔκαιρον· ἀλλὰ συλλάβεσθέ μοι καὶ ὑμεῖς τῶν θρήνων, οἱ γεγυμνωμένοι τε καὶ ἠδικημένοι· τοῖς ὑμῶν θρήνοις καταγάγετέ μου τὰ δάκρυα. Ἀλλὰ θρηνοῦντες, μὴ ἑαυτοὺς, ἀλλ᾽ ἐκείνους θρηνήσωμεν· οὐχ ὑμᾶς ἠδίκησαν, ἀλλ᾽ ἑαυτοὺς ἀπώλεσαν. Ὑμεῖς μὲν γὰρ ἔχετε τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τῆς ἀδικίας· ἐκεῖνοι δὲ, τὴν γέενναν ἀντὶ κέρδους. Διὰ τοῦτο βέλτιον ἀδικεῖσθαι καὶ μὴ ἀδικεῖν. Θρηνήσωμεν αὐτοὺς θρῆνον, μὴ τὸν ἀνθρώπινον, ἀλλὰ τὸν ἀπὸ τῶν θείων Γραφῶν, ὃν καὶ οἱ προφῆται ἐθρήνησαν.

Θρηνήσωμεν μετὰ Ἡσαΐου πικρὸν, καὶ εἴπωμεν· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Οἰκίαι μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Θρηνήσωμεν μετὰ τοῦ Ναοὺμ, καὶ εἴπωμεν μετ᾽ ἐκείνου· Οὐαὶ ὁ οἰκοδομῶν εἰς ὕψος τὴν οἰκίαν αὐτοῦ! μᾶλλον δὲ θρηνήσωμεν αὐτοὺς, καθάπερ καὶ ὁ Χριστὸς τοὺς τότε, λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις! ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν, καὶ τὴν παράκλησιν ὑμῶν. Οὕτω, παρακαλῶ, θρηνοῦντες καὶ ἡμεῖς μὴ παυσώμεθα· εἰ δὲ μὴ ἄσχημον, καὶ κοψώμεθα ὑπὲρ τῆς τῶν ἀδελφῶν ῥᾳθυμίας.

Μὴ κλαίωμεν τὸν ἤδη τεθνηκότα, ἀλλὰ κλαίωμεν τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν φιλάργυρον, τὸν ἄπληστον. Διατί νεκροὺς θρηνοῦμεν, ἐφ᾽ ὧν οὐδὲν ἔστιν ἀνύσαι λοιπόν; Θρηνήσωμεν τούτους, ἐφ᾽ ὧν ἐστι καὶ μεταβολή. Ἀλλ᾽ ἡμῶν θρηνούντων, τάχα αὐτοὶ γελῶσιν.

Ἀλλὰ καὶ τοῦτο θρήνων ἄξιον, ὅτι γελῶσιν, ἐφ᾽ οἷς ἔδει πενθεῖν. Εἰ μὲν γὰρ ἔπασχόν τι ἀπὸ τῶν ὀδυρμῶν τῶν ἡμετέρων, ἐχρῆν παύσασθαι ὀδυρομένους ὡς μέλλοντας διορθοῦσθαι· ἐπειδὴ δὲ ἀναισθήτως διάκεινται, μένωμεν ἡμεῖς κλαίοντες, μὴ τοὺς πλουτοῦντας ἁπλῶς, ἀλλὰ τοὺς φιλαργύρους, τοὺς πλεονέκτας, τοὺς ἅρπαγας. Οὐ κακὸν ὁ πλοῦτος (ἔστι γὰρ αὐτῷ καὶ εἰς δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλίσκωμεν)· ἀλλὰ κακὸν ἡ πλεονεξία, τὰς ἀθανάτους προξενοῦσα κολάσεις. Θρηνήσωμεν τοίνυν.

Ἴσως γάρ τις ἔσται διόρθωσις· ἢ κἂν οἱ ἐμπεσόντες μὴ ἀπαλλαγῶσιν, ἕτεροι γοῦν οὐ περιπεσοῦνται τῷ δεινῷ, ἀλλὰ φυλάξονται. Γένοιτο δὲ κἀκείνους ἐλευθερωθῆναι τοῦ νοσήματος, καὶ ἡμῶν μηδένα περιπεσεῖν ποτε, ἵνα κοινῇ πάντες τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΕʹ. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς.

αʹ. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν. Τοῦτο ἐπὶ Ἰουδαίων γέγονεν. Αὐτοὶ μὲν γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν.

Ἐπειδὴ δὲ ἀνεῖλον, ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς διαφευξόμενοι ἔπραξαν, ταῦτα ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Ἀλλ᾽ ὁ μὲν ἀναιρεθεὶς, ἔστιν ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος.

Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν, ἀναισχυντότερος ὢν τῶν λοιπῶν· Ὑμεῖς οὐκ οἴδατε οὐδέν. Ἅπερ ἐκεῖνοι ἀμφέβαλλον, καὶ ἐν τάξει βουλῆς προετίθεσαν, (ἔλεγον γάρ· Τί ποιοῦμεν;) τοῦτο οὗτος ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ, καὶ μετὰ ἰταμότητος ἀνεβόησε.

Τί γάρ φησιν; Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ εἶπεν ἀφ᾽ ἑαυτοῦ, ἀλλὰ προεφήτευσεν ἀρχιερεὺς ὤν. Ὁρᾷς πόση τῆς ἀρχιερατικῆς ἐξουσίας ἡ δύναμις;

Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἀρχιερωσύνης, καίτοι ἀνάξιος ὢν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἅπερ ἔλεγε· καὶ τῷ στόματι μόνον ἐκέχρητο ἡ χάρις, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο. Πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες, ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαάμ· καὶ πάντων ἡ αἰτία δήλη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς κάθησθε, ἔτι ὀκνηρότερον τῷ πράγματι προσέχετε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κοινοῦ καταφρονῆσαι.

Ὅρα πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ διανοίας πονηρᾶς ἴσχυσε ῥήματα προενεγκεῖν προφητείας γέμοντα θαυμαστῆς. Τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ὁ εὐαγγελιστὴς, ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι· ὥσπερ οὖν καὶ αὐτός φησι· Καὶ ἄλλα πρόβατα ἔχω, καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τί δέ ἐστιν, Ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου; Μετὰ τῶν ἄλλων καὶ τοῦτο διέφθαρτο. Οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς ἱεράτευον, ἀλλ᾽ ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί. Πλὴν ἀλλὰ καὶ οὕτω παρῆν ἔτι τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Καὶ τοῦτο τὸ καταπέτασμα ἐδήλου σχιζόμενον, καὶ ἡ τοῦ Χριστοῦ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ Ἰώσηπος δὲ μετὰ βραχὺν γενόμενος χρόνον, ἔφη τινὰς ἀγγέλους τοὺς ἔτι παραμένοντας, εἰ μὴ βουληθεῖεν ἐκεῖνοι μεταστῆναι, καταλιπεῖν αὐτούς. Ἕως μὲν γὰρ ὁ ἀμπελὼν εἱστήκει, πάντα ἐγίνετο· ἐπειδὴ δὲ τὸν κληρονόμον ἀπέκτειναν, οὐκ ἔτι, ἀλλ᾽ ἀπώλοντο· καὶ καθάπερ ἱμάτιον λαμπρὸν ἀπὸ παιδὸς ἀχρήστου, τῶν Ἰουδαίων, λαβὼν ὁ Θεὸς, τοῖς εὐγνώμοσι δούλοις ἔδωκε τοῖς ἐξ ἐθνῶν, ἐκείνους ἐρήμους ἀφεὶς καὶ γυμνούς. Οὐ μικρὸν δὲ τοῦτο ἦν, τὸ καὶ τὸν ἐχθρὸν προφητεῦσαι ταῦτα. Τοῦτο καὶ τοὺς ἄλλους ἐπισπάσασθαι ἠδύνατο. Κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν, ἐναντίως ἐξέβη.

Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν οἱ πιστοί. Τί ἐστιν, Ἵνα συναγάγῃ τοὺς ἐγγὺς, καὶ τοὺς μακράν; Ἓν σῶμα ἐποίησεν. Ὁ ἐν Ῥώμῃ καθήμενος τοὺς Ἰνδοὺς μέλος εἶναι νομίζει ἑαυτοῦ. Τί ταύτης τῆς συναγωγῆς ἴσον; Καὶ πάντων κεφαλὴ ὁ Χριστός· Ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐβουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα ἀποκτείνωσιν αὐτόν.

Καὶ μὴν πρότερον ἐζήτουν. Λέγει γάρ· Διὰ τοῦτο ἐζήτουν οἱ Ἰουδαῖοι αὐτὸν ἀποκτεῖναι· καὶ, Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀλλὰ τότε μὲν ἐζήτουν, νῦν δὲ καὶ ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται. Ἰησοῦς δὲ οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τῇ Ἰουδαίᾳ. Πάλιν ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς τοῦτο ποιεῖ.

βʹ. Τὴν δὲ αἰτίαν εἶπον, δι᾽ ἣν πολλάκις ἀπῆλθε καὶ ἀνεχώρησε. Καὶ νῦν ἐγγὺς τῆς ἐρήμου διατρίβει ἐν Ἐφρατὰ, καὶ ἐκεῖ ἔμενε μετὰ τῶν μαθητῶν αὐτοῦ. Πῶς οἴει θορυβεῖσθαι τοὺς μαθητὰς, ὁρῶντας αὐτὸν ἀνθρωπίνως σωζόμενον; Οὐδεὶς λοιπὸν ἠκολούθησε.

Τῆς γὰρ ἑορτῆς οὔσης ἐγγὺς, πάντες ἐπὶ τὰ Ἱεροσόλυμα ἔτρεχον· αὐτοὶ δὲ, ὅτε πάντες ἔχαιρον καὶ ἐπανηγύριζον, τότε κρύπτονται, τότε ἐν κινδύνοις εἰσίν· ἀλλ᾽ ὅμως παρέμενον. Καὶ γὰρ ἐν τῇ Γαλιλαίᾳ, τοῦ Πάσχα ὄντος καὶ τῆς Σκηνοπηγίας, ἐκρύπτοντο· καὶ πάλιν μετὰ ταῦτα, τῆς ἑορτῆς οὔσης, τῷ φεύγειν καὶ τῷ κρύπτεσθαι μόνοι τῶν ἄλλων μετὰ τοῦ Διδασκάλου, τὴν εὔνοιαν ἐπιδεικνύμενοι. Ἐντεῦθέν φησιν ὁ Λουκᾶς αὐτὸν εἰρηκέναι, Ἐγὼ παρέμεινα ὑμῖν ἐν τοῖς πειρασμοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι παρὰ τῆς αὐτοῦ ῥοπῆς ἐνδυναμοῦνται.

Πολλοὶ δὲ ἐκ τῆς χώρας ἀνέβησαν ἁγνίσαι ἑαυτούς. Καὶ ἔδωκαν παραγγελίας οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα πιάσωσιν αὐτόν. Θαυμαστὸς ἁγνισμὸς, μετὰ μιαιφόνου προαιρέσεως, μετὰ ἀνδροφόνου διανοίας, μετὰ ᾑμαγμένων χειρῶν. Καὶ ἔλεγον· Δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Διὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο καιρὸν σφαγῆς· τουτέστιν, Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας! ὅτε πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες, οὐ μόνον οὐδὲν ὤνησαν, ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. Διὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει, καὶ βουλευομένους αὐτὸν ἀνελεῖν κατέχει καὶ ἀπορεῖν ποιεῖ, τῇ τῆς δυνάμεως ἀποδείξει κατανύξαι βουλόμενος· καὶ ἵνα ὅταν λάβωσιν αὐτὸν, μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν, ἀλλὰ τῆς ἐκείνου συγχωρήσεως τὸ γινόμενον. Οὐδὲ γὰρ τότε ἴσχυσαν αὐτὸν συλλαβεῖν, καὶ ταῦτα πλησίον οὔσης τῆς Βηθανίας· καὶ ὅτε δὲ συνέλαβον, ἔῤῥιψεν αὐτοὺς ὑπτίους.

Πρὸ ἓξ δὲ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος· καὶ εἱστιᾶτο παρ᾽ αὐτοῖς, καὶ Μάρθα διακονεῖ, καὶ Λάζαρος ἐσθίει. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μετὰ ἡμέρας πολλὰς καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι, δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγένετο. Ἡ δὲ Μαρία οὐ διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικώτερον.

Οὐ διηκόνει γὰρ ὡς κεκλημένη, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν· ἀλλ᾽ εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν· καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ᾽ ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν, ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί.

Ἀλλ᾽ ἐπετίμησεν ὁ Ἰούδας, προσχήματι δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἔργον καλὸν ἐποίησεν εἰς τὸν ἐνταφιασμόν μου. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις, εἰπών· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες, κἀκεῖνος· ἀλλ᾽ οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει.

Εἰ δέ τις ἐξετάζοι, τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν· εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας τὴν παραμυθίαν)· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Διὸ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων τὴν πονηρὰν ἐπιθυμίαν, καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν, φησίν· εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ᾽ οὐ καθικνεῖται αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ μαλάσσει τὸ ῥῆμα, καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὡσανεὶ ἔλεγεν· Ἐπαχθής εἰμι καὶ φορτικός· ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν· Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.

Ἀλλ᾽ οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐπέκαμψε, καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ᾽ αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ ἁλῶν· ὃ καὶ τὰς λῃστρικὰς οἶδε κατέχειν ψυχὰς (καὶ ῥήματα ἕτερα ἐφθέγξατο, ἱκανὰ καὶ λίθον μαλάξαι)· καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου, ἀλλ᾽ ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη.

γʹ. Δεινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς, οὐ φιλίαν, οὐ κοινωνίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ καθάπαξ πάντων ἀποστήσασα, δούλους αὐτῆς ποιεῖ τοὺς ἁλόντας, καθάπερ τις τυραννὶς χαλεπή. Καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶς δουλείας, ὅτι καὶ χάριν αὐτοῖς ἔχειν ἀναπείθει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Καὶ ταύτῃ μάλιστα ἀνίατον τὸ νόσημα γίνεται, ταύτῃ δυσάλωτον τὸ θηρίον.

Τοῦτο τὸν Γιεζῆ λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς περὶ Ἀνανίαν ἀπώλεσε· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς Ἰουδαίων ἄρχοντας διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνοὺς κλεπτῶν γενομένους. Τοῦτο μυρίους πολέμους εἰσήγαγεν· αἱμάτων μὲν τὰς ὁδοὺς, θρήνων δὲ καὶ οἰμωγῶν τὰς πόλεις πληρῶσαν. Τοῦτο καὶ δεῖπνα ἐποίησε γενέσθαι ἀκάθαρτα καὶ τραπέζας ἐναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησε. Διὰ τοῦτο αὐτὸ εἰδωλολατρείαν ἐκάλεσεν ὁ Παῦλος. Ἀλλ᾽ οὐδὲ οὕτως ἐφόβησε. Διατί δὲ εἰδωλολατρείαν φησίν; Ἔχουσι πολλοὶ χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλὰ ἀφιεροῦσιν, εἰς ἐγγόνους καὶ ἐξ ἐγγόνων παραπέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε καὶ ἀναγκασθῶσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται. Καὶ ἄλλως δὲ, ὥσπερ τὸ ξόανον περιέπει ὁ Ἕλλην· οὕτω σὺ τὸ χρυσίον θύραις πιστεύεις καὶ μοχλοῖς, ἀντὶ ναοῦ τὸ κιβώτιον κατασκευάζων καὶ ἐναποτιθέμενος σκεύεσιν ἀργυροῖς. Ἀλλ᾽ οὐ προσκυνεῖς, καθάπερ ἐκεῖνος τὸ ξόανον; Ἀλλὰ πᾶσαν ἐπιδείκνυσαι περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο, ἢ τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. Ἀλλ᾽ οὐ προσκυνῶ τὸ χρυσίον, φησίν. Οὐδὲ ἐκεῖνος τὸ εἴδωλον, φησὶ, προσκυνεῖ, ἀλλὰ τὸν ἐνοικοῦντα δαίμονα.

Οὕτω καὶ σὺ, κἂν μὴ τὸ χρυσίον προσκυνῇς, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντά σου τῇ ψυχῇ δαίμονα. Δαίμονος γὰρ χαλεπώτερον τῆς φιλαργυρίας ἡ ἐπιθυμία, καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται, ἢ ἕτεροι τοῖς εἰδώλοις. Ἐκεῖνοι μὲν γὰρ πολλὰ παρακούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι, πείθονται. Τί λέγει; Πολέμιος ἔσο, φησὶν, ἐχθρὸς ἁπάντων· ἀγνόει τὴν φύσιν, καταφρόνει Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται. Καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· Θῦσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ὁρᾷς οἵους ἔχει βωμούς; οἷα δέχεται θύματα; Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν οἱ πλεονέκται· καὶ οὐδὲ οὕτω δεδοίκασι. Καίτοι γε πάντων ἡ ἐπιθυμία αὕτη ἀσθενεστέρα. Οὐ γὰρ ἔμφυτος, οὐδὲ φυσική· ἦ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη· νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἤρα τις χρυσίου.

Ἀλλ᾽ εἰ βούλεσθε, λέγω πόθεν εἰσῆλθε τὸ κακόν. Ἕκαστος τὸν πρὸ αὐτοῦ ζηλοῦντες ἐπέτεινον τὸ νόσημα, καὶ τὸν οὐ βουλόμενον ὁ προλαβὼν ἐρεθίζει. Ὅταν γὰρ ἴδωσιν οἰκίας λαμπρὰς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτὸν, πάντα πράττουσιν, ὥστε ὑπερβαλέσθαι· ὥστε οἱ πρῶτοι τῶν δευτέρων αἴτιοι γίνονται, κἀκεῖνοι τῶν μετ᾽ αὐτούς. Εἰ δὲ ἐβούλοντο σωφρονεῖν, οὐκ ἂν τοῖς ἄλλοις ἐγίνοντο διδάσκαλοι, μᾶλλον δὲ οὐδὲ τούτοις ἔστιν ἀπολογία. Εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων καταφρονοῦντες. Καὶ τίς, φησὶ, καταφρονεῖ; Τὸ γὰρ δεινὸν, ὅτι ὑπὸ πολλῆς κακίας εἰς ἀδύνατον δοκεῖ περιεστάναι, καὶ οὐδὲ πιστεύεταί τις κατορθῶν. Εἴπω τοίνυν πολλοὺς τοὺς ἐν ταῖς πόλεσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι. Καὶ τί τὸ κέρδος; οὐδὲ γὰρ ἀπὸ τούτων ἔσεσθε βελτίους. Ἄλλως δὲ, οὐ περὶ τούτων ἡμῖν ὁ λόγος νῦν, ὥστε κενῶσαι τὰ ὄντα· ἐβουλόμην δέ· πλὴν ἀλλ᾽ ἐπειδὴ μεῖζον ὑμῶν τὸ φορτίον, οὐκ ἀναγκάζω· ἀλλ᾽ ὥστε μὴ τῶν ἀλλοτρίων ἐφίεσθαι παραινῶ, ὥστε ἐκ τῶν ὄντων μεταδιδόναι. Πολλοὺς δὲ τοιούτους εὑρήσομεν τοῖς οἰκείοις ἀρκουμένους, τῶν ἑαυτῶν ἐπιμελουμένους, καὶ ἀπὸ δικαίων ζῶντας πόνων. Διατί μὴ τούτους ζηλοῦμεν καὶ μιμούμεθα; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν· οὐχὶ τὰ κτήματα αὐτῶν ἕστηκε, μόνον τὰ ὀνόματα αὐτῶν διασώζοντα; τοῦ δεῖνος τὸ βαλανεῖον, καὶ τοῦ δεῖνος τὸ προάστειον, καὶ τὸ κατάλυμα;

οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται, ἀλλ᾽ ἐντρυφῶσιν ἕτεροι τοῖς ἐκείνου, οὓς οὐδὲ προσεδόκησε, τάχα δὲ καὶ ἐχθροὶ, ἐκείνου τὴν ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος ὑποστησόμεθα.

Πόσην ὀργὴν, εἰπέ μοι, πόσην δαπάνην, πόσας ἀπεχθείας ὑπέστησαν! Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν πολλῶν τὰς εἰκόνας ὅταν ἴδωμεν ἀνακειμένας ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ᾽ οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις. Ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει· ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην τοίνυν ἐπειγώμεθα τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.