Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Ο Μυστικός Δείπνος, ο Ιερός Νιπτήρας και η προαναγγελία της προδοσίας

Η άκρα ταπείνωση του Χριστού στο πλύσιμο των ποδιών των μαθητών, ο έλεγχος του Ιούδα και η νέα εντολή της αγάπης (Ομιλίες Ο΄-ΟΒ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 21

ΟΜΙΛΙΑ Οʹ. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. αʹ. Μιμηταί μου γίνεσθε, φησὶν ὁ Παῦλος, καθὼς κἀγὼ Χριστοῦ. Διὰ γὰρ τοῦτο καὶ σάρκα ἐκ τοῦ φυράματος ἔλαβε τοῦ ἡμετέρου, ἵνα δι᾽ αὐτῆς ἡμᾶς παιδεύσῃ τὴν ἀρετήν. Ἐν γὰρ ὁμοιώματι σαρκὸς, φησὶν, ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ αὐτὸς ὁ Χριστὸς, Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Καὶ ταῦτα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἐδίδασκε. Καὶ γὰρ καὶ Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἐκάλουν, καὶ πλάνον, καὶ λίθους ἠφίεσαν κατ᾽ αὐτοῦ· καὶ νῦν μὲν ὑπηρέτας ἀπέστελλον οἱ Φαρισαῖοι ὥστε αὐτὸν συλλαβεῖν, νῦν δὲ ἄλλους καθίεσαν ἐπιβουλεύοντας· καὶ αὐτοὶ δὲ πολλάκις ὑβρίζοντες διετέλουν, καὶ ταῦτα οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εὐεργετούμενοι διηνεκῶς· καὶ ὅμως μετὰ τοσαῦτα οὐκ ἀφίσταται αὐτοὺς εὖ ποιῶν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων. Καὶ οἰκέτου δέ τινος ῥαπίσαντος αὐτὸν, φησίν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλ᾽ ἐκεῖνα μὲν πρὸς τοὺς ἐχθροὺς καὶ τοὺς ἐπιβουλεύοντας· ἴδωμεν δὲ καὶ πρὸς τοὺς μαθητὰς τί ποιεῖ νῦν· μᾶλλον δὲ καὶ ἃ νῦν ἐπιδείκνυται πρὸς τὸν ἐπίβουλον. Ὃν γὰρ μάλιστα πάντων ἐχρῆν μισεῖν, ὅτι μαθητὴς ὢν, καὶ τραπεζῶν καὶ ἁλῶν κοινωνήσας, καὶ θαύματα ἰδὼν, καὶ τοσούτων ἀξιωθεὶς, πάντων ἐποίησε χαλεπώτερα, λίθοις μὲν οὐ βάλλων οὐδὲ ὑβρίσας, ἀλλὰ προδοὺς αὐτὸν καὶ παραδοὺς, τοῦτον ὅρα πῶς φιλοφρόνως δέχεται, νίπτων αὐτοῦ τοὺς πόδας. Καὶ γὰρ ταύτῃ αὐτὸν κατασχεῖν ἐβούλετο τῆς πονηρίας ἐκείνης.

Καίτοι γε ἐνῆν, εἴπερ ἤθελε, καὶ ξηρᾶναι αὐτὸν ὡς τὴν συκῆν, καὶ διατεμεῖν ὥσπερ τὰς πέτρας ἔῤῥηξε, καὶ διασχίσαι ὥσπερ τὸ καταπέτασμα· ἀλλ᾽ οὐκ ἐβούλετο ἀνάγκῃ, ἀλλὰ προαιρέσει τῆς ἐπιβουλῆς αὐτὸν ἀπαγαγεῖν. Διὰ τοῦτο καὶ νίπτει τοὺς πόδας. Καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, φησὶν, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα. Οὐ τότε εἰδώς· ἀλλ᾽ ὅτι ἐποίησεν ὅπερ ἐποίησεν, πάλαι εἰδὼς, φησίν. Ἵνα μεταβῇ. Μεγαλοφρόνως. ὁ εὐαγγελιστὴς μετάβασιν αὐτοῦ τὸν θάνατον καλεῖ Ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν αὐτούς.

Εἶδες πῶς μέλλων ἐγκαταλιμπάνειν αὐτοὺς, σφοδροτέραν τὴν ἀγάπην ἐπιδείκνυται; Τὸ γὰρ, Ἀγαπήσας, εἰς τέλος ἠγάπησεν αὐτοὺς, τοῦτο δηλοῖ· Οὐδὲν ἐνέλιπεν ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Τί δήποτε δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησε;

Τὰ μείζονα ὕστερον ἐργάζεται, ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἰδίους δὲ αὐτοὺς λέγει κατὰ τὸν τῆς οἰκειώσεως λόγον· ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει, κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ· Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί δέ ἐστι, Τοὺς ἐν τῷ κόσμῳ; Ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ κατ᾽ ἐκείνους· ἀλλ᾽ οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖνοι. Ὁρᾷς ὅτι Παλαιᾶς καὶ Καινῆς αὐτός ἐστιν ὁ Θεός; Τί δέ ἐστιν, Εἰς τέλος ἠγάπησεν αὐτούς; Ἀντὶ τοῦ, ἔμενεν ἀγαπῶν διηνεκῶς, καὶ τεκμήριον τῆς πολλῆς ἀγάπης τοῦτο λέγει· καίτοι γε ἀλλαχοῦ ἕτερον εἶπε, τὸ, τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἀλλ᾽ οὔπω ἐκεῖνο ἐγεγόνει.

Τίνος δὲ ἕνεκεν τοῦτο νῦν ἐποίησεν; Ὅτι πολλῷ θαυμαστότερον ἦν, ὅτε λαμπρότερος παρὰ πᾶσιν ἐφάνη· καὶ παραμυθίαν δὲ οὐ μικρὰν κατέλιπε μέλλων ἀναχωρεῖν. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφοδρῶς, ἀντίῤῥοπον αὐτοῖς διὰ τούτων παράκλησιν ἐπεισάγει.

Καὶ δείπνου γενομένου, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ αὐτόν. Τοῦτο ἐκπληττόμενος εἶπεν ὁ εὐαγγελιστὴς, δηλῶν, ὅτι τοῦτον τὸν ἤδη προδοῦναι ἑλόμενον αὐτὸν ἔνιψε. Δείκνυσι δὲ αὐτοῦ πολλὴν τὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἁλῶν αὐτὸν ἡ κοινωνία κατέσχεν, ὃ μάλιστα οἶδεν ἐπέχειν πονηρίαν, οὐ τὸ μέχρι τῆς ἐσχάτης ἡμέρας παραμεῖναι τὸν διδάσκαλον αὐτοῦ διαβαστάζοντα.

Εἰδὼς δὲ ὁ Ἰησοῦς, ὅτι πάντα αὐτῷ εἰς χεῖρα δέδωκεν ὁ Πατὴρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει. Ἐνταῦθα καὶ θαυμάζων λέγει, ὅτι Ὁ τοσοῦτος, καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοῦτο εἰργάσατο, καὶ οὐδὲ οὕτως ἀπηξίωσε καταδέξασθαι πρᾶγμα τοσοῦτον. Παράδοσιν δὲ, ὡς ἐμοὶ δοκεῖ, τὴν τῶν πιστῶν σωτηρίαν ἐνταῦθα καλεῖ. Καὶ γὰρ ὅταν λέγῃ, Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου, ταύτην λέγει τὴν παράδοσιν· ὡς καὶ ἀλλαχοῦ φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων, καὶ πάντα ἔχων.

Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται τιμὴν καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ᾽ ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια.

βʹ. Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν ἐνδείκνυται. Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισε, καὶ οὐχ ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐπαγαγεῖν, Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Σύ μου νίπτεις τοὺς πόδας;

Ταῖς χερσὶ ταύταις, φησὶν, αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθηρας, καὶ νεκροὺς ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ᾽ ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ᾽ ἄν τις εἰκότως, πῶς οὐδεὶς αὐτὸν τῶν ἄλλων ἐκώλυσεν, ἀλλὰ Πέτρος μόνος, ὅπερ οὐ μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι, εἶτα πρὸς τὸν Πέτρον ἐλθεῖν, καὶ τοὺς ἄλλους ἀπ᾽ ἐκείνου παιδευθῆναι λοιπόν.

Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ᾽ οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ᾽ εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ δείκνυται, ὅταν βάπτῃ μετὰ τοῦ Διδασκάλου, καὶ ὅταν ἐλεγχόμενος μὴ κατανύσσηται.

Ἀλλ᾽ ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας τὰ ῥήματα εἰπὼν, οὕτω συνεστάλη, ὡς καὶ ἀγωνιῶν καὶ τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν ταπεινοφροσύνην ἡμᾶς.

Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει, καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω σωφρονίζῃ, ἀλλ᾽ ἔτι σφοδρὸς εἶ; Ναὶ, φησί· πολὺ γὰρ τὸ γινόμενον καὶ ἐκπλήξεως γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Καὶ ἐν τῇ παραιτήσει σφοδρὸς, καὶ ἐν τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης.

Διατί γὰρ οὐκ εἶπε, τίνος ἕνεκεν ἐποίει τοῦτο· ἀλλ᾽ ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν, Ἔασον, διὰ γὰρ τούτου πείθω ὑμᾶς ταπεινοφρονεῖν, ὑπέσχετο ἂν μυριάκις τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν Δεσπότην τοῦτο ποιῆσαι. Νῦν δὲ τί φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; Διόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. Διὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, Δίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ᾽ ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ᾽ ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε;

Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι, τότε εἴσῃ τὸ νῦν γινόμενον. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ εἶπεν ὁ Πέτρος, Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν, Ὁ λελουμένος, φησὶν, οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες. ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. Διὰ τοῦτο οὐκ ἐφ᾽ ἕτερον μέρος ἦλθεν, ἀλλ᾽ ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ᾽ οὖν αὐτοὶ καθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος; πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι λέγει; Ἀλλ᾽ ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν ἐλάλησα ὑμῖν· τουτέστι, Ταύτῃ τέως ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ προφήτης φησί· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι.

Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ λουτρὸν οὐ τὸ δι᾽ ὕδατος λέγει τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸν τῆς συνειδήσεως καθαρμόν.

γʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ᾽ ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ ἀπὸ τῆς χηρείας ὑπομένουσι δεινά. Ὀρέγωμεν τοίνυν αὐταῖς χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν ἀποθώμεθα φιλανθρωπίας ἡμῖν ἀφορμήν. Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν αὐταῖς ἐπεμβαίνωμεν, μηδὲ χείρονα ποιῶμεν τὴν συμφορὰν, ἀλλὰ παντὶ τρόπῳ βοηθῶμεν. Ἂν οὕτω ποιῶμεν, πολλὴν ἑαυτοῖς περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα.

Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΑʹ. Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; καὶ τὰ ἑξῆς. αʹ. Χαλεπὸν, ἀγαπητοὶ, χαλεπὸν εἰς βάθος κακῶν ἐλθεῖν. Λοιπὸν γὰρ δυσδιόρθωτος ἡ ψυχὴ γίνεται. Διὰ τοῦτο χρὴ πάντα πράττειν, ὥστε μὴ ἁλῶναι τὴν ἀρχήν.

Εὐκολώτερον γὰρ μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντα ἀνακτήσασθαι ἑαυτόν. Ὅρα γοῦν, ἐπειδὴ ἐνέβαλεν ἑαυτὸν ὁ Ἰούδας, πόσης ἀπολαύει βοηθείας, καὶ οὐδὲ οὕτω διανίσταται. Εἶπε πρὸς αὐτὸν, ὅτι Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν· εἶπεν, ὅτι Οὐ πάντες πιστεύουσιν· εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω· καὶ, ὅτι Οἶδα ἐγὼ οὓς ἐξελεξάμην, καὶ οὐδενὸς τούτων αἰσθάνεται.

Ὡς δὲ ἔνιψε τοὺς πόδας, καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ κατεκλίθη, φησί· Γινώσκετε τί πεποίηκα ὑμῖν; Οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας διαλέγεται. Ὑμεῖς φωνεῖτέ με, Ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὑμεῖς φωνεῖτέ με. Τὴν κρίσιν αὐτῶν προσλαμβάνει. Εἶτα ἵνα μὴ τῆς ἐκείνων χάριτος εἶναι δόξῃ τὰ ῥήματα, ἐπάγει· Εἰμὶ γάρ. Τῷ μὲν οὖν παρ᾽ αὐτῶν τὸν λόγον εἰσαγαγεῖν, εὐθέως ἀνεπαχθῆ ποιεῖ· τῷ δὲ παρ᾽ ἐκείνων εἰσαχθέντα βεβαιῶσαι παρ᾽ ἑαυτοῦ, ἀνύποπτον. Εἰμὶ γὰρ, φησίν.

Ὁρᾷς ὅταν πρὸς τοὺς μαθητὰς διαλέγηται, πῶς ἐκκαλύπτων τὰ καθ᾽ ἑαυτὸν φθέγγεται μᾶλλον; Ὥσπερ οὖν λέγει, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής· οὕτω λέγει, Καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς. Τὸ δὲ, Εἷς καὶ Εἷς, οὐ περὶ τοῦ Πατρὸς εἴρηται μόνον ἀλλὰ καὶ περὶ αὐτοῦ. Εἰ γὰρ ἑαυτὸν ἐκβάλλων ἔλεγε, πῶς φησιν, Ἵνα υἱοὶ φωτὸς γένησθε; Καὶ πάλιν, εἰ διδάσκαλον μόνον ἔλεγε τὸν Πατέρα, πῶς λέγει, Εἰμὶ γάρ; καὶ πάλιν, Εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς, ὁ Χριστός;

Εἰ οὖν ἐγὼ, φησὶν, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, ἔνιψα ὑμῶν τοὺς πόδας, καὶ ὑμεῖς ἀλλήλους ὀφείλετε νίπτειν. Τοῦτο γὰρ ὑπόδειγμα ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, οὕτω καὶ ὑμεῖς ποιῆτε. Καὶ μὴν οὐκ ἔστι τὸ αὐτό. Αὐτὸς μὲν γὰρ διδάσκαλος καὶ Κύριος, ὑμεῖς δὲ ἀλλήλων ὁμόδουλοι. Τί οὖν ἐστι τὸ, Οὕτω; Μετὰ τῆς αὐτῆς σπουδῆς. Διὰ γὰρ τοῦτο ἀπὸ τῶν μειζόνων πραγμάτων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τὸ ἔλαττον ἐργασώμεθα. Καὶ γὰρ οἱ διδάσκαλοι τοῖς παισὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ κάλλους γράφουσιν, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ποῦ νῦν οἱ διαπτύοντες τοὺς ὁμοδούλους; ποῦ νῦν οἱ τὰς τιμὰς ἀπαιτοῦντες;

Τοῦ προδότου τοὺς πόδας ὁ Χριστὸς ἔνιψε, τοῦ ἱεροσύλου καὶ κλέπτου, καὶ παρὰ τὸν καιρὸν τῆς προδοσίας, καὶ ἀνιάτως ἔχοντα τραπέζης κοινωνὸν ἐποίησε· καὶ σὺ μέγα φρονεῖς καὶ τὰς ὀφρῦς ἀνασπᾷς; Τοὺς πόδας οὖν ἀλλήλων νίπτωμεν, φησίν· οὐκοῦν καὶ τῶν οἰκετῶν. Καὶ τί μέγα, εἰ καὶ τῶν οἰκετῶν; Ἐνταῦθα μὲν γὰρ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνομάτων ἐστὶ διαφορά· ἐκεῖ δὲ, πραγμάτων ἀλήθεια. Φύσει γὰρ αὐτὸς Κύριος ἦν, καὶ ἡμεῖς δοῦλοι, καὶ οὐδὲ τοῦτο παρῃτήσατο νῦν ποιεῖν. Νυνὶ δὲ ἀγαπητὸν, εἰ μὴ τοῖς ἐλευθέροις ὡς δούλοις ἡμεῖς χρησαίμεθα, ὡς ἀνδραπόδοις ἀργυρωνήτοις. Καὶ τί ἐροῦμεν τότε, τοσαύτης μὲν ἀνεξικακίας ὑποδείγματα λαβόντες, αὐτοὶ δὲ οὐδὲ μικρὸν μιμούμενοι, ἀλλ᾽ ἐξ ἐναντίας ἑστῶτες, καὶ πρὸς διάμετρον ἐπαιρόμενοι, καὶ τὴν ὀφειλὴν οὐκ ἀποδιδόντες; Ὀφειλέτας γὰρ ἡμᾶς ἀλλήλων κατέστησεν ὁ Θεὸς, αὐτὸς κατάρξας τούτου, καὶ ὀφειλέτας ἐλάττονος μοίρας. Αὐτὸς μὲν γὰρ Κύριος ἦν· ἡμεῖς δὲ πρὸς τοὺς συνδούλους τοῦτο ποιοῦμεν, ἐὰν ποιήσωμεν. Ὃ δὴ καὶ αὐτὸ ᾐνίξατο διὰ τοῦ εἰπεῖν· Εἰ οὖν ἐγὼ, ὁ Κύριος καὶ ὁ Διδάσκαλος· καὶ πάλιν, Οὕτω καὶ ὑμεῖς. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Πόσῳ μᾶλλον ἡμεῖς οἱ δοῦλοι· ἀλλ᾽ ἀφῆκεν αὐτὸ τῷ συνειδότι τῶν ἀκροωμένων. Τί δήποτε δὲ αὐτὸ νῦν πεποίηκεν; Ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος.

βʹ. Ἵν᾽ οὖν μὴ κατ᾽ ἀλλήλων ἐπαίρωνται, καὶ ταῦτα λέγωσιν ἃ καὶ πρὸ τούτου, Τίς ἐστι μείζων; μηδὲ ἀγανακτῶσι πρὸς ἀλλήλους, πάντων αὐτῶν καθαιρεῖ τὰ φρονήματα, λέγων, ὅτι Κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν. Καὶ οὐκ εἶπε τὸ μεῖζον, ὅτι Εἰ ἐγὼ τοῦ προδότου τοὺς πόδας ἔνιψα, τί μέγα, ἂν ὑμεῖς τοὺς ἀλλήλων; ἀλλὰ διὰ τῶν ἔργων αὐτὸ δηλώσας, εἴασεν ἐν τῇ κρίσει τῶν θεωμένων λοιπόν. Διὰ τοῦτο ἔλεγεν, Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται. Τοῦτο γάρ ἐστι τὸ διδάξαι, τὸ διὰ τῶν ἔργων αὐτὸ ποιεῖν. Τίνα γὰρ οὐκ ἂν τοῦτο τῦφον καθέλοι; ποίαν οὐκ ἂν κενώσειεν ἀπόνοιαν καὶ ἀλαζονείαν; Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, τοὺς πόδας ἔνιψε τοῦ προδότου· σὺ δὲ, ἄνθρωπε, γῆ καὶ σποδὸς ὢν, καὶ τέφρα, καὶ κόνις, ἐπαίρεις σεαυτὸν καὶ μέγα φρονεῖς; καὶ πόσης οὐκ ἂν εἴης ἄξιος γεέννης; Εἰ οὖν ὄντως ἐπιθυμεῖς μεγάλου φρονήματος, δεῦρο, ἐγώ σοι δείξω ὁδόν· οὐδὲ γὰρ οἶδας τί ποτέ ἐστι. Ὁ τοίνυν τοῖς παροῦσιν ὡς μεγάλοις προσέχων, οὗτος ψυχῆς ἐστιν εὐτελοῦς.

Ὥστε οὐδὲ ταπεινοφροσύνη γένοιτ᾽ ἂν, εἰ μὴ μετὰ μεγαλοψυχίας· οὐδὲ φύσημα, εἰ μὴ ἀπὸ μικροψυχίας. Καθάπερ γὰρ οἱ παῖδες οἱ μικροὶ πρὸς τὰ εὐτελῆ τῶν πραγμάτων ἐπτόηνται, πρὸς σφαίρας καὶ τροχοὺς καὶ ἀστραγάλους κεχηνότες, τῶν δὲ μεγάλων οὐδὲ ἔννοιαν λαβεῖν δύνανται· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν φιλοσοφῶν οὐδὲν ἡγήσεται τὰ παρόντα (οὐκοῦν οὐδὲ αὐτὸς αἱρήσεται κατασχεῖν, οὐδὲ παρ᾽ ἑτέρου αὐτὰ λαβεῖν) ὁ δὲ μὴ τοιοῦτος ἐναντία πείσεται, πρὸς ἀράχνας, καὶ σκιὰς, καὶ ὀνείρατα, καὶ τὰ τούτων ἀδρανέστερα πράγματα ἐπτοημένος. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω, ἀλλ᾽ ἵνα ἡ Γραφὴ πληρωθῇ, ὅτι Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.

Ὃ ἀνωτέρω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει ἐντρέπων. Εἰ γὰρ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν, παρ᾽ ἐμοῦ δὲ ταῦτα γέγονε, πολλῷ μᾶλλον χρὴ ταῦτα παρ᾽ ὑμῶν γενέσθαι. Εἶτα ἵνα μή τις εἴπῃ, Τί δήποτε ταῦτα λέγεις; νῦν γὰρ οὐκ οἴδαμεν· προσέθηκε τοῦτο αὐτό· Οὐχ ὡς ἀγνοοῦσι ταῦτα λέγω, ἀλλ᾽ ἵνα διὰ τῶν ἔργων ἐπιδείξητε τὰ λεγόμενα. Τὸ μὲν γὰρ εἰδέναι, πάντων· τὸ δὲ ποιεῖν, οὐ πάντων. Διὰ γὰρ τοῦτο εἶπε, Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Διὰ δὴ τοῦτο αὐτὸ συνεχῶς καὶ ἐγὼ ἀεὶ λέγω, καίτοι γε εἰδότων ὑμῶν, ἵνα εἰς τὸ ἔργον ὑμᾶς ἐμβιβάσω. Ἐπεὶ καὶ Ἰουδαῖοι οἴδασιν, ἀλλ᾽ οὐκ εἰσὶ μακάριοι· οὐ γὰρ ποιοῦσιν αὐτά. Οὐ περὶ πάντων, φησὶν, ὑμῶν λέγω.

Βαβαὶ τῆς ἀνεξικακίας! οὐδέπω τὸν προδότην ἐλέγχει, ἀλλὰ συσκιάζει τὸ πρᾶγμα, ἐντεῦθεν διδοὺς αὐτῷ μετανοίας χώραν. Καὶ ἐλέγχει, καὶ οὐκ ἐλέγχει, οὕτω λέγων· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ᾽ ἐμὲ πτέρναν. Δοκεῖ δέ μοι καὶ τὸ, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, καὶ πρὸς τοῦτο εἰρῆσθαι, ἵνα εἴ ποτε παρὰ οἰκετῶν, ἢ παρά τινων εὐτελεστέρων πάθοιέν τινες κακὸν, μὴ σκανδαλίζωνται, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶντες παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν, τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Διὸ καὶ ἐπήγαγεν· Ὁ τρώγων μετ᾽ ἐμοῦ ἄρτον· καὶ πάντα τὰ ἄλλα παρεὶς, τοῦτο, ὃ μάλιστα ἱκανὸν ἦν αὐτὸν κατασχεῖν καὶ ἐντρέψαι, τέθεικεν. Ὁ παρ᾽ ἐμοῦ τρεφόμενος, ὁ παρ᾽ ἐμοῦ τραπέζης κοινωνῶν, φησί. Ταῦτα δὲ ἔλεγε, παιδεύων αὐτοὺς τοὺς κακῶς ποιοῦντας εὐεργετεῖν, κἂν μένωσιν ἀνιάτως ἔχοντες. Εἰπὼν δὲ, Οὐ περὶ πάντων ὑμῶν λέγω, ἵνα μὴ εἰς πολλοὺς περιστήσῃ τὸ δέος, ἀποσχίζει λοιπὸν αὐτὸν, οὕτω λέγων· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον. Τὸ γὰρ, Οὐ περὶ πάντων, οὐ πάντως εἰς ἕνα περιίστη τὸν λόγον· διὸ ἐπήγαγεν· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, δεικνὺς ἐκείνῳ τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν συλλαμβάνεται, ἀλλὰ καὶ σφόδρα εἰδώς· ὃ καὶ αὐτὸ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν κατασχεῖν.

Καὶ οὐκ εἶπε, Παραδίδωσιν ἐμὲ, ἀλλ᾽, Ἦρεν ἐπ᾽ ἐμὲ πτερνισμόν· τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος.

γʹ. Ταῦτα δὲ γέγραπται, ἵνα μὴ μνησικακῶμεν τοῖς ἀδικοῦσιν, ἀλλ᾽ ἐλέγχωμεν αὐτοὺς καὶ θρηνῶμεν. Θρήνων γὰρ ἄξιοι, οὐχ οἱ πάσχοντες, ἀλλ᾽ οἱ ποιοῦντες κακῶς. Ἑαυτοὺς μὲν γὰρ μέγιστα ἀδικοῦσιν ὅ τε πλεονέκτης, ὅ τε συκοφάντης, ὅ τε ἕτερόν τι κακὸν ἐργαζόμενος· ἡμᾶς δὲ ὠφελοῦσι τὰ μέγιστα ἐὰν μὴ ἑαυτοὺς ἐκδικῶμεν. Οἷόν τι λέγω· Ἥρπασεν ὁ δεῖνα; ηὐχαρίστησας ὑπὲρ τῆς ἀδικίας σὺ, καὶ ἐδόξασας τὸν Θεόν; Μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης ἐκαρπώσω μισθούς· ὥσπερ οὖν ἐκεῖνος ἄφατον ἑαυτῷ συνήγαγε πῦρ. Εἰ δὲ λέγοι τις· Τί γὰρ, εἰ μὴ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα; ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι Ἠδύνασο πρᾶξαι τὸ δυσχερᾶναι, τὸ ἀποδυσπετῆσαι· ταῦτα γὰρ ἐν ἐξουσίᾳ ἡμῶν, τὸ κατεύξασθαι τοῦ λελυπηκότος, τὸ καταράσασθαι αὐτῷ μυρία, τὸ πρὸς πάντας διαβαλεῖν.

Ὁ τοίνυν ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται. Δῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὁ γὰρ ἠδικημένος, τῷ παρατυχόντι κέχρηται ὅπλῳ, ὅταν μικρόψυχος ὢν, κατάραις, λοιδορίαις, ἐπιβουλαῖς ἀμύνηται τὸν ἠδικηκότα.

Ταῦτα τοίνυν καὶ σὺ μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὖξαι περὶ αὐτοῦ· καὶ γὰρ ἂν ταῦτα μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὔξῃ ὑπὲρ αὐτοῦ, τῷ Θεῷ γέγονας ὅμοιος. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πῶς μέγιστα κερδαίνομεν ἀπὸ τῆς τῶν ἑτέρων ἐπηρείας; Οὐδὲν οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. Καὶ τί λέγω, μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ;

Τἀναντία μὲν οὖν ἀποδιδόναι ἐπετάγημεν, εὐεργεσίας εὐχάς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν μέλλοντα αὐτὸν προδιδόναι τοῖς ἐναντίοις πᾶσιν ἠμείψατο· οἷον, τοὺς πόδας ἔνιπτεν, ἤλεγχε λάθρα, φειδομένως ἔπληττεν, ἐθεράπευσε, τραπέζης καὶ φιλήματος μετεδίδου· καὶ οὐδὲ τούτοις ἐγένετο βελτίων, καὶ ὅμως παρέμενεν αὐτὸς τὰ ἑαυτοῦ ποιῶν. Ἀλλὰ φέρε καὶ ἀπὸ τῶν δούλων σε παιδεύσωμεν, καὶ ἐκ περιουσίας τῶν ἐν τῇ Παλαιᾷ, ἵνα εἰδῇς οὐδεμίαν ἔχοντας ἡμᾶς ἀπολογίας ἀφορμὴν, ὅταν μνησικακῶμεν. Βούλεσθε οὖν εἴπω Μωϋσέα, ἢ ἔτι τὸν λόγον ἀνωτέρω ἀγάγωμεν;

Ὅσῳ γὰρ ἂν ἀρχαιότερα δειχθῇ τὰ παραδείγματα, τοσούτῳ μᾶλλον ἡμεῖς νικώμεθα. Τί δήποτε δέ; Ὅτι τότε δυσκολωτέρα ἦν ἡ ἀρετή. Οὐδὲ γὰρ ὑποθήκας ἐγγράφους εἶχον ἐκεῖνοι τότε, οὐ βίων παραδείγματα· ἀλλὰ γυμνὴ καθ᾽ ἑαυτὴν ἡ φύσις ἠγωνίζετο, καὶ ἀνερμάτιστος πανταχοῦ νήχεσθαι ἠναγκάζετο.

Διὰ τοῦτο καὶ τὸν Νῶε ἐπαινῶν, οὐχ ἁπλῶς τέλειον ἐκάλεσεν, ἀλλὰ προσέθηκεν, Ἐν τῇ γενεᾷ αὐτοῦ, δηλῶν, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅτε πολλὰ τὰ κωλύματα ἦν· ἐπεὶ μετ᾽ αὐτὸν ἔλαμψαν ἕτεροι, καὶ ὅμως οὐδὲν ἔλαττον αὐτῶν ἕξει. Ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ τέλειος ἦν.

Τίς οὖν πρὸ Μωϋσέως μακρόθυμος; Ὁ μακάριος καὶ γενναῖος Ἰωσὴφ, ὃς τῇ σωφροσύνῃ λάμψας, οὐκ ἔλαττον ἔλαμψε τῇ μακροθυμίᾳ. Ἐπράθη γὰρ οὐδὲν ἠδικηκὼς, ἀλλὰ θεραπεύων, δουλεύων, τὰ οἰκετῶν πάντα ἐπιδεικνύμενος. Κατήνεγκαν γοῦν αὐτῷ ψόγον πονηρὸν, καὶ οὐκ ἠμύνατο, καίτοι τὸν πατέρα ἔχων μεθ᾽ ἑαυτοῦ· ἀλλὰ καὶ ἀπῆλθε κομίζων αὐτοῖς εἰς τὴν ἔρημον τροφήν· καὶ οὐχ εὑρὼν αὐτοὺς, οὐ περιεκάκησεν, οὐδὲ ὑπέστρεψε (καίτοι γε εἶχε πρόφασιν, εἴ γε ἐβούλετο), ἀλλὰ πρὸς τὰ θηρία καὶ τοὺς ὠμοὺς ἐκείνους ἔμενεν ἀδελφοῦ γνησίου φυλάττων προαίρεσιν. Πάλιν τὸ δεσμωτήριον οἰκήσας, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, οὐδὲν εἶπε περὶ αὐτῶν πονηρὸν, ἀλλ᾽ ὅτι Οὐδὲν ἐποίησα, καὶ, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων. Καὶ μετὰ ταῦτα πάλιν γενόμενος κύριος, καὶ ἔθρεψε, καὶ ἀπήλλαξε μυρίων δεινῶν. Ἂν γὰρ νήφωμεν, οὐκ ἰσχύει τοῦ πλησίον ἡ κακία τῆς ἀρετῆς ἡμᾶς ἐκβαλεῖν τῆς ἑαυτῶν.

Ἀλλ᾽ οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ ἀπέδυσαν, καὶ ἀνελεῖν ἐπεχείρησαν καὶ ὀνειδίζουσι τὸ ἐνύπνιον, καίτοι καὶ τροφὴν παρ᾽ αὐτοῦ κομισάμενοι, καὶ ζωῆς καὶ ἐλευθερίας αὐτὸν ἐκβαλεῖν ἐπεχείρουν. Καὶ οἱ μὲν ἤσθιον, τὸν δὲ ἀδελφὸν περιεώρων ἐν λάκκῳ γυμνὸν ἐῤῥιμμένον. Τί ταύτης τῆς θηριωδίας γένοιτ᾽ ἂν χεῖρον; πόσων ἀνδροφόνων οὐκ ἦσαν χείρους;

Καὶ μετὰ ταῦτα δὲ αὐτὸν ἀνελκύσαντες, μυρίοις θανάτοις παρέδωκαν, ἀνθρώποις βαρβάροις καὶ ἀγρίοις αὐτὸν ἀποδόμενοι πρὸς βαρβάρους μέλλουσιν ἀπιέναι. Ἀλλ᾽ αὐτὸς γενόμενος βασιλεὺς, οὐ μόνον τὴν τιμωρίαν αὐτοῖς ἀφῆκεν, ἀλλὰ καὶ τῆς ἁμαρτίας αὐτοὺς, τό γε εἰς αὐτὸν ἧκον, ἀπήλλαξεν, οἰκονομίαν Θεοῦ τὰ γεγενημένα καλῶν, οὐ πονηρίαν ἐκείνων. Καὶ ἅπερ δὲ ἐποίησεν εἰς αὐτοὺς, οὐ μνησικακῶν, ἀλλ᾽ ὑπὲρ τοῦ ἀδελφοῦ ταῦτα πάντα ὑπεκρίνατο. Μετὰ γοῦν ταῦτα ἐπειδὴ εἶδεν ἀντεχομένους αὐτοῦ, ἔῤῥιψε τὸ προσωπεῖον εὐθέως καὶ ὠλόλυξε καὶ περιεπτύξατο ὡς τὰ μέγιστα εὐηργετημένος, ὁ πάλαι παρ᾽ αὐτῶν ἀνῃρημένος· καὶ πάντας αὐτοὺς εἰς Αἴγυπτον κατήγαγε, καὶ μυρίαις εὐεργεσίαις ἠμείψατο. Τίνα οὖν ἕξομεν ἀπολογίαν μετὰ νόμον καὶ χάριν καὶ τοσαύτης φιλοσοφίας ἐπίδοσιν, μηδὲ τὸν πρὸ τῆς χάριτος καὶ τοῦ νόμου ζηλώσαντες; τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως; Οὐ γὰρ ἔστι, οὐκ ἔστι τι μνησικακίας χαλεπώτερον.

Καὶ τοῦτο ἐδήλωσεν ὁ τὰ μυρία τάλαντα ὀφείλων· εἶτα οὐκ ἀπαιτηθεὶς καὶ πάλιν ἀπαιτηθείς· οὐκ ἀπαιτηθεὶς μὲν, διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀπαιτηθεὶς δὲ διὰ τὴν οἰκείαν πονηρίαν, καὶ τὸ μνησικακῆσαι τῷ συνδούλῳ. Ἅπερ πάντα μαθόντες, ἀφῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ τύχωμεν φιλανθρωπίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΒʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, καὶ ὁ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με. αʹ. Μεγάλη τῆς περὶ τοὺς δούλους τοῦ Θεοῦ θεραπείας ἡ ἀνταπόδοσις, καὶ τοὺς καρποὺς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται· ὁ δὲ λαμβάνων ἐμὲ, λαμβάνει τὸν πέμψαντά με. Τοῦ δὲ τὸν Χριστὸν δέξασθαι, καὶ τὸν τούτου Πατέρα, τί γένοιτ᾽ ἂν ἴσον; Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα; τί δὲ κοινὸν ἔχει πρὸς ὃ εἶπεν, Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε, τὸ ἐπαγαγεῖν, Ὁ δεχόμενος ὑμᾶς; Μεγάλη καὶ σφόδρα συνᾴδουσα· καὶ σκόπει πῶς. Ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ, δύο τρόποις αὐτοὺς παραμυθεῖται· ἑνὶ μὲν, τῷ παρ᾽ ἑαυτοῦ· ἑτέρῳ δὲ, τῷ παρ᾽ ἑτέρων. Ἐὰν γὰρ φιλοσοφῆτε, φησὶν, ἐμὲ διὰ παντὸς ἔχοντες ἐν μνήμῃ, καὶ ἅπερ ἔπαθον, καὶ ἅπερ ἐποίησα περιφέροντες ἅπαντα, ῥᾳδίως οἴσετε τὰ δεινά. Οὐ τούτῳ δὲ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ τῷ παρὰ πάντων πολλῆς ἀπολαύειν θεραπείας.

Καὶ τὸ μὲν πρότερον ἐδήλωσεν, εἰπών· Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε· τὸ δὲ ἕτερον, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται, λέγων. Τὰς γὰρ πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, ὥστε καὶ ἐκ τῆς τῶν τρόπων φιλοσοφίας, καὶ ἐκ τῆς τῶν θεραπευόντων προθυμίας διπλῆν ἔχειν παράκλησιν. Εἶτα, ἐπειδὴ ταῦτα αὐτοῖς διετάξατο ὡς μέλλουσι τὴν οἰκουμένην διατρέχειν ἅπασαν, ἐννοῶν ὅτι ἑκατέρων τούτων ὁ προδότης ἀπεστέρηται, καὶ οὐδενὸς αὐτῶν ἀπολαύσεται, οὔτε τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, οὔτε τῆς τῶν ὑποδεχομένων θεραπείας, ἐταράχθη πάλιν. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαινόμενος, καὶ δηλῶν ὅτι δι᾽ ἐκεῖνον ταράσσεται, ἐπάγει· Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Πάλιν εἰς πάντας περιίστησι τὸν φόβον τῷ μὴ ὀνομαστὶ εἰπεῖν· οἱ δὲ ἀποροῦνται, καίτοι ἑαυτοῖς μηδὲν συνειδότες πονηρόν· τῶν οἰκείων γὰρ λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους.

Τῷ μὲν οὖν εἰς ἕνα περιστῆσαι τὸ πᾶν, ὑπετέμνετο τὸν φόβον· τῷ δὲ προσθεῖναι, Εἷς ἐξ ὑμῶν, συνετάρασσεν ἅπαντας. Τί οὖν; Οἱ μὲν ἄλλοι βλέπουσιν εἰς ἀλλήλους· ὁ δὲ πανταχοῦ θερμὸς Πέτρος τῷ Ἰωάννῃ νεύει. Ἐπειδὴ γὰρ καὶ πρότερον ἐπετιμήθη, καὶ βουλομένου νίψαι ἐκώλυσε, καὶ πανταχοῦ εὑρίσκεται ἀπὸ πόθου μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, οὔτε ἡσύχασεν, οὔτε ἐφθέγξατο, ἀλλὰ διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν.

Ἐκεῖνο δὲ ἄξιον διαπορῆσαι, τί δήποτε πάντων ἀγωνιώντων, τρεμόντων, τοῦ κορυφαίου δεδοικότος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ· καὶ οὐκ ἀνάκειται μόνον, ἀλλὰ καὶ τῷ στήθει· καὶ οὐ τοῦτο μόνον ἄξιον ζητήσεως, ἀλλὰ καὶ τὸ ἑξῆς. Τί δὲ τοῦτό ἐστιν; Ὃ περὶ ἑαυτοῦ λέγει, Ὃν ἠγάπα ὁ Ἰησοῦς. Διατί γὰρ μηδεὶς ἕτερος τοῦτο εἶπε περὶ αὐτοῦ, καίτοι καὶ οἱ ἄλλοι ἠγαπῶντο; Ἀλλ᾽ οὗτος πλέον τῶν ἄλλων. Εἰ δὲ μηδεὶς ἄλλος τοῦτο περὶ αὐτοῦ εἶπεν, ἀλλ᾽ αὐτὸς περὶ ἑαυτοῦ, θαυμαστὸν οὐδέν.

Ποιεῖ δὲ αὐτὸ καὶ Παῦλος, καιροῦ καλοῦντος, οὕτω λέγων Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων· καίτοι γε οὐ μικρὰ αὐτοῦ διῆλθεν ἐγκώμια ἕτερα. Ἢ μικρὸν εἶναί σοι δοκεῖ τὸ ἀκούσαντα, Ἀκολούθει μοι, εὐθέως ἀφέντα τὰ δίκτυα καὶ τὸν πατέρα, ἀκολουθῆσαι, καὶ τὸ μετὰ Πέτρου μόνον αὐτὸν λαβεῖν εἰς τὸ ὄρος, καὶ ἀλλαχοῦ πάλιν εἰς οἰκίαν εἰσελθόντα; Αὐτὸς δὲ ἡλίκον ἐγκώμιον τοῦ Πέτρου διῆλθε, καὶ οὐκ ἀπεκρύψατο, εἰρηκέναι τὸν Χριστὸν λέγων· Πέτρε, φιλεῖς με πλέον τούτων; Καὶ πανταχοῦ δὲ δείκνυσιν αὐτὸν θερμὸν καὶ γνησίως ἔχοντα πρὸς αὐτόν. Ὅτε γοῦν ἔλεγεν, Οὗτος δὲ τί; ἐκ πολλοῦ πόθου τοῦτο ἔλεγε. Διὰ τοῦτο οὖν ἄλλος οὐδεὶς εἶπε περὶ αὐτοῦ· ἀλλ᾽ οὐδὲ αὐτὸς εἶπεν ἂν, εἰ μὴ εἰς τοῦτο ἐνέπεσε τὸ χωρίον. Εἰ γὰρ εἰπὼν, ὅτι Πέτρος ἔνευσεν Ἰωάννῃ ἐρωτῆσαι, καὶ μηδὲν ἄλλο προσέθηκε, πολλὴν ἐποίει τὴν ἀπορίαν, καὶ ζητεῖν ἠνάγκαζεν ἡμᾶς τὴν αἰτίαν· διὰ τοῦτο λύων αὐτὸς ταύτην, Ἀνέκειτο, φησὶ, εἰς τὸν κόλπον τοῦ Ἰησοῦ. Ἢ μικρὸν οἴει μεμαθηκέναι, ἀκούσας ὅτι ἀνέκειτο, καὶ τοσαύτης αὐτοῖς ὁ διδάσκαλος μετεδίδου παῤῥησίας; Εἰ καὶ τούτου τὴν αἰτίαν ζητεῖς μαθεῖν, ἀγάπης τὸ πρᾶγμα ἦν· διὰ τοῦτό φησιν, Ὃν ἐφίλει ὁ Ἰησοῦς Ἐγὼ δὲ αὐτὸν καὶ δι᾽ ἄλλο οἶμαι τοῦτο ποιεῖν, βουλόμενον δεῖξαι ἀλλότριον ἑαυτὸν τοῦ ἐγκλήματος. Διὰ τοῦτο παῤῥησιάζεται καὶ θαῤῥεῖ.

Ἐπεὶ διὰ τί μὴ ἐν ἄλλῳ χωρίῳ τοῦτο εἶπεν, ἀλλ᾽ ὅτε ὁ κορυφαῖος ἔνευσεν; Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ὡς μείζονι ὄντι ἔνευσεν, λέγει, ὅτι διὰ τὴν πολλὴν ἀγάπην τοῦτο ἐγίνετο. Τί δὲ καὶ ἐπιπίπτει τῷ στήθει; Οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα ὑπώπτευον· ἄλλως δὲ, καὶ τὴν ἀθυμίαν κατεπράϋνεν. Εἰκὸς γὰρ καὶ τὴν ὄψιν αὐτῶν εἶναι κατηφῆ τότε. Εἰ γὰρ ταῖς ψυχαῖς αὐτῶν ἐταράχθησαν, πολλῷ μᾶλλον ταῖς ὄψεσι.

Μειλισσόμενος τοίνυν αὐτοὺς καὶ τῷ λόγῳ καὶ τῇ ἐρωτήσει, προοδοποιεῖ καὶ συγχωρεῖ ἀναπεσεῖν ἐπὶ τὸ στῆθος. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπε τὸ ὄνομα, ἀλλ᾽ ὅτι Ὃν ἠγάπα· καθάπερ καὶ Παῦλος, ὅτε ἔλεγεν· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων. Τότε δὴ πρῶτον αὐτὸν ἐλέγχει ὁ Ἰησοῦς, καὶ οὐδὲ τότε ὀνομαστί· ἀλλὰ πῶς; ᾯ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ὁ τρόπος ἐντρεπτικός· οὐδὲ γὰρ τὴν τράπεζαν ᾐδέσθη, τοῦ αὐτοῦ ἄρτου κοινωνήσας. Ἔστω, ἡ κοινωνία τῶν ἁλῶν οὐκ ἐνέτρεψε· τὸ καὶ παρ᾽ αὐτοῦ δέξασθαι τὸ ψωμίον, τίνα οὐκ ἂν ἐπεσπάσατο; Ἀλλ᾽ οὐκ ἐκεῖνον. Διὸ καὶ Ὁ σατανᾶς τότε εἰσῆλθεν εἰς αὐτὸν, γελάσας αὐτὸν τῆς ἀναισχυντίας. Ἕως γὰρ ἦν τοῦ χοροῦ, οὐκ ἐτόλμα ἐπιπηδῆσαι, ἀλλ᾽ ἔξωθεν προσέβαλλεν· ἐπειδὴ δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας· οὐδὲ γὰρ ἔδει τοιοῦτον ὄντα καὶ ἀδιόρθωτον ἐπὶ πολὺ μένοντα κατέχειν ἔνδον. Διὰ τοῦτο καὶ ἐξέβαλεν αὐτὸν λοιπὸν, καὶ ἀποτμηθέντα λαμβάνει τότε ἐκεῖνος, καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθε νυκτός. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον. Καὶ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων.

βʹ. Βαβαὶ, πόση ἡ ἀναισθησία! πῶς οὐκ ἐμαλάχθη, οὐδὲ ᾐσχύνθη, ἀλλὰ ἀναισχυντότερος γενόμενος ἐξῄει! Τὸ δὲ, Ποίησον τάχιον, οὐ προστάττοντός ἐστιν, οὐδὲ συμβουλεύοντος, ἀλλ᾽ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιορθώτως εἶχεν, ἀφίησιν αὐτόν. Καὶ τοῦτο οὐδεὶς, φησὶν, ἔγνω τῶν ἀνακειμένων. Πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἴ γε, ἐρωτησάντων τῶν μαθητῶν, τίς ἐστι, λέγει· ᾯ βάψας τὸ ψωμίον ἐπιδώσω, καὶ οὐδὲ οὕτω συνῆκαν· πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μηδένα ἀκοῦσαι. Καὶ γὰρ ὁ Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην· καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο, καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν, Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον· οἱ δὲ οὐδὲ οὕτω συνίεσαν.

Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι ἀληθῆ τὰ πρὸς τοὺς Ἰουδαίους εἰρημένα ἦν αὐτῷ περὶ τοῦ θανάτου. Καὶ γὰρ πρὸς ἐκείνους εἴρηκε τὸ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ. Ἕως γοῦν κατεῖχεν, οὐδεὶς ἴσχυσεν· ἐπειδὴ δὲ ἀφῆκε λοιπὸν, εὔκολον τότε τὸ πρᾶγμα γίνεται. Ταῦτ᾽ οὖν ἅπαντα αἰνιττόμενος εἶπεν, Ὃ ποιεῖς, ποίησον τάχιον· καὶ οὐδὲ τότε αὐτὸν δῆλον ἐποίησε. Τάχα γὰρ ἂν αὐτὸν καὶ διέσπασαν, τάχα ἂν ὁ Πέτρος καὶ ἀνεῖλεν αὐτόν. Διὰ τοῦτο Οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Ἆρα οὐδὲ ὁ Ἰωάννης; Οὐδὲ οὗτος· οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Ἐπειδὴ γὰρ πόῤῥω τῆς τοιαύτης πονηρίας ἦσαν, οὐδὲ περὶ ἑτέρων τοιαῦτα ὑποπτεύειν εἶχον. Ὥσπερ οὖν ἔμπροσθεν αὐτοῖς εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω, καὶ οὐδαμοῦ ἐξεκάλυψεν· οὕτω καὶ ἐνταῦθα ἐνόμισαν περὶ ἑτέρου λέγεσθαι. Ἦν δὲ νὺξ ὅτε ἐξῆλθε, φησί. Διατί μοι τὸν καιρὸν λέγεις; Ἵνα μάθῃς τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀλλ᾽ οὐδὲ τοῦτο αὐτὸν κατάδηλον ἐποίησε. Ἐκεῖνοι γοῦν φόβῳ κατεχόμενοι καὶ ἀγωνίᾳ πολλῇ τότε τεθορύβηντο, καὶ τὴν μὲν ἀληθῆ τῶν εἰρημένων αἰτίαν οὐκ ᾔδεσαν· ὑπώπτευον δὲ, ὅτι Τοῖς πένησιν ἵνα τι δῷ, ταῦτα ἔλεγε. Πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν τὴν ἐπιμέλειαν, διδάσκων καὶ ἡμᾶς πολλὴν ὑπὲρ τούτου ποιεῖσθαι σπουδήν.

Ἐδόκουν δὲ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐπειδὴ τὸ γλωσσόκομον εἶχε· καίτοι γε οὐδεὶς φαίνεται προσενεγκὼν αὐτῷ χρήματα· ἀλλ᾽ ὅτι μὲν ἔτρεφον αὐτὸν ἐκ τῶν ὑπαρχόντων αἱ μαθήτριαι, εἶπε· τοῦτο δὲ οὐδαμοῦ ᾐνίξατο.

Πῶς δὲ, μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον κελεύων ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο πρὸς τὴν τῶν πενήτων διακονίαν; Ἵνα μάθῃς, ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον τούτου δεῖ τοῦ μέρους πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Πολλὰ γὰρ πρὸς τὴν ἡμετέραν οἰκονομῶν διδασκαλίαν ἔπραττε. Τοῦτο οὖν καὶ λέγειν ἐνόμισαν οἱ μαθηταὶ, ἵνα τοῖς πένησί τι δῷ. Καὶ οὐδὲ τοῦτο ἐνέτρεψε, τὸ μέχρις ἐσχάτης ἡμέρας μὴ θελῆσαι αὐτὸν παραδειγματίσαι. Τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ μὴ ἐκπομπεύειν τὰ τῶν συνόντων ἁμαρτήματα, κἂν ἀνιάτως ἔχωσι. Καὶ γὰρ καὶ μετὰ ταῦτα ἐλθόντι προδοῦναι φίλημα ἔδωκε. καὶ κατεδέξατο πρᾶγμα τοσοῦτον, καὶ ἐπὶ τὸ πολλῷ τολμηρότερον προῄει, τὸν σταυρὸν αὐτὸν, τὸν θάνατον τὸν ἐπονείδιστον· καὶ πάλιν ἐκεῖ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπεδείκνυτο. Καὶ δόξαν ἐνταῦθα τὸ πρᾶγμα καλεῖ, διδάσκων ἡμᾶς ὅτι οὐδὲν οὕτως αἰσχρὸν καὶ ἐπονείδιστον, ὃ μὴ λαμπρότερον ποιεῖ τὸν μετιόντα, ὅταν κατὰ Θεὸν γίνηται. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐπὶ τὸ παραδοῦναι, λέγει· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν, καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν. Διὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου, δόξα μεγάλη.

Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν, Σημεῖον οὐ δοθήσεται ὑμῖν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη, τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις, μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν, πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι, Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ;

Τουτέστι, δι᾽ ἑαυτοῦ, οὐ δι᾽ ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν, ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ, φησὶν, οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρὸν, οὐδὲ τότε δείξει λαμπρὸν, ἀλλ᾽ εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται.

Ὁ γοῦν ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐῤῥάγησαν, τὸ καταπέτασμα ἐσχίσθη, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὁ τάφος σήμαντρα εἶχε, καὶ φύλακες παρεκαθέζοντο· καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου, ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία, καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι, Δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι᾽ ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι᾽ ἄλλης τινὸς δυνάμεως, ἀλλὰ δι᾽ ἑαυτοῦ.

γʹ. Πῶς δὲ καὶ ἐδόξατε δι᾽ αὐτοῦ; Πάντα πράξας τὰ πρὸς δόξαν τοῦ Υἱοῦ· καίτοι πάντα ὁ Υἱὸς ἐποίησεν. Ὁρᾷς ὅτι τὰ ὑπ᾽ αὐτοῦ γινόμενα τῷ Πατρὶ ἀνατίθησι· Τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἄρχεται λοιπὸν τῶν λυπηρῶν μετὰ τὸ δεῖπνον. Ὅτε γὰρ Ἰούδας ἐξῆλθεν, οὐκ ἔτι ἑσπέρα ἦν, ἀλλὰ νύξ. Ἐπειδὴ γὰρ ἔμελλον μικρὸν ὕστερον ἐπιστήσεσθαι, ἔδει πάντα παρακαταθέσθαι αὐτοῖς, ὥστε ἔχειν ἐν μνήμῃ· μᾶλλον δὲ τὸ Πνεῦμα πάντα αὐτοὺς ἀνέμνησε. Πολλὰ γὰρ εἰκὸς, ἅτε πρῶτον τότε ἀκούοντας, καὶ τοιούτους μέλλοντας πειρασμοὺς ὑπομένειν, ἀποβάλλειν αὐτούς. Οἱ γὰρ πρὸς ὕπνον καταφερόμενοι, καθὼς καὶ ἕτερός φησιν εὐαγγελιστὴς, καὶ ἀθυμίᾳ συνεχόμενοι, καθὼς καὶ αὐτὸς ὁ Χριστὸς λέγει· Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· πῶς ἂν ταῦτα πάντα κατέσχον ἀκριβῶς; Τί δήποτε οὖν ἐλέγετο; Οὐ μικρὸν αὐτοῖς ἐγίνετο κέρδος εἰς τὴν Χριστοῦ δόξαν, τὸ σαφῶς εἰδέναι μετὰ ταῦτα ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἀκηκοότες ἦσαν παρὰ τοῦ Χριστοῦ. Τίνος δὲ ἕνεκεν προκαταβάλλει αὐτῶν τὴν ψυχὴν, λέγων, Ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι; Τοῖς μὲν γὰρ Ἰουδαίοις εἰκότως ἐλέγετο· ἡμᾶς δὲ τίνος ἕνεκεν ἐπίσης εἰς τὴν αὐτὴν τάξιν ἄγεις ἐκείνοις τοῖς ἀγνώμοσιν; Οὐδαμῶς.

Καὶ τίνος ἕνεκεν εἶπε, Καθὼς εἶπον τοῖς Ἰουδαίοις; Ἀνέμνησεν ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα προλέγει· ἀλλ᾽ ἄνωθεν αὐτὰ προῄδει, καὶ μάρτυρες αὐτοὶ οἱ ἀκούσαντες, ὅτι καὶ πρὸς Ἰουδαίους ταῦτα ἔλεγε. Διὸ καὶ προσέθηκε τὸ, Τεκνία· ἵνα ἀκούσαντες, Καθὼς εἶπον τοῖς Ἰουδαίοις, μὴ καὶ πρὸς αὐτοὺς ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον νομίσωσιν. Οὐ καταβάλλων τοίνυν αὐτοὺς, ἀλλὰ παραμυθούμενος ταῦτά φησιν, ἵνα μὴ ἀπροσδόκητα ἐπιστάντα αὐτοῖς τὰ δεινὰ ἐκταράξῃ, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Δείκνυσιν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων, εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά. Ταῦτα δὲ λέγει, καὶ τὸν εἰς αὐτὸν διεγείρων πόθον καὶ θερμότερον ποιῶν. Ἴστε γὰρ ὅτι ἐπειδὰν ἴδωμεν τῶν φιλτάτων τινὰς ἀναχωροῦντας, μάλιστα διαθερμαινόμεθα, καὶ μᾶλλον ὅταν ἴδωμεν εἰς τόπον ἀπιόντας, εἰς ὃν οὐδὲ δυνατὸν ἡμῖν ἀπελθεῖν. Ἐκείνους μὲν οὖν φοβῶν, ταῦτα ἔλεγε, τούτοις δὲ τὸν πόθον ἐξάπτων. Τοιοῦτός ἐστιν ὁ τόπος, ὥστε μὴ μόνον ἐκείνους, ἀλλὰ μηδὲ ὑμᾶς τοὺς φιλτάτους δύνασθαι παραγενέσθαι ἐκεῖ. Ἐνταῦθα καὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ δείκνυσι. Καὶ ὑμῖν λέγω ἄρτι. Διὰ τί, Ἄρτι;

Ἑτέρως ἐκείνοις, καὶ ἑτέρως ὑμῖν· τουτέστιν, οὐ μετ᾽ ἐκείνων. Ποῦ δὲ αὐτὸν ἐζήτησαν οἱ Ἰουδαῖοι; ποῦ δὲ οἱ μαθηταί; Οἱ μαθηταὶ μὲν, ὅτε ἔφυγον· οἱ Ἰουδαῖοι δὲ, ὅτε τὰ ἀνήκεστα ἔπασχον δεινὰ καὶ πάντα ὑπερβαίνοντα λόγον, τῆς πόλεως αὐτῆς ἁλούσης, καὶ τῆς θεηλάτου πάντοθεν κατ᾽ αὐτῶν φερομένης ὀργῆς. Ἐκείνοις μὲν οὖν τότε ἔλεγε διὰ τὴν ἀπιστίαν, ὑμῖν δὲ νῦν, διὰ τὸ μὴ ἀπροσδόκητα ἐπελθεῖν τὰ δεινά. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν.

Ἐπειδὴ γὰρ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν ταῦτα ἀκούοντας, ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτοὺς, τὴν πάντων τῶν ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς, τὴν ἀγάπην· ὡσανεὶ ἔλεγεν· Ἀλγεῖτε ἀπιόντος ἐμοῦ; ἀλλ᾽ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυρότεροι. Πῶς οὖν οὐ τοῦτο εἶπεν; Ὅτι ὃ τούτου μᾶλλον ὤνησεν αὐτοὺς εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε. Διὰ γὰρ τούτου ἅμα ἐδήλωσεν, ὅτι οὐ σβεσθήσεται ὁ χορὸς, ὁπότε καὶ γνώρισμα αὐτοῖς ἔδωκε.

Τοῦτο δὲ εἶπεν, ὅτε ὁ προδότης αὐτῶν ἀπεσχίσθη. Πῶς δὲ αὐτὴν ἐντολὴν λέγει καινὴν καὶ ἐν τῇ Παλαιᾷ κειμένην; Αὐτὸς αὐτὴν ἐποίησε καινὴν τῷ τρόπῳ· ἐπήγαγε γοῦν· Καθὼς ἠγάπησα ὑμᾶς. Οὐ γὰρ προϋπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἀπέδωκα, ἀλλ᾽ αὐτὸς κατῆρξα, φησίν. Οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς εἰπεῖν τὰ θαύματα, ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει. Τί δήποτε;

Ὅτι τοῦτο μάλιστά ἐστι τὸ δεικνύον ἀνθρώπους ἁγίους. Πάσης γάρ ἐστιν ἀρετῆς ὑπόθεσις. Διὰ τούτου μάλιστα καὶ σωζόμεθα πάντες. Τοῦτο γάρ ἐστιν εἶναι, φησὶ, μαθητήν. Οὕτως ὑμᾶς ἅπαντες ἐπαινέσονται, ὅταν ἴδωσιν ὑμᾶς μιμουμένους τὴν ἐμὴν ἀγάπην.

δʹ. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δείκνυσι τοῦτο; Οὐδαμῶς. Πολλοὶ γὰρ ἐροῦσι· Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ πάλιν χαιρόντων αὐτῶν ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, φησί· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ᾽ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.

Καὶ μὴν τοῦτο τὴν οἰκουμένην ἐπηγάγετο, ἐπειδὴ ἐκεῖνο προῆν· εἰ δὲ μὴ ἦν ἐκεῖνο, οὔτε τοῦτο παρέμενεν. Τοῦτο γοῦν εὐθέως αὐτοὺς ἐποίησε καλοὺς καὶ ἀγαθοὺς, καὶ τὸ τὴν καρδίαν πάντων καὶ τὴν ψυχὴν εἶναι μίαν. Εἰ δὲ διέστησαν ἀπ᾽ ἀλλήλων, ἅπαντα ἂν ἀπολώλει. Οὐκ ἐκείνοις δὲ ταῦτα διελέγετο μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς μέλλουσι πιστεύειν εἰς αὐτόν· ἐπεὶ καὶ νῦν οὐδὲν ἄλλο ἐστὶν τὸ σκανδαλίζον Ἕλληνας, ἢ τὸ μὴ ἀγάπην εἶναι. Ἀλλὰ καὶ τὸ σημεῖα μὴ γίνεσθαι ἐγκαλοῦσι, φησίν. Ἀλλ᾽ οὐχ οὕτως. Ποῦ δὲ τὴν ἀγάπην ἐπεδείξαντο οἱ ἀπόστολοι; Ὁρᾷς Πέτρον καὶ Ἰωάννην ἀδιασπάστως ἔχοντας ἀλλήλων, καὶ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντας; ὁρᾷς Παῦλον οὕτω πρὸς αὐτοὺς διακείμενον· καὶ ἀπορεῖς; Εἰ γὰρ τὰ ἄλλα ἐκέκτηντο, πολλῷ μᾶλλον εἶχον τὴν μητέρα τῶν ἀγαθῶν.

Ἀπὸ γὰρ ψυχῆς ἐναρέτου τοῦτο τὸ πρᾶγμα βλαστάνει· ἔνθα δὲ πονηρία, τοῦτο ξηραίνεται τὸ φυτόν. Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ Ἕλληνας δὲ οὐχ οὕτως ἐπάγεται σημεῖα, ὡς βίος· βίον δὲ οὐδὲν οὕτως εἶναι ποιεῖ, ὡς ἀγάπη. Ἐκεῖνα μὲν γὰρ τοὺς ποιοῦντας πολλάκις καὶ πλάνους ἐκάλεσαν· βίου δὲ ἐπιλαβέσθαι οὐκ ἂν ἔχοιεν καθαροῦ. Ὅτε μὲν οὖν οὔπω τὸ κήρυγμα διαδοθὲν ἦν, εἰκότως τὰ σημεῖα ἐθαυμάζετο· νῦν δὲ ἀπὸ βίου χρὴ θαυμάζεσθαι. Οὐδὲν γὰρ οὕτως ἐντρέπει Ἕλληνας, ὡς ἀρετή· οὐδὲν σκανδαλίζει, ὡς κακία· καὶ εἰκότως. Ὅταν γὰρ ἴδῃ πλεονεκτοῦντα, ἁρπάζοντα, τὰ ἐναντία κελεύοντα, καὶ τοῖς ὁμοφύλοις ὡς θηρίοις κεχρημένον τὸν κελευσθέντα καὶ ἐχθροὺς ἀγαπᾷν, λῆρον ἐρεῖ τὰ εἰρημένα. Ὅταν ἴδῃ τρέμοντα θάνατον, πῶς δέξεται τοὺς περὶ ἀθανασίας λόγους; Ὅταν ἴδῃ φιλαρχοῦντας καὶ τοῖς ἄλλοις δουλεύοντας πάθεσιν, ἀκριβέστερον ἐν τοῖς ἑαυτοῦ μενεῖ δόγμασιν, οὐδὲν μέγα περὶ ἡμῶν φανταζόμενος.

Ἡμεῖς γάρ ἐσμεν αἴτιοι, ἡμεῖς, τοῦ μένειν αὐτοὺς ἐπὶ τῆς πλάνης. Τῶν μὲν γὰρ δογμάτων τῶν παρ᾽ ἑαυτοῖς πάλαι κατέγνωσαν, καὶ τὰ ἡμέτερα δὲ ὁμοίως θαυμάζουσιν· ἐκ τοῦ βίου δὲ ἡμῶν κωλύονται. Τὸ μὲν γὰρ διὰ λόγων φιλοσοφῆσαι, εὔκολον (πολλοὶ γὰρ καὶ παρ᾽ αὐτῶν τοῦτο ἐποίησαν)· ἐπιζητοῦσι δὲ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Ἀλλὰ τοὺς παλαιοὺς παρ᾽ ἡμῖν ἐννοείτωσαν. Ἀλλ᾽ οὐδαμῶς πιστεύουσιν, ἀλλὰ τοὺς νῦν ζῶντας ἐπιζητοῦσιν. Δεῖξον γάρ μοι, φησὶ, τὴν πίστιν διὰ τῶν ἔργων σου. Ἀλλ᾽ οὐκ ἔστιν· ἀλλὰ μᾶλλον ὁρῶντες καὶ θηρίου σπαράττοντας ἡμᾶς τοὺς πλησίον, λύμην ἡμᾶς καλοῦσι τῆς οἰκουμένης.

Ταῦτα Ἕλληνας κατέχει, καὶ οὐκ ἀφίησι πρὸς ἡμᾶς μεταστῆναι. Ὥστε ἡμεῖς καὶ τούτων δίκην δώσομεν, οὐχ ὑπὲρ ὧν κακῶς πράττομεν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν βλασφημεῖται τὸ ὄνομα τοῦ Θεοῦ. Μέχρι τίνος χρήμασι, καὶ τρυφῇ, καὶ τοῖς ἄλλοις ἐσμὲν προδεδομένοι πάθεσιν; Ἀποστῶμεν οὖν λοιπόν. Ἄκουσον τί φησιν ὁ προφήτης περί τινων ἀνοήτων· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἐπὶ δὲ τῶν παρόντων οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὕτω πολλοὶ τὰ τῶν ἁπάντων περιβάλλονται. Οὕτω καὶ αὐτοῖς ὀνειδίζων ἔλεγεν ὁ προφήτης· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Διὸ καὶ δέδοικα μή τι γένηται χαλεπὸν, καὶ πολλὴν ἐπισπασώμεθα τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν.

Ὅπερ ἵνα μὴ γένηται, τῆς ἀρετῆς ἐπιμελώμεθα πάσης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.