Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ᾽ ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ᾽ οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες;