Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
Η Αρχιερατική Προσευχή του Ιησού
Η προσευχή του Χριστού προς τον Πατέρα για τον αγιασμό, την ενότητα και τη δόξα των μαθητών Του και όλης της Εκκλησίας (Ομιλίες Π΄-ΠΒ΄).
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Αρχιερατική Προσευχή του Ιησού
Η προσευχή του Χριστού προς τον Πατέρα για τον αγιασμό, την ενότητα και τη δόξα των μαθητών Του και όλης της Εκκλησίας (Ομιλίες Π΄-ΠΒ΄).
ΟΜΙΛΙΑ Πʹ. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. αʹ. Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ μάλα εἰκότως.
Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ τῶν ἔργων ἐπίδειξις, γενναίου τινὸς καὶ μεγάλου. Διὸ καὶ ὁ Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα.
Διὰ τοῦτο καὶ μετὰ τὴν παραίνεσιν ταύτην ἐπὶ εὐχὴν τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν. Ὡς γὰρ ἀνθρώπῳ τέως προσεῖχον. Καὶ δι᾽ ἐκείνους ταῦτα ποιεῖ, ὥσπερ οὖν καὶ ἐπὶ Λαζάρου, καὶ λέγει τὴν αἰτίαν, ὅτι Διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας. Ναὶ, φησίν· ἀλλ᾽ ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν εἰκότως.
Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες, Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας, μάλιστα πάντων βεβαιωθῆναι ἐδέοντο. Ἄλλως δὲ, οὐδὲ εὐχὴν ὁ εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ· ἀλλὰ τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. Διὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν τί φησιν ἐνταῦθα· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη ἅπασα προσέδραμεν.
Εἶτα λέγει καὶ τὸν τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται προοίμια τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους, καὶ τοὺς μαθητὰς δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα εὐκόλως ἠνείχοντο τῶν ἐθνῶν ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον ἐντεῦθεν Ἰουδαίοις ἐγίνετο. Μετὰ οὖν τὴν τοσαύτην τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός;
Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία.
Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ᾽ ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας.
Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων ἐφθέγξατο; Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν᾽ οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται, θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους ᾠκοδόμει τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον, ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα.
βʹ. Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ᾽ ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ᾽ ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ.
Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει τὸν Βαρνάβαν; Οὐδαμῶς· τὸ γὰρ, Μόνος, πρὸς ἀντιδιαστολὴν ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει.
Τὸν μὴ ἀληθινὸν ἄνθρωπον εἶναι τί ἐροῦμεν, εἰπέ μοι; οὐχὶ οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ καὶ υἱοὺς, μὴ ὢν ἀληθής; Ἀλλ᾽ ὑπὲρ τούτων ἀκριβέστερον ἡμῖν ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην ἔχων), ἀλλὰ ταύτην φησὶ τὴν ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην.
Οὐκοῦν καὶ τὸ, Δόξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ, καὶ τὸ τοῖς μέλλουσι μετὰ ταῦτα γίνεσθαι, αὐτὸν παρεῖναι καὶ συνεφάπτεσθαι. Διὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι;
Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί.
γʹ. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν, ἵνα καὶ συνδοξασθῶμεν. Μυρίων ἄρα ἄξιοι δακρύων οἱ, τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ᾽ ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ὧνπερ ὕστερον καὶ ἄκοντες ἀποστησόμεθα· οὐ καταφρονοῦμεν χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ γέεννα προσῇ, καὶ σκώληξ ἀτελεύτητος, καὶ ἄσβεστον πῦρ, καὶ βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ᾽ εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας, καὶ λόγους ἀνονήτους τὸ πᾶν δαπανῶμεν, τὴν γῆν τρέφοντες, τὸ σῶμα πιαίνοντες, καὶ τῆς ψυχῆς ἀμελοῦντες, τῶν μὲν ἀναγκαίων οὐδένα ποιούμενοι λόγον, τῶν δὲ περιττῶν καὶ ἀνονήτων πολλὴν τὴν φροντίδα;
Καὶ λαμπροὺς μὲν οἰκοδομοῦμεν τάφους, καὶ ὠνούμεθα πολυτελεῖς οἰκίας, καὶ παντοδαπῶν οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων.
Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ᾽ ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι᾽ αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν;
Διὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολλῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων;
Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ᾽ ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις;
Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΟΜΙΛΙΑ ΠΑʹ. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. αʹ. Μεγάλης βουλῆς Ἄγγελος λέγεται ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν τε ἄλλων ἕνεκεν ὧν ἐδίδαξε, καὶ προηγουμένως ὅτι τὸν Πατέρα εἰς ἀνθρώπους κατήγγειλε· ὅπερ οὖν καὶ νῦν φησιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.
Εἰπὼν γὰρ, ὅτι Ἐτελείωσά σου τὸ ἔργον, ἐπεξηγεῖται πάλιν αὐτὸ, λέγων ποῖον ἔργον. Καὶ μὴν δῆλον ἦν τὸ ὄνομα. Καὶ γὰρ ὁ Ἡσαΐας φησίν· Ὀμεῖσθε τὸν Θεὸν τὸν ἀληθινόν. Ἀλλ᾽ ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ᾽ Ἰουδαίοις, καὶ οὐδὲ τούτοις πᾶσι· νυνὶ δὲ περὶ τῶν ἐθνῶν φησι.
Καὶ οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ᾽ ὅτι καὶ Πατέρα αὐτὸν ἔγνωσαν. Οὐκ ἔστι δὲ ὅμοιον μαθεῖν, ὅτι δημιουργός ἐστι, καὶ ὅτι Υἱὸν ἔχει. Ἐφανέρωσε δὲ αὐτοῦ τὸ ὄνομα καὶ διὰ λόγων, καὶ διὰ πραγμάτων. Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. Ὥσπερ ἀνωτέρω φησίν· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ· καὶ, Ἐὰν μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ μου· οὕτω καὶ ἐνταῦθα, Οὓς ἔδωκάς μοι. Καὶ μὴν αὐτός φησιν ὁδὸν εἶναι ἑαυτόν.
Ὅθεν δῆλον, ὅτι δύο ἐνταῦθα κατασκευάζει διὰ τῶν εἰρημένων, ὅτι τε οὐκ ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἐνταῦθα βούλεται διδάξαι σφόδρα ἀγαπώμενον παρὰ τοῦ Πατρός. Ἐπεὶ ὅτι γε οὐκ ἐδεήθη τοῦ λαβεῖν αὐτοὺς, δῆλον ἐκεῖθεν· αὐτὸς αὐτοὺς καὶ ἐποίησεν, αὐτὸς αὐτῶν προνοεῖ διηνεκῶς. Πῶς οὖν αὐτοὺς ἔλαβεν; Ἀλλ᾽ ὅπερ ἔφην, τοῦτο δηλοῖ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν. Εἰ δὲ ἀνθρωπίνως τις βούλοιτο αὐτὸ ἐξετάζειν, καὶ οὕτως ὡς εἴρηται, οὐκέτι ἔσονται τοῦ Πατρός. Εἰ γὰρ ὅτε ὁ Πατὴρ αὐτοὺς εἶχεν, οὐκ εἶχεν αὐτοὺς ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ὅτε ἔδωκεν αὐτοὺς τῷ Υἱῷ, αὐτὸς ἀπέστη τῆς δεσποτείας· καὶ τὸ ἀτοπώτερον πάλιν. Εὑρεθήσονται γὰρ, ἡνίκα μὲν ἦσαν παρὰ τῷ Πατρὶ, ἀτελεῖς ὄντες· ὅτε δὲ πρὸς τὸν Υἱὸν ἦλθον, τότε γινόμενοι τέλειοι. Ἀλλὰ γέλως ταῦτα καὶ εἰπεῖν. Τί οὖν διὰ τούτου δηλοῖ; Ὅτι καὶ αὐτῷ δέδοκτο τὸ πιστεύειν αὐτοὺς τῷ Υἱῷ. Καὶ τὸν λόγον σου τετηρήκασι, καὶ νῦν ἔγνωσαν ὅτι πάντα, ἃ ἔδωκάς μοι, παρὰ σοῦ ἦσαν. Πῶς τὸν λόγον σου ἐτήρησαν; Τῷ ἐμοὶ πιστεῦσαι καὶ μὴ προσέχειν τοῖς Ἰουδαίοις. Ὁ γὰρ πιστεύων αὐτῷ, φησὶν, Ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Τινὲς μὲν γὰρ λέγουσιν, ὅτι Νῦν ἔγνων ὅτι πάντα, ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο λόγον. Πῶς γὰρ ἔμελλεν ἀγνοεῖν ὁ Υἱὸς τὰ τοῦ Πατρός;
Ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται. Ἐξ οὗ γὰρ αὐτὰ εἶπον, φησὶν, ἔμαθον ὅτι πάντα ὅσα ἔδωκάς μοι, παρὰ σοῦ ἐστιν· οὐδὲν ἀλλότριον, οὐδὲν ἴδιον ἐμοὶ παρὰ σοί. Τὸ γὰρ ἴδιον ὡς ἐπ᾽ ἀλλοτρίῳ τὰ πολλὰ τίθησιν. Ἔγνωσαν οὖν ὅτι πάντα, ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα.
Καὶ πόθεν ἔμαθον; Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν· οὕτω γὰρ καὶ ἐδίδασκον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ Παρὰ σοῦ ἐξῆλθον· τοῦτο γὰρ διὰ παντὸς ἐσπούδασε κατασκευάσαι Εὐαγγελίου. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. Τί λέγεις; ὡς ἀγνοοῦντα τὸν Πατέρα διδάσκεις; ὡς πρὸς ἄνθρωπον οὐκ εἰδότα διαλέγῃ; Τί οὖν βούλεται αὕτη ἡ διαίρεσις; Ὁρᾷς ὅτι δι᾽ οὐδὲν ἕτερον ἡ εὐχὴ γίνεται, ἀλλ᾽ ἵνα μάθωσι τὴν ἀγάπην, ἣν ἔχει εἰς αὐτούς; Ὁ γὰρ μὴ μόνον τὰ παρ᾽ αὐτοῦ παρασχὼν, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, πλείονα δείκνυσι τὸν πόθον. Τί οὖν ἐστι, Περὶ τούτων ἐρωτῶ; Οὐχ ὑπὲρ παντὸς τοῦ κόσμου, φησὶν, ἀλλ᾽ ὑπὲρ ὧν ἔδωκάς μοι. Συνεχῶς τίθησι τὸ, Ἔδωκας, ἵνα μάθωσιν, ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. Εἶτα ἐπειδὴ συνεχῶς εἶπε, Σοί εἰσι, καὶ σύ μοι αὐτοὺς ἔδωκας, ἀναιρῶν τὴν πονηρὰν ὑποψίαν, ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, καὶ νῦν αὐτοὺς εἰληφέναι, τί φησι; Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
Εἶδες ἰσοτιμίαν; Ἵνα γὰρ μὴ, ἀκούων, ὅτι Ἔδωκάς μοι, νομίσῃς αὐτοὺς ἀλλοτριοῦσθαι τῆς τοῦ Πατρὸς ἐξουσίας, ἢ πρὸ τούτου τῆς τοῦ Υἱοῦ, ἀμφότερα ἀνεῖλεν, εἰπὼν ἅπερ εἶπεν· ὡσανεὶ ἔλεγε· Μήτε ἀκούων, ὅτι Ἐμοὶ αὐτοὺς ἔδωκας, νομίσῃς αὐτοὺς ἀλλοτρίους εἶναι τοῦ Πατρὰς (τὰ γὰρ ἐμὰ, αὐτοῦ ἐστι)· μήτε ἀκούων, ὅτι Σοὶ ἦσαν, νομίσῃς ἀλλοτρίους αὐτοὺς εἶναι ἐμοῦ· τὰ γὰρ αὐτοῦ, ἐμά ἐστιν. Ὥστε τὸ, Ἔδωκας, συγκαταβάσεως μόνης ἕνεκεν εἴρηται. Ἅπερ γὰρ ὁ Πατὴρ ἔχει, τοῦ Υἱοῦ ἐστι· καὶ ἅπερ ὁ Υἱὸς ἔχει, τοῦ Πατρός. Τοῦτο δὲ οὐδὲ ἐπὶ Υἱοῦ κατὰ ἄνθρωπον δύναται λέγεσθαι, ἀλλ᾽ ἐπειδὴ μείζονός ἐστιν. Τὸ μὲν γὰρ τοῦ ἐλάττονος, ὅτι τοῦ μείζονός ἐστι, παντί που δῆλον· τὸ δὲ ἔμπαλιν, οὐκέτι. Ἐνταῦθα δὲ ἀντιστρέφει, ἡ δὲ ἀντιστροφὴ τὴν ἰσότητα δηλοῖ. Τοῦτο καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι, περὶ γνώσεως διαλεγόμενος· τὸ δὲ, Ἔδωκάς μοι, καὶ ὅσα τοιαῦτα, ἵνα δείξῃ, ὅτι οὐχ ὡς ἀλλότριος ἐλθὼν αὐτοὺς ἐπεσπάσατο, ἀλλὰ τοὺς ἰδίους ἔλαβεν. Εἶτα καὶ τὴν αἰτίαν τίθησι καὶ ἀπόδειξιν, λέγων· Καὶ δεδόξασμαι ἐν αὐτοῖς· τουτέστιν, Ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες καὶ ἐμοὶ, καὶ δοξάσουσιν ὁμοίως. Εἰ δὲ οὐχ ὁμοίως δεδόξασται ἐν αὐτοῖς, οὐκέτι αὐτοῦ ἐστι τὰ ἐκείνου.
Οὐδεὶς γὰρ ἐν οἷς οὐκ ἔχει ἐξουσίαν δοξάζεται. βʹ. Πῶς δὲ δεδόξασται ὁμοίως; Ἅπαντες ὁμοίως ἀποθνήσκουσιν ὑπὲρ αὐτοῦ, ὡς καὶ ὑπὲρ τοῦ Πατρὸς, καὶ κηρύσσουσιν, ὥσπερ καὶ τὸν Πατέρα· καὶ ὥσπερ ἐν τῷ ὀνόματι αὐτοῦ λέγουσι πάντα γίνεσθαι, οὕτω καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τουτέστι, Κἂν μὴ φαίνωμαι κατὰ σάρκα, διὰ τούτων δοξάζομαι. Τί δήποτε δὲ συνεχῶς λέγει, ὅτι Ἐν τῷ κόσμῳ οὐκ εἰμί· καὶ ὅτι, Ἐπειδὴ ἀφίημι αὐτοὺς, σοὶ αὐτοὺς παρατίθεμαι· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ τετήρηκα αὐτούς; Εἰ γὰρ ταῦτα ἁπλῶς ἐκλάβοι τις, πολλὰ ἕψεται τὰ ἄτοπα. Πῶς γὰρ ἂν ἔχοι λόγον, τὸ μὴ εἶναι αὐτὸν ἐν τῷ κόσμῳ, καὶ ὅτε ἄπεισιν, ἑτέρῳ αὐτοὺς παρακαταθέσθαι; Ταῦτα γὰρ ὡς ἀνθρώπου ψιλοῦ χωριζομένου αὐτῶν διηνεκῶς ἦν ῥήματα.
Ὁρᾷς ὅτι ἀνθρωπίνως τὰ πλεῖστα διαλέγεται, καὶ πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονά τινα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ; Διό φησιν. Ὅτε ἐγὼ ἤμην, ἐτήρουν αὐτούς. Καὶ μὴν λέγει, ὅτι Ἔρχομαι πρὸς ὑμᾶς, καὶ, Μεθ᾽ ὑμῶν εἰμι ἕως τῆς συντελείας. Πῶς νῦν, ὡς χωρίζεσθαι μέλλων, ταῦτα λέγει; Ἀλλ᾽ ὅπερ ἔφην, πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἵνα μικρὸν ἀναπνεύσωσιν, ἀκούοντες αὐτοῦ ταῦτα λέγοντος καὶ παρακατατιθεμένου τῷ Πατρί. Ἐπειδὴ γὰρ πολλὰς παρ᾽ αὐτοῦ παρακλήσεις ἀκούοντες οὐκ ἐπείσθησαν, λοιπὸν τῷ Πατρὶ διαλέγεται, τὴν εἰς αὐτοὺς στοργὴν ἐπιδεικνύμενος· ὡσανεὶ ἔλεγεν· Ἐπειδὴ πρὸς ἑαυτόν με συγκαλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Ἐγὼ γὰρ πρὸς σὲ ἔρχομαι. Τί λέγεις; καὶ οὐ δύνασαι τηρεῖν αὐτούς; Ναὶ, δύναμαι. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις;
Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην· τουτέστιν, Ἵνα μὴ θορυβῶνται ἀτελέστεροι ὄντες. Ταῦτα δὲ εἰπὼν, ἐδήλωσεν ὅτι διὰ τὴν ἐκείνων ἀνάπαυσιν καὶ τὴν χαρὰν πάντα ταῦτα οὕτως ἔλεγεν· ἐπεὶ δοκεῖ ἐναντίος ὁ λόγος εἶναι. Νῦν δὲ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τοῦτο γὰρ ὑπώπτευον ἐκεῖνοι· τέως οὖν αὐτοῖς συγκαταβαίνει. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν· διόπερ φησί· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι σου· τουτέστι, Διὰ τῆς σῆς βοηθείας. Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ αὐτοὺς ἐτήρουν ἐν τῷ ὀνόματί σου Πάλιν ὡς ἄνθρωπος διαλέγεται καὶ ὡς προφήτης· ἐπεὶ οὐδαμοῦ φαίνεται οὐδὲν ἐν τῷ ὀνόματι τοῦ Θεοῦ πεποιηκώς. Οὓς ἔδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ.
Καὶ ἀλλαχοῦ φησι· Πᾶν ὃ ἔδωκάς μοι, οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ. Καίτοι οὐκ ἐκεῖνος ἀπώλετο μόνος, ἀλλὰ καὶ πολλοὶ ὕστερον. Πῶς οὖν φησιν, Οὐ μὴ ἀπολέσω; Τὸ ἐμὸν μέρος, οὐ μὴ ἀπολέσω· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν· Οὐ μὴ ἐκβάλω αὐτὸν ἔξω· οὐ παρὰ τὴν ἐμὴν αἰτίαν, οὐδὲ ἐμοῦ ὠθοῦντος, οὐδὲ ἐγκαταλιμπάνοντος.
Εἰ δὲ ἀφ᾽ ἑαυτῶν ἀποπηδῶσι, πρὸς ἀνάγκην οὐχ ἕλκω Νῦν δὲ πρὸς σὲ ἔρχομαι. Ὁρᾷς ἀνθρωπινώτερον συγκειμένην τὴν διάλεξιν; Ὥστε εἴ τις βούλοιτο ἐλαττοῦν τὸν Υἱὸν ἀπὸ τούτων, ἐλαττώσει καὶ τὸν Πατέρα. Ὅρα γοῦν ἐξ ἀρχῆς, τὸ μὲν ὡς διδάσκων ἐστὶ καὶ σαφηνίζων αὐτῷ, τὸ δὲ ὡς παραγγέλλων· τὰ μὲν ὡς διδάσκων, ὡς ὅταν λέγῃ· Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ· τὰ δὲ ὡς παραγγέλλων· Ἐγὼ ἐτήρησα αὐτοὺς ἕως ἄρτι, Καὶ οὐδεὶς ἀπώλετο· καὶ, Σὺ τοίνυν τήρησον αὐτοὺς, φησί· καὶ πάλιν· Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτούς. Ἀλλὰ πάντων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν εἰρῆσθαι τὰ εἰρημένα. Εἰπὼν δὲ, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἐπήγαγεν· Ἵνα ἡ Γραφὴ πληρωθῇ. Ποίαν γραφήν φησι; Τὴν πολλὰ περὶ αὐτοῦ προλέγουσαν. Οὐ μὴν διὰ τοῦτο ἀπώλετο, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ περὶ τούτου πολλὰ καὶ ἔμπροσθεν διελέχθημεν, ὅτι ἰδιάζων οὗτος τῆς Γραφῆς ἐστιν ὁ τρόπος, ὡς αἰτιολογίαν τιθεμένης τὰ ἐκ τῆς ἐκβάσεως συμβαίνοντα.
Καὶ δεῖ πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ τὸν τρόπον τοῦ λέγοντος, καὶ τὴν ὑπόθεσιν, καὶ τοὺς νόμους τοὺς τῆς Γραφῆς, εἴ γε μὴ μέλλοιμεν παραλογίζεσθαι· Ἀδελφοὶ γὰρ, μὴ παιδία γίνεσθε ταῖς φρεσί. γʹ. Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν Γραφῶν κατανοήσεως ἀναγινώσκειν χρὴ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς περὶ τὸν βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν μὲν μεγάλων οὐκ ἐφίενται, τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι.
Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ ὀστράκου πεποιημένα χαίρουσι βλέποντες· ἂν δὲ βασιλέα καθήμενον ἐπ᾽ ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως ἀληθεῖς καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν εἰσιν ἐπτοημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς πλοῦτον τεθήπασι, καὶ δόξαν καὶ τρυφὴν ἐν τῷ παρόντι βίῳ τιμῶσι· καίτοι αὐτὰ μὲν ἔστι παιδικὰ ὥσπερ ἐκεῖνα· ἐκεῖνα δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια.
Ἀλλ᾽ ὥσπερ οἱ παῖδες τούτων μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων πολλοί. Διὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυμάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον;
Πλούσιον γὰρ ἐκεῖνον εἶναι φήσομεν, τὸν ὑπερορῶντα τῶν παρόντων ἁπάντων. Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων τὸν πόθον ἔχῃ, ὥσπερ οὖν οὐδὲ τοῦ μολυβδίνου νομίσματος, ἂν μὴ χρυσᾶ νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν.
Εἰ δὲ ἀδήλου τῆς ἐλπίδος οὔσης, τῶν ὄντων καταφρονοῦμεν· πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. Διὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας ἀποστερεῖν ἑαυτοὺς τῶν ἄνωθεν θησαυρῶν, μετὰ καλάμης καὶ ἀχύρου τὸ πλοῖον εἰς τοὺς λιμένας ἄγοντας. Ὃ βούλεταί τις λεγέτω περὶ ἡμῶν, δυσχεραινέτω πρὸς τὸ συνεχὲς τῆς παραινέσεως, φλυάρους καλείτω, προσκορεῖς, ἐπαχθεῖς· οὐκ ἀποστησόμεθα συνεχῶς ὑπὲρ αὐτῶν παραινοῦντες, καὶ συνεχῶς ἐκεῖνο τὸ τοῦ προφήτου πᾶσιν ὑποφωνοῦντες ὑμῖν· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων, καὶ ἄφαψαι αὐτὰς ἐπὶ σῷ τραχήλῳ. Μὴ σήμερον μὲν ποιήσῃς, αὔριον δὲ ἀποστῇς. Καὶ γὰρ τὸ σῶμα τοῦτο καθημερινῆς δεῖται τροφῆς. Οὕτω καὶ ἡ ψυχὴ, καὶ πολλῷ μᾶλλον ἐκείνη· κἂν μὴ καταβάλῃ, ἀσθενεστέρα γίνεται καὶ αἰσχροτέρα. Μὴ δὴ περιίδωμεν ἀπολλυμένην, ἀγχομένην. Πολλὰ λαμβάνει καθ᾽ ἑκάστην ἡμέραν τραύματα, ἐπιθυμοῦσα, ὀργιζομένη, ῥᾳθυμοῦσα, λοιδορουμένη, ἀμυνομένη, βασκαίνουσα. Δεῖ τοίνυν αὐτῇ καὶ φάρμακα κατασκευάζειν. Οὐ μικρὸν δὲ τὸ τῆς ἐλεημοσύνης φάρμακον, πᾶσι τοῖς τραύμασιν ἐπιτεθῆναι δυνάμενον.
Δότε γὰρ ἐλεημοσύνην, φησὶ, καὶ πάντα ὑμῖν ἔσται καθαρά· ἐλεημοσύνην, μὴ πλεονεξίαν· τὰ γὰρ ἐκ πλεονεξίας οὐ μένει, κἂν τοῖς δεομένοις δῷς. Ἐλεημοσύνη γὰρ, ἡ πάσης ἀπηλλαγμένη ἀδικίας ἐστίν· αὕτη πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας. Καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ᾽ αὕτη κερδαλεωτέρα· φωτίζει ψυχὴν, λιπαίνει, καλὴν καὶ ὡραίαν ποιεῖ. Οὐχ οὕτω τοὺς ἀθλητὰς ὁ τῆς ἐλαίας καρπὸς ἀνέχει, ὡς τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας τουτὶ τὸ ἔλαιον ἀνακτᾶται. Ἀλείφωμεν τοίνυν τὰς χεῖρας, ἵνα πρὸς τὸν ἀντίπαλον ἀντάρωμεν καλῶς. Ὁ μελετῶν ἐλεεῖν τὸν δεόμενον, ταχέως καὶ τοῦ πλεονεκτεῖν ἀποστήσεται Ὁ διατελῶν ἐν τῷ διδόναι πένησι, ταχέως καὶ ὀργῆς ἀποστήσεται, καὶ οὐδὲ μέγα φρονήσει ποτέ.
Καθάπερ γὰρ τοὺς τετραυματισμένους συνεχῶς θεραπεύων ἰατρὸς, συστέλλεται ῥᾳδίως, ἐν ταῖς ἑτέρων συμφοραῖς τὴν ἀνθρωπίνην καθορῶν φύσιν· οὕτω καὶ ἡμεῖς ἐὰν ταῖς τῶν πενήτων συνεισέλθωμεν ἐπικουρίαις, φιλοσοφήσομεν εὐκόλως, καὶ οὐ θαυμασόμεθα πλοῦτον, οὐδὲ μέγα τι τὰ παρόντα ἡγησόμεθα, ἀλλὰ καταφρονήσομεν πάντων, καὶ μετάρσιοι γενόμενοι πρὸς τὸν οὐρανὸν, εὐκόλως ἐπιτευξόμεθα τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΒʹ. Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. αʹ. Ὅταν ἐνάρετοι γενόμενοι διωκώμεθα παρὰ τῶν πονηρῶν, καὶ τῆς ἀρετῆς ἐφιέμενοι χλευαζώμεθα παρ᾽ ἐκείνων, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν. Τοιαύτην γὰρ τὸ πρᾶγμα τὴν φύσιν ἔχει, καὶ πανταχοῦ μῖσος εἴωθε τίκτειν ἡ ἀρετὴ παρὰ τοῖς πονηροῖς. Φθονοῦντες γὰρ τοῖς ἐπιεικῶς βιοῦν βουλομένοις, καὶ οἰόμενοι παρασκευάζειν ἑαυτοῖς ἀπολογίαν, ἐὰν τὴν ἑτέρων δόξαν καταβάλωσι, μισοῦσί τε ὡς τὰ ἐναντία μετιόντας, καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ καταισχύνειν τὸν βίον τὸν ἐκείνων. Ἀλλὰ μὴ ἀλγῶμεν· τοῦτο γὰρ ἀρετῆς σημεῖον.
Διὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· καὶ ἀλλαχοῦ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Διὰ τοῦτο καὶ ἐνταῦθά φησι· Τὸν λόγον σου δέδωκα αὐτοῖς, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς. Πάλιν λέγει τὴν αἰτίαν, δι᾽ ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ Πατρὸς ἐπιμελείας τυχεῖν. Διὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σόν· ὥστε δίκαιοι πάσης ἂν εἶεν ἀπολαῦσαι προνοίας. Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Πάλιν σαφηνίζει τὸν λόγον, πάλιν τρανότερον ἐργάζεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἐνδεικνυμένου, ἣ ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, τῷ μετὰ ἀκριβείας ποιεῖσθαι τὴν ὑπὲρ αὐτῶν παράκλησιν. Καὶ μὴν αὐτὸς ἔλεγεν, ὅτι πάντα ποιήσει ὁ Πατὴρ, ὅσα ἂν αἰτήσωσι. Πῶς οὖν ἐνταῦθα αὐτὸς ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐδὲν ἄλλο, ὅπερ ἔφην, ἢ τὴν ἀγάπην ἐνδεικνύμενος. Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πῶς οὖν ἀλλαχοῦ φησιν, Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν; Ἐκεῖ μὲν τὴν φύσιν λέγων, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν.
Καὶ μακρὸν αὐτῶν συντίθησιν ἐγκώμιον· πρῶτον, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου· εἶτα, ὅτι αὐτὸς αὐτοὺς ἔδωκε, καὶ ὅτι τὸν λόγον αὐτοῦ ἐτήρησαν, καὶ ὅτι διὰ τοῦτο μισοῦνται. Εἰ δὲ λέγει, Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, μὴ θορυβηθῇς. Τὸ γὰρ, Καθὼς, ἐνταῦθα οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὥσπερ γὰρ, ὅταν ἐπ᾽ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγηται τὸ Καθὼς, πολλὴ ἡ ἰσότης διὰ τὴν τῆς φύσεως συγγένειαν· οὕτως ὅταν ἐφ᾽ ἡμῶν καὶ αὐτοῦ λέγηται, πολὺ τὸ μέσον διὰ τὸ καὶ πολὺ εἶναι τὸ μέσον καὶ ἄπειρον ἑκατέρας τῆς φύσεως. Εἰ γὰρ Ἁμαρτίαν οὐκ ἐποίησεν αὐτὸς, οὐδὲ δόλος τις εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, πῶς δύναιντ᾽ ἂν οἱ ἀπόστολοι παρισοῦσθαι αὐτῷ; Τί οὖν ἐστιν ὅ φησιν, Ἐκ τοῦ κόσμου οὐκ εἰσί; Πρὸς ἕτερον ὁρῶσιν, οὐδὲν κοινόν τι πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν, γεγόνασι πολῖται. Καὶ ἐκ τούτων δὲ τὴν ἀγάπην αὐτοῦ δείκνυσιν, ὅταν πρὸς τὸν Πατέρα αὐτοὺς ἐγκωμιάζῃ, καὶ παρατιθῆται τῷ γεγεννηκότι. Εἰπὼν δὲ, Τήρησον αὐτοὺς, οὐ περὶ τῆς τῶν κινδύνων ἀπαλλαγῆς φησι μόνον, ἀλλὰ καὶ περὶ τῆς ἐν πίστει παραμονῆς· διὸ καὶ ἐπήγαγεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ἁγίους ποίησον διὰ τῆς τοῦ Πνεύματος δόσεως καὶ τῶν ὀρθῶν δογμάτων. Ὥσπερ ὅταν λέγῃ, Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν, καὶ νῦν τὸ αὐτό φησι· Παίδευσον αὐτοὺς, δίδαξον τὴν ἀλήθειαν. Καὶ μὴν τοῦτο λέγει τὸ Πνεῦμα ποιεῖν.
Πῶς οὖν αὐτὸ παρὰ τοῦ Πατρὸς αἰτεῖ νῦν; Ἵνα μάθῃς πάλιν τὴν ἰσοτιμίαν. Τὰ γὰρ ὀρθὰ δόγματα περὶ Θεοῦ λεγόμενα ἁγιάζει τὴν ψυχήν. Εἰ δὲ λόγῳ φησὶν ἁγιάζεσθαι, μὴ θαυμάσῃς. Καὶ ὅτι περὶ δογμάτων φησὶν, ἐπήγαγεν· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι· τουτέστι, Οὐδὲν ψεῦδος ἐν αὐτῷ, πάντως δὲ ἐκβῆναι δεῖ πάντα τὰ εἰρημένα· καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικόν· καθὼς καὶ Παῦλός φησι περὶ τῆς Ἐκκλησίας· ὅτι Ἡγίασεν αὐτὴν ἐν ῥήματι.
Οἶδε γὰρ καὶ ῥῆμα Θεοῦ καθαίρειν. Δοκεῖ δέ μοι καὶ ἕτερον δηλοῦν τὸ, Ἁγίασον αὐτοὺς, οἱονεὶ τὸ, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι. Καὶ τοῦτο πάλιν ἐκ τῶν ἑξῆς δῆλον. Καθὼς γὰρ ἐμὲ, φησὶν, ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτούς· ὃ λέγει καὶ Παῦλος, Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ οὗ γὰρ ὁ Χριστὸς ἀφῖκται, ὑπὲρ τούτου καὶ οὗτοι τὴν οἰκουμένην κατέλαβον. Τὸ δὲ, Καθὼς, πάλιν ἐνταῦθα οὐχ ὁμοιώσεως ἐπ᾽ αὐτοῦ καὶ τῶν ἀποστόλων κεῖται· (πῶς γὰρ ἄλλως ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι; ἔθος δὲ αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ. Τί ἐστιν, Ἁγιάζω ἐμαυτόν; Προσφέρω σοι θυσίαν. Αἱ δὲ θυσίαι πᾶσαι ἅγιαι λέγονται· καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα.
Ἐπειδὴ γὰρ τὸ παλαιὸν ἐν τύπῳ ὁ ἁγιασμὸς ἦν ἐν τῷ προβάτῳ· νυνὶ δὲ οὐκ ἔστιν ἐν τύπῳ, ἀλλ᾽ αὐτῇ τῇ ἀληθείᾳ· διό φησιν· Ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ σου. Καὶ γὰρ καὶ αὐτούς σοι ἀνατίθημι καὶ ποιῶ προσφοράν. Ἤτοι διὰ τὸ τὴν κεφαλὴν τοῦτο γίνεσθαί φησι, ἢ διὰ τὸ καὶ αὐτοὺς θύεσθαι. Παραστήσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν Θυσίαν ζῶσαν, ἁγίαν· καὶ, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ, Χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐργάζεται καὶ προσφοράν. Ὅτι γὰρ τὴν θυσίαν ᾐνίξατο τὴν αὐτοῦ εἰπὼν, Ἁγιάζω, δῆλον ἐκ τῶν ἑξῆς. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.
Ἐπειδὴ γὰρ ὑπὲρ αὐτῶν ἀπέθνησκεν (εἶπε δὲ, ὅτι Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν)· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ τῶν ἀποστόλων τοῦτο μόνον ἐποίει, ἐπήγαγεν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.
βʹ. Ἐντεῦθεν πάλιν ἀνέστησεν αὐτῶν τὰς ψυχὰς, δείξας ἐσομένους πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ, ὅπερ εἶχον ἐξαίρετον, κοινὸν ἐποίησε, πάλιν αὐτοὺς παραμυθεῖται, δηλῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας γινομένους αὐτοὺς αἰτίους. Εἰπὼν δὲ καὶ περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν περὶ ὁμονοίας, καὶ εἰς τοῦτο λοιπὸν κατακλείει τὸν λόγον, ἐντεῦθεν ἀρξάμενος, καὶ εἰς αὐτὸ καταλύσας. Καὶ γὰρ ἀρχόμενός φησιν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν· καὶ ἐνταῦθα, Ἵνα ὦσιν ἓν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν σοί. Πάλιν τὸ, Καθὼς, οὐκ ἀκριβοῦς ἐξισώσεως ἐπ᾽ αὐτῶν· οὐδὲ γὰρ δυνατὸν αὐτοῖς ἦν τοσοῦτον, ἀλλ᾽ ὡς ἀνθρώποις δυνατόν· ὥσπερ ὅταν λέγῃ, Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Τί δέ ἐστιν, Ἐν ἡμῖν;
Ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως σκανδαλίζει ἅπαντας, ὡς τὸ διεσπάσθαι, τοῦτο κατασκευάζει ὥστε γενέσθαι ἕν. Τί οὖν; ἤνυσεν αὐτὸ, φησί; Καὶ σφόδρα ἤνυσεν. Ἅπαντες γὰρ οἱ διὰ τῶν ἀποστόλων πιστεύσαντες ἕν εἰσιν, εἰ καί τινες ἐξ αὐτῶν διεσπάσθησαν.
Οὐδὲ γὰρ τοῦτο αὐτὸν παρέλαθεν, ἀλλὰ καὶ αὐτὸ προεῖπε, καὶ ἔδειξε τῆς τῶν ἀνθρώπων ῥᾳθυμίας ὄν. Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας. Ὅπερ οὖν καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί ἐστε μαθηταὶ, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ πῶς ἐντεῦθεν πιστεύειν ἔμελλον; Ὅτι τῆς εἰρήνης εἶ Θεὸς, φησίν. Ἂν τοίνυν, ἅπερ ἐξ ὧν ἔμαθον, διατηρήσωσιν, εἴσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν οἱ ἀκούοντες· ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν, οὐκ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς πῶς μέχρι τέλους τοῦτο κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς· τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσιν. Αὕτη γὰρ δόξα, ἵνα ὦσιν ἓν, καὶ τῶν σημείων μείζων.
Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζουσιν, ὅτι οὐκ ἔστι στάσις, οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· Οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Καὶ πῶς τὸν Πατέρα, φησὶν, αἰτεῖ τοῦτο δοῦναι αὐτοῖς, αὐτὸς αὐτὸ λέγων διδόναι; Εἴτε γὰρ περὶ σημείων, εἴτε περὶ ὁμονοίας, εἴτε περὶ εἰρήνης ὁ λόγος αὐτῷ, φαίνεται αὐτὸς αὐτοῖς ταῦτα παρεσχηκώς.
Ὅθεν δῆλον ἦν, ὅτι παραμυθίας ἕνεκεν τῆς αὐτῶν ἡ αἴτησις γίνεται. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί. Πῶς ἔδωκε τὴν δόξαν; Ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ᾽ ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτω φησίν· οὐ γὰρ διὰ αὐτοῦ τὸν Πατέρα παραγίνεσθαι, ἀλλ᾽ αὐτὸν καὶ τὸν Πατέρα παραγίνεσθαι καὶ μονὴν παρ᾽ αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὸ τοῦ Σαβελλίου, ἐνταῦθα δὲ Ἀρείου τὴν ὑπόνοιαν ἀναιρῶν. Ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Συνεχῶς αὐτὸ λέγει, δεικνὺς σημείου μᾶλλον τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ συμφωνία συγκροτητικόν.
Καὶ ἠγάπησα αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. Πάλιν ἐνταῦθα τὸ, Καθὼς, ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ· καὶ τεκμήριον τῆς ἀγάπης, τὸ ἑαυτὸν ὑπὲρ αὐτῶν δοῦναι. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι οὐ περιτραπήσονται, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι᾽ αὐτῶν, ὅτι πολλῆς ἀπολαύσονται δόξης, ὅτι οὐκ αὐτὸς αὐτοὺς ἠγάπησε μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, περὶ τῶν βραβείων καὶ τῶν στεφάνων τῶν ὑποκειμένων αὐτοῖς. Πάτερ γὰρ, φησὶν, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Ὅπερ οὖν ἐζήτουν ἀεὶ λέγοντες, Ποῦ ὑπάγεις; τί λέγεις; τοῦτο ἐν αἰτήσει λαμβάνεις, καὶ οὐδέπω ἔχεις; πῶς οὖν αὐτοῖς ἔλεγες, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους; πῶς ἕτερα ἐπηγγείλω πλείονα καὶ μείζω; ὁρᾷς ὅτι πάντα συγκαταβάσεως ἕνεκεν λέγει; Ἐπεὶ πῶς ἔλεγεν, Ἀκολουθήσεις δὲ ὕστερον; Ἀλλ᾽ ὑπὲρ πλείονος πληροφορίας καὶ ἐνδείξεως ἀγάπης τοῦτό φησιν. Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Πάλιν τοῦτο τοῦ πρὸς τὸν Πατέρα ὁμονοεῖν σημεῖον, ὑψηλότερον μὲν τῶν προτέρων (Πρὸ καταβολῆς γὰρ κόσμου, φησὶν), ἔχον δέ τινα καὶ αὐτὸ συγκατάβασιν· Ἔδωκας γάρ μοι λέγει. Εἰ δὲ μὴ τοῦτό ἐστιν, ἡδέως ἂν ἐροίμην τοὺς ἀντιλέγοντας· ὁ διδοὺς, ὑφεστῶτί τινι δίδωσιν· ἆρ᾽ οὖν πρῶτον αὐτὸν γεννήσας, ὕστερον τὴν δόξαν ἔδωκε, πρότερον ἀφεὶς εἶναι ἄδοξον;
Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁρᾷς ὅτι τὸ, Ἔδωκεν, Ἐγέννησέν ἐστι; Διατί δὲ μὴ εἶπεν, Ἵνα μετέχωσι τῆς δόξης, ἀλλ᾽, Ἵνα θεωρῶσι τὴν δόξαν;
γʹ. Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ πᾶσα ἀνάπαυσις αὕτη ἐστὶ, τὸ θεωρεῖν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ. Τοῦτο γοῦν καὶ δοξάζεσθαι ποιεῖ· ὃ καὶ Παῦλός φησιν· Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Ὥσπερ γὰρ οἱ πρὸς ἀκτῖνας θεωροῦντες καὶ ἀέρος ἀπολαύοντες λεπτοτάτου, ἀπὸ τῆς ὄψεως ἔχουσιν τὴν ἀπόλαυσιν· οὕτω καὶ τότε, καὶ πολλῷ πλεῖον τοῦτο ἡμῖν ἐργάσεται τὴν ἡδονήν. Ἅμα δὲ καὶ δείκνυσιν, ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον, ἀλλὰ φρικτή τις οὐσία. Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Τί βούλεται τοῦτο; ποίαν ἔχει τὴν ἀκολουθίαν; Δείκνυσιν ἐνταῦθα μηδένα εἰδότα Θεὸν, ἀλλ᾽ ἢ μόνον τοὺς τὸν Υἱὸν ἐπεγνωκότας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἅπαντας τοῦτο εἶναι, Ἀλλ᾽ οὐκ ἔγνωσάν σε, καίτοι οὐδὲν ἔχοντες ἐγκαλεῖν. Τοῦτο γάρ ἐστι, Πάτερ δίκαιε. Ἐνταῦθά μοι δοκεῖ καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον οὐκ ἠθέλησαν ἐπιγνῶναι. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἔλεγον τὸν Θεὸν εἰδέναι, αὐτὸν δὲ μὴ εἰδέναι, πρὸς τοῦτο ἀποτείνεται λέγων, ὅτι Ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, ἀπολογίαν συντιθεὶς πρὸς τὰς κατηγορίας τὰς Ἰουδαϊκάς. Ὁ γὰρ δόξαν λαβὼν, ὁ ἀγαπηθεὶς πρὸ καταβολῆς κόσμου, ὁ μάρτυρας βουλόμενος ἔχειν αὐτοὺς τῆς δόξης ἐκείνης, πῶς ἐναντίος ἦν τῷ Πατρί;
Οὐ τοίνυν τοῦτό ἐστιν ὅπερ φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γινώσκουσιν, ἐγὼ δὲ ἀγνοῶ· ἀλλὰ τοὐναντίον, ἐγὼ μέν σε οἶδα, ἄλλοι δέ σε οὐκ ἔγνωσαν. Καὶ οὗτοι δὲ ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Ὁρᾷς ὅτι αὐτοὺς αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτον τὸν λόγον ἀνακεφαλαιοῦται πάντα; Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω. Καὶ μὴν τοῦ Πνεύματος φὴς τὴν τελείαν γνῶσιν· ἀλλὰ τὰ τοῦ Πνεύματος ἐμά ἐστιν. Ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς μένῃ, κἀγὼ ἐν αὐτοῖς. Ἐὰν γὰρ μάθωσι, τίς σὺ, τότε εἴσονται, ὅτι οὐκ ἀπεσχισμένος ἐγὼ, ἀλλὰ τῶν σφόδρα ἠγαπημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος.
Τοῦτο δὲ πεισθέντες ὡς χρὴ, καὶ τὴν πίστιν τὴν εἰς ἐμὲ καὶ τὴν ἀγάπην διατηρήσουσιν ἀκριβῆ. Ἀγαπώντων δὲ αὐτῶν ὡς χρὴ, ἐγὼ μενῶ ἐν αὐτοῖς. Ὁρᾷς πῶς εἰς καλὸν τέλος ἀπήντησεν, εἰς ἀγάπην, τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἀπαρτίσας τὸν λόγον;
Πιστεύωμεν τοίνυν, καὶ ἀγαπῶμεν τὸν Θεὸν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὅταν γὰρ ἐκεῖνος μὲν καὶ οἰκέταις καὶ συγγενέσι καὶ ἀλλοτρίοις ἐπικουρῇ· σὺ δὲ μηδὲ τοὺς πρὸς γένος προσήκοντας θεραπεύῃς, τίς ἔσται σοι λοιπὸν ἀπολογία, τοῦ Θεοῦ βλασφημουμένου καὶ ὑβριζομένου διὰ σέ; Σκόπει γὰρ πόσας ἔδωκεν ἡμῖν ἀφορμὰς εὐποιίας ὁ Θεός. Τὸν μὲν ὡς συγγενῆ, τὸν δὲ ὡς φίλον, τὸν δὲ ὡς γείτονα, τὸν δὲ ὡς πολίτην, τὸν δὲ ὡς ἄνθρωπον ἐλέει, φησίν. Ἂν δὲ μηδέν σε τούτων κατέχῃ, ἀλλὰ πάντα διαῤῥήξῃς τὰ δεσμὰ, ἀκούσῃ τοῦ Παύλου, ὅτι ἀπίστου εἶ χείρων· ὅτι ἐκεῖνος μὲν οὐδὲν περὶ ἐλεημοσύνης ἀκούσας, οὐδὲ τῶν ἐν οὐρανῷ, ὑπερηκόντισέ σε τῇ φιλανθρωπίᾳ· σὺ δὲ αὐτοὺς τοὺς ἐχθροὺς ἀγαπᾷν κελευσθεὶς, τοὺς οἰκείους, ὡς ἐχθροὺς ὁρᾷς, καὶ χρημάτων φείδῃ μᾶλλον ἢ σωμάτων.
Καίτοι τὰ μὲν ἀναλισκόμενα οὐδὲν πείσεται δεινόν· οὗτος δὲ περιορώμενος οἰχήσεται. Τίς οὖν ἡ μανία χρημάτων φείδεσθαι, καὶ ἀφειδεῖν συγγενῶν; πόθεν οὗτος ὁ πόθος εἰσεκώμασε; πόθεν ἡ ἀπανθρωπία καὶ ἡ ὠμότης; Εἰ γάρ τις ὥσπερ ἐπὶ θεάτρου κορυφῆς καθίσας, τὸν κόσμον κατοπτεύσειε πάντα, μᾶλλον δὲ εἰ βούλεσθε, μίαν τέως μεταχειρισώμεθα πόλιν.
δʹ. Εἴ τις τοίνυν ἐφ᾽ ὑψηλοῦ καθίσας πάντα κατιδεῖν δυνηθείη τὰ ἀνθρώπινα, ἐννόησον ὅσην καταγνώσεται ἀλογίαν, ὅσα δάκρυα οἴσει, ὅσον γελάσεται γέλωτα, ὅσον μισήσει μῖσος. Τοιαῦτα γὰρ πράττομεν, ὡς καὶ γέλωτος, καὶ ἀνοίας, καὶ δακρύων, καὶ μίσους εἶναι ἄξια. Ὁ δεῖνα τρέφει κύνας, ἵνα θηρία ἄγρια σαγηνεύσῃ, αὐτὸς εἰς θηριωδίαν ἐμπίπτων· ἕτερος ὄνους καὶ ταύρους, ἵνα μετακομίζῃ λίθους· ἀνθρώπους δὲ περιορᾷ, λιμῷ τηκομένους. Καὶ χρυσίον μὲν ἄπειρον δαπανᾷ, ἵνα λιθίνους ἀνθρώπους ἐργάσηται· τοὺς δὲ ὄντως ἀνθρώπους λιθίνους γενομένους ὑπὸ τῆς κακουχίας, ὑπερορᾷ. Ἕτερος ψηφῖδας χρυσᾶς συλλέγων μετὰ πολλῆς ταλαιπωρίας περιβάλλει τοὺς τοίχους· τὰς δὲ γαστέρας τῶν πενήτων γυμνὰς ὁρῶν, οὐκ ἐπικάμπτεται. Καὶ οἱ μὲν τοῖς ἱματίοις αὐτῶν ἱμάτια πάλιν ἐπινοοῦσιν· ἕτερος δὲ οὐδὲ αὐτὸ τὸ σῶμα γυμνὸν περιβάλλειν ἔχει. Ἐν δικαστηρίοις δὲ πάλιν ἄλλος ἄλλον κατέπιεν· ἄλλος εἰς πόρνας ἀνάλωσε καὶ εἰς παρασίτους· ἕτερος εἰς μίμους καὶ ὀρχήστρας· εἰς οἰκοδομὰς ἕτερος λαμπρὰς, εἰς ἀγορασίας ἀγρῶν καὶ οἰκιῶν. Πάλιν ὁ μὲν τόκους ἀριθμεῖ, ὁ δὲ τόκους τόκων, ὁ δὲ γραμματεῖα συντίθησι πολλῶν γέμοντα φόνων, καὶ οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς ἀνάπαυσιν καρποῦται, ἐπὶ τοῖς ἑτέρων κακοῖς ἀγρυπνῶν. Ἡμέρας δὲ γενομένης, ὁ μὲν ἐπὶ κέρδος ἄδικον, ὁ δὲ ἐπὶ δαπάνην ἀσελγῆ, οἱ δὲ ἐπὶ κλοπὴν δεδημοσιευμένην τρέχουσι.
Καὶ τῶν μὲν περιττῶν καὶ κεκωλυμένων πολλὴ ἡ σπουδή· τῶν δὲ ἀναγκαίων οὐδεὶς ὁ λόγος. Οἱ δὲ κρίνοντες, τὸ μὲν ὄνομα δικαστῶν ἔχουσι, τὸ δὲ ἔργον λῃστῶν καὶ ἀνδροφόνων. Κἂν τὰς δίκας τις ἐξετάσῃ, κἂν τὰς διαθήκας, μυρία πάλιν εὑρήσει καὶ ἐνταῦθα κακὰ, δόλους, κλοπὰς, ἐπιβουλάς. Καὶ περὶ ταῦτα ἅπασα ἡ σχολὴ, τῶν δὲ πνευματικῶν λόγος οὐδείς· ἀλλὰ τὴν ἐκκλησίαν ὑπὲρ τοῦ μόνον ἰδεῖν ἐνοχλοῦσιν ἅπαντες. Τὸ δὲ ζητούμενον οὐ τοῦτό ἐστιν, ἀλλ᾽ ἔργων δεῖ ἡμῖν καὶ διανοίας καθαρᾶς. Ἂν δὲ τὴν πᾶσαν ἡμέραν ἀναλώσῃς εἰς πλεονεξίαν, εἶτα μικρὰ ῥήματα εἰσελθὼν εἴπῃς, οὐ μόνον οὐκ ἐποίησας ἵλεω τὸν Θεὸν, ἀλλὰ καὶ παρώξυνας μειζόνως.
Εἰ γὰρ βούλει καταλλάξαι σου τὸν Δεσπότην, ἔργα ἐπίδειξαι, μάθε τὸν φορυτὸν τῶν συμφορῶν, βλέπε τοὺς γυμνοὺς, τοὺς πεινῶντας, τοὺς ἀδικουμένους· μυρίας σοι φιλανθρωπίας ἔτεμεν ὁδούς. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, εἰκῆ καὶ μάτην ζῶντες, μηδὲ, ὅτι νῦν ὑγιαίνομεν, καταφρονήσωμεν· ἀλλ᾽ ἐννοήσαντες ὅτι πολλάκις εἰς νόσον καταπεσόντες, καὶ εἰς ἔσχατον ἀῤῥωστίας ἐλθόντες, ἀπεθάνομεν τῷ δέει καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων, προσδοκήσωμεν πάλιν εἰς τὰ αὐτὰ καταπεσεῖσθαι, καὶ τὸν αὐτὸν κτησώμεθα φόβον, καὶ γενώμεθα βελτίους· ὡς τά γε νῦν μυρίας κατηγορίας ἄξια. Οἱ μὲν γὰρ ἐν τοῖς δικαστηρίοις λέουσιν ἐοίκασι καὶ κυσὶ, οἱ δὲ ἐν ταῖς ἀγοραῖς, ἀλώπεξιν· οἱ δὲ τὸν ἀπράγμονα ζῶντες βίον, οὐδὲ οὗτοι εἰς δέον τῇ ἀπραγμοσύνῃ κέχρηνται, τὴν σχολὴν ἅπασαν εἰς θέατρα καὶ τὰ ἐκεῖθεν κακὰ ἀναλίσκοντες. Καὶ ὁ μὲν ἐπιτιμῶν τοῖς γινομένοις, οὐδείς· οἱ δὲ ζηλοῦντες καὶ δακνόμενοι, ὅτι μὴ ἴσα αὐτοῖς πράττουσι, πολλοί· ὥστε καὶ τούτους πάλιν κολάζεσθαι, καὶ μὴ ποιοῦντας τὰ πονηρά. Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ γὰρ τὰ τῆς προθυμίας αὐτοῖς ὁμοίως διέφθαρται· ὅθεν δῆλον, ὅτι καὶ γνώμης ἔστι δοῦναι δίκην. Ταῦτα καθ᾽ ἑκάστην ἡμέραν λέγω, καὶ λέγων οὐ παύσομαι.
Ἂν μὲν γάρ τινες ἀκούσωσιν, κέρδος· ἂν δὲ μηδεὶς ὁ προσέχων ᾖ, τότε ἀκούσεσθε ταῦτα, ὅτε κέρδος οὐδὲν ὑμῖν, καὶ μέμψεσθε ἑαυτοῖς, καὶ τῆς αἰτίας ἡμεῖς καθαροί.
Ἀλλὰ μὴ γένοιτο ταύτην μόνον ἡμᾶς τὴν ἀπολογίαν ἔχειν, ἀλλὰ καὶ καύχημα ὑμᾶς γενέσθαι ἡμῶν παρὰ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κοινῇ τῶν ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.