Ἰησοῦς δὲ, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν, ἐξῆλθε, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Τουτέστιν, οὐκ ἀπὸ τῆς παρουσίας ἐκείνων περιέμενεν αὐτὰ μαθεῖν, ἀλλ᾽ ἀταράχως ὡς πάντα εἰδὼς ταῦτα, οὕτω καὶ ἔλεγε καὶ ἐποίει. Διατί δὲ μετὰ ὅπλων ἐπέρχονται μέλλοντες συλλαμβάνειν; Ἐδεδοίκεσαν τοὺς ἑπομένους· καὶ διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν. Καὶ ἐξελθὼν λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν, Ἰησοῦν τὸν Ναζωραῖον. Εἶδες δύναμιν ἄμαχον, πῶς ἐν μέσῳ ὢν ἐπήρωσεν αὐτῶν τοὺς ὀφθαλμούς; Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν, ἐδήλωσεν ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον. Εἰ δὲ μὴ λαμπάδες ἦσαν, ἀπὸ τῆς φωνῆς γοῦν ἔδει γνωρίσαι· εἰ δὲ καὶ ἐκεῖνοι ἠγνόουν, πῶς ὁ Ἰούδας ἠγνόησεν, ὁ συνὼν αὐτῷ διηνεκῶς; Καὶ γὰρ καὶ αὐτὸς εἱστήκει μετ᾽ αὐτῶν, καὶ οὐδὲν ᾔδει πλέον, ἀλλὰ καὶ ἔπεσε μετ᾽ αὐτῶν ὕπτιος. Ἐποίησε δὲ τοῦτο ὁ Ἰησοῦς, δηλῶν, ὅτι οὐ μόνον συλλαβεῖν αὐτὸν οὐ δύνανται, ἀλλ᾽ οὐδὲ ἰδεῖν ἐν μέσῳ ὄντα, εἰ μὴ αὐτὸς ἐνδοίη. Πάλιν λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ὢ τῆς ἀνοίας! τὸ ῥῆμα αὐτοῦ ἔβαλεν αὐτοὺς ὑπτίους, καὶ οὐδὲ οὕτως ἐπέστρεψαν τοσαύτην μαθόντες δύναμιν, ἀλλὰ πάλιν ἐπιτίθενται τοῖς αὐτοῖς. Ἐπεὶ οὖν τὰ αὐτοῦ πάντα ἐπλήρωσε, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι, καὶ λέγει αὐτοῖς· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν.