Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η μαρτυρία του Ιωάννη του Προδρόμου και η κλήση των πρώτων μαθητών

Αναλύεται η αποστολή του Προδρόμου, η αναγνώριση του Χριστού ως Αμνού του Θεού και η κλήση του Ανδρέα, του Πέτρου, του Φιλίππου και του Ναθαναήλ (Ομιλίες ΙΕ΄-Κ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 21

ΟΜΙΛΙΑ ΙΕʹ. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. αʹ. Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῶν ἐν ταῖς Γραφαῖς κειμένων, οὐχ ἁπλῶς ἡμᾶς ὁ Θεὸς ἐπακούειν βούλεται, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Διὰ τοῦτο ὁ μὲν μακάριος Δαυῒδ πολλαχοῦ τῶν Ψαλμῶν προέγραφε τῶν ἑαυτοῦ τὸ, Εἰς σύνεσιν, καὶ ἔλεγεν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Μετὰ δὲ τοῦτον καὶ ὁ τούτου παῖς ὑποτιθεὶς δείκνυσιν, ὅτι δεῖ καθάπερ ἀργύριον ἐκζητεῖν τὴν σοφίαν· μᾶλλον δὲ ὑπὲρ χρυσίον αὐτὴν ἐμπορεύεσθαι. Καὶ ὁ Κύριος δὲ τοῖς Ἰουδαίοις παραινῶν τὰς Γραφὰς ἐρευνᾷν, ἐπὶ πλέον ἡμᾶς εἰς ζήτησιν ἐνάγει. Οὐκ ἂν γὰρ οὕτως εἶπεν, εἴ γε αὐτόθεν καὶ ἐκ πρώτης αὐτὰς καταλαβεῖν δυνατὸν ἦν τῆς ἀναγνώσεως. Τὸ γὰρ ἐν μέσῳ κείμενον, καὶ πρόχειρον, οὐδείς ποτ᾽ ἂν ἐρευνήσαιτο, ἀλλὰ τὸ συνεσκιασμένον, καὶ μετὰ πολλῆς εὑρισκόμενον τῆς ζητήσεως.

Διὰ τοῦτο καὶ θησαυρὸν κεκρυμμένον αὐτὰς εἶναί φησι, πρὸς τὴν ζήτησιν ἡμᾶς διεγείρων. Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσβάλλωμεν τοῖς τῶν Γραφῶν ῥήμασιν, ἀλλὰ μετὰ ἀκριβείας πολλῆς. Εἰ μὲν γὰρ ἀνεξετάστως τις ἐπακούσειε τῶν λεγομένων ἐν αὐταῖς, καὶ δέξαιτο πάντα οὕτως ὡς εἴρηται κατὰ τὸ γράμμα, πολλὰ τὰ ἄτοπα ὑποπτεύσει περὶ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἄνθρωπον αὐτὸν εἶναι, καὶ ἀπὸ χαλκοῦ συνεστάναι, καὶ ὀργίλον, καὶ θυμώδη, καὶ πολλὰ ἔτι τούτων χείρονα περὶ αὐτοῦ δέξεται δόγματα. Εἰ δὲ τὸν νοῦν τὸν ἐν τῷ βάθει κείμενον καταμάθοι, πάσης ταύτης ἀπαλλαγήσεται τῆς ἀτοπίας. Ἐπεὶ καὶ τὸ νῦν προκείμενον ἡμῖν ἀνάγνωσμα κόλπον φησὶ τὸν Θεὸν ἔχειν, ὅπερ σωμάτων ἐστιν ἴδιον. Ἀλλ᾽ οὐδεὶς οὕτω μέμηνεν, ὥστε σῶμα ὑποπτεῦσαι τὸν ἀσώματον εἶναι. Ἵν᾽ οὖν ἀξίως τῆς πνευματικῆς ἐννοίας τὸ πᾶν ἐκλάβωμεν, φέρε ἄνωθεν τὸ χωρίον διερευνησώμεθα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ἐκ ποίας ἐπὶ τοῦτο ἦλθεν ἀκολουθίας ὁ Εὐαγγελιστής; Δείξας πολλὴν τῶν τοῦ Χριστοῦ δωρεῶν τὴν ὑπερβολήν, ὡς εἶναι τὸ μέσον ἄπειρον τούτων τε καὶ τῶν διὰ Μωϋσέως οἰκονομηθέντων, θέλει λοιπὸν καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς εἰπεῖν.

Ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὢν, ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ Δεσπότης, καὶ βασιλεὺς, καὶ βασιλέως Υἱὸς ὢν, τὰ πολλῷ μείζονα ἡμῖν ἐκόμισε, συνὼν ἀεὶ τῷ Πατρὶ, καὶ ὁρῶν αὐτὸν διηνεκῶς.

Διὸ καὶ οὕτως ἐπήγαγε λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν τῷ μεγαλοφωνοτάτῳ Ἡσαΐᾳ λέγοντι· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; τί δὲ τῷ Ἰωάννῃ προσμαρτυροῦντι αὐτῷ ὅτι ταῦτα εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ; τί δὲ τῷ Ἰεζεκιήλ; καὶ γὰρ καὶ αὐτὸς ἐπὶ τῶν Χερουβὶμ καθήμενον αὐτὸν ὁρᾷ· τί δὲ καὶ τῷ Δανιήλ; καὶ γὰρ καὶ οὗτός φησιν· Ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· τί δὲ καὶ αὐτῷ τῷ Μωϋσεῖ λέγοντι· Δεῖξόν μοι τὴν δόξαν σου ὅπως γνωστῶς ἴδω σε; Ὁ δὲ Ἰακὼβ καὶ ἀπὸ τούτου τὴν προσηγορίαν ἔλαβεν, Ἰσραὴλ ἐπικληθείς· Ἰσραὴλ γὰρ ὁ τὸν Θεὸν ὁρῶν ἐστι. Καὶ ἕτεροι δὲ αὐτὸν ἑωράκασι.

Πῶς οὖν ὁ Ἰωάννης εἶπε, Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος, καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δέ ἐστιν, αὐτὸς οἶδε μόνος. Καὶ τοῦτο διὰ προφήτου τινὸς ὁ Θεὸς καὶ Πατὴρ ἐμφαίνων ἔλεγεν· Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· τουτέστι, Συγκατέβην, οὐ τοῦτο ὅπερ ἤμην ἐφάνην. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῦ ὁ Υἱὸς δι᾽ ἀληθινῆς σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾷν τοῦ Θεοῦ τὴν οὐσίαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Ἐπεὶ αὐτὸ ὅπερ ἐστὶν ὁ Θεὸς, οὐ μόνον προφῆται, ἀλλ᾽ οὐδὲ ἄγγελοι εἶδον, οὔτε ἀρχάγγελοι· ἀλλ᾽ ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, Δόξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κἂν παρὰ τῶν Χερουβὶμ ἢ τῶν Σεραφὶμ ἐπιθυμήσῃς τι μαθεῖν, τὸ μυστικὸν τοῦ ἁγιασμοῦ μέλος ἀκούσῃ, καὶ ὅτι Πλήρης ὁ οὐρανὸς, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἂν τὰς ἀνωτέρω δυνάμεις ἐξετάσῃς, οὐδὲν ἄλλο εὑρήσεις, ἢ ὅτι ἓν ἔργον αὐταῖς ἐστι, τὸ αἰνεῖν τὸν Θεόν· Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Μόνος οὖν αὐτὸν ὁρᾷ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.

Ἡ γὰρ κτιστὴ φύσις ἅπασα πῶς καὶ ἰδεῖν δυνήσεται τὸν ἄκτιστον; Εἰ γὰρ ἁπλῶς τῆς ὁποιασοῦν ἀσωμάτου δυνάμεως, καίτοι γε γενητῆς οὔσης, οὐ δυνάμεθα δέξασθαι θεωρίαν σαφῆ, καὶ τοῦτο πολλάκις ἐπὶ τῶν ἀγγέλων ἐδείχθη· πολλῷ μᾶλλον τῆς καὶ ἀσωμάτου καὶ ἀγενήτου οὐσίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται.

Ἆρ᾽ οὖν τῷ Πατρὶ μόνῳ τὸ ἐξαίρετον τοῦτο πρόσεστι, τῷ δὲ Υἱῷ οὐκέτι; Ἄπαγε· ἀλλὰ καὶ τῷ Υἱῷ. Ὅτι δὲ καὶ αὐτῷ, ἄκουε Παύλου τοῦτο δηλοῦντος, καὶ λέγοντος· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁ δὲ τοῦ ἀοράτου εἰκὼν ὢν, καὶ αὐτὸς ἀόρατος· ἐπεὶ οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ ἀλλαχοῦ φησι, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, μὴ θαυμάσῃς· ὅτι ἡ φανέρωσις διὰ τῆς σαρκὸς, οὐ μὴν κατὰ τὴν οὐσίαν γέγονεν. Ἐπεὶ ὅτι καὶ αὐτὸς ἀόρατος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, δείκνυσιν ὁ Παῦλος. Εἰπὼν γὰρ, ὅτι Ἐφανερώθη ἐν σαρκὶ, ἐπήγαγεν, ὅτι Ὤφθη ἀγγέλοις.

βʹ. Ὥστε καὶ τοῖς ἀγγέλοις τότε ὤφθη, ὅτε σάρκα περιεβάλετο· πρὸ τούτου δὲ οὐχ ἑώρων αὐτὸν οὕτως, ἐπειδὴ καὶ αὐτοῖς ἀόρατος ἡ οὐσία ἦν. Καὶ πῶς, φησὶν, ὁ Χριστὸς εἶπε, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Τί γάρ; καὶ πρόσωπον ὁ Θεὸς ἔχει, καὶ ἐν οὐρανοῖς περιγέγραπται; Ἀλλ᾽ οὐκ ἄν τις οὕτω μανείη, ὥστε ταῦτα εἰπεῖν. Τί ποτ᾽ οὖν ἐστι τὸ λεγόμενον; Ὥσπερ ὅταν λέγῃ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τὴν κατὰ διάνοιαν ὄψιν φησὶ, τὴν ἡμῖν δυνατὴν, καὶ τὴν ἔννοιαν τὴν περὶ Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων εἰπεῖν ἐστιν, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ τὸν Θεὸν ἀεὶ φαντάζονται.

Διὰ τοῦτο καὶ αὐτὸς πάλιν φησὶν, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Τί οὖν; πάντες ἐν ἀγνοίᾳ ἐσμέν; Μὴ γένοιτο· ἀλλ᾽ οὕτως οὐδεὶς οἶδεν ὡς ὁ Υἱός. Ὥσπερ οὖν εἶδον αὐτὸν οἱ πολλοὶ κατὰ τὴν ἐγχωροῦσαν αὐτοῖς ὄψιν, τὴν δὲ οὐσίαν οὐδεὶς ἐθεάσατο· οὕτω καὶ νῦν ἴσμεν πάντες μὲν τὸν Θεὸν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν ὅ τί ποτέ ἐστιν, εἰ μὴ μόνος ὁ γεννηθεὶς ἐξ αὐτοῦ. Γνῶσιν γὰρ ἐνταῦθα τὴν ἀκριβῆ λέγει θεωρίαν τε καὶ κατάληψιν, καὶ τοσαύτην ὅσην ὁ Πατὴρ ἔχει περὶ τοῦ Παιδός. Καθὼς γὰρ γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.

Διὸ καὶ ὁ Εὐαγγελιστὴς ὅρα μεθ᾽ ὅσης φθέγγεται τῆς περιουσίας. Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ᾽ ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός. Τοῦ γὰρ ἰδεῖν τὸ καὶ ἐν τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ ἁπλῶς ὁρῶν, οὐ πάντως ἀκριβῆ τοῦ φαινομένου τὴν γνῶσιν ἔχει· ὁ δὲ τοῖς κόλποις ἐνδιατρίβων, οὐδὲν ἀγνοήσειέ ποτε. Ἀκούων οὖν, ὅτι Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, ἵνα μὴ λέγῃς, ὅτι εἰ πλέον ἁπάντων οἶδε τὸν Πατέρα, ἀλλ᾽ οὐχ ὅσος ἐστὶν οἶδε· διὰ τοῦτο ὅ τε Εὐαγγελιστὴς ἐν τῷ κόλπῳ αὐτὸν διαιτᾶσθαι τοῦ Πατρὸς λέγει, αὐτός τε ὁ Χριστὸς τοσοῦτον αὐτὸν εἰδέναι φησὶν, ὅσον ὁ Πατὴρ τὸν Υἱόν.

Ἐρώτησον οὖν τὸν ἀντιλέγοντα· Ἆρά γε, εἰπὲ, γινώσκει τὸν Υἱὸν ὁ Πατήρ; Καὶ ἐρεῖ πάντως, ἂν μὴ μαίνηται, ὅτι Ναί. Μετὰ τοῦτο κἀκεῖνο ἐρώμεθα πάλιν αὐτόν· Τί δὲ, ἀκριβῆ τινα ὅρασιν καὶ γνῶσιν αὐτὸν ὁρᾷ καὶ γινώσκει, καὶ τοῦτο ὅπερ ἐστὶν οἶδε σαφῶς; Καὶ πάντως καὶ τοῦτο ἐρεῖ. Ἀπὸ γοῦν τούτου λοιπὸν συνάγαγε τὴν ἀκριβῆ τοῦ Υἱοῦ περὶ τοῦ Πατρὸς κατάληψιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ὡς γινώσκει με ὁ Πατὴρ, οὕτω καὶ ἐγὼ αὐτὸν γινώσκω· καὶ ἀλλαχοῦ, Οὐχ ὅτι Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ. Διὰ τοῦτο, ὅπερ ἔφην, καὶ ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται, πάντα διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων, ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἡ ἑνότης, ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία. Οὐ γὰρ τὸν ἑτερούσιον ἐν τοῖς κόλποις ἂν ἔσχεν ὁ Πατήρ· ἀλλ᾽ οὐδὲ ἂν αὐτὸς ἐτόλμησε, δοῦλος ὢν καὶ τῶν πολλῶν εἷς, ἐν τῷ κόλπῳ στρέφεσθαι τοῦ Δεσπότου· τοῦτο γὰρ υἱοῦ γνησίου μόνον καὶ πολλῇ τῇ παῤῥησίᾳ πρὸς τὸν γεγεννηκότα χρωμένου, καὶ οὐδὲν ἔλαττον ἔχοντος. Βούλει καὶ τὸ ἀΐδιον μαθεῖν; Ἄκουσον τί φησιν ὁ Μωϋσῆς περὶ τοῦ Πατρός. Ἐρωτήσας γὰρ, εἰ ἐρωτηθείη παρὰ τῶν Αἰγυπτίων, τίς ὁ ἀπεσταλκὼς αὐτὸν εἴη, τί ποτε δὴ καὶ ἀποκρίνηται πρὸς αὐτοὺς, κελεύεται εἰπεῖν, ὅτι Ὁ ὢν ἀπέσταλκέ με. Τὸ δὲ, Ὁ ὢν, τοῦ ἀεὶ εἶναι σημαντικόν ἐστι, καὶ τοῦ ἀνάρχως εἶναι, καὶ τοῦ ὄντως εἶναι καὶ κυρίως.

Τοῦτο καὶ τὸ, Ἐν ἀρχῇ ἦν, ἐμφαίνει, τοῦ ἀεὶ εἶναι δηλωτικὸν ὄν. Τούτῳ δὴ οὖν ἐνταῦθα κέχρηται τῷ ῥητῷ ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Ἵνα τοίνυν μὴ διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν ἕνα τινὰ τῶν χάριτι γενομένων υἱῶν εἶναι νομίσῃς αὐτὸν, πρῶτον μὲν πρόσκειται τὸ ἄρθρον διαιροῦν αὐτὸν τῶν κατὰ χάριν. Εἰ δὲ μὴ τοῦτο ἀρκεῖ σοι, ἀλλ᾽ ἔτι κάτω κύπτεις, τούτου κυριώτερον ἄκουε ὄνομα τὸ, Μονογενής. Εἰ δὲ καὶ μετὰ τοῦτο πάλιν κάτω βλέπεις, οὐ παραιτήσομαί πως καὶ ἀνθρωπίνην τινὰ ῥῆσιν εἰπεῖν περὶ τοῦ Θεοῦ, τὴν τοῦ κόλπου λέγω, μόνον ἵνα μηδὲν ὑποπτεύσῃς ταπεινόν. Εἶδες φιλανθρωπίαν καὶ κηδεμονίαν Δεσπότου; Ἀνάξια ῥήματα περιτίθησιν ἑαυτῷ ὁ Θεὸς, ἵνα κἂν οὕτω διαβλέψῃς, καὶ μέγα τι καὶ ὑψηλὸν ἐννοήσῃς· καὶ σὺ κάτω μένεις; Εἰπὲ γάρ μοι· τίνος ἕνεκεν ὁ κόλπος ἐνταῦθα παρείληπται, τὸ παχὺ τοῦτο ὄνομα καὶ σαρκικόν; ἵνα σῶμα τὸν Θεὸν ὑποπτεύσωμεν; Ἄπαγε, οὐδαμῶς, φησί. Τίνος οὖν ἕνεκεν εἴρηται; Εἰ γὰρ μήτε ἡ γνησιότης τοῦ Υἱοῦ παρίσταται διὰ τούτου, μήτε τὸ μὴ σῶμα εἶναι τὸν Θεὸν, περιττῶς προσέῤῥιπται τὸ ῥητὸν, οὐδεμίαν χρείαν πληροῦν. Τίνος οὖν ἕνεκεν εἴρηται; οὐ γὰρ ἀποστήσομαί σου τοῦτο πυνθανόμενος.

Οὐκ εὔδηλον ὅτι οὐδὲν ἕτερον ἢ ἵνα μὴ ὑπολάβωμεν δι᾽ αὐτοῦ, ἀλλ᾽ ἢ τὸ γνήσιον τοῦ Μονογενοῦς, καὶ τὸ συναΐδιον τῷ Πατρί; Ἐκεῖνος ἐξηγήσατο, φησί. Τί ἐξηγήσατο; Ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὅτι εἷς ἐστιν ὁ Θεός. Ἀλλὰ τοῦτο μὲν καὶ οἱ λοιποὶ προφῆται, καὶ Μωϋσῆς ἄνω καὶ κάτω βοᾷ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ ὁ Ἡσαΐας· Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ᾽ ἐμὲ οὐκ ἔστιν.

γʹ. Τί οὖν πλέον ἐμάθομεν παρὰ τοῦ Υἱοῦ, ὡς ἐν τοῖς κόλποις ὄντος τοῖς πατρικοῖς; τί παρὰ τοῦ Μονογενοῦς; Ὅτι πρῶτον μὲν καὶ αὐτὰ ταῦτα τῆς ἐνεργείας ἐστὶ τῆς ἐκείνου· ἔπειτα, πολλῷ τρανοτέραν ἐδεξάμεθα τὴν διδασκαλίαν, καὶ ἔγνωμεν ὅτι πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ ἔτι αὐτὸ τοῦτο, ὅτι Θεὸν ἰδεῖν ἀδύνατον, καὶ ὅτι οὐδεὶς αὐτὸν γινώσκει, εἰ μὴ ὁ Υἱός· καὶ ὅτι ὁ Πατήρ ἐστι γνησίου Μονογενοῦς· καὶ τὰ ἄλλα ὅσα περὶ αὐτοῦ διελέχθη. Τὸ δὲ, Ἐξηγήσατο, τὴν τρανοτέραν καὶ σαφεστέραν δείκνυσι διδασκαλίαν, ἢν οὐ πρὸς Ἰουδαίους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν ἐποιήσατο τὴν οἰκουμένην καὶ κατώρθωσε.

Τοῖς μὲν οὖν προφήταις οὐδὲ Ἰουδαῖοι πάντες προσεῖχον· τῷ δὲ Μονογενεῖ τοῦ Θεοῦ πᾶσα ἡ οἰκουμένη καὶ εἶξε καὶ ἐπείσθη. Ἡ τοίνυν ἐξήγησις ἐνταῦθα τὸ σαφέστερον τῆς διδασκαλίας δηλοῖ· διὸ καὶ Λόγος λέγεται, καὶ Μεγάλης βουλῆς ἄγγελος. Ἐπεὶ οὖν καὶ μείζονος καὶ τελειοτέρας κατηξιώθημεν τῆς διδασκαλίας, οὐκ ἔτι διὰ προφητῶν, ἀλλὰ διὰ τοῦ Υἱοῦ λαλήσαντος ἡμῖν τοῦ Θεοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων, πολλῷ μείζονα καὶ ἀξίαν πολιτείαν ἐπιδειξώμεθα τῆς τιμῆς. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν καταβῆναι τοσοῦτον, ὡς μηκέτι διὰ τῶν δούλων ἡμῖν ἐθέλειν διαλέγεσθαι, ἀλλὰ δι᾽ ἑαυτοῦ· ἡμᾶς δὲ τῶν προτέρων μηδὲν ἐπιδείξασθαι πλέον. Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως Δεσπότην διδάσκαλον ἔχομεν. Οὐκοῦν ταύτης τῆς τιμῆς ἀξίαν φιλοσοφίαν ἐπιδειξώμεθα, καὶ μηδὲν ἔχωμεν κοινὸν πρὸς τὴν γῆν. Διὰ γὰρ τοῦτο ἡμῖν ἄνωθεν ἐκ τῶν οὐρανῶν διδασκαλίαν ἐκόμισεν, ἵνα ἐκεῖ μεταστήσῃ τὴν διάνοιαν, ἵνα μιμηταὶ τοῦ διδασκάλου γενώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ πῶς, φησὶν, ἔστι μιμητὰς γενέσθαι τοῦ Χριστοῦ, εἰς τὸ κοινωφελὲς ἅπαντα πραγματευομένους, καὶ μὴ τὰ ἑαυτῶν ζητοῦντας.

Καὶ γὰρ ὁ Χριστὸς, φησὶν, οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾽ ἐμέ. Μηδεὶς τοιγαροῦν τὸ ἑαυτοῦ ζητείτω. Οὕτω γάρ τις τὸ ἑαυτοῦ ζητεῖ, ἂν τὸ τοῦ πλησίον σκοπῇ· καὶ γὰρ τὰ ἐκείνων ἡμέτερα. Σῶμά ἐσμεν ἓν, καὶ ἀλλήλων μέρη καὶ μέλη. Μὴ τοίνυν ὡς διεσπασμένοι διακεώμεθα, μηδὲ λεγέτω τις· Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν· πῶς προσελεύσομαι; πῶς διαλέξομαι; Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ᾽ ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων Δεσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος· ἐν γὰρ τῷ αὐτῷ γέγονε κόσμῳ.

Εἰ δὲ καὶ τῆς πίστεως μετέχει τῆς αὐτῆς, ἰδού σοι καὶ μέλος γέγονε. Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ᾽ ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια; Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν· ἀλλ᾽ ὅσην μέλος πρὸς μέλος.

Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ. Ὥσπερ οὖν οὐκ ἂν δύναιο λέγειν· Πόθεν μοι οἰκειότης καὶ ἐγγύτης πρὸς αὐτόν; καταγέλαστον γὰρ τοῦτο· οὕτως οὐδὲ περὶ τοῦ ἀδελφοῦ δυνήσῃ τοῦτο εἰπεῖν. Οἱ γὰρ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, φησί. Διατί εἰς ἓν σῶμα; Ὥστε μὴ διεσπάσθαι, ἀλλὰ τῇ πρὸς ἀλλήλους συνόδῳ καὶ φιλίᾳ σώματος ἑνὸς ἀκολουθίαν διατηρεῖν. Μὴ δὴ καταφρονήσωμεν ἀλλήλων, ἵνα μὴ ἑαυτῶν ὑπερίδωμεν. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, φησὶν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν. Διὰ τοῦτο οἰκίαν μίαν τοῦτον ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, πάντα ἐξίσου διένειμεν, ἕνα ἀνῆψε πᾶσιν ἥλιον, ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. Ἔδωκε καὶ ἑτέραν ταύτης πολλῷ μείζονα τράπεζαν, ἀλλὰ καὶ ταύτην μίαν· ἴσασιν οἱ συμμύσται τὸ λεγόμενον· ἕνα τρόπον γεννήσεως ἅπασιν ἐχαρίσατο τὸν πνευματικόν· μία πᾶσι πατρὶς, ἡ ἐν τοῖς οὐρανοῖς· ἐκ τοῦ ποτηρίου τοῦ αὐτοῦ πάντες πίνομεν. Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε· τὰ σαρκικὰ ὁμοτίμως, τὰ πνευματικὰ ὁμοίως παρέσχε.

Πόθεν οὖν ἡ ἀνωμαλία πολλὴ κατὰ τὸν βίον; Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας. Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας. Ταῦτα γὰρ πάντα σκιὰ, καὶ σκιᾶς εὐτελέστερα, τοῖς τὸν σύνδεσμον ἔχουσι τῆς ἀγάπης ἄνωθεν. Τοῦτον οὖν φυλάττωμεν ἀῤῥαγῆ, καὶ οὐδὲν ἐπεισελθεῖν δυνήσεται τῶν πνευμάτων τῶν πονηρῶν καὶ διαιρούντων τὴν τοσαύτην ἕνωσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιϛʹ. Αὕτη γάρ ἐστιν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; αʹ. Δεινὸν ἡ βασκανία, ἀγαπητὲ, δεινὸν καὶ ὀλέθριον τοῖς βασκαίνουσιν, οὐ τοῖς βασκαινομένοις. Πρώτους γὰρ αὐτοὺς λυμαίνεται καὶ διαφθείρει, καθάπερ ἰός τις θανατηφόρος ἐγκαθήμενος αὐτῶν ταῖς ψυχαῖς. Εἰ δέ που καὶ τοὺς φθονουμένους παραβλάψειε, μικρὰν καὶ οὐδενὸς ἀξίαν βλάβην, καὶ μεῖζον τῆς ζημίας τὸ κέρδος ἔχουσαν. Καὶ οὐκ ἐπὶ τῆς βασκανίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὁ παθὼν κακῶς, ἀλλ᾽ ὁ δράσας κακῶς, οὗτός ἐστιν ὁ τὴν βλάβην δεξάμενος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν προσέταξεν ὁ Παῦλος τοῖς μαθηταῖς, Διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; λέγων· διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Οἶδε γὰρ ἀκριβῶς οὐ τῷ πάσχοντι κακῶς, ἀλλὰ τῷ ποιοῦντι κακῶς, τὸν ὄλεθρον ἑπόμενον πανταχοῦ. Ταῦτα δή μοι πάντα διὰ τὴν βασκανίαν εἴρηται τὴν Ἰουδαϊκήν. Οἱ γὰρ ἀπὸ τῶν πόλεων ἐκχυθέντες πρὸς τὸν Ἰωάννην, καὶ τῶν ἁμαρτημάτων καταγνόντες τῶν οἰκείων, καὶ βαπτισάμενοι, αὐτοὶ μετὰ τὸ βάπτισμα καθάπερ ἔκ τινος μεταμελείας πέμπουσιν ἐρωτῶντες αὐτόν· Σὺ τίς εἶ;

Ὄντως γεννήματα ἐχιδνῶν καὶ ὄφεις, καὶ εἴ τι τούτων χαλεπώτερον. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς καὶ διεστραμμένη, μετὰ τὸ βαπτίσασθαι, τότε τὸν βαπτιστὴν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Καὶ τί ταύτης τῆς ἀλογίας ἀλογώτερον γένοιτ᾽ ἄν; Πῶς ἐξῄειτε; πῶς ἐξωμολογεῖσθε τὰ ἁμαρτήματα; πῶς ἐπετρέχετε τῷ βαπτίζοντι; πῶς αὐτὸν ἠρωτᾶτε περὶ τῶν πρακτέων;

Ταῦτα γὰρ ὑμῖν ἅπαντα ἀλόγως ἐπράττετο, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἀγνοοῦσιν. Ἀλλ᾽ οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνεκάλεσεν ὁ μακάριος Ἰωάννης, οὐδὲ ὠνείδισεν, ἀλλὰ μετὰ ἐπιεικείας ἁπάσης ἀποκρίνεται πρὸς αὐτούς. Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἐκεῖνο μαθεῖν ἄξιον, ὥστε πᾶσιν αὐτῶν κατάδηλον τὴν κακουργίαν γενέσθαι καὶ φανεράν· Πολλάκις πρὸς Ἰουδαίους ἐμαρτύρησεν ὁ Ἰωάννης τῷ Χριστῷ, καὶ ὅτε ἐβάπτιζεν αὐτοὺς, συνεχῶς αὐτοῦ πρὸς τοὺς παρόντας ἐμέμνητο, καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔπαθον οὖν τι πρὸς αὐτὸν ἀνθρώπινον πάθος. Εἰς γὰρ τὴν τοῦ κόσμου δόξαν ἐπτοημένοι, καὶ τὰ κατὰ πρόσωπον βλέποντες, ἀνάξιον εἶναι ἐνόμιζον ὑποτάσσεσθαι αὐτὸν τῷ Χριστῷ. Τὸν μὲν γὰρ Ἰωάννην πολλὰ τὰ δεικνύντα λαμπρὸν ἦν· καὶ πρῶτον, τὸ γένος ἐπίσημον καὶ περιφανές· ἀρχιερέως γὰρ ἦν υἱός· ἔπειτα ἡ δίαιτα καὶ ἡ σκληραγωγία, ἡ τῶν ἀνθρωπίνων ὑπεροψία πάντων· καὶ γὰρ ἐσθῆτος, καὶ τραπέζης, καὶ οἰκίας, καὶ τροφῆς δὲ αὐτῆς ὑπεριδὼν, κατὰ τὴν ἔρημον τὸν ἔμπροσθεν διέτριβε χρόνον.

Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον ἦν· τό τε γὰρ γένος εὐτελές· ὃ καὶ πολλάκις αὐτὸ προὔφερον λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς; Καὶ ἡ δοκοῦσα δὲ αὐτῷ πατρὶς εἶναι τοσοῦτον ἐπονείδιστος ἦν, ὡς καὶ τὸν Ναθαναὴλ λέγειν· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ἡ δίαιτα δὲ κοινὴ, καὶ τὰ ἱμάτια δὲ οὐδὲν πλέον τῶν πολλῶν ἔχοντα, Οὐ γὰρ περιέκειτο ζώνην δερματίνην, οὐδὲ ἀπὸ τριχῶν τὸ ἔνδυμα εἶχεν, οὐδὲ μέλι καὶ ἀκρίδας ἤσθιεν· ἀλλὰ πᾶσιν ὁμοίως διῃτᾶτο, καὶ συμποσίοις παρεγίνετο πονηρῶν ἀνθρώπων, καὶ τελωνῶν, ὥστε αὐτοὺς ἐπισπᾶσθαι. Ὅπερ οὐ συνιέντες οἱ Ἰουδαῖοι, καὶ διὰ ταῦτα αὐτῷ ὠνείδιζον, καθὼς καὶ αὐτός φησιν· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἐπεὶ οὖν συνεχῶς ὁ Ἰωάννης ἀφ᾽ ἑαυτοῦ πρὸς ἐκεῖνον αὐτοὺς παρέπεμπε τὸν δοκοῦντα παρ᾽ αὐτοῖς εὐτελέστερον εἶναι, αἰσχυνόμενοι καὶ δυσχεραίνοντες, καὶ βουλόμενοι τοῦτον μᾶλλον ἔχειν διδάσκαλον, φανερῶς μὲν τοῦτο οὐκ ἐτόλμησαν εἰπεῖν, πέμπουσι δὲ πρὸς αὐτὸν προσδοκῶντες διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι Χριστόν.

Οὐ τοίνυν τινὰς εὐκαταφρονήτους πέμπουσιν ὡς ἐπὶ τοῦ Χριστοῦ· ἐκεῖνον μὲν γὰρ βουλόμενοι κατασχεῖν, ὑπηρέτας ἀπέστειλαν, καὶ Ἡρωδιανοὺς πάλιν καὶ τοιούτους τινάς· ἐνταῦθα δὲ ἱερεῖς, καὶ Λευΐτας· καὶ οὐχ ἁπλῶς ἱερεῖς, ἀλλὰ τοὺς ἐξ Ἱεροσολύμων, τουτέστι, τοὺς ἐντιμοτέρους (οὐδὲ γὰρ ἁπλῶς ταῦτα ἐπεσημήνατο ὁ Εὐαγγελιστής)· καὶ πέμπουσιν, ἵνα ἐρωτήσωσι, Σὺ τίς εἶ; Καὶ μὴν ἡ γέννησις αὐτοῦ πᾶσα κατάδηλος ἦν, ὡς καὶ λέγειν ἅπαντας· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ εἰς ὅλην τὴν ὀρεινὴν ὁ λόγος ἐξῆλθεν οὗτος. Καὶ ὅτε παρεγένετο πάλιν ἐπὶ τὸν Ἰορδάνην, πᾶσαι αἱ πόλεις ἀνεπτερώθησαν, καὶ ἐξ Ἱεροσολύμων καὶ ἐκ πάσης τῆς Ἰουδαίας ἐπορεύοντο βαπτισθῆναι πρὸς αὐτόν. Οὗτοι τοιγαροῦν ἐρωτῶσι νῦν, οὐχ ὡς ἀγνοοῦντες (πῶς γὰρ, τὸν τοσούτοις τρόποις γενόμενον δῆλον;), ἀλλὰ βουλόμενοι εἰς τοῦτο, ὅπερ εἶπον, αὐτὸν ἐναγαγεῖν.

βʹ. Ἄκουσον γοῦν πῶς καὶ ὁ μακάριος οὗτος πρὸς τὴν διάνοιαν μεθ᾽ ἧς ἠρώτων, οὐ πρὸς τὴν ἐρώτησιν αὐτὴν ἀπεκρίνατο. Εἰπόντων γὰρ, Σὺ τίς εἶ; οὐκ εἶπεν εὐθέως ὅπερ ἐξ εὐθείας ἦν εἰπεῖν· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἀλλὰ τί; Ὅπερ ὑπώπτευον ἐκεῖνοι, τοῦτο ἀνεῖλεν. Ἐρωτηθεὶς γὰρ, φησὶ, Τίς εἶ; ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Καὶ ὅρα σοφίαν εὐαγγελιστοῦ.

Τρίτον τὸ αὐτὸ λέγει, καὶ τὴν ἀρετὴν τοῦ Βαπτιστοῦ δηλῶν, καὶ τὴν πονηρίαν καὶ τὴν ἄνοιαν τὴν ἐκείνων. Καὶ ὁ Λουκᾶς δέ φησιν, ὅτι τῶν ὄχλων ὑποπτευόντων αὐτὸν εἶναι τὸν Χριστὸν, πάλιν ἀναιρεῖ τὴν ὑπόνοιαν. Τοῦτο οἰκέτου εὐγνώμονος, μὴ μόνον μὴ ἁρπάζειν δόξαν δεσποτικὴν, ἀλλὰ καὶ διακρούεσθαι διδομένην παρὰ τῶν πολλῶν. Ἀλλ᾽ οἱ μὲν ὄχλοι ἐξ ἀφελείας καὶ ἀγνοίας ἐπὶ ταύτην ἦλθον τὴν ὑποψίαν· οὗτοι δὲ ἀπὸ πονηρᾶς γνώμης, καὶ ἧς εἶπον, ἠρώτων αὐτὸν, προσδοκῶντες, ὅπερ ἔφην, ἀπὸ τῆς κολακείας αὐτὸν ἐπισπᾶσθαι εἰς ὅπερ ἐσπούδαζον. Εἰ γὰρ μὴ τοῦτο προσεδόκων, οὐκ ἂν εὐθέως ἐφ᾽ ἑτέραν ἦλθον ἐρώτησιν, ἀλλ᾽ ἠγανάκτησαν ἂν ὡς ἀπᾴδοντα ἀποκριναμένου, καὶ οὐ πρὸς τὴν πεῦσιν, καὶ εἶπον ἄν· Μὴ γὰρ τοῦτο ὑπωπτεύσαμεν; μὴ γὰρ τοῦτο παραγεγόναμεν ἐρησόμενοι; Ἀλλ᾽ ὡς ἁλόντες καὶ κατάφωροι γενόμενοι, ἐφ᾽ ἕτερον ἔρχονται, καὶ λέγουσι· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί.

Καὶ γὰρ καὶ τοῦτον προσεδόκων ἥξειν, καθὼς καὶ ὁ Χριστός φησιν. Ἐρομένων γὰρ τῶν μαθητῶν· Πῶς οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; αὐτὸς ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Εἶτα ἐρωτῶσιν· Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. Καὶ μὴν προφήτης ἦν. Τίνος οὖν ἕνεκεν ἀρνεῖται; Πάλιν πρὸς τὴν διάνοιαν βλέπων τῶν ἐρωτώντων. Προσεδόκων γάρ τινα προφήτην ἐξαίρετον ἥξειν, διὰ τὸ λέγειν Μωϋσέα· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.

Οὗτος δὲ ἦν ὁ Χριστός. Διά τοι τοῦτο οὐ λέγουσι, Προφήτης εἶ σύ; ἕνα τῶν πολλῶν αἰνιττόμενοι· ἀλλὰ μετὰ τοῦ ἄρθρου, Ὁ προφήτης εἶ σύ; ἐκεῖνος, φησὶν, ὁ παρὰ Μωϋσέως προανακηρυχθείς. Διὰ δὴ τοῦτο καὶ οὗτος ἠρνήσατο, οὐ τὸ προφήτης εἶναι, ἀλλὰ τὸ, ἐκεῖνος ὁ προφήτης. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς.

Τί λέγεις περὶ σεαυτοῦ; Ὁρᾷς τοὺς μὲν σφοδρότερον ἐπικειμένους καὶ ἐπείγοντας καὶ ἐρωτῶντας πάλιν, καὶ οὐκ ἀφισταμένους· τὸν δὲ μετ᾽ ἐπιεικείας πρότερον τὰς οὐκ οὔσας ὑπονοίας ἀναιροῦντα, καὶ τότε τὴν οὖσαν τιθέντα; Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Ἐπειδὴ γὰρ μέγα τι καὶ ὑψηλὸν ἐφθέγξατο περὶ τοῦ Χριστοῦ, ὡς πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἐπὶ τὸν Προφήτην εὐθέως κατέφυγεν, ἀξιόπιστον καὶ ἐντεῦθεν τὸν λόγον ποιῶν. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων, φησί· καὶ ἐπηρώτησαν αὐτὸν, καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι εἰς τοῦτο αὐτὸν ἐναγαγεῖν ἠβούλοντο; Καὶ ἐξ ἀρχῆς μὲν αὐτὸ οὐκ ἔλεγον, ἵνα μὴ κατάφωροι γένωνται ἅπασιν. Εἶτα ἐπειδὴ εἶπεν, Οὐκ εἰμὶ ὁ Χριστὸς, πάλιν ἐκεῖνοι συσκιάσαι βουλόμενοι, ἅπερ ἔνδον ἐτύρευον, ἐπὶ τὸν Ἠλίαν ἔρχονται καὶ τὸν προφήτην. Ὡς δὲ ἔφησε μηδὲ ἐκείνων τις εἶναι, ἀπορούμενοι λοιπὸν, καὶ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὴν δολερὰν αὑτῶν ἐμφαίνουσι γνώμην, λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Εἶτα πάλιν συσκιάσαι βουλόμενοι, καὶ τοὺς ἄλλους προστιθέασι, τὸν Ἠλίαν λέγω καὶ τὸν προφήτην.

Ἐπειδὴ γὰρ κολακείᾳ οὐκ ἴσχυσαν ὑποσκελίσαι, ἐγκλήματι προσεδόκησαν αὐτὸν δύνασθαι ἀναγκάζειν ὅπερ οὐκ ἦν εἰπεῖν· ἀλλ᾽ οὐκ ἴσχυσαν. Ὢ τῆς ἀνοίας! ὢ τῆς ἀλαζονείας καὶ τῆς ἀκαίρου περιεργίας! ἀπεστάλητε μαθησόμενοι παρ᾽ αὐτοῦ τίς εἴη καὶ πόθεν, οὐχὶ καὶ νόμους αὐτῷ θήσετε; Τοῦτο γὰρ πάλιν ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν Χριστόν. Ἀλλ᾽ ὅμως οὐδὲ νῦν ἀγανακτεῖ, οὐδὲ λέγει τι τοιοῦτον πρὸς αὐτοὺς οἷον εἰκός· ὑμεῖς ἐμοὶ διατάττεσθε καὶ νομοθετεῖτε; ἀλλὰ πολλὴν πάλιν τὴν ἐπιείκειαν ἐπιδείκνυται. Ἐγὼ μὲν γὰρ, φησὶ, βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Οὗτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος.

γʹ. Τί πρὸς ταῦτα λοιπὸν ἂν ἔχοιεν εἰπεῖν οἱ Ἰουδαῖοι; Ἀπαραίτητος γὰρ κἀντεῦθεν ἡ κατ᾽ αὐτῶν κατηγορία, ἀσύγγνωστος ἡ κατάκρισις· αὐτοὶ καθ᾽ ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν. Πῶς καὶ τίνι τρόπῳ; Ἀξιόπιστον ἡγήσαντο εἶναι τὸν Ἰωάννην, καὶ οὕτως ἀληθῆ, ὡς μὴ μόνον ἑτέροις μαρτυροῦντα, ἀλλὰ καὶ αὐτῷ περὶ ἑαυτοῦ λέγοντι πιστεῦσαι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ οὕτω διέκειντο, ἔπεμψαν ἂν εἰσόμενοι παρ᾽ αὐτοῦ τὰ περὶ ἑαυτοῦ. Ἴστε γὰρ ὅτι μόνοις ἐκείνοις μάλιστα περὶ ἑαυτῶν λέγουσι πιστεύομεν, οὓς ἂν ἁπάντων ἀληθεστέρους εἶναι νομίζωμεν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἀποφράττον αὐτῶν τὰ στόματα, ἀλλὰ καὶ ἡ γνώμη μεθ᾽ ἧς πρὸς αὐτὸν παρέβαλον. Καὶ γὰρ μετὰ πολλῆς ἐξῆλθον τῆς προθυμίας πρὸς αὐτὸν, εἰ καὶ ὕστερον μετεβάλοντο.

Ἅπερ ἀμφότερα δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος· καὶ ὑμεῖς ἠθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ. Καὶ ἡ ἀπόκρισις δὲ αὐτοῦ πάλιν ἀξιοπιστότερον αὐτὸν ἐποίει. Ὁ γὰρ μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, φησὶν, ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὗτος δὲ οὐκ ἐζήτησεν, ἀλλ᾽ ἐφ᾽ ἕτερον αὐτοὺς παραπέμπει. Καὶ οἱ ἀποσταλέντες δὲ, τῶν ἀξιοπίστων παρ᾽ αὐτοῖς καὶ τὰ πρωτεῖα ἐχόντων, ὥστε μηδαμόθεν αὐτοῖς εἶναι καταφυγὴν, μηδὲ παραίτησιν εἰς τὴν ἀπιστίαν, ἢν ἠπίστησαν τῷ Χριστῷ. Τίνος γὰρ ἕνεκεν οὐκ ἐδέξασθε τὰ εἰρημένα περὶ αὐτοῦ παρὰ Ἰωάννου;

Ὑμεῖς ἀπεστάλκατε τοὺς τὰ πρωτεῖα ἔχοντας· ὑμεῖς ἠρωτήσατε δι᾽ αὐτῶν· ὑμεῖς ἠκούσατε ἅπερ ἀπεκρίνατο ὁ Βαπτιστής. Πᾶσαν ἐκεῖνοι περιεργίαν ἐπεδείξαντο, πάντα ἠρεύνησαν, καὶ οὓς ὑπωπτεύετε πάντας εἶπον· καὶ ὅμως μετὰ παῤῥησίας πολλῆς ὡμολόγησε μὴ εἶναι μήτε ὁ Χριστὸς, μήτε Ἠλίας, μήτε ὁ προφήτης.

Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἐδίδαξε τίς εἴη, καὶ διελέχθη καὶ περὶ τῆς τοῦ οἰκείου βαπτίσματος φύσεως, ὅτι μικρὸν καὶ εὐτελὲς, καὶ ὕδατος πλέον ἔχον οὐδὲν, δεικνὺς τὴν ὑπεροχὴν τοῦ βαπτίσματος, τοῦ παρὰ τοῦ Χριστοῦ διδομένου. Παρήγαγε δὲ καὶ Ἡσαΐαν τὸν προφήτην μαρτυροῦντα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου· καὶ τὸν μὲν Κύριον καλοῦντα, τὸν δὲ διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὀνομάζοντα. Τί λοιπὸν ἔδει; οὐχὶ πιστεῦσαι τῷ μαρτυρηθέντι, καὶ προσκυνῆσαι, καὶ ὁμολογῆσαι Θεόν; Ὅτι γὰρ οὐχὶ κολακείας ἦν ἡ μαρτυρία, ἀλλ᾽ ἀληθείας, ἐδείκνυ μὲν καὶ ὁ τρόπος καὶ ἡ φιλοσοφία τοῦ μαρτυρήσαντος. Δῆλον δὲ κἀκεῖθεν τοῦτο, ὅτι οὐδεὶς τὸν πλησίον ἑαυτοῦ προτίθησιν, οὐδὲ ἐξὸν αὐτῷ χαρίσασθαι τιμὴν, ἑτέρῳ ταύτης παραχωρεῖν ἐθέλοι, καὶ ταῦτα τοσαύτης οὔσης.

Ὥστε οὐκ ἂν οὐδὲ Ἰωάννης μὴ Θεῷ ὄντι τῷ Χριστῷ ταύτης ἂν ἐξέστη τῆς μαρτυρίας. Εἰ γὰρ καὶ ἀφ᾽ ἑαυτοῦ ταύτην ὡς μείζονα οὖσαν τῆς οἰκείας φύσεως διεκρούσατο, ἀλλ᾽ οὐκ ἂν ἑτέρᾳ φύσει πάλιν αὐτὴν ἀνέθηκε ταπεινοτέρᾳ. Μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Τοῦτο εἶπεν, ὅτι εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ ὡς ἕνα τῶν πολλῶν, ἅτε πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον διδάσκοντα. Εἴδησιν δὲ ἐνταῦθα, γνῶσίν φησι τὴν ἀκριβῆ· οἷον, τίς ἐστι, καὶ πόθεν. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, συνεχῶς τίθησι, μονονουχὶ λέγων· μὴ νομίσητε τὸ πᾶν ἐν τῷ ἐμῷ κεῖσθαι βαπτίσματι. Οὐκ ἂν, εἰ τοῦτο τέλειον ἦν, ἕτερος ἂν ἦλθε μετ᾽ ἐμὲ παρέξων ἕτερον· ἀλλὰ παρασκευὴ τοῦτό ἐστιν ἐκείνου καὶ προοδοποίησις.

Τὰ δὲ ἡμέτερα σκιὰ καὶ εἰκών· ἄλλον χρὴ τὸν τὴν ἀλήθειαν ἐπιθήσοντα παραγενέσθαι. Ὥστε αὐτὸ τὸ ὀπίσω μου ἐλθεῖν, τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὸ ἀξίωμα. Εἰ γὰρ τοῦτο ἦν τέλειον, οὐκ ἂν δευτέρου ἐζητεῖτο τόπος. Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐντιμότερος, λαμπρότερος. Εἶτα ἵνα μὴ νομίσωσιν ἀπὸ συγκρίσεως εἶναι τὴν ὑπεροχὴν, τὸ ἀσύγκριτον παραστῆσαι θέλων, ἐπήγαγεν· Οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα· τουτέστιν, οὐχ ἁπλῶς ἔμπροσθεν γέγονεν, ἀλλ᾽ οὕτως ὡς ἐμὲ μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον εἶναι· τὸ γὰρ ὑπόδημα λῦσαι, τῆς ἐσχάτης διακονίας ἐστὶ πρᾶγμα. Εἰ δὲ Ἰωάννης οὐκ ἄξιος τὸν ἱμάντα λῦσαι, Ἰωάννης, οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν γέγονε, ποῦ τάξομεν ἡμεῖς ἑαυτούς; Εἰ ὁ τῆς οἰκουμένης ἀντίῤῥοπος, μᾶλλον δὲ μείζων (Οὐκ ἦν γὰρ αὐτῶν, φησὶν, ἄξιος ὁ κόσμος), οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν διακονησαμένων ἑαυτὸν καταλέγεσθαί φησιν ἄξιον εἶναι· τί ἐροῦμεν ἡμεῖς οἱ μυρίων γέμοντες κακῶν, οἱ τοσοῦτον ἀποδέοντες τῆς ἀρετῆς τοῦ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ;

δʹ. Οὗτος μὲν οὖν οὐδὲ τὸ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος ἄξιον εἶναι ἑαυτὸν λέγει. Οἱ δὲ τῆς ἀληθείας ἐχθροὶ τοσαύτην ἐμάνησαν μανίαν, ὡς καὶ τοῦ εἰδέναι αὐτὸν, ὡς αὐτὸς οἶδεν ἑαυτὸν, ἀξίους εἶναι λέγειν ἑαυτούς. Τί ταύτης τῆς παραπληξίας χεῖρον; τί ταύτης τῆς ἀλαζονείας μανικώτερον; Καλῶς τις ἔλεγε σοφὸς, ὅτι Ἀρχὴ ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον. Οὐκ ἂν κατηνέχθη καὶ διάβολος γέγονεν ὁ διάβολος, οὐκ ὢν διάβολος πρότερον, εἰ μὴ τοῦτο τὸ νόσημα ἐνόσησε. Τοῦτο αὐτὸν τῆς παῤῥησίας ἐξέβαλεν ἐκείνης, τοῦτο εἰς τὴν γέενναν ἔπεμψε, τοῦτο τῶν κακῶν αἴτιον αὐτῷ πάντων ἐγένετο. Ἱκανὸν γὰρ καὶ καθ᾽ ἑαυτὸ διαφθεῖραι πᾶσαν ἀρετὴν ψυχῆς, κἂν ἐλεημοσύνην εὕρῃ, κἂν εὐχὴν, κἂν νηστείαν, κἂν ὁτιοῦν. Τὸ γὰρ ὑψηλὸν ἐν ἀνθρώποις, ἀκάθαρτον, φησὶ, παρὰ Κυρίῳ.

Οὐκ ἄρα πορνεία μόνον, οὐδὲ μοιχεία μολύνειν εἴωθε τοὺς χρωμένους αὐτῇ, ἀλλὰ καὶ ὑπερηφανία, καὶ πολλῷ πλέον ἐκείνων. Διατί; Ὅτι πορνεία μὲν, εἰ καὶ ἀσύγγνωστον κακὸν, ἀλλ᾽ ὅμως ἔχει τις τὴν ἐπιθυμίαν εἰπεῖν· ἀλαζονεία δὲ οὐδὲ αἰτίαν ἂν εὕροι τινὰ, οὐδὲ οἱανδήποτε πρόφασιν, δι᾽ ἣν ἂν τύχοι σκιᾶς γοῦν συγγνώμης· ἀλλ᾽ οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας. Οὐδὲν γὰρ ἀνοητότερον ἀλαζόνος ἀνθρώπου, κἂν πλοῦτον ᾖ περιβεβλημένος, κἂν πολλὴν κεκτημένος τὴν ἔξωθεν σοφίαν, κἂν ἐν δυναστείᾳ καθεστὼς, κἂν ἅπαντα τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα ζηλωτὰ περιφέρων. Εἰ γὰρ ὁ ἐπὶ τοῖς ὄντως καλοῖς ἀλαζονευόμενος, ἄθλιος καὶ ταλαίπωρος, καὶ πάντων ἐκείνων τὸν μισθὸν ἀπόλλυσιν· ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν σκιὰν καὶ τὸ ἄνθος τοῦ χόρτου (τοῦτο γάρ ἐστιν ἡ παροῦσα δόξα) φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος, ταὐτὸν ποιῶν, ὅπερ ἄν τις ποιήσειε πτωχὸς καὶ πένης, πάντα μὲν τὸν χρόνον λιμῷ τηκόμενος, εἰ δὲ συμβαίη ποτὲ μίαν νύκτα χρηστὸν ὄναρ ἰδεῖν, διὰ τοῦτο γαυρούμενος;

Ἄθλιε καὶ ταλαίπωρε, τῆς ψυχῆς σοι διαφθειρομένης χαλεπωτάτῃ νόσῳ, καὶ τὴν ἐσχάτην πενόμενος πενίαν, μέγα φρονεῖς, ὅτι χρυσοῦ τάλαντα ἔχεις τόσα καὶ τόσα; ὅτι πλῆθος ἀνδραπόδων; Ἀλλὰ ταῦτα οὐ σά. Καὶ εἰ μὴ πείθῃ τοῖς ἐμοῖς ῥήμασιν, ἀπὸ τῆς πείρας τῶν προλαβόντων μάνθανε. Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ συμβαινομένων ὅτι σοι τούτων ὄφελος οὐδὸν, ὅτε ψυχοῤῥαγῶν, καὶ οὐδὲ ὥρας μιᾶς, μηδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων εἰς τοὺς παρόντας αὐτὰ καταλείψεις, καὶ τούτους πολλάκις, οὓς οὐκ ἐθέλεις.

Πολλοὶ γὰρ οὐδὲ ἐπισκῆψαι περὶ αὐτῶν συνεχωρήθησαν, ἀλλ᾽ ἀπῆλθον ἀθρόον, βουλόμενοι μὲν αὐτῶν ἀπολαύειν, οὐ συγχωρούμενοι δὲ, ἀλλὰ ἑλκόμενοι, καὶ ἑτέροις αὐτῶν ἐξιστάμενοι, καὶ μετὰ βίας παραχωροῦντες οἷς οὐκ ἐβούλοντο. Ὅπερ ἵνα μὴ πάθωμεν, ἐντεῦθεν ἤδη ἐῤῥωμένοι καὶ ὑγιαίνοντες, διαπεμψώμεθα αὐτὰ πρὸς τὴν πόλιν τὴν ἡμετέραν. Οὕτω γὰρ αὐτῶν ἀπολαῦσαι δυνησόμεθα μόνον, ἑτέρως δὲ οὐδαμῶς· οὕτως εἰς ἄσυλον καὶ ἀσφαλῆ τόπον αὐτὰ ἀποθησόμεθα.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἐκεῖ τῶν δυναμένων αὐτὰ ἀφελέσθαι· οὐκ ἔστι θάνατος, οὐκ εἰσὶν ἀληθεῖς διαθῆκαι, οὐκ εἰσὶ διάδοχοι κλήρων, οὐ συκοφαντίαι καὶ ἐπιβουλαί· ἀλλὰ τὸν ἀπελθόντα ἐντεῦθεν πολλὰ ἐπιφερόμενον, διαπαντὸς ἔστιν αὐτὰ καρποῦσθαι. Τίς οὖν οὕτως ἄθλιος, ὡς μὴ θελῆσαι τοῖς χρήμασιν ἐντρυφᾷν τοῖς ἑαυτοῦ διόλου; Μετακομίσωμεν τοίνυν ἡμῶν τὸν πλοῦτον, καὶ μεταθῶμεν ἐκεῖσε. Οὐκ ὄνων ἡμῖν δεήσει, καὶ καμήλων, καὶ ὀχημάτων, οὐδὲ πλοίων πρὸς τὴν τοιαύτην μετάθεσιν· καὶ γὰρ καὶ ταύτης ἡμᾶς τῆς δυσκολίας ἀπήλλαξεν ὁ Θεός· ἀλλὰ πενήτων ἡμῖν δεῖ μόνον, τῶν χωλῶν, τῶν ἀναπήρων, τῶν ἀῤῥώστων. Αὐτοὶ τὴν τοιαύτην εἰσὶν ἐγκεχειρισμένοι μετάθεσιν· οὗτοι τὰ χρήματα παραπέμπουσιν εἰς τὸν οὐρανὸν, οὗτοι τοὺς τῶν τοιούτων χρημάτων κυρίους εἰς τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν εἰσάγουσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ. Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» αʹ. Μέγα ἀγαθὸν παῤῥησία καὶ τὸ ἐλευθεροστομεῖν, καὶ πάντα δεύτερα τίθεσθαι τῆς ὁμολογίας τῆς εἰς τὸν Χριστόν· οὕτω μέγα καὶ θαυμαστὸν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν τοιοῦτον ἀνακηρύττειν ἐπὶ τοῦ Πατρὸς, καίτοι γε οὐκ ἴση ἡ ἀντίδοσις. Σὺ μὲν γὰρ ὁμολογεῖς ἐπὶ τῆς γῆς, αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς οὐρανοῖς· καὶ σὺ μὲν ἀνθρώπων παρόντων, αὐτὸς δὲ ἐπὶ τοῦ Πατρὸς καὶ τῶν ἀγγέλων ἁπάντων. Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων. Διὰ γὰρ τοῦτο καὶ τὸν τόπον ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ἵνα τὴν παῤῥησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος. Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ᾽ αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι), τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πῶς οὖν τοῦτο ποιεῖ;

Ἐπάγων καὶ λέγων· Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ. Ὅσα δὲ τῶν ἀντιγράφων ἀκριβέστερον ἔχει, Ἐν Βηθαβαρᾷ, φησίν. Ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, οὐδὲ ἐπὶ τῆς ἐρήμου ἦν, ἀλλ᾽ ἐγγύς που τῶν Ἱεροσολύμων.

Τοὺς δὲ τόπους καὶ δι᾽ ἑτέραν αἰτίαν ἐπισημαίνεται. Ἐπειδὴ γὰρ πράγματα οὐ παλαιὰ διηγεῖσθαι ἔμελλεν, ἀλλὰ πρὸ μικροῦ συμβάντα τοῦ χρόνου, τοὺς παρόντας καὶ θεωμένους μάρτυρας ποιεῖται τῶν λεγομένων, καὶ ἀπόδειξιν καὶ ἀπὸ τῶν τόπων παρέχεται. Θαῤῥῶν γὰρ ὅτι οὐδὲν παρ᾽ ἑαυτοῦ προσετίθει τοῖς λεγομένοις, ἀλλὰ τὰ ὄντα ἁπλῶς ἅπαντα μετὰ ἀληθείας ἐξηγεῖτο, τὴν ἀπὸ τῶν τόπων μαρτυρίαν παραλαμβάνει, ἀπόδειξιν, ὅπερ ἔφην, οὐ τὴν τυχοῦσαν τῆς ἀληθείας ἐσομένην. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διενείμαντο τοὺς καιροὺς οἱ εὐαγγελισταί· καὶ ὁ μὲν Ματθαῖος τοὺς πρὶν ἢ δεθῆναι τὸν Βαπτιστὴν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης οὐ μόνον οὐκ ἐπιτέμνει, ἀλλὰ τούτοις μάλιστα καὶ ἐνδιατρίβει.

Κἀκεῖνος μὲν μετὰ τὸ ἐλθεῖν τὸν Ἰησοῦν ἀπὸ τῆς ἐρήμου, τὰ μεταξὺ σιωπήσας, οἷον ὅσα ὁ Ἰωάννης ἐφθέγξατο, ὅσα οἱ Ἰουδαῖοι ἀποστείλαντες ἔλεγον, καὶ τὰ ἄλλα πάντα συντεμὼν, μετεπήδησεν εὐθέως ἐπὶ τὸ δεσμωτήριον· Ἀκούσας γὰρ, φησὶν, ὁ Ἰησοῦς ὅτι παρεδόθη Ἰωάννης, ἀνεχώρησεν ἐκεῖθεν. Ὁ δὲ Ἰωάννης οὐχ οὕτως, ἀλλὰ τὴν μὲν εἰς τὴν ἔρημον ὁδὸν ἀπεσιώπησεν, ἅτε ὑπὸ τοῦ Ματθαίου λεχθεῖσαν· τὰ δὲ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται, καὶ πολλὰ διελθὼν, τότε ἐπάγει· Οὔπω γὰρ ἦν βεβλημένος ὁ Ἰωάννης εἰς τὴν φυλακήν. Καὶ τίνος ἕνεκεν, φησὶ, νῦν παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον τοῦτο ποιεῖ; Ὁ μὲν γὰρ Ματθαῖος ἀναγκαίαν αὐτοῦ τὴν παρουσίαν γεγενῆσθαι λέγει διὰ τὸ βάπτισμα· διὸ τοῦτο δεικνὺς καὶ ὁ Ἰησοῦς ἐπάγει καὶ λέγει, ὅτι Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

Ὁ δὲ Ἰωάννης καὶ πάλιν αὐτὸν παραγεγονέναι δείκνυσι μετὰ τὸ βάπτισμα· καὶ τοῦτο ἐντεῦθεν ἐδήλωσεν λέγων· ἐγὼ Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτόν. Τίνος οὖν ἕνεκεν παραγίνεται πρὸς τὸν Ἰωάννην; Οὐδὲ γὰρ ἁπλῶς ἦλθεν, ἀλλὰ πρὸς αὐτὸν ἐπορεύετο. Ἐρχόμενον γὰρ, φησὶ, πρὸς αὐτὸν, βλέπει αὐτόν. Τίνος οὖν ἕνεκεν ἤρχετο; Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ᾽ ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ. Διὰ τοῦτο παραγίνεται, διδοὺς ἅμα καὶ τῷ Ἰωάννῃ ταύτην πάλιν διορθώσασθαι τὴν ὑπόνοιαν. Καὶ γὰρ τῷ εἰπεῖν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν ταύτην ἀναιρεῖ τὴν ὑποψίαν. Ὁ τοίνυν οὕτω καθαρὸς ὡς καὶ τὰ ἑτέρων ἁμαρτήματα ἀπολύεσθαι δύνασθαι, εὔδηλον ὅτι οὐχ ὥστε ἐξομολογήσασθαι ἁμαρτήματα παραγίνεται, ἀλλ᾽ ὥστε δοῦναι ἀφορμὴν ἐκείνῳ τῷ θαυμαστῷ κήρυκι, καὶ δευτέρᾳ φωνῇ τοῖς τὰ πρότερα ἀκηκοόσιν ἀκριβέστερον ἐνθεῖναι τὰ εἰρημένα, καὶ προσθεῖναι ἕτερα πάλιν. Τὸ δὲ, Ἴδε, εἴρηται, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτὸν ἀπὸ τῶν εἰρημένων καὶ ἀπὸ μακροῦ τοῦ χρόνου. Διὰ τοῦτο παρόντα δείκνυσιν αὐτὸν οὗτος καὶ λέγει, Ἴδε· δηλῶν ὅτι οὗτός ἐστιν ὁ πάλαι ζητούμενος. Οὗτος ὁ ἀμνός.

Ἀμνὸν δὲ αὐτὸν καλεῖ, τῆς προφητείας ἀναμιμνήσκων Ἰουδαίους τῆς Ἡσαΐου καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵν᾽ ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται πρὸς τὴν ἀλήθειαν. Ἐκεῖνος μὲν οὖν ὁ ἀμνὸς οὐδενὸς καθάπαξ ἁμαρτίαν ἔλαβεν· οὗτος δὲ τῆς οἰκουμένης ἁπάσης. Κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι, ταχέως αὐτὴν ἀπήλλαξε τῆς ὀργῆς τοῦ Θεοῦ.

Οὗτος ἦν περὶ οὗ εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. βʹ. Ὁρᾷς κἀνταῦθα πῶς τὸ ἔμπροσθεν ἑρμηνεύει; Εἰπὼν γὰρ ἀμνὸν, καὶ ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, τότε φησὶν, ὅτι Ἔμπροσθέν μου γέγονε, δηλῶν, ὅτι τοῦτό ἐστι τὸ, Ἔμπροσθεν, τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου, τὸ βαπτίσαι ἐν Πνεύματι ἁγίῳ. Ἡ μὲν γὰρ ἐμὴ παρουσία πλέον οὐδὲν εἶχε τοῦ κηρῦξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην, καὶ τὸ τοῦ ὕδατος βάπτισμα παρασχεῖν· ἡ δὲ τούτου, τὸ καθᾶραι πάντας ἀνθρώπους καὶ χαρίσασθαι τοῦ Παρακλήτου τὴν ἐνέργειαν.

Οὗτος Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐδείχθη μου λαμπρότερος, Ὅτι πρῶτός μου ἦν. Αἰσχυνέσθωσαν οἱ Παύλου τοῦ Σαμοσατέως τὴν μανίαν διαδεξάμενοι, πρὸς οὕτω φανερὰν ἀλήθειαν ἀνθιστάμενοι. Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὅρα πῶς ἀνύποπτον ἐνταῦθα τὴν μαρτυρίαν ἐργάζεται, δεικνὺς αὐτὴν οὐκ ἀνθρωπίνης οὖσαν φιλίας, ἀλλ᾽ ἐξ ἀποκαλύψεως θείας γεγενημένην. Οὐκ ᾔδειν γὰρ αὐτὸν ἐγὼ, φησί.

Πῶς οὖν ἂν εἴης ἀξιόπιστος μάρτυς; πῶς δὲ ἂν καὶ ἑτέρους διδάξαις αὐτὸς ἀγνοῶν; Οὐκ εἶπεν, Οὐκ οἶδα αὐτὸν, ἀλλ᾽, Οὐκ ᾔδειν αὐτόν· ὥστε ταύτῃ μάλιστα ἀξιόπιστος ἂν γένοιτο. Πῶς γὰρ ἂν ἐχαρίσατο τῷ ἀγνοουμένῳ; Ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδατι. Οὐ τοίνυν αὐτὸς βαπτίσματος ἐδεῖτο, οὐδὲ ἄλλην τινὰ αἰτίαν εἶχεν ἐκεῖνο τὸ λουτρὸν, ἢ τὸ προοδοποιῆσαι τῇ εἰς Χριστὸν πίστει τοῖς λοιποῖς ἅπασιν. Οὐ γὰρ εἶπεν, Ἵνα καθάρω τοὺς βαπτιζομένους, οὐδ᾽, Ἵνα ἀπαλλάξω ἁμαρτημάτων ἦλθον βαπτίζων, ἀλλ᾽, Ἵνα φανερωθῇ τῷ Ἰσραήλ.

Τί γὰρ, εἰπέ μοι, τοῦ βαπτίσματος χωρὶς οὐκ ἐνῆν κηρῦξαι, καὶ ἐπαγαγέσθαι τοὺς ὄχλους; Ἀλλὰ ῥᾳδίως οὕτως οὐδαμῶς. Οὐδὲ γὰρ ἂν οὕτω συνέδραμον ἅπαντες, εἰ βαπτίσματος χωρὶς τὸ κήρυγμα ἐγένετο· οὐκ ἂν ἔμαθον τὴν ἀπὸ τῆς συγκρίσεως ὑπεροχήν. Τὸ γοῦν πλῆθος ἐξήρχετο, οὐκ ἀκουσόμενον ὧν ἔλεγεν· ἀλλὰ τί. Βαπτίσασθαι ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Παραγενόμενοι δὲ, ἐδιδάσκοντο τὰ περὶ τοῦ Χριστοῦ καὶ τοῦ βαπτίσματος τὸ διάφορον. Καίτοι τοῦ Ἰουδαϊκοῦ τοῦτο σεμνότερον ἦν, καὶ διὰ τοῦτο πάντες ἐπέτρεχον· ἀλλ᾽ ὅμως καὶ οὕτως ἀτελὲς ἦν.

Πῶς οὖν σὺ ἔγνως αὐτόν; Διὰ τῆς τοῦ Πνεύματος καθόδου, φησίν. Ἵνα δὲ μή τις νομίσῃ πάλιν, ὅτι ἐν χρείᾳ καθειστήκει τοῦ Πνεύματος, καθάπερ ἡμεῖς, ἄκουσον πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι ἡ τοῦ Πνεύματος κάθοδος ὑπὲρ τοῦ κηρῦξαι τὸν Χριστὸν μόνον ἐγένετο. Εἰπὼν γὰρ, Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἐπήγαγεν· Ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾽ αὐτὸν, ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι τοῦτο ἔργον τοῦ Πνεύματος ἦν τὸ δεῖξαι τὸν Χριστόν; Ἦν μὲν καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία ἀνύποπτος.

Βουλόμενος δὲ αὐτὴν ἀξιοπιστοτέραν ποιῆσαι, ἀνήγαγεν αὐτὴν ἐπὶ τὸν Θεὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ γὰρ ἐμαρτύρησεν ὁ Ἰωάννης οὕτω μέγα τι καὶ θαυμαστὸν, καὶ ἱκανὸν τοὺς ἀκούοντας ἐκπλῆξαι πάντας, οἷον ὅτι τῆς οἰκουμένης ἁπάσης τὰς ἁμαρτίας λαμβάνει μόνος αὐτὸς, καὶ ὅτι πρὸς τοσοῦτον ἀρκεῖ λύτρον τῆς δωρεᾶς τὸ μέγεθος, κατασκευάζει λοιπὸν ταύτην τὴν ἀπόφασιν. Ἡ δὲ κατασκευὴ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, καὶ ὅτι οὐκ ἐδεῖτο βαπτίσματος, καὶ ὅτι ἔργον τῆς τοῦ Πνεύματος καθόδου γέγονε, τὸ δῆλον αὐτὸν ποιῆσαι μόνον. Οὐ γὰρ ἦν τῆς τοῦ Ἰωάννου δυνάμεως Πνεῦμα διδόναι· καὶ δηλοῦσι τοῦτο οἱ βαπτιζόμενοι ὑπ᾽ αὐτοῦ λέγοντες· Ἀλλ᾽ οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.

Οὐκ ἄρα τοῦ βαπτίσματος ἐδεῖτο ὁ Χριστὸς, οὐκ ἐκείνου, οὐχ ἑτέρου τινός· ἀλλὰ μᾶλλον τὸ βάπτισμα ἔχρῃζε τῆς δυνάμεως τοῦ Χριστοῦ. Τὸ γὰρ ἐλλεῖπον τοῦτο ἦν τὸ κεφάλαιον πάντων τῶν ἀγαθῶν, τὸ Πνεύματος ἀξιωθῆναι τὸν βαπτιζόμενον. Ταύτην οὖν τὴν τοῦ Πνεύματος χορηγίαν προσέθηκε παραγενόμενος.

Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης, λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.

Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Συνεχῶς δὲ τὸ, Οὐκ ᾔδειν αὐτὸν, τίθησιν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ᾽ ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν᾽ οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, συνεχῶς φησι τὸ, Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν, ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν, εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου, καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε, πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ᾽ οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου, καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα, ὅσαπερ παιδὸς ὄντος ἐγένετο, οἷον τὰ περὶ τοὺς Μάγους, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου, τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου, εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων.

γʹ. Ἐντεῦθεν ἡμῖν λοιπὸν δῆλον, ὅτι καὶ τὰ σημεῖα ἐκεῖνα, ἃ παιδικὰ εἶναί φασι τοῦ Χριστοῦ, ψευδῆ καὶ πλάσματά τινων ἐπεισαγόντων ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν οὔτε Ἰωάννης αὐτὸν ἠγνόησεν, οὐδὲ τὸ λοιπὸν πλῆθος ἐδεήθη ἂν διδασκάλου τοῦ φανερώσοντος αὐτόν. Νῦν δὲ αὐτός φησι, διὰ τοῦτο παραγεγονέναι, Ἵνα φανερωθῇ τῷ Ἰσραήλ· καὶ διὰ τοῦτο ἔλεγε πάλιν, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ὕστερον δὲ ἅτε σαφέστερον μαθὼν, τοῖς ὄχλοις αὐτὸν ἐκήρυττε λέγων· Οὗτος ἦν ὃν εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι καὶ, Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, καὶ διὰ τοῦτο πέμψας, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, αὐτὸς αὐτῷ καὶ πρὸ τῆς τοῦ Πνεύματος καθόδου αὐτὸν ἀπεκάλυψε. Διὸ καὶ πρὶν ἢ παραγενέσθαι, ἔλεγεν· Ὀπίσω μου ἔρχεται, ὃς ἔμπροσθέν μου γέγονεν. Οὐ τοίνυν ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην καὶ πάντας βαπτίζειν, ἀλλ᾽ ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω· καὶ ταῦτα τοῦ Πατρὸς αὐτὸν ἀποκαλύψαντος τῷ Προφήτῃ, καὶ τοῦ Πνεύματος δείξαντος βαπτιζόμενον Ἰουδαίοις, δι᾽ οὓς καὶ ἡ κάθοδος τοῦ Πνεύματος γέγονεν.

Ἵνα γὰρ ἡ Ἰωάννου μὴ καταφρονηθῇ μαρτυρία λέγοντος, ὅτι Πρῶτός μου ἦν, καὶ ὅτι Ἐν Πνεύματι βαπτίζει, καὶ ὅτι Κρινεῖ τὴν οἰκουμένην, καὶ ὁ Πατὴρ φωνὴν ἀφίησιν ἀνακηρύττων τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα ἔπεισι, τὴν φωνὴν ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὁ μὲν ἐβάπτιζεν, ὁ δὲ ἐβαπτίζετο, ἵνα μή τις τῶν παρόντων περὶ Ἰωάννου νομίσῃ λέγεσθαι τὸ εἰρημένον, ἔρχεται τὸ Πνεῦμα διορθούμενον τὴν τοιαύτην ὑπόνοιαν. Ὥστε ὅταν λέγῃ, Οὐκ ᾔδειν αὐτὸν, τὸν ἔμπροσθεν λέγει χρόνον, οὐ τὸν ἐγγὺς τοῦ βαπτίσματος.

Ἐπεὶ πῶς αὐτὸν ἐκώλυε λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; πῶς δὲ καὶ τοιαῦτα περὶ αὐτοῦ ἔλεγε; Πῶς οὖν οὐκ ἐπίστευσαν Ἰουδαῖοι, φησίν; οὐδὲ γὰρ μόνος Ἰωάννης εἶδε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ὅτι εἰ καὶ εἶδον, ἀλλὰ τὰ τοιαῦτα οὐχὶ τῶν τοῦ σώματος ὀφθαλμῶν δεῖται μόνον, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Εἰ γοῦν θαυματουργοῦντα ὁρῶντες, καὶ ἁπτόμενον ταῖς οἰκείαις χερσὶ τῶν νενοσηκότων καὶ τῶν τεθνηκότων, καὶ οὕτως αὐτοὺς πρὸς ζωὴν ἐπανάγοντα καὶ ὑγείαν, τοσοῦτον ἐμέθυον ὑπὸ τῆς βασκανίας, ὥστε ἐναντία τοῖς ὁρωμένοις ἀποφαίνεσθαι· πῶς ἂν ἀπὸ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μόνης ἀπεκρούσαντο τὴν ἀπιστίαν; Τινὲς δέ φασιν οὐδὲ πάντας αὐτοὺς τεθεᾶσθαι, ἀλλ᾽ ἢ μόνον Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. Εἰ γὰρ καὶ αἰσθητοῖς ὀφθαλμοῖς δυνατὸν ἦν ἰδεῖν ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατιόν· ἀλλ᾽ ὅμως οὐ διὰ τοῦτο πᾶσα ἀνάγκη πᾶσι κατάδηλον εἶναι τὸ πρᾶγμα.

Καὶ γὰρ καὶ Ζαχαρίας ἐν αἰσθητῷ εἴδει πολλὰ τεθέαται· καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ κοινωνὸν τῆς θέας οὐδένα ἔσχον· καὶ Μωϋσῆς δὲ πολλὰ οἶδε, καὶ οἷα τῶν ἄλλων οὐδείς· καὶ τῆς μεταμορφώσεως δὲ τῆς ἐπὶ τοῦ ὄρους οὐ πάντες ἠξιώθησαν οἱ μαθηταί· ἀλλ᾽ οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· καὶ τοῦτο δηλοῖ σαφῶς ὁ Λουκᾶς εἰπών· ὅτι ἔδειξεν ἑαυτὸν τοῖς Μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ.

Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ποῦ ἐμαρτύρησεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Ἀμνὸν μὲν γὰρ αὐτὸν ἐκάλεσε, καὶ ὅτι Πνεύματι βαπτίζειν ἔμελλεν, εἶπεν· Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ. Καίτοι γε μετὰ τὸ βάπτισμα οὐδὲν αὐτὸν ἀναγράφουσιν εἰρηκότα οἱ ἄλλοι εὐαγγελισταὶ, ἀλλὰ τὰ μεταξὺ σιωπήσαντες, τὰ μετὰ τὴν σύλληψιν Ἰωάννου γενόμενα τοῦ Χριστοῦ θαύματα λέγουσιν. Ἀφ᾽ ὧν στοχάζεσθαι εἰκὸς, ὅτι καὶ ταῦτα καὶ πολλῷ ἕτερα πλείονα παραλέλειπται· καὶ τοῦτο αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς πρὸς τῷ τέλει τῆς συγγραφῆς ἐδήλωσε. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ πλάσαι τι μέγα περὶ αὐτοῦ, ὅτι τὰ μὲν δοκοῦντα ἐπονείδιστα εἶναι πάντες ὁμοφώνως καὶ μετὰ ἀκριβείας ἔθηκαν ἁπάσης, καὶ οὐκ ἂν εὕροις οὐδένα αὐτῶν παραλιπόντα οὐδὲν τῶν τοιούτων· τῶν δὲ θαυμάτων τὰ μὲν ἄλλοις εἴασαν, τὰ δὲ πάντες ἀπεσιώπησαν. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ πρὸς τὴν τῶν Ἑλλήνων ἀναισχυντίαν. Ἱκανὸν γὰρ τοῦτο τοῦ φιλαλήθους αὐτῶν τρόπου δεῖγμα, καὶ τοῦ μηδὲν πρὸς χάριν λέγειν.

Καὶ δυνήσεσθε καὶ ταύτῃ μετὰ τῶν ἄλλων ὁπλίζεσθαι τῇ τῶν λόγων ὑποθέσει πρὸς αὐτούς. Ἀλλὰ προσέχετε· καὶ γὰρ ἄτοπον τὸν μὲν ἰατρὸν μετὰ ἀκριβείας ὑπὲρ τῆς τέχνης ἀγωνίζεσθαι τῆς αὑτοῦ, καὶ τὸν σκυτοτόμον, καὶ τὸν ὑφάντην, καὶ πάντας ἁπλῶς τοὺς τεχνίτας· τὸν δὲ Χριστιανὸν εἶναι φάσκοντα, μὴ δύνασθαι λόγον ὑπὲρ τῆς οἰκείας παρασχεῖν πίστεως. Καίτοι ἐκεῖνα μὲν παροφθέντα, εἰς χρήματα τὴν ζημίαν ἤνεγκε· ταῦτα δὲ ἀμελούμενα, αὐτὴν ἡμῖν διαφθείρει τὴν ψυχήν. Ἀλλ᾽ ὅμως οὕτως ἀθλίως διακείμεθα, ὡς ἐκείνοις μὲν ἅπασαν ἀπονέμειν σπουδήν· τῶν δὲ ἀναγκαίων, καὶ ἃ σωτηρίας ὑπόθεσις τῆς ἡμετέρας ἐστὶ, τούτων ὡς οὐδενὸς ἀξίων καταφρονεῖν.

δʹ. Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης. Ὅταν γὰρ αὐτοὶ μὲν τῷ ψεύδει συνιστάμενοι, πάντα πράττωσιν ὥστε συσκιάσαι τῶν δογμάτων τὴν αἰσχύνην, ἡμεῖς δὲ οἱ τῆς ἀληθείας θεραπευταὶ μηδὲ διᾶραι τὸ στόμα δυνώμεθα, πῶς οὐ πολλὴν τοῦ δόγματος καταγνώσονται τὴν ἀσθένειαν; πῶς οὐκ ἀπάτην καὶ μωρίαν τὰ ἡμέτερα ὑποπτεύσουσι; πῶς οὐ βλασφημήσουσι τὸν Χριστὸν ὡς εἴρωνα καὶ ἀπατεῶνα, καὶ τῇ τῶν πολλῶν ἀνοίᾳ πρὸς τὴν ἀπάτην ἀποχρησάμενον; Ταύτης δὲ ἡμεῖς αἴτιοι τῆς βλασφημίας, οὐκ ἐθέλοντες ἀγρυπνεῖν ἐν τοῖς ὑπὲρ εὐσεβείας λόγοις, ἀλλὰ πάρεργα τιθέμενοι ταῦτα, καὶ τὰ τῆς γῆς μεριμνῶντες. Καὶ ὀρχηστοῦ μέν τις ἐρῶν καὶ ἡνιόχου καὶ τοῦ τοῖς θηρίοις πυκτεύοντος, πάντα κινεῖ καὶ πραγματεύεται, ὥστε ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ αὐτοῦ μὴ ἔλαττον ἔχων ἀπελθεῖν· καὶ μακροὺς συνείρουσιν ἐπαίνους, πρὸς τοὺς κατηγοροῦντας αὐτῶν ἀπολογίαν συντιθέντες, καὶ μυρίοις βάλλοντες σκώμμασι τοὺς ἐναντιουμένους· ὑπὲρ δὲ Χριστιανισμοῦ προκειμένων λόγων, πάντες κάτω νεύουσι, καὶ κνῶνται, καὶ χασμῶνται, καὶ καταγελασθέντες ἀναχωροῦσι.

Καὶ πῶς οὐκ ἄξια ταῦτα μυρίας ὀργῆς, ὅταν ὁ Χριστὸς ἀτιμότερος ὀρχηστοῦ φαίνηται παρ᾽ ὑμῖν; εἴ γε ὑπὲρ μὲν τῶν ἐκείνοις πεπραγμένων μυρίας ἀπολογίας μεμελετήκατε, καίτοι γε πάντων αἰσχροτέρων ὄντων· ὑπὲρ δὲ τῶν τοῦ Χριστοῦ θαυμάτων, καίτοι γε τὴν οἰκουμένην ἐπισπασαμένων, οὐδὲ ἐννοῆσαί τι καὶ μεριμνῆσαι ἀνέχεσθε. Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· εἰς ἀνάστασιν σωμάτων, εἰς ζωὴν αἰώνιον. Ἂν τοίνυν ἔρηταί τις Ἑλλήνων· Τίς ποτέ ἐστιν οὗτος ὁ Πατήρ; τίς δὲ ὁ Υἱός; τίς δὲ τὸ Πνεῦμα τὸ ἅγιον; ἢ πῶς καὶ ὑμεῖς τρεῖς λέγοντες θεοὺς, ἡμῖν ἐγκαλεῖ πολυθεΐαν; τί ἐρεῖτε; τί δὲ ἀποκρινεῖσθε; πῶς ἀποκρούσεσθε τὴν προσβολὴν τῶν λόγων τούτων; Τί δὲ, ἂν σιγώντων ὑμῶν πάλιν ἐπενέγκῃ τὸ ἕτερον ζήτημα, Τί δέ ἐστιν ὅλως ἀνάστασις, ἐρωτῶν; ἆρα γὰρ ἐν τούτῳ τῷ σώματι πάλιν ἀναστησόμεθα; ἆρα ἐν ἑτέρῳ παρὰ τοῦτο; καὶ εἰ ἐν τούτῳ, τίς χρεία αὐτὸ καταλυθῆναι; τί πρὸς ταῦτα ἐρεῖτε; Τί δὲ, ἂν λέγῃ· Διατί νῦν, καὶ μὴ ἐν τοῖς ἔμπροσθεν παρεγένετο χρόνοις ὁ Χριστός; νῦν γὰρ ἔδοξεν αὐτῷ προνοῆσαι τῶν ἀνθρώπων, τὸν δὲ ἄλλον ἅπαντα χρόνον ἡμῶν κατεφρόνει; ἢ καὶ ἄλλα ἔτι ἂν πρὸς τούτοις τούτων πλείονα ἐξετάζῃ; Οὐδὲ γὰρ ἀναγκαῖον πολλὰ ἐφεξῆς ζητήματα τιθέντας, τὰς λύσεις ἀποσιγᾷν, ὥστε μὴ τοὺς ἀφελεστέρους ταύτῃ παραβλάψαι. Ἀρκεῖ γὰρ καὶ τὰ εἰρημένα πρὸς τὸ ἀποτινάξαι ὑμῶν τὸν ὕπνον. Τί οὖν;

ἂν ταῦτα ἐξετάζωσιν, ὑμεῖς δὲ μηδὲ τῶν ῥημάτων ὑπακούειν δύνησθε ἁπλῶς τούτων, ἆρα μικρὰν ὑποστησόμεθα δίκην, εἰπέ μοι, τοσαύτης πλάνης αἴτιοι γινόμενοι τοῖς ἐν τῷ σκότῳ καθημένοις; Ἐβουλόμην, εἴ γε σχολῆς ἀπελαύετε πολλῆς, εἰς μέσον ἁπάντων ὑμῶν μιαροῦ τινος Ἕλληνος φιλοσόφου βιβλίον καθ᾽ ἡμῶν εἰρημένον ἀγαγεῖν, ἑτέρου πάλιν πρεσβυτέρου τούτου, ἵν᾽ οὕτω γοῦν ὑμᾶς διανέστησα, καὶ τῆς πολλῆς νωθείας ἀπήγαγον. Εἰ γὰρ ἐκεῖνοι μὲν, ὥστε καθ᾽ ἡμῶν εἰπεῖν, τοσαῦτα ἠγρύπνησαν, τίνος ἂν εἴημεν συγγνώμης ἡμεῖς ἄξιοι, εἰ μηδὲ τὰς προσβολὰς τὰς καθ᾽ ἡμῶν εἰσόμεθα ἀποκρούεσθαι; Τίνος δὲ ἕνεκεν καὶ παρήχθημεν; Οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος· Ἕτοιμοι γίνεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος;

Καὶ ὁ Παῦλος δὲ τὰ αὐτὰ παραινεῖ λέγων· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Ἀλλὰ τί φασι πρὸς ταῦτα οἱ κηφήνων ἀλογώτεροι; Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ· καὶ, Ὁ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ τὰς μαρτυρίας τῶν Γραφῶν πρὸς τὸ δέον ἐπίστανται παράγειν οἱ πολλοί. Οὐ γὰρ τὸν ἀνόητον ἐνταῦθα λέγει, οὐδὲ τὸν οὐδὲν εἰδότα, ἀλλὰ τὸν ἀπόνηρον, τὸν μὴ κακοῦργον, τὸν συνετόν.

Ἐπεὶ εἰ τοῦτο ἦν, περιττὸν ἦν ἀκούειν, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἀλλὰ τί ταῦτα χρὴ λέγειν, εἰς οὐδὲν δέον ἀπαντῶντος τούτου τοῦ λόγου; Πρὸς γὰρ τοῖς εἰρημένοις, οὐδὲ τὰ ἄλλα ἡμῖν κατώρθωται, τὰ τοῦ βίου καὶ τῆς ζωῆς λέγω, ἀλλὰ πάντοθεν ἄθλιοι καὶ καταγέλαστοί ἐσμεν, καὶ αἰτιᾶσθαι μὲν ἀλλήλους ἀεὶ πρόχειροι, διορθοῦσθαι δὲ ἐφ᾽ οἷς αἰτιώμεθα καὶ ἐγκαλούμεθα, ὀκνηροί. Διὸ παρακαλῶ ὑμᾶς, νῦν γοῦν ἡμῶν αὐτῶν γενομένους, μὴ μέχρι τῆς κατηγορίας ἵστασθαι μόνον· οὐ γὰρ ἀρκεῖ τοῦτο ἐξιλεώσασθαι τὸν Θεόν· ἀλλὰ καὶ ἀρίστην εἰς πάντα σπουδάσωμεν ἐπιδείξασθαι μεταβολὴν, ἵνα εἰς δόξαν τοῦ Θεοῦ βιώσαντες, καὶ αὐτοὶ τῆς μελλούσης ἀπολαύσωμεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν αὐτῷ.

αʹ. Ῥᾴθυμόν πως ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξύῤῥοπον πρὸς ἀπώλειαν, οὐ παρὰ τὴν τῆς φύσεως κατασκευὴν, ἀλλὰ παρὰ τὴν ἐκ προαιρέσεως ῥᾳθυμίαν· διὸ πολλῆς δεῖται τῆς ὑπομνήσεως. Καὶ ὁ Παῦλος δὲ διὰ τοῦτο γράφων τοῖς Φιλιππησίοις ἔλεγε· Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.

Ἡ μὲν γὰρ γῆ τὰ σπέρματα παραλαβοῦσα ἅπαξ, εὐθέως ἀποδίδωσι τοὺς καρποὺς, καὶ οὐ δεῖται δευτέρας καταβολῆς· ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ᾽ ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν. Πρῶτον μὲν γὰρ δυσκόλως ἐνιζάνει τῇ διανοίᾳ τὰ λεγόμενα, διὰ τὸ πολλὴν μὲν ὑποκεῖσθαι τὴν σκληρότητα, μυρίαις δὲ συνέχεσθαι ταῖς ἀκάνθαις, καὶ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ τὰ σπέρματα διαρπάζοντας. Ἔπειτα ὅταν παγῇ καὶ ῥιζωθῇ, τῆς αὐτῆς πάλιν δεῖται σπουδῆς, ὥστε πρὸς ἀκμὴν ἐλθεῖν αὐτὰ, καὶ ἐλθόντα μεῖναι ἀσινῆ, καὶ μηδὲν παραβλαβῆναι παρὰ μηδενός. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων, ὅταν ὁ στάχυς ἀπαρτισθῇ καὶ τὴν οἰκείαν ἰσχὺν ἀπολάβῃ, καὶ ἐρυσίβης καὶ αὐχμοῦ καὶ τῶν ἄλλων ἁπάντων εὐκόλως καταφρονεῖ· ἐπὶ δὲ τῶν δογμάτων οὐχ οὕτως, ἀλλὰ καὶ μετὰ τὸ τελείως ἐργασθῆναι τὸ πᾶν, πολλάκις ἐπελθὼν χειμὼν εἷς καὶ κλυδώνιον, δυσκολίας προσβαλούσης, καὶ ἀνθρώπων ἀπατᾷν εἰδότων ἐπιβουλευσάντων, καὶ ἑτέρων πειρασμῶν ποικίλων ἐπενεχθέντων, ἐλυμήνατο. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ ἵνα ὅταν ἀκούσῃς τοῦ Ἰωάννου τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίας καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς καὶ φορτικόν.

Ἐβούλετο μὲν γὰρ ἅπαξ εἰπὼν ἀκουσθῆναι· ἐπειδὴ δὲ οὐ πολλοὶ τοῖς λεγομένοις προσεῖχον ἐξ ἀρχῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρᾳ πάλιν αὐτοὺς ἀφυπνίζει φωνῇ. Σκόπει δέ· Εἶπεν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε· καὶ ὅτι Οὐχ ἱκανός ἐστι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, ὅτι Αὐτὸς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ ὅτι τὸ Πνεῦμα τεθέαται καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ᾽ αὐτόν· καὶ μεμαρτύρηκεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· οὐδεὶς προσέσχεν οὐδὲ ἠρώτησεν, οὐδὲ εἶπε· Τί ταῦτα λέγεις; καὶ ὑπὲρ τίνος; καὶ διατί; Εἶπε πάλιν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Οὐδὲ οὕτω καθήψατο τῆς ἀναισθησίας αὐτῶν. Διὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν. Διὰ δὴ τοῦτο οὐδὲ μακρὸν ποιεῖ τὸν λόγον, ὅτι ἓν μόνον ἐσπούδαζε, προσαγαγεῖν αὐτοὺς καὶ κολλῆσαι τῷ Χριστῷ. ᾜδει γὰρ ὅτι τοῦτο καταδεξάμενοι καὶ πεισθέντες, οὐ δεήσονται τοῦ μαρτυρήσοντος αὐτῷ λοιπόν· ὅπερ οὖν καὶ γέγονεν.

Εἰ γὰρ οἱ Σαμαρεῖται λέγουσι μετὰ τὴν ἀκρόασιν αὐτοῦ τῇ γυναικὶ, Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός· πολλῷ μᾶλλον οἱ μαθηταὶ τάχιον ἐχειρώθησαν ἂν, ὃ δὴ καὶ γέγονεν.

Ἐλθόντες γὰρ καὶ ἀκούσαντες μίαν ἑσπέραν, οὐκ ἔτι πρὸς Ἰωάννην ὑπέστρεψαν, ἀλλ᾽ οὕτως αὐτῷ προσηλώθησαν, ὥστε τὴν Ἰωάννου διακονίαν ἀναδέξασθαι, καὶ αὐτοὶ κηρύττειν αὐτόν. Εὑρίσκει γὰρ οὗτος, φησὶ, τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός. Θέα δέ μοι κἀκεῖνο, πῶς, ὅτε μὲν ἔλεγεν, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε, καὶ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ, οὐδένα εἷλεν· ὅτε δὲ περὶ τῆς οἰκονομίας διελέχθη, καὶ ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἤγαγε, τότε ἠκολούθησαν οἱ μαθηταί. Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ᾽ ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον.

Ἤκουσαν γοῦν ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ εὐθέως ἐπέδραμον. Εἰ γὰρ ἔστιν ἀπολούσασθαι τὰ ἐγκλήματα, τίνος ἕνεκεν, φησὶν, ἀναβαλλόμεθα; πάρεστιν ὁ χωρὶς πόνων ἐλευθερώσων ἡμᾶς· πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας ὑπερτίθεσθαι τὴν δωρεάν; Ἀκουέτωσαν οἱ κατηχούμενοι, καὶ πρὸς ἐσχάτας ἀναπνοὰς τὴν οἰκείαν ἀναβαλλόμενοι σωτηρίαν. Πάλιν εἱστήκει, φησὶν, ὁ Ἰωάννης καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.

Οὐδὲν ὁ Χριστὸς διαλέγεται, ἀλλὰ πάντα ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ νυμφίου γίνεται. Οὐκ αὐτός τι λέγει πρὸς τὴν νύμφην τέως, ἀλλὰ πάρεστι μὲν σιγῇ, ἕτεροι δὲ αὐτὸν δηλοῦσι καὶ τὴν νύμφην, ἐγχειρίζουσι δὲ ἕτεροι· αὕτη δὲ φαίνεται μόνον, καὶ οὐκ ἀφ᾽ ἑαυτοῦ ταύτην ἄπεισι λαβὼν, ἀλλ᾽ ἑτέρου παραδόντος αὐτήν. Ὅταν δὲ λάβῃ παραδοθεῖσαν, οὕτως αὐτὴν διατίθησιν, ὡς μηκέτι μεμνῆσθαι τῶν κατεγγυησάντων.

Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἦλθεν ἁρμοσόμενος τὴν Ἐκκλησίαν· οὐδὲν αὐτὸς εἶπεν, ἀλλὰ παρεγένετο μόνον· ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων. Λαβὼν αὐτὸς λοιπὸν, οὕτως αὐτοὺς διέθηκεν, ὡς μηκέτι πρὸς τὸν ἐγχειρίσαντα ἀπελθεῖν.

βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν ἐνταῦθα παρατηρῆσαι. Καθάπερ γὰρ ἐπὶ τῶν γάμων οὐχ ἡ κόρη πρὸς τὸν νυμφίον ἄπεισιν, ἀλλ᾽ οὗτος πρὸς αὐτὴν ἐπείγεται, κἂν βασιλέως υἱὸς ᾖ, κἂν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένην, κἂν θεραπαινίδα κατεγγυήσασθαι μέλλῃ· οὕτω καὶ ἐνταῦθα συνέβη. Οὐκ εἰς τὸν οὐρανὸν ἀνῆλθε τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ᾽ αὐτὸς πρὸς τὴν εὐκαταφρόνητον ταύτην καὶ εὐτελῆ παραγέγονε· καὶ γενομένων τῶν γάμων, οὐκ εἴασεν ἐνταῦθα μένειν αὐτὴν λοιπὸν, ἀλλὰ παραλαβὼν, πρὸς τὸν οἶκον ἀνήγαγε τὸν πατρικόν. Τί δήποτε δὲ οὐ κατ᾽ ἰδίαν λαμβάνει τοὺς μαθητὰς τοὺς ἑαυτοῦ, καὶ περὶ τούτων αὐτοῖς διαλέγεται ὁ Ἰωάννης, καὶ οὕτως αὐτοὺς δίδωσι τῷ Χριστῷ, ἀλλὰ δημοσίᾳ μετὰ πάντων αὐτοῖς φησιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ; Ἵνα μὴ δόξῃ συσκευῆς εἶναι τὸ ἔργον. Εἰ μὲν γὰρ παρ᾽ αὐτοῦ κατ᾽ ἰδίαν παρακληθέντες ἀπῄεσαν, καὶ ὡς χάριν αὐτῷ παρέχοντες, ταχέως ἂν ἴσως καὶ ἀπεπήδησαν· νῦν δὲ ἐκ τῆς κοινῆς γενομένης διδασκαλίας καταδεξάμενοι τὴν ἀκολούθησιν, βέβαιοι λοιπὸν ἔμενον μαθηταὶ, ὡς οὐ διὰ τὴν εἰς τὸν διδάσκαλον χάριν ἀκολουθήσαντες, ἀλλ᾽ εἰλικρινῶς καὶ πρὸς τὸ κέρδος ὁρῶντες τὸ ἑαυτῶν.

Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον· οἱ μὲν πρὸ τῆς κατὰ σάρκα παρουσίας, οἱ δὲ μετὰ τὴν ἀνάληψιν· οὗτος δὲ μόνος παρόντα. Διὸ καὶ φίλον αὐτὸν τοῦ νυμφίου φησὶν, ἐπειδὴ καὶ ἐν τοῖς γάμοις μόνος αὐτὸς παρεγένετο.

Καὶ γὰρ αὐτὸς πάντα ἐποίησε καὶ ἀπετέλεσεν· αὐτὸς τῷ πράγματι τὴν ἀρχὴν παρέσχε. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦτο εἶπε, δεικνὺς ὅτι οὐ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐμαρτύρει· καὶ γὰρ ἐθαύμαζε τὸν Χριστὸν χαίρων καὶ ἀγαλλόμενος. Καὶ οὐ ποιεῖ τὸν λόγον παρακλητικὸν τέως, ἀλλὰ θαυμάζει μόνον καὶ ἐκπλήττεται τὸν παρόντα· καὶ τὴν δωρεὰν δὲ αὐτοῖς πᾶσιν ἐφ᾽ ἣν παρεγένετο δηλοῖ, καὶ τὸν τρόπον τοῦ καθαρμοῦ. Ὁ γὰρ ἀμνὸς ἀμφότερα ταῦτα ἐμφαίνει. Καὶ οὐκ εἶπεν, Ὁ ληψόμενος, ἢ Ὁ ἄρας· ἀλλ᾽, Ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς ἀεὶ τοῦτο ποιοῦντος αὐτοῦ. Οὐ γὰρ τότε μόνον ἔλαβεν ὅτε ἔπαθεν, ἀλλ᾽ ἐξ ἐκείνου μέχρι τοῦ παρόντος αἴρει τὰς ἁμαρτίας, οὐκ ἀεὶ σταυρούμενος (μίαν γὰρ ὑπὲρ ἁμαρτιῶν προσήνεγκε θυσίαν), ἀλλ᾽ ἀεὶ καθαίρων διὰ τῆς μιᾶς ἐκείνης. Ὥσπερ οὖν ἡμῖν ὁ Λόγος τὸ ἐξαίρετον δείκνυσι, καὶ ὁ Υἱὸς τὸ ἐξηλλαγμένον πρὸς τοὺς ἄλλους ἐμφαίνει· οὕτω καὶ ὁ ἀμνὸς, καὶ ὁ Χριστὸς, καὶ ὁ προφήτης, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ὁ ποιμὴν ὁ καλὸς, καὶ ὅσα ἂν ἐπ᾽ αὐτοῦ λέγηται μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, πολὺ δείκνυσι τὸ διωρισμένον.

Καὶ γὰρ ἀμνοὶ ἦσαν πολλοὶ, καὶ προφῆται, καὶ χριστοὶ, καὶ υἱοί· ἀλλὰ πάντων ἐκείνων αὐτὸν ἀφίστησι πολλῷ τῷ μέσῳ. Καὶ οὐδὲ τῷ ἄρθρῳ τούτῳ ἠσφαλίσατο μόνον, ἀλλὰ καὶ τῇ τοῦ Μονογενοῦς προσθήκῃ. Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν. Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν· Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησὶν), ἐσφάλθαι σφόδρα ὁ τοιοῦτός μοι δοκεῖ. Ἐπὶ μὲν γὰρ τῶν πολλῶν καὶ τῇ σαρκὶ δουλευόντων, εἰκότως ὁ μετὰ τὴν ἑστίασιν καιρὸς οὐκ ἔστι σφόδρα ἐπιτήδειος πρός τι τῶν ἀναγκαίων, διὰ τὸ τὴν καρδίαν τοῖς σιτίοις βαρύνεσθαι· ἔνθα δὲ ἀνὴρ ἦν οὐδὲ τῆς κοινῆς μετέχων τροφῆς, ἀλλὰ καὶ τὴν ἑσπέραν μετὰ τοσαύτης διάγων νήψεως, μεθ᾽ ὅσης ἡμεῖς ὑπὸ τὴν ἕω, μᾶλλον δὲ καὶ μετὰ πολλῷ πλείονος (ἐπὶ μὲν γὰρ ἡμῶν πολλάκις τῆς ἑσπερινῆς τροφῆς λείψανα ἐναπολειφθέντα, φαντάζει τὴν ψυχὴν, ἐκεῖνος δὲ οὐδενὶ τούτων τὸ πλοῖον ἐβάρυνεν)· εἰκότως καὶ δείλης ὀψίας περὶ τοιούτων ἐφθέγγετο. Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε· ἐπεὶ καὶ τῷ Χριστῷ τρεῖς ἡμέρας προσεκαρτέρησαν, καὶ ἦσαν ἄσιτοι. Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον.

Τί δήποτε δὲ οὐ περιῆλθε πανταχοῦ τῆς Ἰουδαίας κηρύσσων αὐτὸν, ἀλλ᾽ εἱστήκει παρὰ τὸν ποταμὸν, περιμένων ἐλθεῖν αὐτὸν καὶ δεῖξαι παραγενόμενον;

Ὅτι διὰ τῶν ἔργων ἐκεῖνο γενέσθαι ἐβούλετο· τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. Τὴν δὲ μείζονα αὐτῷ καταλιμπάνει μαρτυρίαν τὴν διὰ τῶν ἔργων, καθάπερ καὶ αὐτός φησιν· Ἐγὼ οὐ παρὰ ἀνθρώπου λαμβάνω τὴν μαρτυρίαν· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ταῦτά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅρα γοῦν πῶς τοῦτο ἐνεργέστερον ἦν.

Ἐπειδὴ γὰρ μικρὸν ἐνέβαλε σπινθῆρα, ἀθρόως ἡ πυρὰ πρὸς τὸ ὕψος ᾔρετο. Οἱ γὰρ πρὸ τούτου μηδὲ προσέχοντες τοῖς λεγομένοις, ὕστερον λέγουσι· Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν. γʹ. Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα. Καὶ ἤκουσαν οἱ μαθηταὶ αὐτοῦ οἱ δύο, καὶ ἠκολούθησαν αὐτῷ.

Καίτοι γε καὶ ἕτεροι ἦσαν αὐτῷ μαθηταὶ, ἀλλ᾽ ἐκεῖνοι οὐ μόνον οὐκ ἠκολούθησαν, ἀλλὰ καὶ ζηλοτύπως πρὸς αὐτὸν διετέθησαν· Ῥαββὶ γὰρ, φησὶν, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν οὗτοι φαίνονται ἐγκαλοῦντες· Διατί ἡμεῖς νηστεύομεν, καὶ οἱ μαθηταί σου οὐ νηστεύουσιν; Ἀλλ᾽ οἱ τῶν ἄλλων βελτίους οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλ᾽ ὁμοῦ τε ἤκουσαν καὶ ἠκολούθησαν.

Ἠκολούθησαν δὲ, οὐχ ὡς τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλ᾽ ὡς αὐτῷ μάλιστα πεισθέντες, καὶ δεῖγμα μέγιστον τοῦ κρίσει λογισμῶν ὀρθῇ τοῦτο ποιεῖν ἐξενεγκόντες. Οὐδὲ γὰρ παρακληθέντες αὐτὸ ἐποίησαν, ὅπερ ὕποπτον ἦν, ἀλλ᾽ ἐπειδὴ προεῖπε μόνον τὸ μέλλον, ὅτι βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἠκολούθησαν αὐτῷ. Οὐ τοίνυν ἀπέστησαν τοῦ διδασκάλου, ἀλλ᾽ ἐβουλήθησαν μαθεῖν, τί πλέον φέρει τοῦ Ἰωάννου.

Καὶ ὅρα τὴν σπουδὴν μετὰ αἰδοῦς γινομένην. Οὐδὲ γὰρ εὐθέως προσελθόντες ἐπηρώτησαν τὸν Ἰησοῦν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, οὐδὲ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ ἰδίᾳ διαλεχθῆναι αὐτῷ ἐσπούδαζον. ᾜδεισαν γὰρ οὐ ταπεινοφροσύνης, ἀλλ᾽ ἀληθείας ὄντα τοῦ διδασκάλου τὰ ῥήματα. Ἦν Ἀνδρέας, φησὶν, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Τίνος οὖν ἕνεκεν καὶ τὸ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα; Τινές φασι διὰ τὸ αὐτὸν εἶναι τὸν γράφοντα τὸν ἠκολουθηκότα· τινὲς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν. Οὐδὲν οὖν πλέον τῶν ἀναγκαίων λέγειν ἐχρῆν. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα; Τοῦτο καὶ παρὰ Παύλῳ ἔστιν ἰδεῖν Συνεπέμψαμεν γὰρ αὐτῷ, φησὶ, τὸν ἀδελφὸν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Τοῦ δὲ Ἀνδρέου μέμνηται καὶ δι᾽ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ᾽ αὐτοῦ, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο.

Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ ἰδὼν αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Ἐντεῦθεν παιδευόμεθα, ὅτι οὐ φθάνει τὰς βουλήσεις ἡμῶν ὁ Θεὸς ταῖς δωρεαῖς· ἀλλ᾽ ὅταν ἡμεῖς ἀρξώμεθα, ὅταν τὸ θέλειν παράσχωμεν, τότε καὶ αὐτὸς πολλὰς δίδωσιν ἡμῖν τῆς σωτηρίας τὰς ἀφορμάς. Τί ζητεῖτε; Τί τοῦτο; ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ;

Ἀλλ᾽ οὐχ ἵνα μάθῃ (πῶς γάρ;), ἀλλ᾽ ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται, καὶ πλείονος μεταδῷ τῆς παῤῥησίας, καὶ δείξῃ τῆς ἀκροάσεως ὄντας ἀξίους. Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας. Ταῦτ᾽ οὖν ἅπαντα λύων, τὴν αἰδὼ, τὸν φόβον, ἐρωτᾷ, καὶ οὐκ εἴασε σιγῇ μέχρι τῆς οἰκίας ἐλθεῖν· καίτοι τὸ αὐτὸ ἂν ἐγένετο, καὶ εἰ μὴ ἠρώτησε. Παρέμειναν γὰρ ἂν ἀκολουθοῦντες αὐτῷ, καὶ κατὰ πόδας βαδίζοντες ἐπέστησαν τῇ οἰκίᾳ. Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Τοῦτο ὅπερ εἶπον κατασκευάζων, καταπραΰνων τε αὐτοῖς τὸν λογισμὸν ἐρυθριῶντα, ἔτι καὶ ἀγωνιῶντα, καὶ παρέχων θαῤῥεῖν. Οὐ διὰ τῆς ἀκολουθήσεως δὲ μόνον τὸν πόθον, ἀλλὰ καὶ διὰ τῆς ἐρωτήσεως ἐφανέρωσαν.

Οὐδὲ γὰρ οὐδέπω μαθόντες παρ᾽ αὐτοῦ, οὐδὲ ἀκούσαντες, διδάσκαλον αὐτὸν καλοῦσιν, εἰς τοὺς μαθητὰς εἰσωθοῦντες ἑαυτοὺς, καὶ τὴν αἰτίαν δεικνύντες, δι᾽ ἣν ἠκολούθουν, ὥς τι τῶν χρησίμων ἀκουσόμενοι. Θέα δέ μοι καὶ τὴν σύνεσιν. Οὐκ εἶπον· Δίδαξον ἡμᾶς περὶ δογμάτων ἤ τινος ἑτέρου τῶν ἀναγκαίων· ἀλλὰ τί; Ποῦ μένεις; Μετὰ γὰρ ἡσυχίας, ὅπερ ἔμπροσθεν ἔφην, καὶ εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαί τι παρ᾽ αὐτοῦ, καὶ μαθεῖν ἤθελον. Διόπερ οὐδὲ ἀνεβάλοντο, οὐδὲ εἶπον· Ἥξομεν πάντως αὔριον, καὶ ἀκουσόμεθα διαλεγομένου σου δημοσίᾳ· ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι. Καὶ γὰρ ἔτυχε λοιπὸν πρὸς δυσμὰς ὁ ἥλιος ὤν. Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησί. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ λέγει τὰ σημεῖα τῆς οἰκίας, οὐδὲ τὸν τόπον, ἀλλ᾽ ἐπισπᾶται πλέον αὐτοὺς πρὸς τὴν ἀκολούθησιν, δεικνὺς ὅτι αὐτοὺς ἀπεδέξατο. Καὶ διὰ τοῦτο οὐδὲ αὐτὸς τοιοῦτόν τι εἶπεν· ἄκαιρόν ἐστιν εἰς οἰκίαν νῦν ὑμᾶς εἰσελθεῖν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀναχωρήσατε οἴκαδε νῦν· ἀλλ᾽ ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. Πῶς οὖν ἀλλαχοῦ φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· ἐνταῦθα δὲ λέγει, Ἔρχεσθε καὶ ἴδετε ποῦ μένω;

Ὅτι τὸ, Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ, δηλωτικόν ἐστι τοῦ μηδὲ ἴδιον καταγώγιον κεκτῆσθαι, οὐχ ὅτι ἐν οἰκίᾳ οὐ κατέμενε· καὶ γὰρ καὶ ἡ παραβολὴ τοῦτο βούλεται.

Ὅτι μὲν οὖν παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην, εἶπεν ὁ Εὐαγγελιστής· τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν οὔτε αὐτῷ ἠκολούθησαν, οὔτε ὁ Χριστὸς αὐτοὺς ἐπεσπάσατο, ἀλλ᾽ ἢ διὰ τὴν διδασκαλίαν· ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ᾽ ἑτέρων θήραν ἐλθεῖν.

δʹ. Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας. Τροφὴ μὲν οὖν καὶ λουτρὰ καὶ δεῖπνα, καὶ τὰ ἄλλα τὰ βιωτικὰ, καιρὸν ἐχέτω τὸν ὡρισμένον· διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ᾽ ἅπας αὐτῆς ἔστω ὁ καιρός. Εὐκαίρως γὰρ, φησὶν, ἀκαίρως ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ ὁ Προφήτης δέ φησιν, Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ τοῖς Ἰουδαίοις δὲ ὁ Μωϋσῆς διαπαντὸς τοῦτο ποιεῖν ἐκέλευε. Τὰ μὲν γὰρ βιωτικὰ, βαλανεῖα λέγω καὶ δεῖπνα, εἰ καὶ ἀναγκαῖα, ὅμως συνεχῶς γινόμενα τὸ σῶμα ἐξίτηλον ἐργάζεται· ἡ δὲ τῆς ψυχῆς διδασκαλία, ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ τὴν δεχομένην ἰσχυροτέραν ποιεῖ ψυχήν.

Νῦν δὲ λήροις μὲν καὶ φλυαρίαις ἀνονήτοις πάντα καιρὸν ἀφορίζομεν, καὶ τὸν ὑπὸ τὴν ἕω, καὶ τὸν περὶ δείλης, καὶ μεσημβρίαν, καὶ ἑσπέραν δὲ αὐτὴν συνεδρεύομεν εἰκῆ, καὶ τόπους εἰς τοῦτο ἀπετάξαμεν· τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα. Τί οὖν τὸ αἴτιον; Κακῶς διακείμεθα τὴν ψυχήν. Τὸ ἐπιθυμητικὸν αὐτῆς τὸ περὶ ταῦτα καὶ ὀρεκτικὸν ἐξελύσαμεν ἅπαν. Διὰ τοῦτο οὐκ ἔῤῥωται πρὸς τὴν τῆς πνευματικῆς τροφῆς ὄρεξιν. Μέγα δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀῤῥωστίας τεκμήριον, τὸ μὴ πεινῇν, μηδὲ διψῇν, ἀλλὰ δυσαρέστως πρὸς ἀμφότερα ἔχειν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο συμβαῖνον, νοσήματος χαλεποῖ τεκμήριον καὶ ἀῤῥωστίας ποιητικόν· πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς. Πῶς οὖν αὐτὴν ἀναπεπτωκυῖαν καὶ ἐκλελυμένην ἀναῤῥῶσαι δυνησόμεθα; τί ποιοῦντες, φησὶ, καὶ τί λέγοντες; Ἁπτόμενοι τῶν λόγων τῶν θείων, προφητικῶν, ἀποστολικῶν, εὐαγγελικῶν, καὶ τῶν ἄλλων ἁπάντων. Τότε γὰρ εἰσόμεθα, ὅτι πολλῷ βέλτιον ταῦτα σιτεῖσθαι, ἢ τὰς ἀκαθάρτους τροφάς· οὕτω γὰρ χρὴ τὰς ἀκαίρους φλυαρίας καὶ συνόδους καλεῖν. Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν;

Τί βέλτιον, περὶ τοῦ γείτονος λαλεῖν καὶ τῶν τοῦ γείτονος πραγμάτων, καὶ τὰ ἀλλότρια πολυπραγμονεῖν, ἢ τὰ τῶν ἀγγέλων καὶ τὰ ἡμῖν αὐτοῖς διαφέροντα ἀναζητεῖν;

Τὰ μὲν γὰρ τοῦ γείτονος, οὐ πάντως σά· τὰ δὲ τῶν οὐρανῶν, σά. Ἀλλ᾽ ἔνεστι, φησὶν, ἅπαξ εἰπόντα ταῦτα, πληρῶσαι τὸ πᾶν. Τί δὲ περὶ ὧν διαλέγεσθε μάτην καὶ εἰκῆ, οὐκ ἐννοεῖτε τοῦτο, ἀλλὰ πάντα τὸν βίον εἰς τοῦτο καταναλίσκοντες, τὴν ὑπόθεσιν τὴν περὶ τούτων οὐδέποτε κατεδαπανήσατε; Καὶ οὔπω λέγω τὰ πολλῷ τούτων φορτικώτερα. Οἱ μὲν γὰρ ἐπιεικέστεροι, ταῦτα πρὸς ἀλλήλους διαλέγονται· οἱ δὲ ῥᾳθυμότεροι καὶ μᾶλλον ἠμελημένοι, μίμους καὶ ὀρχηστὰς καὶ ἡνιόχους ἐν τοῖς αὐτῶν περιφέρουσι λόγοις, τὴν ἀκοὴν μολύνοντες, τὴν ψυχὴν διαφθείροντες, τὴν φύσιν ἐκβακχεύοντες τούτοις τοῖς διηγήμασιν, ἅπαν κακίας εἶδος εἰς τὴν ἑαυτῶν διάνοιαν διὰ ταύτης εἰσάγοντες τῆς διαλέξεως. Ἅμα γὰρ ἐφθέγξατο ἡ γλῶττα τοῦ ὀρχουμένου τὸ ὄνομα, καὶ εὐθέως ἀνετύπωσεν ἡ ψυχὴ τὴν ὄψιν, τὴν κόμην, τὴν ἐσθῆτα τὴν ἁπαλὴν, αὐτὸν ἐκεῖνον τούτων μαλακώτερον ὄντα.

Ἕτερος πάλιν ἑτέρωθεν ἀνεῤῥίπισε τὴν φλόγα, γυναῖκα πόρνην εἰς τὴν διάλεξιν εἰσαγαγὼν, κἀκείνης τὰ ῥήματα, τὰ σχήματα, τῶν ὀμμάτων τὰς διαστροφὰς, τῆς ὄψεως τὸ ὑγρὸν, τῶν τριχῶν τὰς στρεβλώσεις, τῶν παρειῶν τὰ ἐπιτρίμματα, τὰς ὑπογραφάς.

Ἆρα οὐκ ἐπάθετέ τι καὶ ἐμοῦ ταῦτα διηγουμένου; Ἀλλὰ μὴ αἰσχυνθῆτε, μηδὲ ἐρυθριάσητε· ἡ γὰρ τῆς φύσεως ἀνάγκη τοῦτο ἀπαιτεῖ, καὶ οὕτω διατίθησι τὴν ψυχὴν, ὡς ἂν ἡ τῶν ἀπαγγελλομένων δύναμις ἔχῃ. Εἰ δὲ ἐμοῦ φθεγγομένου, εἰ δὲ ἐν ἐκκλησίᾳ ἑστῶτες, εἰ δὲ ἐκείνων ἀπέχοντες ἐπάθετέ τι πρὸς τὴν ἀκρόασιν· ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας· Καὶ τί δήποτε, φήσειεν ἂν ἴσως τις τῶν οὐ προσεχόντων, εἰ τῆς φύσεως ἡ ἀνάγκη τὴν ψυχὴν οὕτω διατίθησιν, ἐκείνην ἀφεὶς, ἡμῖν ἐγκαλεῖς;

Ὅτι τὸ μὲν, ἀκούοντα τοιαῦτα μαλάττεσθαι, τῆς φύσεως ἔργον· τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα. Ἐπεὶ καὶ τὸν ὁμιλοῦντα πυρὶ, διαφθείρεσθαι δεῖ, καὶ τοῦτο ἡ τῆς φύσεως ἀσθένεια βούλεται· ἀλλ᾽ οὐκ ἔτι καὶ πρὸς τὸ πῦρ ἡμᾶς καὶ τὴν ἐκεῖθεν ἄγει διαφθορὰν ἡ φύσις· τοῦτο γὰρ τῆς κατὰ προαίρεσιν μόνης ἂν εἴη διαστροφῆς. Τοῦτο οὖν ἀνελεῖν ἀξιῶ καὶ διορθῶσαι, ὥστε μὴ ἑκόντας ἑαυτοὺς κατακρημνίζειν, μηδὲ πρὸς τὰ βάραθρα τῆς κακίας ὠθεῖν, μηδὲ αὐτομάτως τρέχειν ἐπὶ τὴν πυράν· ἵνα μὴ καὶ τῇ τῷ διαβόλῳ κατεσκευασμένῃ φλογὶ καταστήσωμεν ὑπευθύνους ἑαυτούς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ ταύτης κἀκείνης ἀπαλλαγέντας, πρὸς αὐτοὺς τοῦ Ἀβραὰμ χωρῆσαι τοὺς κόλπους, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΙΘʹ. Εὑρίσκει οὕτω πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· «Εὑρήκαμεν τὸν Μεσσίαν,» ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. αʹ. Ὁ Θεὸς παρὰ τὴν ἀρχὴν ποιήσας τὸν ἄνθρωπον, οὐκ ἀφῆκεν εἶναι μόνον, ἀλλ᾽ ἔδωκεν αὐτῷ βοηθὸν τὴν γυναῖκα, καὶ συνοικεῖν ἐποίησεν, εἰδὼς ἀπὸ τῆς συσκηνίας ταύτης πολὺ τὸ κέρδος ἐσόμενον. Τί γὰρ εἰ μὴ πρὸς τὸ δέον ἐχρήσατο τῇ εὐεργεσίᾳ ταύτῃ ἡ γυνή;

Ἀλλ᾽ ὅμως εἰ τοῦ πράγματος αὐτοῦ τὴν φύσιν τις καταμάθοι, πολλὴν ἀπὸ τῆς συνοικήσεως ταύτης ὄψεται τὴν ὠφέλειαν ἐπὶ τῶν νοῦν ἐχόντων γινομένην. Οὐκ ἐπὶ γυναικὸς δὲ μόνον καὶ ἀνδρὸς, ἀλλὰ κἂν ἀδελφοὶ τοῦτο ποιῶσι, καὶ αὐτοὶ τῆς εὐεργεσίας ἀπολαύσονται.

Διὸ καὶ ὁ Προφήτης ἔλεγε· Τί καλὸν ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Καὶ ὁ Παῦλος παρῄνει μὴ ἐγκαταλιπεῖν τὴν ἐπισυναγωγὴν τὴν ἑαυτῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν θηρίων διεστήκαμεν. Διὰ τοῦτο καὶ πόλεις ἐδειμάμεθα, καὶ ἀγορὰς καὶ οἰκίας, ἵνα ὁμοῦ καὶ μετ᾽ ἀλλήλων ὦμεν, οὐ κατὰ τὴν οἴκησιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἀγάπης σύνδεσμον. Ἐπειδὴ γὰρ ἐνδεὴς ἡμῖν ἡ φύσις παρὰ τοῦ πεποιηκότος ἐγένετο, καὶ οὐκ αὐτάρκης ἐστὶν ἑαυτῇ, συμφερόντως ᾠκονόμησεν ὁ Θεὸς τὴν ἐντεῦθεν ἔνδειαν λοιπὸν ἐκ τῆς κατὰ τὴν σύνοδον παρ᾽ ἀλλήλων γινομένης ὠφελείας διορθωθῆναι.

Διὰ τοῦτο γάμος οἰκονομεῖται, ὥστε τὸ λεῖπον ἑτέρῳ παρ᾽ ἑτέρου πληροῦσθαι, καὶ τὴν ἐνδεῆ γενέσθαι οὕτως αὐτάρκη, ὡς αὐτὴν ἔχειν καὶ θνητὴν γενομένην, τῇ διαδοχῇ μέχρι πολλοῦ τὴν ἀθανασίαν διατηρεῖν. Καὶ ἦν μὲν μακρότερον ἐπεξελθεῖν τούτῳ τῷ λόγῳ, δεικνύντα ὅσα ἀπὸ τῆς πρὸς ἀλλήλους συνόδου τῆς γνησίας καὶ εἰλικρινοῦς τὰ κέρδη τοῖς συνερχομένοις γίνεται· ἀλλ᾽ ἕτερόν ἐστι τὸ κατεπεῖγον νῦν, οὗ δὴ καὶ ἕνεκεν ἡμῖν ταῦτα εἴρηται. Ὁ γὰρ Ἀνδρέας μείνας παρὰ τῷ Ἰησοῦ, καὶ μαθὼν ἅπερ ἔμαθεν, οὐ κατέσχε παρ᾽ ἑαυτῷ τὸν θησαυρὸν, ἀλλ᾽ ἐπείγεται καὶ τρέχει ταχέως παρὰ τὸν ἀδελφὸν, μεταδώσων αὐτῷ τῶν ἀγαθῶν ὧν εἰλήφει. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν ὁ Ἰωάννης, τίνα ἐστὶν ἃ διελέχθη πρὸς αὐτοὺς ὁ Χριστός; πόθεν δὲ καὶ δῆλόν ἐστιν ὅτι διὰ τοῦτο ἔμειναν παρ᾽ αὐτῷ; Ἀπεδείχθη μὲν ἡμῖν τοῦτο καὶ πρώην· ἔξεστι δὲ καὶ ἐκ τῶν τήμερον ἀναγνωσθέντων μαθεῖν. Ὅρα γὰρ τί φησιν οὗτος πρὸς τὸν ἀδελφόν· Εὑρήκαμεν τὸν Μεσσίαν, ὃς ἑρμηνεύεται Χριστός.

Εἶδες πῶς ὅσα ἐν βραχεῖ ἔμαθεν, ἔδειξεν ἐντεῦθεν; Καὶ γὰρ καὶ τὴν τοῦ διδασκάλου ἰσχὺν παρίστησι πείσαντος αὐτοὺς, καὶ τὴν αὐτῶν προθυμίαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα μεριμνώντων. Τοῦτο γὰρ τὸ ῥῆμα ψυχῆς ἐστιν ὠδινούσης τὴν παρουσίαν αὐτοῦ, καὶ προσδοκώσης τὴν ἄφιξιν ἄνωθεν, καὶ περιχαροῦς γεγενημένης μετὰ τὸ φανῆναι τὸ προσδοκώμενον, καὶ ἐπειγομένης ἑτέροις μεταδοῦναι τῶν εὐαγγελίων.

Τοῦτο ἀδελφικῆς εὐνοίας, τοῦτο φιλίας συγγενικῆς, τοῦτο εἰλικρινοῦς διαθέσεως, ἐν τοῖς πνευματικοῖς σπουδάζειν χεῖρα ὀρέγειν ἀλλήλοις. Ἄκουσον δὲ καὶ τούτου μετὰ τῆς τοῦ ἄρθρου προσθήκης λέγοντος. Οὐ γὰρ εἶπε, Μεσσίαν, ἀλλὰ, τὸν Μεσσίαν· οὕτως ἕνα τινὰ Χριστὸν προσεδόκων, οὐδὲν κοινὸν πρὸς τοὺς ἄλλους ἔχοντα. Θέα δέ μοι καὶ ἐξ αὐτῆς τῆς ἀρχῆς τὴν εὐπειθῆ καὶ εὐήνιον τοῦ Πέτρου διάνοιαν. Εὐθέως γὰρ ἐπέδραμε μηδὲν μελλήσας. Ἤγαγε γὰρ αὐτὸν, φησὶ, πρὸς τὸν Ἰησοῦν. Ἀλλὰ μηδεὶς εὐκολίαν αὐτοῦ καταγινωσκέτω, εἰ μὴ πολλὰ ζητήσας οὕτω τὸν λόγον ἐδέξατο. Εἰκὸς γὰρ καὶ τὸν ἀδελφὸν ἀκριβέστερον εἰρηκέναι αὐτῷ ταῦτα, καὶ διὰ μακρῶν· ἀλλ᾽ οἱ εὐαγγελισταὶ πανταχοῦ πολλὰ ἐπιτέμνουσι βραχυλογίας ἐπιμελούμενοι. Ἄλλως δὲ, οὐδὲ εἴρηται ὅτι ἐπίστευσεν ἁπλῶς, ἀλλ᾽ ὅτι Ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, ἐκείνῳ λοιπὸν παραδώσων, ὥστε τὸ πᾶν παρ᾽ ἐκείνου μαθεῖν· καὶ γὰρ καὶ ὁ ἕτερος μαθητὴς συνῆν καὶ συνεβάλετο πρὸς ταῦτα. Εἰ δὲ ὁ Βαπτιστὴς Ἰωάννης εἰπὼν, ὅτι Ἀμνός ἐστι, καὶ ὅτι ἐν Πνεύματι βαπτίζει, τὴν σαφεστέραν περὶ τούτου διδασκαλίαν ἐπέτρεψε παρ᾽ ἐκείνου μαθεῖν· πολλῷ μᾶλλον Ἀνδρέας ἂν τοῦτο ἐποίησεν, αὐτὸς μὲν οὐχ ἡγούμενος πρὸς τὴν ἐξήγησιν πᾶσαν ἐξαρκεῖν, εἰς δὲ αὐτὴν τοῦ φωτὸς ἕλκων τὴν πηγὴν μετὰ τοσαύτης σπουδῆς καὶ χαρᾶς, ὡς μηδὲ τὸ τυχὸν ἀναβαλέσθαι καὶ μελλῆσαι ἐκεῖνον.

Καὶ ἐμβλέψας αὐτῷ, φησὶν, ὁ Ἰησοῦς λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἄρχεται λοιπὸν ἐνταῦθα ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προῤῥήσεων.

Οὕτω καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, καὶ ἐπὶ τῆς γυναικὸς τῆς Σαμαρείτιδος. βʹ. Τῶν γὰρ σημείων οὐχ ἧττον αἱ προφητεΐαι προσάγονται, καὶ τὸ ἀκόμπαστον ἔχουσι. Τὰ μὲν γὰρ θαύματα κἂν διαβληθείη παρὰ τοῖς ἀνοήτοις (Ἐν Βεελζεβοὺλ γὰρ, φησὶν, ἐκβάλλει τὰ δαιμόνια), περὶ δὲ τῆς προφητείας οὐδὲν τοιοῦτον ἐλέχθη ποτέ. Ἐπὶ μὲν οὖν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ κέχρηται. ἐπὶ δὲ Ἀνδρέου καὶ Φιλίππου τοῦτο οὐκ ἐποίησε. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν εἶχον τὴν μαρτυρίαν Ἰωάννου, οὐ μικρὰν παρασκευήν· ὁ δὲ Φίλιππος τοὺς παρόντας ὁρῶν, ἀξιόπιστον τεκμήριον ἐλάμβανε πίστεως. Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.

Ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται. Ὁ γὰρ τὸν Πατέρα εἰπὼν, δῆλον ὅτι καὶ τὸ μέλλον προῄδει· καὶ μετ᾽ ἐγκωμίου ἡ πρόῤῥησις. Τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος· καὶ δῆλον ἐκεῖθεν. Σκόπει γοῦν ἐπὶ τῆς Σαμαρείτιδος, πῶς μετὰ σφοδρῶν ἐλέγχων ποιεῖται τὴν πρόῤῥησιν. Πέντε γὰρ, φησὶν, ἄνδρας ἔσχες· καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ πολὺν περὶ προφητείας ποιεῖται λόγον, πρὸς τὴν τῶν εἰδώλων δόξαν ἱστάμενος. Ἀπαγγειλάτωσαν γὰρ ὑμῖν τί μέλλει ἐφ᾽ ὑμᾶς ἔρχεσθαι· καὶ πάλιν· Ἀπήγγειλα καὶ ἔσωσα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· καὶ δι᾽ ὅλης τοῦτο τῆς προφητείας εἰς μέσον ἄγει. Τοῦτο γὰρ μάλιστα ἔργον Θεοῦ, ὅπερ οὐδὲ μιμήσασθαι δύναιντ᾽ ἂν οἱ δαίμονες, κἂν σφόδρα φιλονεικῶσιν. Ἐπὶ μὲν γὰρ τῶν θαυμάτων καὶ φαντασία γένοιτο ἄν· τὸ δὲ τὰ μέλλοντα προειπεῖν μετὰ ἀκριβείας, τῆς ἀκηράτου φύσεως ἐκείνης μόνης ἐστίν. Εἰ δέ που καὶ δαίμονες τοῦτο πεποιήκασιν, ἀλλ᾽ ἀπατῶντες τοὺς ἀνοητοτέρους· ὅθεν καὶ εὐφώρατα αὐτῶν πανταχοῦ τὰ μαντεῖα. Ὁ δὲ Πέτρος οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται· οὐδέπω γὰρ οὐδὲν ᾔδει σαφῶς, ἀλλὰ τέως ἐμάνθανεν.

Ὅρα δὲ οὐδὲ ὁλόκληρον τὴν πρόῤῥησιν κειμένην. Οὐ γὰρ εἶπεν, Ἐγώ σε μετονομάσω Πέτρον, καὶ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ ταύτῃ, ἀλλὰ, Σὺ κληθήσῃ Κηφᾶς. Ἐκεῖνο γὰρ αὐθεντίας ἦν καὶ ἐξουσίας μείζονος. Ὁ δὲ Χριστὸς οὐκ εὐθέως οὐδὲ ἐξ ἀρχῆς τὰ τῆς ἐξουσίας ἐπιδείκνυται πάντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται. Ὅτε γοῦν ἔδωκε τῆς αὐτοῦ θεότητος ἀπόδειξιν, λοιπὸν αὐθεντικώτερον αὐτὸ τίθησι, λέγων· Μακάριος εἶ, Σίμων, ὅτι ὁ Πατήρ μου ἀπεκάλυψέ σοι· καὶ πάλιν· Κἀγώ σοι λέγω· σὺ εἶ Πέτρος, καὶ ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Τοῦτον μὲν οὖν οὕτως ὠνόμασε· τοὺς δὲ περὶ Ἰάκωβον, υἱοὺς βροντῆς. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Δεικνὺς ὅτι αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δεδωκὼς, καὶ τὰ ὀνόματα μεταῤῥυθμίζων, ὁ τὸν Ἄβραμ, Ἀβραὰμ καλέσας, καὶ τὴν Σάραν Σάῤῥαν· καὶ τὸν Ἰακὼβ Ἰσραήλ.

Πολλοῖς μὲν καὶ ἐκ γενετῆς τὰ ὀνόματα ἔθηκεν, ὡς τῷ Ἰσαὰκ, ὡς τῷ Σαμψὼν, ὡς τοῖς ἐν τῷ Ἡσαΐᾳ καὶ Ὠσηέ· τοῖς δὲ μετὰ τὴν παρὰ τῶν γονέων προσηγορίαν, ὡς τοῖς τε εἰρημένοις, καὶ τῷ Ἰησοῦ τοῦ Ναυή. Ἔθος δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἦν, ἀπὸ τῶν πραγμάτων τὰ ὀνόματα τίθεσθαι, ὅπερ δήπου καὶ Ἠλίας πεποίηκε, Τοῦτο δὲ οὐχ ἁπλῶς γίνεται, ἀλλ᾽ ἵνα τὴν προσηγορίαν ἔχωσιν ὑπόμνημα τῆς εὐεργεσίας τοῦ Θεοῦ, ἵνα μνήμη διηνεκὴς τῆς διὰ τῶν ὀνομάτων προφητείας ἐνηχῆται τοῖς ἀκούουσιν. Οὕτω καὶ τὸν Ἰωάννην ἄνωθεν ἐκάλεσεν. Οἷς μὲν γὰρ ἔμελλεν ἐκ πρώτης ἡλικίας ἡ ἀρετὴ διαλάμπειν, ἐκεῖθεν τὰ ὀνόματα ἐλάμβανον· τοῖς δὲ μετὰ ταῦτα μέλλουσιν ἐπιδιδόναι, μετὰ ταῦτα καὶ ἡ προσηγορία ἐτίθετο.

γʹ. Ἀλλὰ τότε μὲν διάφορα ἕκαστος ἐλάμβανεν ὀνόματα· νῦν δὲ ἓν πάντες ἔχομεν, τὸ πάντων μεῖζον ἐκεῖνο, τὸ Χριστιανοὶ προσαγορεύεσθαι, καὶ υἱοὶ τοῦ Θεοῦ, καὶ φίλοι καὶ σῶμα. Ἱκανὴ γὰρ αὕτη ἡ προσηγορία πασῶν μᾶλλον ἐκείνων ἡμᾶς διαναστῆσαι, καὶ ποιῆσαι προθυμοτέρους πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Μὴ τοίνυν ἀνάξια πράττωμεν τῆς κατὰ τὴν προσηγορίαν τιμῆς, ἐννοήσαντες τὴν ὑπερβολὴν τῆς ἀξίας οἳ τοῦ Χριστοῦ καλούμεθα. Οὕτω γὰρ ἡμᾶς Παῦλος ὠνόμασεν. Ἐννοήσωμεν καὶ αἰδεσθῶμεν τῆς προσηγορίας τὸ μέγεθος. Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι· ἡμεῖς οὐ στρατηγοῦ, οὐδὲ ἄρχοντός τινος τῶν ἐπὶ γῆς, οὐκ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν Σεραφὶμ, ἀλλ᾽ αὐτοῦ τοῦ τούτων βασιλέως καλούμενοι ἀπὸ τῆς προσηγορίας, οὐχὶ καὶ τὴν ψυχὴν αὐτὴν προησόμεθα, ὥστε μὴ ὑβρίσαι τὸν τιμήσαντα. Οὐκ ἴστε τὰ τάγματα τὰ βασιλικὰ τῶν ἀσπιδηφόρων καὶ λογχοφόρων τὰ περὶ τὸν βασιλέα, πόσης ἀπολαύει τιμῆς;

Οὕτω καὶ ἡμεῖς ἐγγὺς αὐτοῦ γενέσθαι καταξιωθέντες καὶ πολλῷ πλησιαίτερον, καὶ τοσούτῳ ἐγγύτερον τῶν εἰρημένων, ὅσῳ τὸ σῶμα τῇ κεφαλῇ μᾶλλον τούτων πλησίον ἐστὶ, πάντα πράττωμεν δι᾽ ὧν τὸν Χριστὸν μιμησόμεθα. Τί οὖν φησιν ὁ Χριστός; Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

Τοῦτο μὲν οὖν ἂν ἀπαιτήσωμεν παρ᾽ ὑμῶν, φορτικὸν ἴσως καὶ ἐπαχθὲς εἶναι δόξει τοῖς πολλοῖς· διὸ τὴν μὲν ἀκρίβειαν ταύτην ἀφίημι, διὰ τὴν ὑμετέραν ἀσθένειαν, ἀξιῶ δὲ μὴ προσηλῶσθαι τοῖς χρήμασιν, ἀλλ᾽ ὥσπερ ἐγὼ τῆς ὑπερβολῆς ἀφίσταμαι τῆς κατὰ τὴν ἀρετὴν διὰ τὴν ἀσθένειαν τὴν τῶν πολλῶν, οὕτω καὶ ὑμᾶς τῆς κατὰ τὴν κακίαν ἀποστῆναι, καὶ πολλῷ πλέον. Οὐκ ἐγκαλῶ τοῖς οἰκίας ἔχουσι, καὶ ἀγροὺς, καὶ χρήματα, καὶ ἀνδράποδα· ἀλλὰ μετὰ ἀσφαλείας ταῦτα κεκτῆσθαι βούλομαι καὶ μετὰ τοῦ πρέποντος.

Τί δέ ἐστι, μετὰ τοῦ πρέποντος; Ἐν τάξει δεσποτῶν, καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτῶν, καὶ μὴ κρατεῖσθαι ὑπ᾽ αὐτῶν, ὥστε κεχρῆσθαι αὐτοῖς, καὶ μὴ παρακεχρῆσθαι. Χρήματα διὰ τοῦτο εἴρηται, ἵνα αὐτοῖς εἰς τὰς ἀναγκαίας χρώμεθα διακονίας, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οἰκέτου, δεσπότου δὲ ἐκεῖνο· δούλου, τὸ τηρεῖν, τὸ δὲ ἀναλίσκειν, κυρίου καὶ πολλὴν ἔχοντος τὴν ἐξουσίαν. Οὐ διὰ τοῦτο ἔλαβες, ἵνα αὐτὰ καταχώσῃς, ἀλλ᾽ ἵνα αὐτὰ διανείμῃς. Εἰ δὲ ἐβούλετο αὐτὰ ὁ Θεὸς φυλάττεσθαι, οὐκ ἂν αὐτὰ ἀνθρώποις ἔδωκεν, ἀλλ᾽ εἴασεν ἂν ἐν τῇ γῇ κείμενα μένειν. Ἐπειδὴ δὲ βούλεται αὐτὰ δαπανᾶσθαι, διὰ τοῦτο αὐτὰ ἡμᾶς εἴασεν ἔχειν, ἵνα ἀλλήλοις μεταδῶμεν.

Ἂν δὲ παρ᾽ ἑαυτοῖς κατέχωμεν, οὐκ ἔτι δεσπόται τούτων ἐσμέν. Εἰ δὲ βούλει αὐτὰ πλείω ποιῆσαι, καὶ διὰ τοῦτο κατέχεις, καὶ ἐνταῦθα αὕτη πασῶν ἀρίστη μέθοδος, τὸ σκορπίσαι καὶ πανταχοῦ διανεῖμαι. Οὐδὲ γὰρ ἔνι γενέσθαι πρόσοδον δαπάνης χωρὶς, οὐδὲ πλοῦτον ἄνευ ἀναλωμάτων. Τοῦτο καὶ ἐν τοῖς βιωτικοῖς γινόμενον ἴδοι τις ἄν. Οὕτως ὁ ἔμπορος, οὕτως ὁ γεωργὸς, ὁ μὲν τὰ σπέρματα, ὁ δὲ τὰ χρήματα ἐκβάλλοντες· καὶ γὰρ θάλασσαν ὁ μὲν πλεῖ τοῦ σκορπίσαι τὰ ἑαυτοῦ, ὁ δὲ ἐνιαυτὸν ὁλόκληρον μοχθεῖ, τὰ σπέρματα καταβάλλων καὶ θεραπεύων.

Ἐνταῦθα δὲ οὐδενὸς δεῖ τούτων, οὐ κατασκευάσαι πλοῖον, οὐ ζεῦξαι βοῦς καὶ ἀρόσαι γῆν, οὐκ ἀνωμαλίαν ἀέρων μεριμνᾷν, οὐ χαλάζης καταβολὴν φοβηθῆναι· οὐκ ἔνι κύματα ἐνταῦθα, οὐδὲ σκόπελος· οὗτος ὁ πλοῦς καὶ οὗτος ὁ σπόρος ἑνὸς δεῖται μόνου, τοῦ ῥῖψαι τὰ ὄντα· τὰ δὲ λοιπὰ ἅπαντα ὁ γεωργὸς ἐκεῖνος ποιήσει, περὶ οὗ φησιν ὁ Χριστός· Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἔστιν ἀπονητὶ πάντα λαβεῖν, ὕπτιον εἶναι καὶ ῥᾴθυμον· ἔνθα δὲ πολλοὶ μὲν ἱδρῶτες, πολλοὶ δὲ μόχθοι καὶ φροντίδες, καὶ μετὰ ταῦτα τὸ τῶν ἐλπίδων ἄδηλον, πᾶσαν ἐπιδείκνυσθαι προθυμίαν; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου ἀνοηταίνωμεν πρὸς τὴν οἰκείαν σωτηρίαν, ἀλλὰ τὰ φορτικώτερα ἀφέντες, πρὸς τὰ ῥᾷστα καὶ κερδαλεώτερα τρέχωμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κʹ. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. αʹ. Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί τι πλέον ᾐνίξατο εἰπών· Ὁ ζητῶν εὑρίσκει. Ὅθεν καὶ ἔπεισί μοι λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ᾽ οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ καὶ κήρυξ ἑτέροις γίνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην διάνοιαν εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν; Καὶ γὰρ τὸ, Εὑρήκαμεν, ζητούντων πώς ἐστιν ἀεί. Τῇ ἐπαύριον ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. Πρὶν ἢ γὰρ αὐτῷ τινα· κολληθῆναι, οὐδένα καλεῖ. Ποιεῖ δὲ αὐτὸ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν. Εἰ μὲν γὰρ, μηδενὸς αὐτομάτου προσελθόντος, αὐτὸς αὐτοὺς ἐφειλκύσατο, κἂν ἀπεπήδησαν ἴσως· νῦν δὲ ἀφ᾽ ἑαυτῶν ἑλόμενοι τοῦτο, βέβαιοι λοιπὸν ἔμενον. Τὸν δὲ Φίλιππον καλεῖ, μᾶλλον αὐτῷ γνώριμον ὄντα· ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳ γεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε.

Λαβὼν τοίνυν τοὺς μαθητὰς, ἔρχεται λοιπὸν ἐπὶ τὴν ἄγραν τῶν λοιπῶν, καὶ τὸν Φίλιππον καὶ τὸν Ναθαναὴλ ἐπισπᾶται. Ἀλλ᾽ ἐπὶ μὲν τούτου οὐκ ἦν οὕτω θαυμαστὸν, ὅτι καὶ ἡ ἀκοὴ τοῦ Ἰησοῦ ἀπεληλύθει εἰς τὴν Συρίαν ἅπασαν· τὸ δὲ θαυμαστὸν, τὸ τῶν περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Φίλιππον ἦν, οὐχ ὅτι μόνον πρὸ τῶν σημείων ἐπείσθησαν, ἀλλ᾽ ὅτι καὶ ἐκ τῆς Γαλιλαίας ὄντες, ὅθεν οὐδὲ προφήτης ἐγείρεται, οὐδὲ δύναταί τι ἀγαθὸν εἶναι. Ἀγροικότερον γάρ πως καὶ ἀγριώτερον καὶ παχύτερον οὗτοι διέκειντο. Ὁ δὲ Χριστὸς κἀντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἐνέφηνεν, ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν γῆς τοὺς τῶν μαθητῶν ἐκκρίτους ἐκλέγων. Εἰκὸς μὲν οὖν τὸν Φίλιππον καὶ τοὺς περὶ Πέτρον ἰδόντα, καὶ παρὰ τοῦ Ἰωάννου ἀκηκοότα, ἀκολουθῆσαι· εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ. Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους. Ὁ δὲ εὐαγγελιστὴς ἅπαντα ἐπιτέμνεται ταῦτα. Ὅτι μὲν οὖν ὁ Χριστὸς ἔμελλεν ἥξειν, ἠπίστατο· ὅτι δὲ οὗτος ὁ Χριστὸς ἦν ἠγνόει· ὅπερ αὐτὸν ἢ παρὰ Πέτρου, ἢ παρὰ Ἰωάννου ἀκηκοέναι φημί. Λέγει δὲ καὶ τὴν κώμην αὐτοῦ ὁ Ἰωάννης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶν προφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν.

Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον. Εἰ δὲ υἱὸν Ἰωσὴφ αὐτὸν λέγει, μὴ θορυβηθῇς· ἔτι γὰρ τούτου παῖς ἐνομίζετο εἶναι. Καὶ πόθεν δῆλον, ὦ Φίλιππε, ὅτι οὗτος ἐκεῖνός ἐστι; τί λέγεις ἡμῖν τεκμήριον; Οὐ γὰρ ἀρκεῖ μόνον τὸ ἀποφήνασθαι. Ποῖον σημεῖον εἶδες; ποῖον θαῦμα; Οὐκ ἔστιν ἀκίνδυνον πιστεύειν ἁπλῶς ὑπὲρ τοιούτων πραγμάτων. Ποίαν οὖν ἔχεις ἀπόδειξιν; Τὴν αὐτὴν τῷ Ἀνδρέᾳ, φησί. Καὶ γὰρ ἐκεῖνος παραστῆσαι τὸν πλοῦτον ὃν εὗρεν οὐκ ἔχων, οὐδὲ διὰ ῥημάτων ἐπιδείξασθαι δυνάμενος τὸν θησαυρὸν, ἄγει πρὸς τὸν εὑρεθέντα τὸν ἀδελφόν. Οὕτω δὴ καὶ οὗτος, πῶς μὲν αὐτός ἐστιν ἐκεῖνος ὁ Χριστὸς, καὶ πῶς αὐτὸν οἱ προφῆται προανεκήρυξαν, οὐκ εἶπεν· ἕλκει δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐκ ἀποστησόμενον λοιπὸν εἰδὼς, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας ἐκείνου. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ἐπειδὴ εἶπεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, ἐπαινεῖ καὶ θαυμάζει τὸν ἄνθρωπον.

Καὶ μὴν ἐγκληθῆναι αὐτὸν ἐχρῆν. Οὐδαμῶς. Οὐδὲ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, οὐδὲ ἐγκλημάτων ἄξια, ἀλλ᾽ ἐπαίνων. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι Φιλίππου μᾶλλον οὗτος ἐσκεμμένος ἦν τὰ προφητικά. Καὶ γὰρ ἦν ἀκούσας ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, καὶ ἀπὸ τῆς κώμης ἐν ᾗ ἦν Δαυΐδ. Τοῦτο γοῦν καὶ παρὰ Ἰουδαίοις ἐκράτει, καὶ ὁ προφήτης ἄνωθεν ἐκήρυττε λέγων· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἐπεὶ οὖν ἤκουσεν, ὅτι ἐκ Ναζαρὲτ, ἐθορυβήθη καὶ διηπόρησεν, οὐχ εὑρίσκων συμβαίνουσαν τοῦ Φιλίππου τὴν ἐπαγγελίαν τῇ προφητικῇ προῤῥήσει. Θέα δὲ αὐτοῦ καὶ ἐν τῇ διαπορήσει τὴν σύνεσιν καὶ ἐπιείκειαν. Οὐ γὰρ εἶπεν εὐθέως· Ἀπατᾷς με, ὦ Φίλιππε, καὶ ψεύδῃ· οὐ πείθομαι, οὐ παραγίνομαι· ἔμαθον ἀπὸ τῶν προφητῶν, ὅτι ἀπὸ Βηθλεὲμ τὸν Χριστὸν ἐλθεῖν δεῖ· σὺ δὲ λέγεις, ἀπὸ Ναζαρέτ· οὐ τοίνυν οὗτος ἐκεῖνός ἐστιν. Ἀλλ᾽ οὐδὲν τούτων εἶπεν· ἀλλὰ τί; Παραγίνεται καὶ οὗτος, τῷ μὲν μὴ καταδέξασθαι ἐκ Ναζαρὲτ αὐτὸν εἶναι, τὴν ἀκρίβειαν τὴν περὶ τὰς Γραφὰς δηλῶν, καὶ τὸ τῶν τρόπων ἀνεξαπάτητον· τῷ δὲ μὴ διαπτύσαι τὸν ἀπαγγείλαντα, τὸν πολὺν πόθον, ὃν εἶχε περὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, ἐμφαίνων. Ἐνενόησε γὰρ, ὅτι εἰκὸς ἦν Φίλιππον περὶ τὸν τόπον ἐσφάλθαι.

βʹ. Θέα δέ μοι καὶ τὴν παραίτησιν, πῶς ἐπιεικῆ πεποίηται, καὶ ἐν ἐρωτήσεως τάξει. Οὐδὲ γὰρ εἶπεν, Οὐδὲν ἀγαθὸν ἡ Γαλιλαία φέρει· ἀλλὰ πῶς; Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Σφόδρα δὲ ἦν καὶ ὁ Φίλιππος συνετός. Οὐ γὰρ ὡς ἀπορηθεὶς ἀγανακτεῖ καὶ δυσχεραίνει, ἀλλ᾽ ἐπιμένει τὸν ἄνδρα βουλόμενος ἀγαγεῖν, καὶ ἐκ προοιμίων τὴν ἀποστόλῳ προσήκουσαν εὐτονίαν ἡμῖν ἐνδεικνύμενος. Διὰ ταῦτα καὶ ὁ Χριστός φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὥστε ἔνι καὶ ψευδὴς Ἰσραηλίτης.

Ἀλλ᾽ οὐχ οὗτος τοιοῦτος· ἀδέκαστος γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις· οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν φθέγγεται. Καίτοι Ἰουδαῖοι ἐπερωτηθέντες, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπον ὅτι ἐν Βηθλεὲμ, καὶ τὴν μαρτυρίαν παρήγαγον λέγοντες· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα.

Ἀλλ᾽ ἐκεῖνοι μὲν πρὶν ἰδεῖν ἐμαρτύρουν ταῦτα· ἐπειδὴ δὲ εἶδον, ὑπὸ τῆς βασκανίας τὴν μαρτυρίαν ἀπέκρυψαν λέγοντες· Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ Ναθαναὴλ οὐχ οὕτως, ἀλλ᾽ ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχε, ταύτην ἔμεινε διατηρῶν, ὅτι οὐκ ἔστιν ἐκ Ναζαρέτ. Πῶς οὖν αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; Ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ μὲν οὖν εἰπεῖν, Οὐκ εἰμὶ ἐκ Ναζαρὲτ, καθὼς ἀπήγγειλέ σοι Φίλιππος, ἀλλ᾽ ἐκ Βηθλεὲμ, παρίησιν, ὥστε μὴ εὐθέως ἀμφισβητήσιμον ποιῆσαι τὸν λόγον· χωρὶς δὲ τούτων, ὅτι, εἰ καὶ ἔπεισε, τοῦτο οὐκ ἂν ἱκανὸν τεκμήριον ἔδωκε τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. Τί γὰρ ἐκώλυε καὶ μὴ ὄντα Χριστὸν ἀπὸ Βηθλεὲμ εἶναι κατὰ τοὺς ἄλλους τοὺς ἐκεῖ γεννηθέντας;

Τοῦτο μὲν οὖν παρίησιν· ὃ δὲ μάλιστα αὐτὸν δύναται ἐπαγαγέσθαι, τοῦτο ποιεῖ· δείκνυσι γὰρ ἑαυτὸν παρόντα διαλεγομένοις αὐτοῖς. Εἰπόντος οὖν ἐκείνου, Πόθεν με γινώσκεις; λέγει· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.

Ὅρα ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα. Εἰπόντος γὰρ τοῦ Χριστοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐκ ἐπέδραμε τοῖς ἐγκωμίοις, ἀλλ᾽ ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, καὶ βούλεταί τι σαφὲς μαθεῖν. Αὐτὸς μὲν οὖν ὡς ἄνθρωπος ἐξήταζεν ἔτι· ὁ δὲ Ἰησοῦς ὡς Θεὸς ἀπεκρίνατο. Καὶ γὰρ εἶπεν, ὅτι Ἄνωθέν σε οἶδα· καὶ τῶν τρόπων αὐτοῦ τὴν ἐπιείκειαν, οὐχ ὡς ἄνθρωπος αὐτῷ παρηκολουθηκὼς, ἀλλ᾽ ἄνωθεν ὡς Θεὸς ἔγνω· καὶ, Νῦν εἶδόν σε ἐν τῇ συκῇ, ὅτε οὐδεὶς αὐτόθι παρῆν, ἀλλὰ μόνος Φίλιππος ἦν καὶ Ναθαναὴλ, καὶ κατ᾽ ἰδίαν ἅπαντα ταῦτα εἶπον. Διὰ δὴ τοῦτο εἴρηται, ὅτι Ἰδὼν αὐτὸν πόῤῥωθεν, εἶπεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης· ἵνα μάθῃ ὅτι πρὶν ἢ πλησιάσαι τὸν Φίλιππον ταῦτα ἐφθέγγετο ὁ Χριστὸς, ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν. Διὸ καὶ τὸν καιρὸν εἶπε, καὶ τὸν τόπον, καὶ τὸ δένδρον. Εἰ μὲν γὰρ εἶπε μόνον, Πρὸ τοῦ Φίλιππον ἐλθεῖν πρὸς σὲ, εἶδόν σε, κἂν ὑπωπτεύθη, ὡς αὐτὸς αὐτὸν ἀπεσταλκὼς, καὶ οὐδὲν μέγα λέγων· νῦν δὲ τῷ τὸν τόπον εἰπεῖν, καθ᾽ ὃν διέτριβε φωνούμενος παρὰ τοῦ Φιλίππου, καὶ τοῦ δένδρου τὴν προσηγορίαν, καὶ τῆς διαλέξεως τὸν καιρὸν, ἀναμφισβήτητον τὴν πρόῤῥησιν ἔδειξεν οὖσαν. Οὐ τὴν πρόῤῥησιν δὲ μόνον ἐδήλωσεν, ἀλλὰ καὶ ἑτέρως αὐτὸν ἐπαίδευσεν. Εἰς ὑπόμνησιν γὰρ αὐτὸν ἤγαγε τῶν τότε λεχθέντων, οἷον, ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;

ἐφ᾽ ᾧ καὶ μάλιστα μειζόνως αὐτὸν ἀπεδέξατο· καὶ ὅτι ταῦτα αὐτοῦ φθεγξαμένου, οὐ κατέγνω, ἀλλ᾽ ἐπῄνεσε καὶ ἐθαύμασε.

Διὸ καὶ ἐκ τούτου συνεῖδεν, ὅτι ὁ Χριστὸς ὄντως ἐστὶν, ἀπό τε τῆς προῤῥήσεως, ἀπό τε τοῦ τὴν γνώμην ἐξετάσαι μετὰ ἀκριβείας αὐτοῦ· ὅπερ δεικνύντος ἦν, ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ἠπίστατο· ἄλλως τε καὶ τὸ καθ᾽ ἑαυτοῦ δόξαντα λέγειν, μὴ μέμψασθαι, ἀλλὰ καὶ ἐπαινέσαι. Ὅτι μὲν οὖν ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, εἶπε· τί δὲ αὐτῷ διελέχθη, καὶ τί οὗτος ἐκείνῳ, παρῆκεν, ἀφεὶς αὐτοῦ τῷ συνειδότι, καὶ οὐ βουλόμενος αὐτὸν ἐπὶ πλέον ἐλέγχειν.

γʹ. Τί οὖν; πρὶν ἢ τὸν Φίλιππον φωνῆσαι εἶδεν αὐτὸν μόνον, οὐχὶ δὲ καὶ πρὸ τούτου ἑώρα τῷ ἀκοιμήτῳ ὄμματι; Ἑώρα, καὶ οὐδεὶς ἂν ἀντείποι· ἀλλὰ τέως τοῦτο τὸ κατεπεῖγον ἦν εἰπεῖν. Τί οὖν ἐκεῖνος; Ἐπειδὴ τεκμήριον ἀναμφισβήτητον ἔλαβε τῆς προγνώσεως, ἦλθεν ἐπὶ τὴν ὁμολογίαν, καὶ τῇ ἀναβολῇ τῇ προτέρᾳ τὴν ἀκρίβειαν δηλῶν, καὶ τῇ μετὰ ταῦτα συγκαταθέσει τὴν εὐγνωμοσύνην. Ἀπεκρίθη γὰρ, φησὶ, καὶ λέγει αὐτῷ Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· Εἶδες ψυχὴν περιχαρῆ γενομένην ἀθρόον, καὶ τοῖς ῥήμασι περιπτυσσομένην τὸν Ἰησοῦν; Σὺ εἶ, φησὶν, ὁ προσδοκώμενος, ἐκεῖνος ὁ ζητούμενος. Εἶδες ἐκπληττόμενον, θαυμάζοντα, σκιρτῶντα, πηδῶντα ὑπὸ τῆς ἡδονῆς; Οὕτω καὶ ἡμᾶς χαίρειν δεῖ, καταξιωθέντας μαθεῖν τοῦ Θεοῦ τὸν Υἱόν· χαίρειν δὲ, οὐ κατὰ διάνοιαν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν τοῦτο δεικνύναι. Τί δὲ τῶν χαιρόντων ἐστί; Πείθεσθαι τῷ γνωρισθέντι. Πειθομένων δέ ἐστι, τὸ ποιεῖν ἅπερ ἂν ἐκεῖνος βούληται. Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν; Οὐχ ὁρᾶτε καὶ ἐν οἰκίαις ὅταν τις τινὰ ὑποδέχηται τῶν ποθουμένων, πῶς μετὰ χαρᾶς πάντα πράττει πανταχοῦ περιτρέχων, καὶ εἰ δέοι πάντα τὰ ὄντα προέσθαι, μηδενὸς φειδόμενος, ὥστε ἀρέσαι τῷ παραγενομένῳ;

Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως. Ἐπὶ γὰρ τῶν ἔργων τοῦτο ἐπιδεικνύναι χρή. Οὐκοῦν ἐπεὶ καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς ἦλθε, δείξωμεν ὅτι χαίρομεν, καὶ μηδὲν τῶν παροξυνόντων αὐτὸν πράττωμεν· καλλωπίσωμεν τὴν οἰκίαν εἰς ἣν παρεγένετο· τοῦτο γὰρ χαιρόντων· παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν· τοῦτο γὰρ ἀγαλλομένων. Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον;

Αὐτός φησιν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Θρέψωμεν αὐτὸν πεινῶντα· ποτίσωμεν διψῶντα· κἂν ψυχροῦ δῷς ποτήριον, δέχεται· φιλεῖ γάρ σε· τὰ δὲ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται.

Μόνον σὺ μὴ κατοκνήσῃς· κἂν ὀβολοὺς δύο καταβάλῃς, οὐκ ἀποστρέφεται, ἀλλ᾽ ὡς πολὺν δέχεται πλοῦτον. Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ᾽ ἐν τῇ προαιρέσει τοῦ παρέχοντος τὸ πᾶν ὁρίζεται. Μόνον δεῖξον ὅτι φιλεῖς παραγενόμενον αὐτὸν, ὅτι σπουδάζεις ἅπαντα ὑπὲρ τούτου, ὅτι χαίρεις ἐπὶ τῇ παρουσίᾳ. Ὅρα αὐτὸς πῶς πρὸς σὲ διάκειται.

Ἦλθε διὰ σὲ, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ σοῦ· καὶ μετὰ ταῦτα πάντα οὐδὲ ἱκετεύειν σε παραιτεῖται. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Καὶ τίς οὕτω μαινόμενος, φησὶν, ὡς μὴ φιλεῖν τὸν δεσπότην τὸν ἑαυτοῦ; Τοῦτο καὶ ἐγὼ λέγω, καὶ οἶδα μὲν ὅτι ἕκαστος ἡμῶν οὐκ ἂν ἀρνηθείη τοῦτο τοῖς ῥήμασι καὶ τῇ διανοίᾳ. Ἀλλ᾽ οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δείκνυσθαι βούλεται ὁ φιλούμενος τοῦτο.

Ἂν γὰρ λέγωμεν τοῦτο, μὴ ποιῶμεν δὲ τὰ τῶν ποθούντων, γέλως τοῦτό ἐστιν, οὐκ ἐπὶ τοῦ Θεοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων. Ἐπεὶ οὖν τὸ διὰ τῶν λόγων μόνον ὁμολογεῖν, διὰ δὲ τῶν ἔργων ἐναντιοῦσθαι, οὐχὶ ἀνόνητον μόνον, ἀλλὰ καὶ ἐπιβλαβὲς ἡμῖν, παρακαλῶ, τὴν διὰ τῶν ἔργων ὁμολογίαν προσθῶμεν, ἵνα καὶ τῆς παρ᾽ αὐτοῦ τύχωμεν ὁμολογίας κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἐπὶ τοῦ Πατρὸς ὁμολογῇ τοὺς ἀξίους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.