Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Ο γάμος στην Κανά και η εκδίωξη των εμπόρων από τον ναό

Το πρώτο θαύμα του Χριστού στην Κανά της Γαλιλαίας και ο ζήλος Του για τον οίκο του Θεού στα Ιεροσόλυμα, καθώς και η μυστική προαναγγελία της Αναστάσεως (Ομιλίες ΚΑ΄-ΚΓ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 21

ΟΜΙΛΙΑ ΚΑʹ. Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.» αʹ. Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν. Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων. Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης. Εἰπόντος γὰρ τοῦ Ναθαναὴλ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός φησιν· Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις;

Μείζονα τούτων ὄψει. Τί ποτ᾽ οὖν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ζητούμενον; Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος· ὁ δὲ Ναθαναὴλ καὶ πρὸ τῶν σημείων, καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ τοῦτο εἰπὼν, οὐδὲν τοιοῦτον ἤκουσεν, ἀλλὰ καὶ ὡς οὐδὲν εἰρηκὼς τοσοῦτον, ὅσον ἐχρῆν εἰπεῖν, ἐπὶ μείζω προσάγεται. Τί ποτ᾽ οὖν τὸ αἴτιον; Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ ὁ Πέτρος καὶ ὁ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ᾽ ὁ μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ ἄνθρωπον ψιλόν. Καὶ πόθεν δῆλον τοῦτο ἡμῖν; Ἐκ τῶν μετὰ ταῦτα εἰρημένων. Εἰπὼν γὰρ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπήγαγε· Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ τοῦ Ἰσραήλ ἐστι βασιλεὺς μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης.

Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς. Τῷ μὲν γὰρ Πέτρῳ οὐδὲν ὕστερον προσέθηκεν ὁ Χριστὸς, ἀλλ᾽ ὡς ἀπηρτισμένης αὐτῷ τῆς πίστεως, τὴν Ἐκκλησίαν ἔφησεν ἐπὶ τὴν ὁμολογίαν οἰκοδομήσειν τὴν ἐκείνου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλὰ καὶ τὸ ἐναντίον. Ὡς γὰρ πολλοῦ τινος καὶ τοῦ βελτίονος μέρους τῇ ὁμολογίᾳ λείποντος, τὰ λοιπὰ προσέθηκε. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς αὐτὸν ἀπὸ τῆς γῆς ἀνάγει κατὰ μικρὸν, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι ἄνθρωπον ἁπλῶς; ᾯ γὰρ ἄγγελοι διακονοῦσι, καὶ ἐφ᾽ ὃν ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἂν οὗτος ἄνθρωπος εἴη; Διὰ τοῦτο εἶπε, Μείζονα τούτων ὄψει· καὶ δεικνὺς αὐτὸ, ἐπήγαγε τὴν τῶν ἀγγέλων διακονίαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μέγα σοι, φησὶν, ὦ Ναθαναὴλ, ἔδοξεν εἶναι τοῦτο, καὶ διὰ τοῦτό με βασιλέα τοῦ Ἰσραὴλ ὡμολόγησας· τί οὖν ἐρεῖς, ὅταν ἴδῃς τοὺς ἀγγέλους ἐπ᾽ ἐμὲ ἀναβαίνοντας καὶ καταβαίνοντας; διὰ τούτων πείθων, καὶ τῶν ἀγγέλων αὐτὸν ὁμολογῆσαι Δεσπότην.

Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ. Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Δύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ. Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε· τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως· ὃ καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως. Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν. Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. Διὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ᾽ ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν.

Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ὁ ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. Καὶ ἐκλήθη ὁ Ἰησοῦς εἰς τοὺς γάμους. Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν· διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται. Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων· ὁ τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι. Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ᾽ ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ᾽ ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον. Καὶ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών· Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσιν. Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός. Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς. Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.

βʹ. Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον (εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα)· ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, ὃ καὶ ἔμπροσθεν εἴπομεν. Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν· Ἐγὼ δὲ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθησαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν. Ὁ γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν· εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἡ ἀκοὴ αὐτοῦ ἀπῆλθεν· ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι· πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι. Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν ἄν.

Ἀλλὰ γὰρ οὐδὲν ἐποίησε παῖς ὤν· ἀλλ᾽ ἓν τοῦτο μόνον ἐμαρτύρησεν ὁ Λουκᾶς, ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως ἐδόκει θαυμαστὸς εἶναι· καὶ ἄλλως δὲ εἰκότως καὶ κατὰ λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας εὐθέως. Ἐνόμισαν γὰρ ἂν φαντασίαν εἶναι τὸ πρᾶγμα. Εἰ γὰρ ἐν ἡλικίᾳ γενομένου πολλοὶ τοῦτο ὑπώπτευσαν, πολλῷ μᾶλλον, ἐὰν μειράκιον ὢν κομιδῇ ἐθαυματούργει, καὶ θᾶττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ἐπὶ τὸν σταυρὸν ὥρμησαν ἂν, τῇ βασκανίᾳ τηκόμενοι· καὶ αὐτὰ τὰ τῆς οἰκονομίας δ᾽ ἂν ἠπιστήθη πράγματα. Πόθεν οὖν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ αὐτοῦ; φησίν. Ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο, καὶ ἐξ Ἰωάννου κατάδηλος ἦν, καὶ ἀπὸ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων αὐτῷ· καὶ πρὸ τούτων δὲ ἁπάντων, αὐτὴ ἡ σύλληψις, καὶ τὰ μετὰ τὴν γέννησιν γενόμενα πάντα, μεγίστην αὐτῇ περὶ τοῦ παιδὸς ἐνέθηκε τὴν ὑπόνοιαν. Ἤκουσε γὰρ, φησὶ, πάντα τὰ περὶ τοῦ παιδός, Καὶ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πρὸ τούτου ταῦτα ἔλεγεν; Ὅτι, ὅπερ ἔφην, τότε λοιπὸν ἀρχὴν τοῦ φανεροῦσθαι ἐλάμβανε.

Πρὸ μὲν γὰρ τούτου ὡς τῶν πολλῶν εἷς ὢν, οὕτω διῆγεν· ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν ἡ μήτηρ εἰπεῖν. Ἐπειδὴ δὲ ἤκουσεν, ὅτι Ἰωάννης δι᾽ αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῷ ἐμαρτύρησεν ἅπερ ἐμαρτύρησε, καὶ ὅτι μαθητὰς ἔσχε, τότε λοιπὸν θαῤῥοῦσα παρακαλεῖ, καὶ ὑστερήσαντος οἴνου, λέγει· Οἶνον οὐκ ἔχουσιν. Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός.

Καὶ τάχα τι καὶ ἀνθρώπινον ἔπασχε, καθάπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, λέγοντες, Δεῖξον σεαυτὸν τῷ κόσμῳ, βουλόμενοι τὴν ἀπὸ τῶν θαυμάτων δόξαν καρπώσασθαι. Διὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Ἐπεὶ ὅτι σφόδρα ᾐδεῖτο τὴν τεκοῦσαν, ἄκουσον τοῦ Λουκᾶ διηγουμένου πῶς ὑποτεταγμένος τοῖς γονεῦσιν ἦν, καὶ αὐτοῦ δὲ τούτου τοῦ εὐαγγελιστοῦ δεικνύντος, πῶς αὐτῆς προενόησε καὶ παρ᾽ αὐτὸν τοῦ σταυροῦ τὸν καιρόν. Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι, μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς, ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον, καὶ τὸ μὴ τοῦτο ποιεῖν, κίνδυνος μέγας· ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν, οὐκ ἀσφαλὲς πείθεσθαι. Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο, καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· ἀλλ᾽ ἐπειδὴ ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο.

Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ᾽ ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ᾽ ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ᾽ ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν.

Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι᾽ ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια.

γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι᾽ ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ᾽ οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα.

Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ἀγαθὴ καὶ πιστή. Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ᾽ αὐτῆς τὸν Χριστόν· πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται. Ἀδελφὸς γὰρ, φησὶν ὁ Δαυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;

Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ᾽ ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ. Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ᾽ ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους (συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα ὁ Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ᾗ ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς. Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου· τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς. Ἀλλ᾽ ἡ πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα· κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον.

Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς. Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ. Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται. Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ Δεσπόσυνοι ἐλέγοντο· ἀλλ᾽ ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον. Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους. Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας· Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι. Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε;

Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες. Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες· Ὁ πατὴρ ὁ ἐμὸς, καὶ ὁ πάππος, καὶ ὁ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες. Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης. Ἄκουσον γὰρ ὁ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους· Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ ἐν γυναικὶ ἐφυλάξατο· καὶ πάλιν ὁ Χριστὸς, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ᾽ ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσφέρουσι τῆς κατηγορίας. Ταῦτ᾽ οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης ὄφελος οὐδέν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. αʹ. Ἔχει μέν τινα πόνον τὸ λέγειν· καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν. Ἂν μὲν γὰρ ἀποπτύητε τὰ λεγόμενα, ἢ μὴ ἀποπτύητε μὲν, ἐν δὲ τοῖς ἔργοις μὴ δεικνύητε, βαρὺς ὁ κόπος ἡμῖν ἔσται διὰ τὸ πονεῖν εἰκῆ καὶ μάτην· ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων· ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν. Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν. Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα. Τῆς γὰρ μητρὸς τοῦ Ἰησοῦ εἰπούσης, ὅτι Οἶνον οὐκ ἔχουσιν, ὁ Χριστός φησι, Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ. Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον. Αὐτὸν οὖν τοῦτον παρακαλέσαντες τὸν τὸ θαῦμα ἐργασάμενον, οὕτως ἔλθωμεν ἐπὶ τὴν λύσιν.

Οὐ γὰρ ἐνταῦθα τοῦτο μόνον εἴρηται, ἀλλὰ καὶ προϊὼν ὁ αὐτὸς φαίνεται εὐαγγελιστὴς λέγων· Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, Ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν. Ταῦτα πάντα δι᾽ ὅλου τοῦ Εὐαγγελίου εἰρημένα ἐνταῦθα συνήγαγον, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς ποτ᾽ οὖν ἐστι τῶν λεγομένων ἡ λύσις; Οὐκ ἀνάγκῃ καιρῶν ὁ Χριστὸς ὑποκείμενος, οὐδὲ ὥρας παρατηρήσει, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα μου· (πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς, καὶ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός;) ἀλλὰ διὰ τῶν οὕτως εἰρημένων τοῦτο δηλῶσαι βούλεται, ὅτι πάντα μετὰ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁμοῦ πάντα ποιῶν· ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ᾽ ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν. Σκόπει δέ· Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ᾽ οὐχ ὁμοῦ πᾶσαν· καὶ τὸν ἄνθρωπον δὲ μετὰ τῆς γυναικὸς, ἀλλ᾽ οὐδὲ τούτους ὁμοῦ. Ἔδει θανάτῳ καταδικασθῆναι τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν ἀνάστασιν γενέσθαι, ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Ἐχρῆν δοθῆναι τὸν νόμον, ἀλλ᾽ οὐχ ὁμοῦ καὶ τὴν χάριν, ἀλλ᾽ ἕκαστα καιροῖς τοῖς προσήκουσιν οἰκονομεῖσθαι.

Οὐ τοίνυν ὁ Χριστὸς ὑπέκειτο τῇ τῶν καιρῶν ἀνάγκῃ, ὃς καὶ τοῖς καιροῖς μάλιστα τάξιν ἐπέθηκεν, ἐπεὶ καὶ ποιητὴς αὐτῶν ἐστιν. Ἀλλ᾽ Ἰωάννης ἐνταῦθα τὸ, Οὔπω ἥκει ἡ ὥρα μου, εἰσάγει τὸν Χριστὸν λέγοντα, δεικνὺς ὅτι οὔπω δῆλος ἦν τοῖς πολλοῖς, καὶ ὅτι οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ᾽ Ἀνδρέας αὐτῷ ἠκολούθει καὶ μετ᾽ αὐτοῦ Φίλιππος, ἄλλος δὲ οὐδείς· μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί.

Μετὰ γὰρ τὰ πολλὰ θαύματα τοῦτο περὶ τῶν ἀδελφῶν ἔφησεν ὁ εὐαγγελιστὴς, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ᾽ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεισαν· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλεσαν, ἐν χρείᾳ καταστάντες. Διὰ τοῦτό φησιν· Οὔπω ἥκει ἡ ὥρα μου. Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ᾽ οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος. Ἔασον αὐτοὺς αἰσθέσθαι τοῦτο πρῶτον. Οὐδὲ γὰρ παρὰ σοῦ ταῦτά με ἀκούειν ἐχρῆν. Μήτηρ γὰρ εἶ, καὶ τὸ θαῦμα ὕποπτον ποιεῖς. Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ᾽ ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως. Ὁ μὲν γὰρ εἰδὼς ὅτι ἐν χρείᾳ καθέστηκεν, ἐπειδὰν τύχῃ ὧνπερ αἰτεῖ, πολλὴν ἔχει τὴν χάριν· ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται. Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ; Μάλιστα μὲν, ὥστε καὶ τοῖς ἀντιλέγουσι, καὶ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι νομίζουσιν, ἱκανὴν γενέσθαι ἀπόδειξιν τοῦ μὴ ὑποκεῖσθαι αὐτὸν ὥρᾳ. Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν;

Ἔπειτα δὲ καὶ τιμῶν τὴν μητέρα, ἵνα μὴ διαπαντὸς ἀντιλέγειν αὐτῇ δόξῃ, ἵνα μὴ ἀσθενείας λάβῃ δόξαν, ἵνα μὴ αἰσχύνῃ τὴν τεκοῦσαν, παρόντων τοσούτων· καὶ γὰρ προσήγαγεν αὐτῷ τοὺς διακόνους. Ἐπεὶ καὶ τῇ Χαναναίᾳ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, ἔδωκε μετὰ τὸ εἰπεῖν, τὴν προσεδρεία αὐτῆς αἰδεσθείς. Καίτοι γε μετ᾽ ἐκείνου καὶ τοῦτο εἶπεν, ὅτι Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀλλ᾽ ὅμως καὶ ταῦτα εἰπὼν, ἐθεράπευσε τὸ θυγάτριον τῆς γυναικός.

βʹ. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν ἀνάξιοι ὦμεν, πολλάκις τῇ προσεδρείᾳ ποιοῦμεν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν. Διὰ τοῦτο καὶ ἡ μήτηρ καὶ παρέμενε, καὶ σοφῶς τοὺς διακόνους προσῆγεν, ὥστε παρὰ πλειόνων γενέσθαι τὴν αἴτησιν. Διὰ τοῦτο καὶ προσέθηκε τὸ, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. ᾜδει γὰρ ὅτι οὐκ ἀσθενείας ἡ παραίτησις ἦν, ἀλλὰ τοῦ ἀκομπάστου, καὶ τοῦ μὴ δόξαι ἁπλῶς ἐπιῤῥίπτειν ἑαυτὸν τῷ θαύματι· διὸ καὶ τοὺς διακόνους προσῆγεν.

Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι κείμεναι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμπλήσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐνέπλησαν ἕως ἄνω. Οὐχ ἁπλῶς εἶπεν, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ἀλλ᾽ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἔνδον ἀπομεινάσης, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτότατος γέγονε. Διὰ τοῦτό φησι, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, δεικνὺς ὅτι οὐδέποτε ἐκεῖνα οἴνου γέγονε δοχεῖα τὰ σκεύη. Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴποτε ἀκάθαρτοι γένοιντο. ἀλλ᾽ ἐγγύθεν ἔχειν τοῦ καθαρσίου τὸν τρόπον.

Καὶ τί δήποτε πρὶν ἢ γεμίσαι οὐκ ἐποίησε τὸ σημεῖον, ὃ πολλῷ θαυμαστότερον ἦν; Ἕτερον γάρ ἐστιν ὕλην ὑποκειμένην εἰς ποιότητα μεταβαλεῖν, καὶ αὐτὴν τὴν οὐσίαν ἐξ οὐκ ὄντων ποιῆσαι· θαυμαστότερον μὲν γὰρ ἐκεῖνο. Ἀλλ᾽ οὐχ οὕτως ἂν ἔδοξεν εἶναι πιστὸν τοῖς πολλοῖς. Διὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν, ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ τὸ ὕδωρ αὐτὸς παρήγαγε, καὶ τότε τὸν οἶνον ἔδειξεν, ἀλλὰ τοῖς διακόνοις ἐκέλευσε; Διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας, καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον. Εἰ γὰρ ἔμελλόν τινες ἀναισχυντεῖν, ἠδύναντο πρὸς αὐτοὺς λέγειν οἱ διακονησάμενοι· Ἡμεῖς τὸ ὕδωρ ἠντλήσαμεν. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰ κατὰ τῆς Ἐκκλησίας ἀναφυόμενα δόγματα ἀνατρέπει. Ἐπειδὴ γὰρ εἰσί τινες οἳ τοῦ κόσμου δημιουργὸν ἕτερον εἶναί φασι, καὶ οὐκ αὐτοῦ ἔργα τὰ ὁρώμενα, ἀλλ᾽ ἑτέρου τινὸς ἐναντίου θεοῦ· καὶ τούτων ἐπιστομίζων τὴν μανίαν, οὕτω τὰ πλείονα ποιεῖ τῶν θαυμάτων ἐκ τῶν ὑποκειμένων οὐσιῶν.

Εἰ γὰρ ἐναντίος ὁ δημιουργὸς ἦν αὐτῷ, οὐκ ἂν τοῖς ἀλλοτρίοις ἐχρήσατο πρὸς τὴν τῆς οἰκείας δυνάμεως ἐπίδειξιν. Νῦν μέντοι δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ ἐν ταῖς ἀμπέλοις τὸ ὕδωρ μεταβάλλων, καὶ τὸν ὑετὸν διὰ τῆς ῥίζης εἰς οἶνον τρέπων, ὅπερ ἐν τῷ φυτῷ διὰ πολλοῦ χρόνου γίνεται, τοῦτο ἀθρόον ἐν τῷ γάμῳ εἰργάσατο. Ἐπειδὴ δὲ ἐγέμισαν τὰς ὑδρίας, φησίν· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.

Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.

Πάλιν ἐνταῦθά τινες ἐπισκώπτουσι λέγοντες· Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν· ὅτι γὰρ ἐμέθυον, αὐτὸς ὁ ἀρχιτρίκλινος ἔδειξε δι᾽ ὧν εἶπεν. Μάλιστα μὲν καὶ τοῦτο γελοῖον· πλὴν ἀλλὰ καὶ ταύτην αὐτῶν ἐξέκοψε τὴν ὑποψίαν ὁ εὐαγγελιστής.

Οὐ γὰρ τοὺς δαιτυμόνας εἶναί φησι τοὺς ψηφιζομένους περὶ τοῦ γενομένου, ἀλλὰ τὸν ἀρχιτρίκλινον τὸν νήφοντα καὶ οὐδενὸς οὐδέπω γεγευμένον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι μάλιστα πάντων οἱ τὴν διακονίαν τῶν τοιούτων ἐμπεπιστευμένοι δείπνων, οὗτοι μάλιστά εἰσιν οἱ νήφοντες, ἓν ἔργον ἔχοντες, τὸ ἐν κόσμῳ καὶ ἐν τάξει πάντα διατιθέναι. Διὰ τοῦτο τὴν νήφουσαν αἴσθησιν ταύτην εἰς μαρτυρίαν τῶν γινομένων ἐκάλεσεν. Οὐ γὰρ εἶπεν, Οἰνοχοήσατε τοῖς ἀνακειμένοις, ἀλλὰ, Φέρετε τῷ ἀρχιτρικλίνῳ.

Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος. Καὶ τίνος ἕνεκεν μὴ τοὺς διακόνους ἐφώνησεν; οὕτω γὰρ ἂν καὶ τὸ θαῦμα ἐξεκαλύφθη.

Ὅτι οὐδὲ αὐτὸς ὁ Ἰησοῦς ἐξεκάλυπτε τὸ γεγονὸς, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρὸν ἐβούλετο γνωρισθῆναι τῶν σημείων τὴν δύναμιν. Εἰ μὲν οὖν τότε ἠλέγχθη, οὐκ ἂν διηγούμενοι οἱ διάκονοι ταῦτα ἂν ἐπιστεύθησαν· ἀλλ᾽ ἔδοξαν ἂν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ τοῖς πολλοῖς εἶναι δοκοῦντι τότε τοιαῦτα μαρτυροῦντες.

Αὐτοὶ μὲν γὰρ καὶ διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν· οὐ γὰρ δὴ ταῖς ἑαυτῶν χερσὶν ἔμελλον ἀπιστεῖν· ἑτέρους δὲ πιστοῦσθαι οὐκ ἦσαν ἱκανοί. Διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασιν, ἀλλὰ τῷ μάλιστα συνιδεῖν τὸ γεγονὸς δυναμένῳ, τὴν σαφεστέραν αὐτοῦ γνῶσιν τῷ μέλλοντι χρόνῳ τηρῶν.

Μετὰ γὰρ τὴν τῶν λοιπῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. Ὅτε γοῦν τοῦ βασιλικοῦ τὸν υἱὸν ὕστερον θεραπεύει, δι᾽ ὧν ἐκεῖ λέγει, δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι καὶ τοῦτο σαφέστερον γέγονε.

Διὰ γὰρ τοῦτο μάλιστα αὐτὸν ἐκάλεσεν ἐκεῖνος, ἐπειδὴ τὸ σημεῖον ἐγνωκὼς ἦν, ὥσπερ ἔφην. Ὃ καὶ δηλῶν Ἰωάννης ἔλεγεν· Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον· οὐχ ἁπλῶς δὲ οἶνον, ἀλλ᾽ οἶνον κάλλιστον.

γʹ. Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῷ τῶν διὰ φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον. Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον· ὅτι δὲ ὑπὸ τοῦ Χριστοῦ γεγενημένος, οἱ τὸ ὕδωρ ἀντλήσαντες.

Ὥστε εἰ καὶ μὴ τότε ἐξεκαλύφθη τὸ θαῦμα, ἀλλ᾽ ὅμως εἰς τέλος σιγηθῆναι οὐκ εἶχεν· οὕτω πολλὰς καὶ ἀναγκαίας αὐτῷ πρὸς τὸ μέλλον προαπέθετο μαρτυρίας. Τοῦ μὲν γὰρ τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε· τοῦ δὲ καλὸν γενέσθαι τὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Εἰκὸς μὲν οὖν τὸν νυμφίον ἀποκρίνασθαί τι πρὸς ταῦτα, καὶ εἰπεῖν· πλὴν ἀλλ᾽ ὁ εὐαγγελιστὴς ἐπειγόμενος πρὸς τὰ ἀναγκαιότερα τῶν πραγμάτων, ἁψάμενος τοῦ σημείου τούτου μόνον, παρέδραμε τὰ λοιπά. Τὸ γὰρ ἀναγκαῖον ἦν μαθεῖν, ὅτι οἶνον τὸ ὕδωρ ἐποίησε, καὶ οἶνον καλόν· τί δὲ πρὸς τὸν ἀρχιτρίκλινον εἶπεν ὁ νυμφίος, οὐκ ἔτι ἀναγκαῖον ἐνόμισεν εἶναι προσθεῖναι. Πολλὰ γὰρ τῶν σημείων πρότερον ὄντα ἀμυδρότερα, τοῦ χρόνου προϊόντος σαφέστερα γέγονεν, ὑπὸ τῶν ἐξ ἀρχῆς εἰδότων αὐτὰ ἀκριβέστερον ἀγγελθέντα. Τότε μὲν οὖν οἶνον ἐξ ὕδατος ἐποίησεν ὁ Ἰησοῦς· καὶ τότε δὲ καὶ νῦν προαιρέσεις χαύνας καὶ διαῤῥεούσας μεταβάλλων οὐ παύεται.

Εἰσὶ γὰρ, εἰσὶν ἄνθρωποι οὐδὲν ὕδατος διαφέροντες, οὕτω ψυχροὶ καὶ χαῦνοι καὶ οὐδέποτε ἑστηκότες. Τοὺς δὴ οὕτω διακειμένους προσάγωμεν τῷ Κυρίῳ, ὥστε αὐτῶν τὴν προαίρεσιν εἰς τὴν τοῦ οἴνου μεταθεῖναι ἕξιν, ὥστε μηκέτι διαῤῥεῖν, ἀλλ᾽ ἔχειν τὸ ἐπεστυμμένον, καὶ εὐφροσύνης καὶ ἑαυτοῖς καὶ ἑτέροις γίνεσθαι αἰτίους.

Τίνες δ᾽ ἂν εἶεν οὗτοι οἱ ψυχροὶ, ἢ οἱ τοῖς ῥέουσι τοῦ παρόντος βίου προσέχοντες πράγμασιν, οἱ μὴ καταγελῶντες τῆς ἐνταῦθα τρυφῆς, οἱ δόξης καὶ δυναστείας ἐρασταί; Ταῦτα γὰρ πάντα ῥεύματά ἐστιν, ἱστάμενα μὲν οὐδαμοῦ, κατὰ δὲ πρανοῦς ἀεὶ φερόμενα μετὰ πολλῆς τῆς ῥύμης. Καὶ γὰρ ὁ σήμερον πλούσιος, αὔριον πένης· ὁ σήμερον μετὰ κήρυκος καὶ ζώνης καὶ ὀχήματος καὶ πολλῶν τῶν ῥαβδούχων φαινόμενος, πολλάκις τῇ ἑξῆς ἡμέρᾳ τὸ δεσμωτήριον ᾤκησεν, ἑτέρῳ καὶ ἄκων τῆς φαντασίας παραχωρήσας ἐκείνης.

Ὁ τρυφῶν πάλιν καὶ διασπώμενος, ἐπειδὰν διαῤῥήξῃ τὴν ἑαυτοῦ γαστέρα, μέχρι μιᾶς ἡμέρας οὐ δύναται τὴν ἐκ τούτων ἐγγενομένην αὐτῷ χορηγίαν κατασχεῖν, ἀλλὰ, διαπνευσθείσης ἐκείνης, ἀναγκάζεται πάλιν ἕτερα ἐπεμβάλλειν, οὐδὲν διαφέρων χειμάῤῥου. Καθάπερ γὰρ ἐκεῖ τοῦ προτέρου ῥεύματος προχωροῦντος, ἕτερα ἐπέρχεται πάλιν· οὕτω δὴ καὶ ἐνταῦθα, τῆς προτέρας ἐξισταμένης τροφῆς, ἑτέρας ἡμῖν δεῖ πάλιν. Καὶ τοιαύτη τῶν βιωτικῶν ἡ φύσις, τὸ μηδέποτε ἑστάναι λαχοῦσα, ἀλλ᾽ ἀεὶ ῥεῖν καὶ παρασύρεσθαι. Ἐπὶ δὲ τῆς τρυφῆς, οὐ τοῦτο μόνον ἐστὶ τὸ παραῤῥεῖν καὶ παρατρέχειν, ἀλλὰ καὶ πολλὰ ἡμῖν ἕτερα παρέχει πράγματα. Ἐν τῷ γὰρ παριέναι μετὰ ῥύμης τό τε ἰσχυρὸν ἀποξύει τοῦ σώματος, τό τε ἀνδρεῖον παρασύρει τῆς ψυχῆς· καὶ οὐχ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθε διατρώγειν, καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας. Ἡ μὲν γὰρ εὐτέλεια καὶ ἡ λιτὴ τράπεζα, ὑγείας μήτηρ ἐστίν. Διὰ τοῦτο καὶ ἰατρῶν παῖδες οὕτως αὐτὴν ὠνόμασαν, τό γε μὴ κορέννυσθαι, ὑγείαν καλέσαντες· Ἀκορίη γὰρ τροφῆς, ὑγιείη· τό τε ἐνδεῶς ἑστιᾶσθαι, μητέρα ὑγείας εἰπόντες.

Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην. Καὶ γὰρ ποδαλγίαι, καὶ καρηβαρίαι, καὶ ἀμβλυωπίαι, καὶ χειραλγίαι, καὶ τρόμοι, καὶ παρέσεις, καὶ ἴκτερος, καὶ πυρετοὶ μακροὶ καὶ φλογώδεις, καὶ ἕτερα τούτων πολλῷ πλείονα (οὐ γὰρ καιρὸς πάντα ἐπιέναι), οὐκ ἀπὸ ἐνδείας καὶ φιλοσόφου διαίτης, ἀλλ᾽ ἐξ ἀδηφαγίας καὶ πλησμονῆς τίκτεσθαι πέφυκεν. Εἰ δὲ βούλει καὶ τῆς ψυχῆς τὰς νόσους ἰδεῖν τὰς ἐντεῦθεν φυομένας, ὄψει ὅτι πλεονεξίαι, βλακεῖαι, μελαγχολίαι, νωθεῖαι, ἀσέλγειαι, ἀμαθία πᾶσα ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Ὄνων γὰρ οὐδὲν ἄμεινον ἀπὸ τῶν τοιούτων τραπεζῶν αἱ τρυφῶσαι γίνονται ψυχαὶ, ὑπὸ τοιούτων διασπώμεναι θηρίων. Εἴπω καὶ λύπας ὅσας ἔχουσι καὶ ἀηδίας οἱ προσεδρεύοντες τῇ τρυφῇ; Ἀλλὰ πάσας μὲν ἐπελθεῖν οὐ δυνατόν· ἑνὶ δὲ καὶ τούτῳ κεφαλαίῳ τὸ πᾶν ποιήσω φανερόν. Τῆς γὰρ τραπέζης, ταύτης δὲ λέγω τῆς πολυτελοῦς, μεθ᾽ ἡδονῆς οὐδέποτε ἀπογεύονται.

Ἡ μὲν γὰρ ἔνδεια, ὥσπερ ὑγείας, οὕτω καὶ ἡδονῆς μήτηρ ἐστίν· ἡ πλησμονὴ δὲ, ὥσπερ νόσων, οὕτω καὶ ἀηδίας ἐστὶ πηγὴ καὶ ῥίζα. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν εἶναι οὐκ ἔστιν· ἐπιθυμίας δὲ οὐκ οὔσης, πῶς ἂν εἴη ποτὲ ἡδονή; Διὰ τοῦτο οὐ μόνον συνετωτέρους καὶ ὑγιεινοτέρους τοὺς πενομένους τῶν πλουσίων εὕροιμεν ἂν, ἀλλὰ καὶ πλείονα καρπουμένους τὴν εὐφροσύνην. Ἅπερ πάντα ἐννοήσαντες, φύγωμεν μέθην τε καὶ τρυφὴν, μὴ τὴν ἐν τραπέζαις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν τὴν ἐν πράγμασι βιωτικοῖς· καὶ ἀντ᾽ ἐκείνης ἀνταλλαξώμεθα τὴν ἀπὸ τῶν πνευματικῶν ἡδονὴν, καὶ κατὰ τὸν Προφήτην κατατρυφήσωμεν τοῦ Κυρίου (Κατατρύφησον γὰρ τοῦ Κυρίου, φησὶ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου)· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΓʹ. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. αʹ. Πολὺς ὁ διάβολος ἔγκειται καὶ σφοδρὸς, πάντοθεν πολιορκῶν τὴν σωτηρίαν τὴν ἡμετέραν. Δεῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον. Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν. Εἰ τοίνυν λόγος τις ἡμῖν ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, μηδὲ ἐν τοῖς μικροῖς αὐτῷ συγχωρῶμεν ἡμῖν ἐπιέναι, ἵνα ἀπὸ τούτων τὰ μεγάλα προαναστείλωμεν.

Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον μὲν τοσαύτην ἐπιδείκνυσθαι σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι ψυχήν· ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον. Ταῦτά μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ ἐπειδὴ δέδοικα, μήποτε ἐν μέσῳ τῷ σηκῷ καὶ νῦν ὁ λύκος οὗτος ἑστήκῃ μὴ καθορώμενος ἡμῖν, καὶ θηριάλωτον ἐκ τούτου γένηται πρόβατον, ῥᾳθυμίᾳ καὶ ἐπιβουλῇ πονηρᾷ ἀποβουκοληθὲν τῆς ἀγέλης καὶ τῆς ἀκροάσεως. Εἰ μὲν γὰρ ἦν αἰσθητὰ τὰ τραύματα, ἢ καὶ τὸ σῶμα τὰς πληγὰς ἐλάμβανεν, οὐκ ἦν ἔργον διαγνῶναι τὰς τοιαύτας ἐπιβουλάς.

Ἐπειδὴ δὲ ἀόρατος ἡ ψυχὴ, καὶ αὐτὴ τὰ ἕλκη δέχεται, πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε ἕκαστον ἑαυτὸν δοκιμάζειν. Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ὁ μὲν γὰρ λόγος ἅπασι διαλέγεται, καὶ κοινὸν πρόκειται φάρμακον τοῖς δεομένοις· ἑνὸς δὲ ἑκάστου τῶν ἀκροωμένων λαβεῖν ἔστι τὸ ἐπιτήδειον τῷ νοσήματι. Οὐκ οἶδα ἐγὼ τοὺς ἀῤῥωστοῦντας, οὐκ οἶδα τοὺς ὑγιαίνοντας.

Διὰ τοῦτο πάντα λόγον κινῶ καὶ πᾶσιν ἐπιτήδειον πάθεσι, νῦν μὲν πλεονεξίας κατηγορῶν, αὖθις δὲ τρυφῆς, πάλιν ἀσελγείας καθαπτόμενος, εἶτα ἐλεημοσύνης συντιθεὶς ἔπαινον καὶ παράκλησιν· εἶτα τῶν ἄλλων ἑκάστου κατορθωμάτων. Δέδοικα γὰρ μήποτε περὶ ἓν τῶν λόγων ἡμῖν ἀσχολουμένων, λάθω θεραπεύων πάθος ἕτερον, ἄλλα καμνόντων ὑμῶν. Ὥστε εἰ μὲν εἷς ἦν ἐνταῦθα ὁ συλλεγόμενος, οὐκ ἂν οὕτω σφόδρα ἀναγκαῖον εἶναι ἐνόμισα πολυειδῆ τὸν λόγον ποιῆσαι. Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν· πάντως γὰρ εὑρήσει τὴν ἑαυτοῦ χρείαν ὁ λόγος ἅπασιν ἐφαπλούμενος. Διά τοι τοῦτο καὶ ἡ Γραφὴ πολυειδής τίς ἐστι, περὶ μυρίων ἡμῖν διαλεγομένη πραγμάτων, ἐπειδὴ κοινῇ τῇ φύσει διαλέγεται τῶν ἀνθρώπων. Ἐν δὲ πλήθει τοσούτῳ πάντα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς εἶναι, εἰ καὶ μὴ πάντα ἐν πᾶσι. Τούτων τοίνυν ἑαυτοὺς ἐκκαθάραντες, οὕτω τῶν θείων λόγων ἀκούσωμεν, καὶ μετὰ συντεταμένης διανοίας, καὶ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἀκούσωμεν. Τίνα δὲ ταῦτά ἐστι; Ταύτην ἐποίησε, φησὶ, τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι. Τί γὰρ, φησὶν, εἰ πρόσκειται ἐν Κανᾷ τῆς Γαλιλαίας; Τὴν γὰρ ἀρχὴν, φησὶ, ταύτην ἐποίησεν ἐν Κανᾷ.

Ἐγὼ δὲ ὑπὲρ τούτων μὲν οὐδὲν ἂν ἀκριβολογησαίμην· ἀλλ᾽ ὅτι μέντοι μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ πρὸ τοῦ βαπτίσματος οὐδὲν ἐθαυματούργησε, καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Εἴτε δὲ τοῦτο, εἴτε ἕτερον πρῶτον σημεῖον ἐγένετο τῶν μετὰ τὸ βάπτισμα γενομένων, οὐ σφόδρα διισχυρίζεσθαι ἀναγκαῖον εἶναί μοι δοκεῖ. Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Πῶς καὶ τίνι τρόπῳ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γινομένῳ, ἀλλ᾽ οἱ διάκονοι, καὶ ὁ ἀρχιτρίκλινος, καὶ ὁ νυμφίος.

Πῶς οὖν ἐφανέρωσε τὴν δόξαν αὐτοῦ; Τό γε αὐτοῦ μέρος. Εἰ δὲ καὶ μὴ τότε, ἀλλ᾽ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες· μέχρι γὰρ τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθεν. Ὅτι γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐ πάντες ᾔδεσαν, ἀπὸ τῶν ἐπαγομένων δῆλον. Εἰπὼν γὰρ, Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, ἐπήγαγε· Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν. Ὁρᾷς ὅτι τὰ σημεῖα τότε μάλιστα ἀναγκαῖον ἦν ποιεῖν, ὅτε οἱ εὐγνώμονες καὶ προσέχοντες τοῖς γινομένοις σαφῶς παρῆσαν;

Οὗτοι γὰρ ἔμελλον καὶ πιστεύειν εὐκολώτερον, καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς γινομένοις. Καὶ πῶς ἂν ἐγένετο γνώριμος τῶν σημείων χωρίς; Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη. Διά τοι τοῦτο πολλαχοῦ καὶ ἀλλαχοῦ φασιν οἱ εὐαγγελισταὶ, μὴ πεποιηκέναι σημεῖον αὐτὸν, διὰ τὸ τῶν ἀνθρώπων σκαιὸν τῶν ἐκεῖ διατριβόντων.

Καὶ μετὰ ταῦτα κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἦσαν ἐκεῖ οὐ πολλὰς ἡμέρας. Τίνος οὖν ἕνεκεν παραγίνεται μετὰ τῆς μητρὸς εἰς Καπερναούμ; Οὔτε γὰρ θαῦμα οὐδὲν εἰργάσατο αὐτόθι, οὔτε οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τῶν ὑγιῶς πρὸς αὐτὸν ἐχόντων ἦσαν, ἀλλὰ καὶ τῶν σφόδρα διεφθαρμένων.

Καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. Τίνος οὖν ἕνεκεν παραγίνεται; Ἐμοὶ δοκεῖ, ἐπειδὴ μικρὸν ὕστερον ἔμελλεν ἀνιέναι εἰς τὰ Ἱεροσόλυμα, διὰ τοῦτο τότε ἀπελθεῖν, ὥστε μὴ πανταχοῦ τοὺς ἀδελφοὺς ἐπισύρεσθαι καὶ τὴν μητέρα. Ἀπελθὼν γοῦν καὶ ὀλίγον διατρίψας χρόνον διὰ τὴν εἰς τὴν μητέρα τιμὴν, οὕτω πάλιν ἐπιλαμβάνεται τῶν θαυμάτων, ἀποκαταστήσας τὴν γεγεννηκυῖαν.

Διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πρὸ ὀλίγων ἄρα ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς τὰ Ἱεροσόλυμα τί ποιεῖ; Πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ καπήλους ἐκείνους, τοὺς τραπεζίτας, τοὺς τὰς περιστερὰς πωλοῦντας καὶ βόας καὶ πρόβατα, καὶ διὰ τοῦτο ἐκεῖ διατρίβοντας, ἐξέβαλε.

βʹ. Καὶ ἕτερος μὲν εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων ἔλεγεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου σπήλαιον λῃστῶν· οὗτος δέ φησιν, Οἶκον ἐμπορίου, οὐκ ἐναντίως ἀλλήλοις λέγοντες, ἀλλὰ δεικνύντες ὅτι ἐκ δευτέρου τοῦτο ἐποίησε, καὶ ὅτι οὐ κατὰ τὸν αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλὰ νῦν μὲν ἐν προοιμίοις, νῦν δὲ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν, τοῦτο ποιεῖ. Διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρησάμενος, σπήλαιον ἐκάλεσεν ἐνταῦθα· ἐν δὲ ἀρχῇ τῶν σημείων οὐχ οὕτως, ἀλλ᾽ ὑφειμένῃ μᾶλλον τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο πεποιηκέναι. Καὶ τίνος ἕνεκεν, φησὶν, αὐτὸ τοῦτο πεποίηκεν ὁ Χριστὸς, καὶ τοσαύτῃ σφοδρότητι κέχρηται κατ᾽ αὐτῶν, ὅπερ οὐδαμοῦ φαίνεται ποιῶν, καὶ ταῦτα ὑβριζόμενος, λοιδορούμενος, καὶ Σαμαρείτης καὶ δαιμονῶν κληθεὶς παρ᾽ αὐτῶν;

Οὐδὲ γὰρ ἠρκέσθη τοῖς λόγοις μόνον, ἀλλὰ καὶ φραγέλλιον λαβὼν, οὕτως αὐτοὺς ἐξέβαλεν. Οἱ δὲ Ἰουδαῖοι ἑτέρων μὲν εὐεργετουμένων, ἐγκαλοῦσι καὶ ἀγριαίνουσιν· ὅτε δὲ εἰκὸς ἦν ἐκθηριωθῆναι ἐπιτιμωμένους, οὐ τοιούτῳ κέχρηνται πρὸς αὐτὸν τρόπῳ. Οὐ γὰρ ἐπετίμησαν, οὐδὲ ὕβρισαν· ἀλλὰ τί φασι; Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ὁρᾷς βασκανίας ὑπερβολὴν, καὶ πῶς αἱ τῶν ἄλλων εὐεργεσίαι μᾶλλον αὐτοὺς παρώξυναν; Ποτὲ μὲν οὖν σπήλαιον λῃστῶν τὸν ναὸν ὑπ᾽ αὐτῶν ἔλεγε γενέσθαι, δεικνὺς ὅτι τὰ πωλούμενα ἀπὸ κλοπῆς ἦν, καὶ ἁρπαγῆς καὶ πλεονεξίας, καὶ ἐκ τῶν ἀλλοτρίων ἐπλούτουν συμφορῶν· ποτὲ δὲ οἶκον ἐμπορίου, τὰς ἀναισχύντους αὐτῶν καπηλείας ἐνδεικνύμενος. Ἀλλὰ τίνος ἕνεκεν τοῦτο πεποίηκεν; Ἐπειδὴ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ πολλὰ τοιαῦτα ποιεῖν, ἃ ἐδόκει παρ᾽ αὐτοῖς τοῦ νόμου παράβασις εἶναι· ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας αὐτῶν ποιεῖται τὴν διόρθωσιν.

Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τῷ τοῦ οἴκου Δεσπότῃ καὶ ἐν αὐτῷ θεραπευομένῳ ἔμελλεν ἐναντιοῦσθαι. Ἦν μὲν οὖν ἱκανὰ καὶ τὰ πρότερα ἔτη, ἐν οἷς κατὰ τὸν νόμον ἐβίω, δεῖξαι τὴν πρὸς τὸν νομοθέτην αἰδὼ, καὶ ὅτι οὐκ ἀντινομοθετῶν ἦλθεν· ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ Δεσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν· Εἰ γὰρ ὑποκρινόμενος ταῦτα ἐποίει, παραινέσαι ἐχρῆν μόνον· τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ᾽ ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα· οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου. Διὰ τοῦτο οὐδὲ δι᾽ ὧν ποιεῖ μόνον, ἀλλὰ καὶ δι᾽ ὧν λέγει, δείκνυσι τὴν πρὸς αὐτὸν συμφωνίαν· οὐδὲ γὰρ εἶπε, Τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ, Τὸν οἶκον τοῦ Πατρός μου.

Ἰδοὺ καὶ Πατέρα καλεῖ, καὶ οὐκ ὀργίζονται· ᾤοντο γὰρ ἁπλῶς αὐτὸν λέγειν. Ἐπειδὴ δὲ προϊὼν τρανότερον ἐφθέγγετο, ὡς ἐκείνην παραστῆσαι τὴν διάνοιαν τὴν τῆς ἰσότητος, τότε ἀγριαίνουσιν. Τί οὖν ἐκεῖνοι; Τί σημεῖον δεικνύεις ἡμῖν, φησὶν, ὅτι ταῦτα ποιεῖς; Ὢ τῆς ἐσχάτης μανίας! Σημείου γὰρ χρεία ἦν, ὥστε τὰ κακῶς γινόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; τὸ δὲ ζῆλον τοιοῦτον λαβεῖν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, οὐ μέγιστον σημεῖον ἀρετῆς ἦν; Οἱ γοῦν εὐγνώμονες καὶ ἐντεῦθεν ἐδείκνυντο. Καὶ γὰρ ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ τότε, φησὶν, ὅτι ἔστι γεγραμμένον· Ὁ ζῆλος τοῦ οἴκου σου κατεφάγησέ με. Ἀλλ᾽ οὐκ ἐκεῖνοι τῆς προφητείας ἐμνήσθησαν, ἀλλὰ, Τί σημεῖον δεικνύεις ἡμῖν; ἔλεγον, ἅμα μὲν ὑπὲρ τῆς αἰσχροκερδείας τῆς ἑαυτῶν ἀλγοῦντες ἐκκοπτομένης, καὶ προσδοκῶντες ταύτῃ κωλύειν αὐτὸν, καὶ ἐκκαλέσασθαι εἰς θαῦμα βουλόμενοι, καὶ ἐπισκῆψαι τοῖς γινομένοις. Διὰ τοῦτο οὐδὲ δίδωσιν αὐτοῖς σημεῖον. Ἐπεὶ καὶ πρότερον προσελθοῦσι καὶ αἰτοῦσι, τὸ αὐτὸ ἀπεκρίνατο· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Ἀλλὰ τότε μὲν σαφέστερον, νυνὶ δὲ αἰνιγματωδέστερον.

Ποιεῖ δὲ τοῦτο διὰ τὴν ἐσχάτην αὐτῶν ἀναισθησίαν. Οὐ γὰρ ἂν ὁ μὴ αἰτοῦντας προλαμβάνων καὶ σημεῖα διδοὺς, οὗτος αἰτοῦντας ἂν ἀπεστράφη, εἰ μὴ τὴν διάνοιαν αὐτῶν εἶδε πονηρὰν οὖσαν καὶ δολερὰν, καὶ ὕπουλον αὐτῶν τὴν προαίρεσιν. Αὐτὸ γὰρ εὐθέως τὸ ἐρώτημα ἐννόησον ὅσης κακίας μεστὸν ἦν. Δέον γὰρ αὐτὸν ἀποδέξασθαι τῆς σπουδῆς καὶ τοῦ ζήλου, δέον ἐκπλαγῆναι, ὅτι τοσαύτην τοῦ οἴκου ποιεῖται πρόνοιαν, οἱ δὲ ἐγκαλοῦσι, καπηλεύειν ἐξεῖναι λέγοντες, λύειν δὲ τὴν καπηλείαν οὐκ ἐξὸν εἶναι, ἂν μὴ σημεῖόν τι ἐπιδείξηται. Τί οὖν ὁ Χριστός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πολλὰ τοιαῦτα φθέγγεται, τοῖς μὲν τότε ἀκούουσιν οὐκ ὄντα δῆλα, τοῖς δὲ μετὰ ταῦτα, ἐσόμενα. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Ἵνα δειχθῇ προειδὼς ἄνωθεν τὰ μετὰ ταῦτα, ὅταν ἐξέλθῃ καὶ τῆς προῤῥήσεως τὸ τέλος· ὃ δὴ καὶ ἐπὶ τῆς προφητείας ταύτης γέγονεν. Ὅτε γὰρ, φησὶν, ἠγέρθη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε· καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.

Ὅτε δὲ ἐλέγετο, οἱ μὲν ἠποροῦντο τί ποτ᾽ ἂν εἴη τὸ εἰρημένον, οἱ δὲ ἀμφέβαλλον, λέγοντες· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Τεσσαράκοντα δὲ καὶ ἓξ ἔτη ἔλεγον, τὴν ὑστέραν οἰκοδομὴν δηλοῦντες· ἡ γὰρ προτέρα εἰς εἴκοσιν ἐτῶν ἀπηρτίσθη χρόνον.

γʹ. Τίνος οὖν ἕνεκεν οὐκ ἔλυσε τὸ αἴνιγμα, καὶ εἶπεν, ὅτι Οὐ περὶ τοῦ ναοῦ λέγω τούτου, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς ἐμῆς, ἀλλ᾽ ὁ μὲν εὐαγγελιστὴς ὕστερον γράφων τὸ Εὐαγγέλιον, ἑρμηνεύει τὸ εἰρημένον, αὐτὸς δὲ ἐσίγησε τότε; Τίνος οὖν ἕνεκεν ἐσίγησεν; Ὅτι οὐκ ἂν τὸν λόγον ἐδέξαντο. Εἰ γὰρ μηδὲ οἱ μαθηταὶ ἱκανοί πως συνιέναι τὸ λεχθὲν ἦσαν, πολλῷ μᾶλλον οἱ ὄχλοι. Ὅτε γὰρ, φησὶν, ἀνέστη ὁ Ἰησοῦς ἐκ τῶν νεκρῶν, τότε ἐμνήσθησαν καὶ ἐπίστευσαν τῷ λόγῳ καὶ τῇ Γραφῇ. Δύο γὰρ ἦν αὐτοῖς τὰ προϊστάμενα τέως· ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἔνδον οἰκῶν· ἅπερ ἀμφότερα ᾐνίξατο εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὅπερ καὶ ὁ Παῦλος οὐ μικρὸν εἶναι σημεῖόν φησι θεότητος, οὕτω λέγων· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ. Διατί δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα τοῦτο δίδωσι σημεῖον, καὶ πανταχοῦ, νῦν μὲν λέγων, Ὅταν ὑψωθῶ, καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· νῦν δὲ, Οὐ δοθήσεται ὑμῖν σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ· καὶ ἐνταῦθα πάλιν· Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν;

Ὅτι τοῦτο μάλιστα ἦν τὸ δεικνύον αὐτὸν οὐκ ὄντα ἄνθρωπον ψιλὸν, τὸ δυνηθῆναι κατὰ τοῦ θανάτου στῆσαι τρόπαιον, τὸ τὴν τυραννίδα αὐτοῦ τὴν μακρὰν, καὶ τὸν χαλεπὸν καταλῦσαι πόλεμον οὕτω ταχέως. Διὰ τοῦτό φησι, Τότε εἴσεσθε. Τότε· πότε; Ὅταν ἀναστὰς ἐπισπάσωμαι τὴν οἰκουμένην, τότε εἴσεσθε, ὅτι καὶ ταῦτα ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς γνήσιος ἐποίουν, ἐκδικῶν τὴν εἰς τὸν Πατέρα ὕβριν. Τί δήποτε δὲ οὐκ εἶπε καὶ ποίων σημείων χρεία πρὸς τὸ παῦσαι τὸ γινόμενον κακῶς, ἀλλ᾽ ἐπηγγείλατο δώσειν σημεῖον;

Ὅτι ἐκείνῳ μὲν ἂν αὐτοὺς πλέον παρώξυνε, ταύτῃ δὲ μᾶλλον κατέπληξεν. Ἀλλ᾽ ὅμως οὐδὲν πρὸς τοῦτο εἶπον· καὶ γὰρ ἔδοξεν αὐτοῖς ἄπιστον λέγειν, καὶ οὐδὲ ἐρωτῆσαι ἠνείχοντο, ἀλλ᾽ ὡς ἀδύνατον ὂν παρέδραμον.

Εἰ δὲ νοῦν εἶχον, εἰ καὶ τότε ἄπιστον ἔδοξεν αὐτοῖς εἶναι, ὅτε τὰ πολλὰ ἐποίησε σημεῖα, τότε ἂν προσελθόντες ἠρώτησαν, τότε ἂν ἠξίωσαν τὴν ἀπορίαν αὐτοῖς λυθῆναι· ἀλλ᾽ ἀνόητοι ὄντες, τοῖς μὲν οὐδ᾽ ὅλως προσεῖχον τῶν λεγομένων, τὰ δὲ μετὰ πονηρᾶς ἤκουον διανοίας. Διὸ καὶ ὁ Χριστὸς αἰνιγματωδῶς πρὸς αὐτοὺς ἐφθέγγετο.

Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι· Πῶς οἱ μαθηταὶ οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστῆναι; Ὅτι οὔπω τῆς τοῦ Πνεύματος ἦσαν καταξιωθέντες χάριτος. Διὸ συνεχῶς τοὺς περὶ ἀναστάσεως ἀκούοντες λόγους, οὐδὲν συνίεσαν, ἀλλὰ διελογίζοντο καθ᾽ ἑαυτοὺς, τί ποτε τοῦτό ἐστι. Καὶ γὰρ πολὺ ξένον καὶ παράδοξον ἦν τὸ λεγόμενον, τὸ ἑαυτόν τινα δύνασθαι ἀνιστᾷν, καὶ ἀνιστᾷν οὕτως. Διὰ τοῦτο καὶ Πέτρος ἐπετιμήθη, ἐπειδὴ οὐδὲν εἰδὼς περὶ ἀναστάσεως, ἔλεγεν· Ἵλεώς σοι. Καὶ οὐδὲ ὁ Χριστὸς πρὸ τοῦ πράγματος αὐτοῖς ἀπεκάλυψε τοῦτο σαφῶς, ἵνα μὴ σκανδαλισθῶσιν ἐν ἀρχῇ διαπιστοῦντες τῷ λεγομένῳ διὰ τὸ πολὺ παράδοξον, καὶ μηδέπω σαφῶς αὐτὸν εἰδέναι ὅστις ἐστίν. Τοῖς μὲν γὰρ διὰ τῶν πραγμάτων βοωμένοις οὐδεὶς ἂν διαπιστήσειε· τοῖς δὲ διὰ τῶν λόγων λεγομένοις εἰκὸς ἦν τινας διαπιστεῖν.

Διὰ τοῦτο ἐκ πρώτης εἴασε συγκεκαλυμμένον εἶναι τὸν λόγον. Ὅτε δὲ διὰ τῆς πείρας πρὸς τὴν ἀλήθειαν ἤγαγε τὰ εἰρημένα, τότε λοιπὸν ἔδωκε καὶ τῶν ῥημάτων τὴν σύνεσιν, καὶ τοσαύτην τοῦ Πνεύματος τὴν χάριν, ὥστε ἀθρόον πάντα ἀπολαβεῖν. Ἐκεῖνος γὰρ, φησὶν, ἀναμνήσει ὑμᾶς πάντα. Οἱ γὰρ καὶ τὴν πρὸς αὐτὸν αἰδὼ ἐν μιᾷ μόνον ἐκβαλόντες ἑσπέρᾳ, καὶ φυγόντες, καὶ οὐδὲ ἰδεῖν αὐτὸν φάσκοντες, σχολῇ γ᾽ ἂν τῶν ἐν παντὶ τῷ χρόνῳ γενομένων τε καὶ λεχθέντων ἐμνημόνευσαν, εἰ μὴ πολλῆς ἀπήλαυσαν τῆς τοῦ Πνεύματος χάριτος. Καὶ εἰ παρὰ τοῦ Πνεύματος, φησὶν, ἀκούσεσθαι ἔμελλον, τίς χρεία ἦν συγγίνεσθαι αὐτοὺς τῷ Χριστῷ, μέλλοντας μὴ κατέχειν τὰ λεγόμενα;

Ὅτι οὐκ ἐδίδασκε τὸ Πνεῦμα, ἀλλ᾽ ἀνεμίμνησκεν ἃ προλαβὼν ὁ Χριστὸς εἶπεν. Οὐ μικρὸν δὲ εἰς τὴν δόξαν συντελεῖ τοῦ Χριστοῦ τὸ παραπεμφθῆναι εἰς τὴν μνήμην τῶν λεχθέντων αὐτοῖς. Παρὰ μὲν οὖν τὴν ἀρχὴν τῆς τοῦ Θεοῦ χάριτος ἐγένετο τὸ ἐπιπτῆναι τὴν τοῦ Πνεύματος χάριν οὕτω δαψιλῆ καὶ πολλήν· ὕστερον δὲ τῆς ἑαυτῶν ἀρετῆς, τὸ κατασχεῖν τὴν δωρεάν. Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον.

Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ σβέσωμεν τὰς λαμπάδας, ἀλλὰ διατηρήσωμεν φαιδρὰς δι᾽ ἐλεημοσύνης. Τούτου τοῦ πυρὸς τὸ φέγγος οὕτω διακρατεῖται. Συνάξωμεν τοίνυν εἰς ἀγγεῖα τὸ ἔλαιον, ἕως ἐνταῦθά ἐσμεν. Οὐδὲ γὰρ ἔστι τοῦτο πρίασθαι ἀπελθόντας ἐκεῖ, οὐδὲ ἀλλαχόθεν αὐτὸ λαβεῖν, ἀλλ᾽ ἢ διὰ τῆς τῶν πενήτων χειρός. Συλλέξωμεν τοίνυν ἐντεῦθεν ἤδη μετὰ πολλῆς τῆς δαψιλείας, εἴ γε βουλόμεθα μετὰ τοῦ νυμφίου εἰσελθεῖν· εἰ δὲ μὴ, ἔξω μένειν τοῦ νυμφῶνος ἀνάγκη. Ἀμήχανον γὰρ, ἀμήχανον, κἂν μυρία κατορθώσωμεν ἀγαθὰ, τῆς ἐλεημοσύνης χωρὶς ἐπιβῆναι τῶν τῆς βασιλείας προθύρων.

Διὸ μετὰ πολλῆς ταύτην ἐπιδειξώμεθα τῆς δαψιλείας, ὥστε ἀπολαῦσαι τῶν ἀποῤῥήτων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.