Καὶ ἔστιν ἰσχυρά· ἀλλ᾽ εἰς τὸ δεῖξαι τὴν παρ᾽ ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ, ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ, Ἦν, περὶ μὲν τῆς ἡμετέρας λεγόμενον φύσεως, τὸν παρελθόντα σημαίνει χρόνον ἡμῖν, καὶ αὐτὸν τοῦτον πεπερατωμένον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον ἐμφαίνει. Ἤρκει μὲν οὖν ἀκούσαντα γῆν, καὶ ἀκούσαντα ἄνθρωπον, μηδὲν πλέον ὑποπτεῦσαι περὶ αὐτῶν, ὧν τῇ φύσει τῇ γεννητῇ προσῆκε νοεῖν. Τὸ γὰρ γενόμενον, ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐ χρόνων μόνον, ἀλλὰ καὶ αἰώνων πάντων ἀνώτερος. Δημιουργὸς γὰρ αὐτῶν ἐστι καὶ ποιητής· Δι᾽ οὗ γὰρ, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὁ δὲ ποιητὴς πρὸ τῶν ποιημάτων πάντως ἐστίν. Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν τῆς ἀξίας ὑπονοεῖν, τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει τὴν διάνοιαν τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει.