Καὶ τί τούτου γένοιτ᾽ ἂν ἀτοπώτερον; Τί οὖν ἐστι τὸ εἰρημένον, Ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Θαυμάζετε ὅτι παράλυτον ἔσφιγξα; μείζονα τούτων ὄψεσθε. Ἀλλ᾽ οὕτω μὲν οὐκ εἶπε, ταπεινότερον δέ πως διέξεισιν, ἵνα αὐτῶν παραμυθήσηται τὴν μανίαν. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Δείξει, οὐ κυρίως εἴρηται, ἄκουσον τῶν ἑξῆς ὧν ἐπάγει πάλιν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, φησὶν, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι τὸ, Οὐδὲν δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν, τῷ, Οὓς θέλει, ἐναντίον ἐστίν. Εἰ γὰρ οὓς θέλει, δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν (τὸ γὰρ θέλειν, ἐξουσίας)· εἰ δὲ οὐ δύναται ἀφ᾽ ἑαυτοῦ οὐκ ἔτι οὓς θέλει. Τὸ μὲν γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει, τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν· τὸ δὲ, Οὓς θέλει, τῆς ἐξουσίας τὴν ἰσότητα. Ὁρᾷς ὅτι τὸ, Οὐ δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν, οὐ τὴν ἐξουσίαν ἀναιροῦντός ἐστιν, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς δυνάμεως καὶ τοῦ θελήματος ἐνδεικνυμένου; Οὕτω καὶ τὸ, Δείξει αὐτῷ, νόησον. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν, δεικνὺς ὅτι οὐκ ἐνέργειαν δεχόμενος ποιεῖ, Ἐγώ εἰμι ἡ ἀνάστασις, φησὶ, καὶ ἡ ζωή.