Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεραπεία του παραλύτου στη Βηθεσδά και η εξουσία του Υιού

Το θαύμα στην προβατική κολυμβήθρα, η αντίδραση των Ιουδαίων για την κατάλυση του Σαββάτου και η εκτενής θεολογική διδασκαλία του Ιησού για την ισότητά Του με τον Πατέρα (Ομιλίες ΛΣΤ΄-Μ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 21

ΟΜΙΛΙΑ Λϛʹ. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. αʹ. Καθάπερ ἐν τοῖς μετάλλοις τοῦ χρυσίου οὐδὲ τὴν βραχυτάτην φλέβα παριδεῖν ἄν τις ἀνάσχοιτο τῶν περὶ ταῦτα δεινῶν, ἅτε πολὺν ἐργαζομένην πλοῦτον· οὕτω καὶ ἐν ταῖς θείαις Γραφαῖς ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐκ ἀζήμιον παραδραμεῖν· ἀλλὰ πάντα διερευνᾶσθαι χρή. Πνεύματι γὰρ ἁγίῳ πάντα εἴρηται, καὶ οὐδὲν παρέλκον ἐν αὐταῖς. Σκόπει γοῦν καὶ ἐνταῦθα τί φησιν ὁ εὐαγγελιστής· Τοῦτο πάλιν δεύτερον ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ τὸ, Δεύτερον, ἁπλῶς προσέθηκεν, ἀλλ᾽ ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν ἐπαίρει, δεικνὺς ὅτι, καὶ δευτέρου σημείου γενομένου, οὐδέπω πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν οὗτοι οἱ τεθεαμένοι τῶν οὐδὲν ἑωρακότων. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων. Ποία ἑορτή; Ἐμοὶ δοκεῖ, ἡ τῆς Πεντηκοστῆς. Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει· τοῦτο μὲν, ἵνα δόξῃ μετ᾽ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ, ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον. Μάλιστα γὰρ ἐν ταῖς ἡμέραις ταύταις οἱ ἀφελέστερον διακείμενοι συνέτρεχον. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα.

Ἐν ταύταις κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων, χωλῶν, τυφλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίς ὁ τῆς θεραπείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα ἡμῖν ὡς ἐν εἰκόνι καὶ τύπῳ ὑπογράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον, ἀπροσδόκητον παραγενόμενον, λυμήνασθαι παρὰ τοῖς πολλοῖς τῇ τῆς πίστεως δυνάμει.

Τί οὖν ἐστιν ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶτον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιούτων ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι᾽ ὕδατος γεγονότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως.

Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι᾽ ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μολυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων Δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ᾽ ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ᾽ ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ᾽ ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ᾽ ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων Δεσπότης ὁ τὸ πᾶν ἐργαζόμενος.

Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ᾽ ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ᾽ ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέσθαι;

Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ᾽ ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Διὰ τοῦτο ἠρώτησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν.

Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παραλύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνοντας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ᾽ ὃν ἐτινάσσετο τὸ ὕδωρ· ἀλλ᾽ οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον.

βʹ. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν ἀμέλειαν, ἀλλ᾽ ἐπηρεαζόμενος παρ᾽ ἑτέρων καὶ βίαν πάσχων, καὶ οὐδὲ οὕτως ἐνάρκα· ἡμεῖς δὲ ἐὰν δέκα ἡμέρας προσεδρεύσωμεν σπουδαίως ὑπέρ τινος παρακαλοῦντες, καὶ μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν τῇ αὐτῇ κεχρῆσθαι σπουδῇ. Καὶ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, καὶ διακονοῦντες δουλοπρεπεῖς διακονίας, καὶ πρὸς τῷ τέλει πολλάκις καὶ αὐτῆς τῆς ἐλπίδος ἐκπίπτοντες· τῷ δὲ Δεσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἔστιν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω τῶν πόνων (Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει, φησὶν), οὐκ ἀνεχόμεθα προσεδρεύειν μετὰ τῆς προσηκούσης σπουδῆς. Καὶ πόσης ταῦτα κολάσεως ἄξια;

Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων ἄξιον ἀγαθῶν ἦν ἡγεῖσθαι; Ἀλλ᾽ ἐπίπονον ἡ διηνεκὴς εὐχή; Καὶ τί, εἰπὲ, οὐκ ἐπίπονον τῶν τῆς ἀρετῆς; Αὐτὸ γοῦν τοῦτο, φησὶ, πολλῆς ἀπορίας ἐστὶ μεστὸν, ὅτι τῇ μὲν κακίᾳ ἡδονὴ, τῇ δὲ ἀρετῇ συγκεκλήρωται πόνος. Καὶ πολλοὺς οἶμαι τοῦτο ζητεῖν. Τί δήποτ᾽ οὖν ἐστι τὸ αἴτιον;

Ἔδωκεν ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐλεύθερον φροντίδων βίον καὶ πόνων ἀπηλλαγμένον· οὐκ ἐχρησάμεθα εἰς δέον τῷ δώρῳ, ἀλλὰ διεστράφημεν ὑπὸ τῆς ἀργίας, καὶ ἐξεπέσομεν τοῦ παραδείσου. Διὰ τοῦτο ἐπίπονον ἐποίησεν ἡμῶν τὴν ζωὴν λοιπὸν, ὥσπερ ἀπολογούμενος τῷ γένει τῶν ἀνθρώπων, καὶ λέγων· Ἔδωκα τρυφᾷν ὑμῖν ἐξ ἀρχῆς, ἀλλ᾽ ἐγένεσθε χείρους τῇ ἀνέσει· διὰ τοῦτο ἐκέλευσα λοιπὸν πόνους ὑμῖν ἐπιτεθῆναι καὶ ἱδρῶτας. Ἐπειδὴ δὲ οὐδὲ ἐκεῖνος κατεῖχεν ὁ πόνος, ἔδωκε πάλιν νόμον πολλὰς ἔχοντα ἐντολὰς, καθάπερ τινὶ ἵππῳ δυσηνίῳ ψέλλια καὶ πέδας ἐπιτιθεὶς, ὥστε αὐτοῦ τὰ σκιρτήματα ἐπισχεῖν· οὕτω καὶ οἱ πωλοδάμναι ποιοῦσι. Διὰ τοῦτο ἐπίπονος ὁ βίος, ἐπειδὴ τὸ μὴ πονεῖν διαφθείρειν ἡμᾶς εἴωθεν. Ἡ γὰρ φύσις ἡμῶν ἀργεῖν οὐκ ἀνέχεται, ἀλλὰ πρὸς κακίαν ἀποκλίνει ῥᾳδίως. Θῶμεν γὰρ μὴ δεῖσθαι πόνων τὸν σωφρονοῦντα, μηδὲ τὸν τὴν ἄλλην ἀρετὴν κατορθοῦντα, ἀλλὰ καθεύδοντας πάντα ἀνύειν· ποῦ ἂν ἐχρησάμεθα τῇ ἀνέσει; ἆρα οὐκ ἂν πρὸς ἀπόνοιαν καὶ ἀλαζονείαν;

Ἀλλὰ διατί, φησὶ, πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς; Καὶ ποία σοι χάρις ἂν ἦν, ἢ τίνος δ᾽ ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ νῦν πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας, καὶ φεύγοντας ὡς βδελυρὰν τὴν πρὸς ἐκείνας ὁμιλίαν· τούτους οὖν σώφρονας καλέσομεν, ἢ στεφανώσομεν, εἰπέ μοι, καὶ ἀνακηρύξομεν; Οὐδαμῶς.

Σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχομένων περιγενέσθαι τῶν ἡδονῶν. Καὶ ἐν τοῖς πολέμοις δὲ, ὅταν σφοδροὶ ὦσιν οἱ ἀγῶνες, τότε τὰ τρόπαια λαμπρότερα γίνεται, οὐχ ὅταν μηδεὶς ἀνταίρῃ τὰς χεῖρας. Εἰσὶ πολλοὶ καὶ νωθεὶς ἀπὸ φύσεως· τούτους οὖν ἐπιεικεῖς προσεροῦμεν; Οὐδαμῶς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τρεῖς τρόπους εὐνουχισμοῦ λέγων, τοὺς μὲν δύο ἀφίησιν ἀστεφανώτους, τὸν δὲ ἕνα εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ τί ἔδει κακίας, φησί; Καὶ ἐγὼ τοῦτο λέγω. Τίς οὖν ὁ τῆς κακίας δημιουργός;

Τίς δὲ ἄλλος, ἀλλ᾽ ἢ ἡ ῥᾳθυμία ἡ ἐκ τῆς προαιρέσεως; Ἀλλ᾽ ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύδειν καὶ ῥέγχειν; Καὶ διατί, φησὶ, μὴ τοῦτο ἐδόκει εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημάτων μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν τὴν κοιλίαν ἡγουμένων. Ὅτι γὰρ νωθείας ταῦτα τὰ ῥήματα, ἀπόκριναί μοι· Εἰ βασιλέως ὄντος καὶ στρατηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ μεθύοντος, ταλαιπωρούμενος ὁ στρατηγὸς τὰ τρόπαια ἔστησε, τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δὲ ἐκαρπώσατο τῶν γιγνομένων τὴν ἡδονήν; Ὁρᾷς ὅτι περὶ ἐκεῖνα μᾶλλον ἡ ψυχὴ διάκειται, ὑπὲρ ὧν ἔκαμε;

Διὰ τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶσαι αὐτῇ ταύτην βουλόμενος. Διὰ δὴ τοῦτο τὴν μὲν ἀρετὴν, κἂν μὴ κατορθώσωμεν, θαυμάζομεν· τῆς δὲ κακίας, καὶ ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέγεις· Διατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον τῶν προαιρέσει τοῦτο ὄντων; Ὅτι δίκαιον τὸν πονοῦντα τοῦ μὴ πονοῦντος προτιθέναι. Καὶ τίνος, φησὶν, ἕνεκεν νῦν πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πολὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ᾽ ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ᾽ ἄν; Ἀλλ᾽ ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ᾽ ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλησεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. Διὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ ταλαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.

Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πολὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο παραινῶ, πάντα ἀποθεμένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσκαιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα! Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον;

Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν χρημάτων· οὐ παύονται γὰρ καθ᾽ ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ᾽ ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΖʹ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν;

Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ᾽ ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος.

Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ᾽ ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ᾽ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον;

Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· Διασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ᾽ ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐτὸν ἔμελλεν· ἀλλ᾽ ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλόμενος.

Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλεται. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι λόγῳ πάντα δύναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ᾽ οὐκ ἔστι· καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέροντας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ᾽ ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου.

Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κολυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλαγμένος.

Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρότερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγκαλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομένους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μηδεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ καθαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναίσχυντα ἐμφράττων στόματα.

Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶνον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύασεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολογοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν.

Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· Δότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντασιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων.

βʹ. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ᾽ ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. Διὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν Χριστὸν εἰρηκότα, ἀλλ᾽ ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύτου τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ᾽ ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει.

Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μηδενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορκούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ᾽ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει.

Ἀλλ᾽ οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως.

Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.

Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρήσας, ἀφίησιν αὐτὸ καθ᾽ ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ᾽ αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέγειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ᾽ ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, Διατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, Διατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦντες.

Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι᾽ ἑαυτοῦ τοῦτο ἐργάζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ᾽ ὑπερβαίνων τὸν νόμον.

Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ᾽ αὐτῶν ἐγκαλούμενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας. γʹ. Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ᾽ ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βασκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ᾽ ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ᾽ ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ᾽ οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ᾽ οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Διὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα.

Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ᾽ ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαντος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει Δεσπότῃ.

Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι᾽ ἐκείνου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρτημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον.

Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάντων ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ᾽ ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθόνησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ᾽ οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο.

Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκόμενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. Διὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρπωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινόμεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βασκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΗʹ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» αʹ. Δεινὸν ἡ ἁμαρτία, δεινὸν καὶ ψυχῆς λύμη· πολλάκις δὲ ἐκ περιουσίας καὶ σωμάτων ἥψατο τὸ κακὸν ὑπερβλύσαν. Ἐπειδὴ γὰρ τὰ πολλὰ τῆς μὲν ψυχῆς ἡμῖν καμνούσης, ἀναλγήτως ἔχομεν· τὸ δὲ σῶμα κἂν μικρὰν δέξηται βλάβην, πᾶσαν ποιούμεθα σπουδὴν, ὥστε ἐλευθερῶσαι τῆς ἀῤῥωστίας αὐτὸ, διὰ τὸ τῆς ἀῤῥωστίας αἰσθάνεσθαι· διὰ τοῦτο καὶ ὁ Θεὸς τοῦτο κολάζει πολλάκις ὑπὲρ τῶν ἐκείνῃ πεπλημμελημένων, ὥστε διὰ τῆς τοῦ ἐλάττονος μάστιγος καὶ τὸ κρεῖττον τυχεῖν θεραπείας τινός. Οὕτω καὶ παρὰ Κορινθίοις τὸν πορνεύσαντα ὁ Παῦλος διώρθωσε, τῷ τῆς σαρκὸς ὀλέθρῳ τὸ τῆς ψυχῆς νόσημα ἐπισχών. Καὶ γὰρ τῷ σώματι τὴν τομὴν ἐπαγαγὼν, οὕτω κατέστειλε τὸ κακόν· καθάπερ τις ἰατρὸς ἄριστος, ὕδερον ἢ σπλῆνα, τοῖς ἔνδοθεν φαρμάκοις οὐκ εἴκοντα, κατακαίων ἔξωθεν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τοῦ παραλύτου. Καὶ ὅρα πῶς δηλῶν αὐτὸς ἔλεγεν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν;

Πρῶτον μὲν, ὅτι αὐτῷ ἐξ ἁμαρτιῶν ἐτέχθη τὸ νόσημα· δεύτερον δὲ, ὅτι πιστὸς ὁ τῆς γεέννης λόγος· καὶ τρίτον, τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Ἐν ὥρᾳ μιᾷ ἐφόνευσα, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐμοίχευσα, καὶ ἀθάνατα κολάζομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις καὶ ἐκολάζετο, καὶ ὁλόκληρον ὅμως ἀνθρώπου βίον ἀνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ᾽ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων.

Μετὰ τούτων κἀκεῖνο ἔστιν ἰδεῖν, ὅτι, κἂν χαλεπὴν δῶμεν δίκην ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ μᾶλλον πεισόμεθα πάλιν· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος λοιπὸν καὶ καταφρονητὴς ἐπὶ μείζονα ἄγεται κόλασιν. Ἤρκει μὲν γὰρ καὶ καθ᾽ ἑαυτὴν ἡ κόλασις συστεῖλαι, καὶ ποιῆσαι σωφρονέστερον τὸν ὀλισθήσαντα ἅπαξ· ἐπεὶ δὲ τῇ ἐπενεχθείσῃ τιμωρίᾳ μὴ σωφρονισθεὶς, τὰ αὐτὰ πάλιν τολμᾷ, εἰκότως ἄν τινα δίκην ὁ τοιοῦτος ὑφέξει, ταύτην αὐτὸς ἐφ᾽ ἑαυτὸν προκαλούμενος. Εἰ δὲ καὶ ἐνταῦθα τιμωρηθέντες, πάλιν τοῖς αὐτοῖς περιπίπτοντες, χαλεπώτερον κολαζόμεθα· ὅταν μηδ᾽ ὅλως ἁμαρτόντες τιμωρίαν ὑπόσχωμεν, πῶς οὐ σφόδρα χρὴ τοῦτο μάλιστα δεδοικέναι καὶ τρέμειν, ἅτε ἀνήκεστα μέλλοντας ὑπομένειν; Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν, τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλ᾽ ἐπὶ τούτοις μάλιστα πάντων αὐτοὺς δακρύωμεν.

Τὸ γὰρ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖ, τιμωρίας ἐστί. Τί οὖν; πάντα, φησὶ, τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα· ἔνια δὲ καὶ ἀπὸ ῥᾳθυμίας γίγνεται. Καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη καὶ ἀργία τὰ τοιαῦτα τίκτουσι πάθη.

Δεῖ δὲ πανταχοῦ διατηρεῖν ἓν μόνον, ὥστε εὐχαρίστως φέρειν πᾶσαν πληγήν. Γίγνεται δὲ καὶ δι᾽ ἁμαρτήματα, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα διὰ τοῦτο. Γίγνεται δὲ καὶ δι᾽ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεός· Μὴ ἄλλως σοι οἴει με κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀλλὰ τί δήποτε ἐπὶ τῶν παραλυτικῶν τούτων τὰς ἁμαρτίας εἰς μέσον φέρει ὁ Χριστός; Καὶ γὰρ καὶ ἐκείνῳ τῷ παρὰ τῷ Ματθαίῳ κειμένῳ λέγει· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τούτῳ, Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ οἶδα μὲν ὅτι τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντές φασιν αὐτὸν τοῦ Χριστοῦ γενέσθαι κατήγορον, καὶ διὰ τοῦτο ταῦτα ἀκηκοέναι. Τί οὖν περὶ ἐκείνου τοῦ παρὰ τῷ Ματθαίῳ τὰ αὐτὰ σχεδὸν ἀκούσαντος ἐροῦμεν;

Καὶ γὰρ καὶ ἐκείνῳ εἶπεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅθεν δῆλον ὅτι οὐδὲ οὗτος ταύτης ἕνεκεν τῆς ὑποθέσεως ταῦτα ἤκουε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἐπαγομένων σαφέστερον ἔστι μαθεῖν. Μετὰ ταῦτα γὰρ, φησὶν, εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς· ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν. Οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτόν· ἀλλ᾽ ἐν τῷ ἱερῷ διῆγε· καίτοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι ἐκεῖθεν· ἀλλ᾽ οὐδὲν τούτων ἔπεισεν αὐτὸν ἀποστῆναι τοῦ ἱεροῦ. Εὑρὼν τοίνυν αὐτὸν ὁ Χριστὸς καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις, οὐδὲν τοιοῦτον ᾐνίξατο. Εἰ δὲ τοῦτο ἐγκαλεῖν ἤθελεν, εἶπεν ἂν πρὸς αὐτόν· Πάλιν τοῖς αὐτοῖς ἐπιχειρεῖς, καὶ οὔτε τῇ θεραπείᾳ γέγονας βελτίων; Ἀλλ᾽ οὐδὲν τούτων εἶπεν, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον.

βʹ. Τί δήποτε οὖν καὶ χωλοὺς καὶ κυλλοὺς θεραπεύσας, οὐδαμοῦ τούτων ἐμνημόνευσεν; Ἐμοὶ δοκεῖ τούτοις μὲν ἐξ ἁμαρτημάτων τὰ νοσήματα γενέσθαι, τοῖς δὲ ἄλλοις ἐξ ἀσθενείας φυσικῆς. Εἰ δὲ μὴ τοῦτο, καὶ τοῖς ἄλλοις διὰ τούτων καὶ τῶν πρὸς τούτοις εἰρημένων διελέχθη. Ἐπειδὴ γὰρ τῶν ἄλλων πάντων τὸ νόσημα τοῦτο χαλεπώτερον, διὰ τοῦ μείζονος καὶ τὰ ἐλάττονα διορθοῦται. Ὥσπερ γὰρ θεραπεύσας τινὰ ἕτερον, παρήγγειλε δοῦναι δόξαν τῷ Θεῷ, οὐκ ἐκείνῳ μόνῳ ταῦτα παραινῶν, ἀλλὰ καὶ δι᾽ ἐκείνου πᾶσιν· οὕτω καὶ τούτοις διὰ τούτων πᾶσι καὶ τοῖς λοιποῖς παραινεῖ καὶ συμβουλεύει ταῦτα, ἃ καὶ πρὸς τούτους εἴρηκε.

Πρὸς δὲ τούτοις, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πολλὴν ἐνεῖδεν αὐτοῦ τῇ ψυχῇ τὴν καρτερίαν, καὶ ὡς δυναμένῳ τὸ παράγγελμα δέξασθαι παραινεῖ, τῇ τε εὐεργεσίᾳ καὶ τῷ φόβῳ τῶν μελλόντων κακῶν κατέχων αὐτὸν ἐπὶ τῆς ὑγιείας. Καὶ ὅρα τὸ ἀκόμπαστον.

Οὐ γὰρ εἶπεν, Ἴδε ὑγιῆ σε ἐποίησα, ἀλλ᾽, Ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Καὶ πάλιν οὐκ εἶπεν, Ἵνα μή σε κολάσω, ἀλλ᾽, Ἵνα μὴ χεῖρόν τί σοι γένηται, ἀπροσώπως ἀμφότερα τιθεὶς, καὶ δεικνὺς χάριτος μᾶλλον οὖσαν τὴν ὑγίειαν, ἢ τῆς ἀξίας. Οὐ γὰρ ἐνέφηνεν ὅτι τὴν ἀξίαν δοὺς ἀπηλλάγη δίκης, ἀλλ᾽ ὅτι φιλανθρωπίᾳ ἐσώζετο. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἶπεν ἄν· Ἰδοὺ δέδωκας τῶν ἡμαρτημένων δίκην ἱκανήν· ἀσφαλίζου λοιπόν. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς;

Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ταῦτα καὶ ἡμῖν αὐτοῖς συνεχῶς ἐπιλέγωμεν, κἂν μὲν κολασθέντες ἀπαλλαγῶμεν, τοῦτο ἕκαστος πρὸς ἑαυτὸν λεγέτω· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ἂν δὲ μὴ δῶμεν δίκην, τοῖς αὐτοῖς ἐπιμένοντες, ἐκεῖνο τὸ ἀποστολικὸν ἐπᾴδωμεν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἡμᾶς ἄγει· κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίζομεν ἑαυτοῖς ὀργήν. Οὐ τῷ σφίγξαι δὲ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ἑτέρωθεν μέγα αὐτῷ παρέσχετο τῆς οἰκείας θεότητος σημεῖον. Τῷ γὰρ εἰπεῖν, Μηκέτι ἁμάρτανε, ἐδήλωσεν εἰδότα πάντα τὰ ἔμπροσθεν αὐτῷ γεγενημένα πλημμελήματα· ὅθεν καὶ πρὸς τὰ μέλλοντα ἔμελλεν ἀξιόπιστος εἶναι. Ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ ὅρα αὐτὸν πάλιν ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν, Ἆρον τὸν κράββατόν σου. Ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ δοκοῦν ἔγκλημα τοῦτο ἀεὶ προέφερον, αὐτὸς τὴν ἀπολογίαν ἀεὶ προβάλλεται, πάλιν τὸν ἰατρὸν δῆλον ποιῶν, καὶ τοὺς ἄλλους ἐφελκύσασθαι σπεύδων καὶ οἰκειώσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ τοῦτο εἰπεῖν. Εἰ γὰρ καὶ θηρίον ἦν, εἰ γὰρ ἀπάνθρωπός τις καὶ λίθινος, ἱκανὴ καὶ ἡ εὐεργεσία καὶ ὁ φόβος αὐτὸν ἦν κατασχεῖν.

Καὶ γὰρ ἔναυλον ἔχων τὴν ἀπειλὴν, ἔδεισεν ἂν μὴ χεῖρόν τι πάθῃ, μέγιστα λαβὼν τῆς τοῦ ἰατροῦ δυνάμεως δείγματα· ἄλλως τε εἰ διαβάλλειν ἐβούλετο, τὴν ὑγίειαν σιγήσας, τὴν παράβασιν εἶπεν ἂν καὶ κατηγόρησεν. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· ἀλλὰ πολλῆς παῤῥησίας τὰ ῥήματα καὶ εὐγνωμοσύνης, καὶ ἀνακηρύττει τὸν εὐεργέτην οὐδὲν ἔλαττον τοῦ τυφλοῦ. Τί γὰρ ἐκεῖνός φησιν; Ἐποίησε πηλὸν, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· οὕτω καὶ οὗτος· Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ. Ἐδίωκον οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. Τί οὖν ὁ Χριστός; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

Ὅτε μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν Δαυῒδ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφερεν, Οὐκ ἀνέγνωτε, λέγων, τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασεν αὐτός; Ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράττειν ἐκείνῳ. Καὶ διατί μὴ εἶπε τὰ περὶ τὸν Ἱεριχὼ γενόμενα; Ἀναγαγεῖν αὐτοὺς ἠθέλησεν ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ᾽ ὡς Θεῷ καὶ νομοθετεῖν ὀφείλοντι. Εἰ δὲ μὴ γνήσιος ἦν Υἱὸς καὶ τῆς αὐτῆς οὐσίας, ἡ ἀπολογία κατηγορίας μείζων ἐστίν. Οὐδὲ γὰρ εἴ τις ὕπαρχος νόμον βασιλικὸν μεταθεὶς, εἶτα ἐγκαλούμενος ἀπολογοῖτο οὕτω, καὶ λέγοι, ὅτι Καὶ γὰρ ὁ βασιλεὺς ἔλυσε, δυνήσεται διαφυγεῖν, ἀλλὰ καὶ μεῖζον τὸ ἔγκλημα οὕτως ἐργάσεται. Ἀλλ᾽ ἐνταῦθα ἐπειδὴ ἴσα τὰ τῆς ἀξίας, διὰ τοῦτο καὶ τὰ τῆς ἀπολογίας ἀπήρτισται μετὰ ἀσφαλείας ἁπάσης. Ἀφ᾽ ὧν γὰρ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων, ἀπὸ τῶν αὐτῶν καὶ ἐμέ. Διὰ τοῦτο καὶ προλαβὼν εἴρηκεν, Ὁ Πατήρ μου, ἵνα καὶ ἄκοντας πείσῃ τὰ αὐτὰ αὐτῷ συγχωρεῖν, τὴν ἀκριβῆ γνησιότητα αἰδεσθέντας. Εἰ δὲ λέγοι τις· Καὶ ποῦ ὁ Πατὴρ ἐργάζεται, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καταπαύσας ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ; τὸν τρόπον μαθέτω καθ᾽ ὃν ἐργάζεται. Τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; Προνοεῖ, συγκροτεῖ τὰ γενόμενα πάντα.

Ὁρῶν τοίνυν ἥλιον ἀνατέλλοντα, καὶ σελήνην τρέχουσαν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ ὑετοὺς, καὶ φύσεως δρόμον, τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα δι᾽ ὧν τόδε τὸ πᾶν συνέστηκε, μάνθανε τὴν διηνεκῆ τοῦ Πατρὸς ἐργασίαν.

Ἀνατέλλει γὰρ, φησὶ, τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς πῦρ βαλλόμενον, οὕτως ὁ Θεὸς ἀμφιέννυσι· καὶ περὶ τῶν πετεινῶν διαλεγόμενος πάλιν· Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.

γʹ. Ἐνταῦθα μὲν οὖν διὰ ῥημάτων τὸ πᾶν ἐποίησεν ἐν Σαββάτῳ, καὶ οὐδὲν πλέον προσέθηκεν, ἀλλ᾽ ἀπὸ τῶν ἐν τῷ ἱερῷ γινομένων, καὶ ἀφ᾽ ὧν αὐτοὶ πράττουσι, λύει τὰ ἐγκλήματα· ἔνθα δὲ καὶ ἔργον γενέσθαι ἐκέλευσεν, οἷον τὸ τὴν κλίνην ἆραι, οὐδὲν μέγα πρὸς τὸ πρᾶγμα συντελοῦν, ἀλλ᾽ ἓν τοῦτο μόνον, δεικνύων σαφῆ τοῦ Σαββάτου τὴν λύσιν, ἐπὶ τὸ μεῖζον ἀνάγει τὸν λόγον, μᾶλλον αὐτοὺς καταπλῆξαι βουλόμενος ἀπὸ τῆς τοῦ Πατρὸς ἀξίας, καὶ ἀναγαγεῖν ἐπὶ τὸ ὑψηλότερον. Διὰ τοῦτο ὅταν περὶ Σαββάτου ᾖ ὁ λόγος, οὔτε ὡς ἄνθρωπος μόνον ἀπολογεῖται, οὔτε ὡς Θεὸς μόνον, ἀλλὰ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως.

Ἠβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τῆς οἰκονομίας τὴν συγκατάβασιν, καὶ τῆς θεότητος τὸ ἀξίωμα. Διὰ τοῦτο νῦν ὡς Θεὸς ἀπολογεῖται. Εἰ γὰρ ἔμελλεν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἀεὶ διαλέγεσθαι μόνον, ἔμεινεν ἂν ἐπὶ τῆς αὐτῆς ταπεινότητος. Διόπερ ἵνα μὴ τοῦτο γένηται, τὸν Πατέρα εἰς μέσον ἄγει. Καίτοι καὶ αὐτὴ ἡ κτίσις ἐργάζεται ἐν Σαββάτῳ. Καὶ γὰρ ὁ ἥλιος τρέχει, καὶ ποταμοὶ ῥέουσι, καὶ πηγαὶ βρύουσι, καὶ γυναῖκες τίκτουσιν Ἀλλ᾽ ἵνα μάθῃς, ὅτι οὐ τῆς κτίσεώς ἐστιν, οὐκ εἶπε, Ναὶ, ἐργάζομαι· καὶ γὰρ ἡ κτίσις ἐργάζεται· ἀλλὰ τί; Ναὶ, ἐργάζομαι, καὶ γὰρ ὁ Πατήρ μου ἐργάζεται.

Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, φησὶν, ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ᾽ ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Καὶ μὴν οὐκ ἐνέφηνε τοῦτο μόνον· οὐ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο ἐδείκνυ μόνοις, ἀλλὰ πολλῷ μάλιστα ἐν τοῖς πράγμασι Τί δήποτε; Ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν· τὴν δὲ τῶν πραγμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν.

Ἀλλ᾽ οἱ μὴ βουλόμενοι μετ᾽ εὐγνωμοσύνης ταῦτα δέχεσθαι, φασὶν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ᾽ οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. Οὐκοῦν ἄνωθεν φέρε τὰ εἰρημένα ἐπέλθωμεν. Εἰπὲ δή μοι, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; Παντί που δῆλον ὅτι ἐδίωκον. Καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι᾽ ἕτερόν τι; Καὶ τοῦτο συνομολογεῖται, ὅτι διὰ τοῦτο.

Ἔλυεν οὖν τὸ σάββατον, ἢ οὐκ ἔλυεν; Οὐδὲ πρὸς τοῦτο ἔχοι τις ἂν ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; Καὶ τοῦτο ἀληθές. Οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται. Ὥσπερ γὰρ τὸ Πατέρα λέγειν ἴδιον τὸν Θεὸν, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ διώκεσθαι παρὰ τῶν Ἰουδαίων διά τε ἐκεῖνο, καὶ διὰ τοῦτο μᾶλλον, οὐχ ὑπονοίας ἦν ἐψευσμένης, ἀλλὰ πράγματος ἀληθοῦς· οὕτω καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἦν. Καὶ ἀπὸ τῶν ἔμπροσθεν δὲ εἰρημένων τοῦτο σαφέστερον ἔστιν ἰδεῖν. Τὸ γὰρ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἴσον ἐστὶν ἑαυτὸν δεικνύντος τῷ Θεῷ. Οὐ γὰρ δείκνυ ἐν τούτοις οὐδεμίαν διαφοράν. Οὐ γὰρ εἶπεν, Ἐκεῖνος μὲν ἐργάζεται, ἐγὼ δὲ ὑπουργῶ· ἀλλ᾽, Ὥσπερ ἐκεῖνος ἐργάζεται, οὕτω καὶ ἐγώ. Καὶ ἰσότητα πολλὴν ἐπεδείξατο. Εἰ δὲ οὐκ αὐτὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ἀλλ᾽ οἱ Ἰουδαῖοι τοῦτο μάτην ὑπώπτευον· οὐκ ἂν ἀφῆκεν αὐτῶν εἶναι τὴν διάνοιαν ἐσφαλμένην, ἀλλὰ καὶ διώρθωσεν ἂν τοῦτο. Καὶ ὁ εὐαγγελιστὴς δὲ οὐκ ἂν αὐτὸ παρεσιώπησεν, ἀλλ᾽ εἶπεν ἂν φανερῶς, ὅτι Ἰουδαῖοι μὲν οὕτως ὑπώπτευον, αὐτὸς δὲ οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ· ὥσπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὅταν ἴδῃ ἄλλως μὲν λεγόμενον, ἄλλως δὲ ὑποπτευόμενον τὸ λεχθέν· οἷον, Λύσατε τὸν ναὸν τοῦτον, ἔλεγεν ὁ Χριστὸς, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, περὶ τῆς σαρκὸς αὐτοῦ λέγων.

Ἀλλ᾽ οἱ Ἰουδαῖοι τοῦτο μὴ συνιέντες, καὶ νομίσαντες περὶ τοῦ Ἰουδαϊκοῦ ναοῦ λέγεσθαι, Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν, ἔλεγον, ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;

Ἐπεὶ οὖν ἄλλο μὲν εἶπεν αὐτὸς, ἄλλο δὲ ὑπώπτευσαν ἐκεῖνοι (αὐτὸς μὲν γὰρ περὶ τῆς σαρκὸς αὐτοῦ ἔλεγεν, ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ ἑαυτῶν ἐνόμιζον τοῦτο εἰρῆσθαι), ἐπισημαινόμενος τοῦτο ὁ εὐαγγελιστὴς, μᾶλλον δὲ διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἐπήγαγε λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὥστε εἰ καὶ ἐνταῦθα ὁ μὲν Χριστὸς οὐκ ἐποίει ἑαυτὸν ἴσον, οὐδὲ ἐβούλετο τοῦτο παραστῆσαι, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευσαν, διώρθωσεν ἂν κἀνταῦθα τὴν ὑπόνοιαν αὐτῶν, καὶ εἶπεν· Ἰουδαῖοι μὲν ἐνόμιζον ἑαυτὸν ἴσον ποιεῖν τῷ Θεῷ, ἐκεῖνος δὲ οὐ περὶ τῆς ἰσότητος ἔλεγε. Καὶ γὰρ οὐδὲ ἐνταῦθα μόνον οὗτος μόνος, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν τὸ αὐτὸ τοῦτο φαίνεται ποιῶν καὶ ἕτερος εὐαγγελιστής.

Ὅτε γὰρ παρήγγειλε τοῖς μαθηταῖς λέγων· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐκεῖνοι δὲ διελογίζοντο, λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν· καὶ ἄλλο μὲν αὐτὸς εἶπε, ζύμην τὴν διδασκαλίαν καλῶν, ἄλλο δὲ ὑπώπτευσαν οἱ μαθηταὶ, περὶ ἄρτων εἰρῆσθαι νομίζοντες, διορθοῦται αὐτὸ πάλιν, οὐκ ἔτι ὁ εὐαγγελιστὴς, ἀλλ᾽ αὐτὸς ὁ Χριστὸς, οὕτω λέγων· Πῶς οὐ νοεῖτε ὅτι προσέχειν οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Καὶ μὴν, φησὶν, αὐτὸ τοῦτο ἀναιρῶν, ἐπήγαγεν ὁ Χριστός· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν. Τοὐναντίον μὲν οὖν, ἄνθρωπε, πεποίηκεν· οὐδὲ γὰρ ἀναιρῶν, ἀλλὰ καὶ ἐπισφίγγων τὴν ἰσότητα τοῦτο λέγει. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ζητούμενον.

Τὸ γὰρ, Ἀφ᾽ ἑαυτοῦ, τοῦτο πολλαχοῦ τῆς Γραφῆς κεῖται, καὶ ἐπ᾽ αὐτοῦ καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ δεῖ μαθεῖν τῆς λέξεως τὴν δύναμιν, ἵνα μὴ τὰ μέγιστα ἁμαρτάνωμεν. Εἰ γὰρ αὐτὴν καθ᾽ ἑαυτὴν οὕτως ἐκλάβοι τις, ὥσπερ ἐστὶ πρόχειρον ἐκλαβεῖν, σκόπησον ἡλίκον ἕψεται τὸ ἄτοπον.

Οὐδὲ γὰρ εἶπεν, ὅτι τὰ μὲν δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν, τὰ δὲ οὐ δύναται, ἀλλὰ καθόλου εἶπεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν. δʹ. Ἐρώμεθα τοίνυν τὸν ἀντιλέγοντα τούτοις· Οὐδὲν οὖν ἀφ᾽ ἑαυτοῦ δύναται ποιεῖν ὁ Υἱὸς, εἰπέ μοι; Κἂν εἴπῃ, ὅτι Οὐδὲν, ἐροῦμεν, ὅτι Καὶ μὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀφ᾽ ἑαυτοῦ πεποίηκε· καὶ βοᾷ Παῦλος, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ πάλιν αὐτὸς ὁ Χριστὸς ἀλλαχοῦ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ.

Ὁρᾷς καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχοντα, καὶ τὴν τοσαύτην οἰκονομίαν ἀφ᾽ ἑαυτοῦ ἐργασάμενον; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Ἡμεῖς γὰρ, ὧν οὐδὲν εὐτελέστερον γένοιτ᾽ ἂν, πολλὰ ἀφ᾽ ἑαυτῶν πράττομεν, καὶ κακίαν ἀφ᾽ ἑαυτῶν αἱρούμενοι, καὶ ἀρετὴν ἀφ᾽ ἑαυτῶν μετερχόμενοι. Εἰ δὲ μὴ ἀφ᾽ ἑαυτῶν, μηδὲ ἐξουσίαν ἔχοντες, οὔτ᾽ εἰς γέενναν ἁμαρτάνοντες ἐμπεσούμεθα, οὔτε βασιλείας κατορθοῦντες ἐπιτευξόμεθα. Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ, Ἀφ᾽ ἑαυτοῦ οὐ δύναται ποιεῖν οὐδὲν, ἢ ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, ὃ μάλιστα τὴν ἰσότητα ἐνδεικνυμένου καὶ τὴν πολλὴν συμφωνίαν ἐστί. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὅτι οὐδὲν ἐναντίον ποιεῖ, ἀλλ᾽ ὅτι Οὐ δύναται; Ἵνα κἀντεῦθεν δείξῃ πάλιν τὸ ἀπαράλλακτον καὶ τὴν ἀκρίβειαν τῆς ἰσότητος.

Οὐ γὰρ ἀσθένειαν αὐτοῦ κατηγορεῖ τὸ ῥῆμα, ἀλλὰ καὶ πολλὴν αὐτοῦ τὴν δύναμιν μαρτυρεῖ. Ἐπεὶ καὶ ἀλλαχοῦ περὶ τοῦ Πατρός φησιν ὁ Παῦλος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν· καὶ πάλιν, Εἰ ἀρνησόμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Καὶ οὐ δήπου τοῦτο τὸ, Ἀδύνατον, δηλωτικὸν ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστι, καὶ δυνάμεως ἀφάτου. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Πάντων ἀνεπίδεκτος ἡ οὐσία ἐκείνη τῶν τοιούτων ἐστίν.

Ὥσπερ γὰρ ὅταν λέγωμεν καὶ ἡμεῖς, ἀδύνατον τὸν Θεὸν ἁμαρτεῖν, οὐκ ἀσθένειαν αὐτοῦ κατηγοροῦμεν, ἀλλὰ ἄῤῥητόν τινα δύναμιν αὐτοῦ μαρτυροῦμεν· οὕτω δὴ καὶ αὐτὸς ὅταν εἴπῃ, Οὐ δύναμαι ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδὲν, τοῦτο λέγει, ὅτι Ἀδύνατον καὶ ἀνεγχώρητόν ἐστιν ἐμὲ ποιῆσαί τι ἐναντίον τῷ Πατρί. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι τὸ λεγόμενον, τὰ ἑξῆς ἐπελθόντες, ἴδωμεν τίσι ψηφίζεται ὁ Χριστός· πότερον τοῖς παρ᾽ ἡμῶν λεχθεῖσιν, ἢ τοῖς παρ᾽ ὑμῖν.

Σὺ μὲν γὰρ φῂς τὴν ἐξουσίαν ἀναιρεῖν τὸ ῥῆμα, καὶ τὴν προσήκουσαν αὐθεντίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἀσθενῆ δεικνύναι· ἐγὼ δὲ λέγω ὅτι τὴν ἰσότητα, καὶ τὸ ἀπαράλλακτον, καὶ τὸ ὡσανεὶ ἐκ μιᾶς γνώμης καὶ ἐξουσίας καὶ δυνάμεως γινόμενον ἐμφαίνει τοῦτο.

Οὐκοῦν αὐτὸν ἐρώμεθα τὸν Χριστὸν, καὶ ἴδωμεν δι᾽ ὧν φησιν ἑξῆς, πότερον πρὸς τὴν σὴν ὑπόνοιαν, ἢ πρὸς τὴν ἡμετέραν ἑρμηνεύει τὰ εἰρημένα. Τί οὖν φησιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἶδες πῶς πρόῤῥιζον ἀνεῖλε τὸ ὑμέτερον, καὶ τὰ εἰρημένα παρ᾽ ἡμῶν ἐβεβαίωσεν; Εἰ γὰρ ἀφ᾽ ἑαυτοῦ οὐδὲν ποιεῖ, ἔσται οὐδὲ ὁ Πατὴρ ἀφ᾽ ἑαυτοῦ τι ποιῶν, εἴ γε ὁμοίως αὐτῷ πάντα ποιεῖ.

Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, καὶ ἕτερον ἄτοπον ἕψεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι ἃ εἶδε τὸν Πατέρα ποιοῦντα ἐποίησεν, ἀλλ᾽, Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ ποιεῖ, τῷ παντὶ παρατείνων χρόνῳ τὸν λόγον· καὶ ἔσται καθ᾽ ὑμᾶς ἀεὶ τὰ αὐτὰ μανθάνων.

Εἶδες πῶς τὸ μὲν νόημά ἐστιν ὑψηλὸν, ἡ δὲ ταπεινότης τοῦ ῥήματος καὶ τοὺς λίαν ἀναισχύντους καὶ μὴ βουλομένους ἀναγκάζει φυγεῖν τὸ χαμαίζηλον καὶ σφόδρα τῆς ἀξίας ἐκείνης ἀπᾷδον; Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς εἰπεῖν τὸν Υἱὸν καθ᾽ ἑκάστην ἡμέραν μανθάνειν ἃ δεῖ ποιεῖν; Πῶς δὲ ἔσται ἐκεῖνο ἀληθὲς, τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; πῶς δὲ, Καὶ πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἴ γε τὰ μὲν ὁ Πατὴρ ποιεῖ, τὰ δὲ αὐτὸς ὁρῶν μιμεῖται; Ὁρᾷς ὅτι καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων δείκνυται τῆς αὐθεντίας ἡ ἀπόδειξις;

Εἰ δὲ ταπεινότερον προάγει τῶν ῥημάτων ἔνια, μὴ θαυμάσῃς. Ἐπειδὴ γὰρ ἐδίωκον αὐτὸν, τὰ ὑψηλὰ ἀκούσαντες, καὶ ἀντίθεον εἶναι ἐνόμιζον, ὀλίγον καθυφεὶς διὰ τῶν ῥημάτων μόνων, πάλιν ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον· εἶτα πάλιν ἐπὶ τὰ ταπεινὰ, ποικίλλων αὐτοῦ τὴν διδασκαλίαν, ὥστε εὐπαράδεκτον γενέσθαι καὶ τοῖς ἀγνώμοσι. Σκόπει δέ· Εἰπὼν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἀποφήνας ἴσον ἑαυτὸν τῷ Θεῷ, πάλιν λέγει· Οὐ δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ, ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα. Εἶδες ὅσον πάλιν τὸ ταπεινόν; Εἰκότως. Ὃ γὰρ ἔφθην εἰπὼν, καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ἡνίκα ἂν λέγῃ τι χαμαίζηλον καὶ ταπεινὸν, μεθ᾽ ὑπερβολῆς αὐτὸ τίθησιν, ἵνα καὶ τοὺς ἀγνώμονας ἡ τῶν ῥημάτων εὐτέλεια πείσῃ μετ᾽ εὐσεβοῦς διανοίας δέξασθαι τὰ νοήματα. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἐννόησον πῶς ἄτοπον τὸ εἰρημένον, ἀπ᾽ αὐτῶν τῶν ῥημάτων γυμνάζων. Ὅταν γὰρ εἴπῃ, Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, εὑρεθήσεται πολλὰ μηδέπω μαθών· ὅπερ οὐδὲ περὶ ἀποστόλων ἔστιν εἰπεῖν. Τοῦ γὰρ Πνεύματος ἅπαξ λαβόντες τὴν χάριν, ἀθρόον πάντα καὶ ᾔδεσαν καὶ ἐδύναντο ἐκεῖνο.

ἅπερ καὶ εἰδέναι αὐτοὺς καὶ δύνασθαι ἔδει. Οὗτος δὲ εὑρεθήσεται πολλὰ ὧν εἰδέναι ἐχρῆν, μηδέπω μαθών.

Καὶ τί τούτου γένοιτ᾽ ἂν ἀτοπώτερον; Τί οὖν ἐστι τὸ εἰρημένον, Ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Θαυμάζετε ὅτι παράλυτον ἔσφιγξα; μείζονα τούτων ὄψεσθε. Ἀλλ᾽ οὕτω μὲν οὐκ εἶπε, ταπεινότερον δέ πως διέξεισιν, ἵνα αὐτῶν παραμυθήσηται τὴν μανίαν. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Δείξει, οὐ κυρίως εἴρηται, ἄκουσον τῶν ἑξῆς ὧν ἐπάγει πάλιν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, φησὶν, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι τὸ, Οὐδὲν δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν, τῷ, Οὓς θέλει, ἐναντίον ἐστίν. Εἰ γὰρ οὓς θέλει, δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν (τὸ γὰρ θέλειν, ἐξουσίας)· εἰ δὲ οὐ δύναται ἀφ᾽ ἑαυτοῦ οὐκ ἔτι οὓς θέλει. Τὸ μὲν γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει, τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν· τὸ δὲ, Οὓς θέλει, τῆς ἐξουσίας τὴν ἰσότητα. Ὁρᾷς ὅτι τὸ, Οὐ δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν, οὐ τὴν ἐξουσίαν ἀναιροῦντός ἐστιν, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς δυνάμεως καὶ τοῦ θελήματος ἐνδεικνυμένου; Οὕτω καὶ τὸ, Δείξει αὐτῷ, νόησον. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν, δεικνὺς ὅτι οὐκ ἐνέργειαν δεχόμενος ποιεῖ, Ἐγώ εἰμι ἡ ἀνάστασις, φησὶ, καὶ ἡ ζωή.

Εἶτα ἵνα μὴ λέγῃς, ὅτι νεκροὺς μὲν ἐγείρει οὓς θέλει, καὶ ζωοποιεῖ, τὰ δὲ ἄλλα οὐχ οὕτω ποιεῖ, προλαβὼν πᾶσαν ἀπέκλεισεν ἀντιλογίαν τοιαύτην, εἰπών· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· δηλῶν ὅτι καὶ πάντα ἃ ἐκεῖνος, καὶ οὕτως ὡς ἐκεῖνος ποιεῖ· κἂν νεκρῶν εἴπῃς ἀνάστασιν, κἂν σωμάτων διάπλασιν, κἂν ἁμαρτημάτων ἄφεσιν, κἂν ἀλλοτιοῦν, ὁμοίως ἐργάζεται τῷ γεγεννηκότι.

εʹ. Ἀλλ᾽ οὐδενὶ τούτων προσέχουσιν οἱ τῆς ἑαυτῶν ἀμελοῦντες σωτηρίας· τοσοῦτον κακὸν τὸ προεδρίας ἐρᾷν. Τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο τὴν τῶν Ἑλλήνων ἐβεβαίωσεν ἀσέβειαν. Ὁ μὲν γὰρ Θεὸς τὰ ἀόρατα αὐτοῦ ἠβούλετο διὰ τῆς κτίσεως τοῦ κόσμου νοηθῆναι τούτου· ἐκεῖνοι δὲ ταῦτα ἀφέντες, καὶ ἀπαξιώσαντες διὰ ταύτης ἐλθεῖν τῆς διδασκαλίας, ἑτέραν ἔτεμον ἑαυτοῖς ὁδόν· διὸ καὶ τῆς οὔσης ἐξέπεσον. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὐκ ἐπίστευσαν, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ δόξαν οὐ ζητοῦντες.

Ἀλλ᾽ ἡμεῖς, ἀγαπητοὶ, τοῦτο φεύγωμεν τὸ νόσημα μεθ᾽ ὑπερβολῆς καὶ σπουδῆς ἁπάσης. Κἂν γὰρ μυρία κατορθώματα ἔχωμεν, πάντα ἱκανὴ διαλῦσαι τῆς κενοδοξίας ἡ λύμη. Εἰ τοίνυν ἐπαίνων ἐρῶμεν, τοὺς παρὰ τῷ Θεῷ ζητῶμεν ἐπαίνους. Ὁ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων ἔπαινος, οἷος ἂν ᾖ, ὁμοῦ τε ἐφάνη καὶ ἀπώλετο· κἂν μὴ ἀπόληται, τὸ κέρδος οὐδὲν ἡμῖν ἤνεγκε, καὶ ἀπὸ κρίσεως δὲ γίνεται διεφθαρμένης πολλάκις. Τί γὰρ θαυμαστὸν ἡ παρὰ ἀνθρώπων ἔχει δόξα, ἧς καὶ ὀρχούμενοι ἀπολαύουσι νέοι, καὶ διεφθαρμέναι γυναῖκες, καὶ πλεονέκται καὶ ἅρπαγες;

Ὁ δὲ παρὰ τοῦ Θεοῦ θαυμαζόμενος οὐ μετὰ τούτων, ἀλλὰ μετὰ τῶν ἁγίων ἐκείνων θαυμάζεται, τῶν προφητῶν λέγω, τῶν ἀποστόλων, τῶν ἀγγελικὸν ἐπιδειξαμένων βίον. Εἰ δὲ τὸ περιάγειν ὄχλους, καὶ τὸ ἀποβλέπεσθαι ποθοῦμεν, ἐξετάσωμεν αὐτὸ καθ᾽ ἑαυτὸ, καὶ οὐδενὸς ἄξιον εὑρήσομεν ὄν. Ὅλως δὲ, εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σαφῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ᾽ ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιότητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι.

Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευτήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόντας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευσθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναισθησίας χεῖρον γένοιτ᾽ ἂν, ὅταν καθ᾽ ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καίτοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν.

Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώμεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΘʹ. Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπητοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. Δεῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤῥήξας, εἰς κρημνοὺς φέρεται (Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ)· οὕτως ὁ διαπαντὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται.

Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι᾽ ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Διὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. Διὰ γὰρ τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συνέχεεν.

Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκάτερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πατέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον.

Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δίδωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ᾽ ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννησεν.

Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ᾽ ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύτην λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕτως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγεται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. Διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέγων.

Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ.

Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι᾽ ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐτελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγγεται;

Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ᾽ ἐσχάτης ἀσεβείας ἐστίν. βʹ. Ὥστε ἡμεῖς μὲν δικαίαν καὶ τῷ Θεῷ πρέπουσαν αἰτίαν ἔχομεν εἰπεῖν τῶν ταπεινῶν ῥημάτων, τὴν συγκατάβασιν, καὶ τὸ παιδεύειν μετριάζειν, καὶ τὴν διὰ ταύτης ἡμῖν οἰκονομουμένην σωτηρίαν· ὃ καὶ αὐτὸς δηλῶν ἀλλαχοῦ ἔλεγε· Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐπειδὴ γὰρ εἰς τὴν Ἰωάννου κατέφυγε μαρτυρίαν, τὴν ἑαυτοῦ ἀφεὶς (ὅπερ ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἦν)· τῆς εὐτελείας τῆς τοσαύτης τῶν ῥημάτων τιθεὶς τὴν αἰτίαν, εἶπε τὸ, Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὑμεῖς δὲ οἱ λέγοντες μὴ ἔχειν αὐτὸν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν δύναμιν τῷ γεγεννηκότι, τί ἂν εἴπητε ὅταν ἀκούσητε αὐτοῦ φθεγγομένου, δι᾽ ὧν ἴσην δείκνυσι τὴν πρὸς τὸν Πατέρα καὶ δύναμιν καὶ ἐξουσίαν καὶ δόξαν; Τίνος δὲ ἕνεκεν καὶ τὴν αὐτὴν τιμὴν ἀπαιτεῖ, σφόδρα καταδεέστερος ὢν, ὤς φατε; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, οὕτως εἰπὼν, ἀλλὰ καὶ ἐπάγει λέγων· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ὁρᾷς πῶς συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ τῇ τιμῇ τοῦ Πατρός; Καὶ τί τοῦτο, φησί; Τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀποστόλων ἔστιν ἰδεῖν· Ὁ γὰρ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἀλλ᾽ ἐκεῖ μὲν, ἐπειδὴ τὰ τῶν δούλων οἰκειοῦται τῶν ἑαυτοῦ, διὰ τοῦτο οὕτως εἶπεν· ἐνταῦθα δὲ, ἐπειδὴ μία ἐστὶν ἡ οὐσία καὶ ἡ δόξα.

Ἄλλως δὲ καὶ ἐπὶ τῶν ἀποστόλων οὐκ εἴρηται, ἵνα τιμῶσι. Καλῶς δὲ εἶπεν, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ γὰρ εἰ δύο βασιλέων ὄντων ὁ εἷς ὑβρίζοιτο, συνυβρίζεται καὶ ὁ ἕτερος, καὶ μάλιστα ὅταν ὁ ὑβριζόμενος υἱὸς ᾖ. Ὑβρίζεται μὲν γὰρ καὶ ὁπλίτου παροινηθέντος· ἀλλ᾽ οὐχ ὁμοίως, ἀλλ᾽ ὡς διὰ μεσίτου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ ὡς δι᾽ ἑαυτοῦ.

Διὰ τοῦτο προλαβὼν εἶπεν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἵνα, ὅταν εἴπῃ, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὴν αὐτὴν ἐννοήσῃς τιμήν. Οὐ γὰρ ἁπλῶς, Ὁ μὴ τιμῶν, ἀλλ᾽, Ὁ μὴ τιμῶν οὕτως ὡς εἶπον, φησὶν, οὐ τιμᾶ τὸν Πατέρα. Καὶ πῶς, φησὶ, τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος; Πάλιν ἐπὶ τὰ ἀνθρώπινα καταφέρεις τὸν λόγον, καὶ οὐκ ἐννοεῖς ὅτι ταῦτα πάντα δι᾽ οὐδὲν ἕτερον εἴρηται, ἀλλ᾽ ἵνα καὶ τὸν αἴτιον εἰδῶμεν, καὶ εἰς τὴν Σαβελλίου μὴ περιπέσωμεν νόσον, καὶ τῶν Ἰουδαίων ἡ ἀσθένεια τοῦτον θεραπευθῇ τὸν τρόπον, ὥστε μὴ νομισθῆναι αὐτὸν ἀντίθεον εἶναι παρ᾽ αὐτοῖς. Καὶ γὰρ ἔλεγον, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· οὗτος ἀπὸ Θεοῦ οὐκ ἐλήλυθε. Πρὸς δὲ τὸ τὴν ὑποψίαν ταύτην ἀνελεῖν, οὐχ οὕτω τὰ ὑψηλὰ, ὡς τὰ ταπεινὰ συνεβάλλετο. Διὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω ἔλεγεν ἀπεστάλθαι, οὐχ ἵνα ἐλάττωσίν τινα αὐτοῦ νομίσῃς εἶναι τὸ ῥῆμα, ἀλλ᾽ ἵνα ἐμφράξῃ τὰ ἐκείνων στόματα. Διὰ τοῦτο καὶ καταφεύγει συνεχῶς ἐπὶ τὸν Πατέρα, τιθεὶς μεταξὺ καὶ τὴν οἰκείαν αὐθεντίαν. Εἴτε γὰρ πάντα πρὸς τὴν ἀξίαν ἔλεγε τὴν ἑαυτοῦ, οὐκ ἂν ἐδέξαντο τὰ λεγόμενα ἐκεῖνοι, ὅπου γε καὶ ἀπὸ ὀλίγων τοιούτων ῥημάτων ἐδίωξάν τε αὐτὸν καὶ ἐλίθασαν πολλάκις· εἴτε πρὸς ἐκείνους ἀφορῶν πάντα ἐφθέγγετο ταπεινὰ, μετὰ ταῦτα πολλοὶ ἐβλάβησαν ἄν.

Διόπερ ἀναμίγνυσι καὶ κιρνᾷ τὴν διδασκαλίαν, καὶ διὰ τούτων, ὅπερ ἔφην, τῶν ταπεινῶν ἐμφράττων τὰ ἐκείνων στόματα, καὶ διὰ τῶν πρὸς τὴν ἀξίαν λεχθέντων τὴν εὐτελῆ τῶν εἰρημένων ἀποκρουόμενος ἔννοιαν παρὰ τοῖς νοῦν ἔχουσι, καὶ δεικνὺς οὐδὲν αὐτῷ προσήκουσαν ὅλως.

Τὸ γὰρ πεμφθῆναι, μεταβάσεώς ἐστιν· ὁ δὲ Θεὸς πανταχοῦ πάρεστι. Τίνος οὖν ἕνεκέν φησιν, ἀπεστάλθαι; Παχύτερα λέγει, τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δηλῶν· οὕτω γοῦν καὶ τὰ ἑξῆς σχηματίζει ῥήματα, τοῦτο κατασκευάσαι θέλων. Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον.

Ὁρᾷς πῶς συνεχῶς τὸ αὐτὸ τίθησι, θεραπεύων ἐκείνην τὴν ὑποψίαν, καὶ ἐντεῦθεν καὶ διὰ τῶν ἑξῆς, καὶ φόβῳ καὶ εὐεργεσίας ἐπαγγελίᾳ τὴν πρὸς αὐτὸν φιλονεικίαν καταλύων, κἀνταῦθα πάλιν συγκαταβαίνων πολὺ τοῖς ῥήμασιν; Οὐδὲ γὰρ εἶπεν, Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων ἐμοί. Ἦ γὰρ ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν εἶναι, καὶ κόμπον ῥημάτων περιττόν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον καὶ μυρία θαύματα τοῦτο ὑπώπτευσαν, φθεγξαμένου αὐτοῦ οὕτω, πολλῷ μᾶλλον τότε. Διὸ καὶ ἔλεγον αὐτῷ τότε· Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, εἰς τὸν αἰῶνα οὐ μὴ γεύσεται θανάτου; Ἵν᾽ οὖν μὴ καὶ ἐνταῦθα ἐκθηριωθῶσιν, ὅρα τί φησιν· Ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Τοῦτο δὲ οὐ μικρῶς εὐπαράδεκτον ἐποίει τὸν λόγον, τὸ μαθεῖν λέγω, ὅτι τῷ Πατρὶ πιστεύουσιν οἱ αὐτοῦ ἀκούοντες. Τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερα δέχεσθαι. Ὥστε καὶ τῷ ταπεινόν τι εἰπεῖν τοῖς ὑψηλοῖς συνετέλει καὶ προωδοποίει. Εἰπὼν δὲ, Ἔχει ζωὴν αἰώνιον, ἐπάγει· Καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· δύο τούτοις εὐπαράδεκτον ποιῶν τὸν λόγον, καὶ τῷ τὸν Πατέρα εἶναι πιστευόμενον, καὶ τῷ πολλῶν ἀπολαύειν ἀγαθῶν τὸν πειθόμενον. Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, τοῦτό ἐστιν, οὐ κολάζεται.

Θάνατον γὰρ οὐ τοῦτόν φησι τὸν ἐνταῦθα, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ οὖν καὶ ζωὴν ἐκείνην τὴν ἀθάνατον. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται.

Εἰπὼν τὰ ῥήματα, λέγει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν. Ἐπειδὴ γὰρ ἔλεγεν, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχεται καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν λέγων· Ἔρχεται ὥρα. Εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσῃς χρόνον, ἐπάγει· Καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἶδες αὐθεντίαν ἐνταῦθα καὶ ἐξουσίαν ἄφατον; Ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει, οὕτω καὶ νῦν ἔσται, φησί. Καὶ γὰρ τότε φωνῆς ἀκούσαντες ἐπιταττούσης ἐγειρόμεθα· Ἐν κελεύσματι γὰρ, φησὶ, Θεοῦ οἱ νεκροὶ ἀναστήσονται.

Καὶ πόθεν δῆλον, ἴσως ἐρεῖ τις, ὅτι οὐ κόμπος τὰ εἰρημένα; Ἐξ ὧν ἐπήγαγεν, ὅτι Καὶ νῦν ἐστιν. Εἰ μὲν γὰρ εἰς τὸν μέλλοντα μόνον ἐπήγγελτο χρόνον, ἔμελλεν ὁ λόγος ὕποπτος εἶναι παρ᾽ αὐτοῖς. Νυνὶ δὲ παρέχει τὴν ἀπόδειξιν. Ἐμοῦ γὰρ, φησὶ, διατρίβοντος μεθ᾽ ὑμῶν, τοῦτο γενήσεται. Οὐκ ἂν δὲ μὴ δυνάμενος ἐπηγγείλατο κατὰ τὸν καιρὸν ἐκεῖνον, ὥστε μὴ πλείονα γέλωτα ὀφλεῖν ἐκ τῆς ὑποσχέσεως.

Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικὸν, λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. γʹ. Ὁρᾷς πῶς τὸ ἀπαράλλακτον, καὶ ἑνὶ μόνῳ τὴν διαφορὰν ἐμφαῖνον, τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱόν; Ἡ γὰρ, Ἔδωκε, λέξις, ταύτην εἰσάγει τὴν διαίρεσιν μόνην, τὰ δὲ ἄλλα πάντα ἴσα καὶ ἀπαράλλακτα δείκνυσιν. Ὅθεν δῆλον, ὅτι μετὰ τοσαύτης ἐξουσίας πάντα ποιεῖ καὶ δυνάμεως, μεθ᾽ ὅσης ὁ Πατὴρ, καὶ οὐχ ἑτέρωθεν δυναμούμενος. Οὕτω γὰρ ἔχει ζωὴν, ὥσπερ ὁ Πατήρ. Διὰ δὴ τοῦτο καὶ τὸ ἐφεξῆς εὐθέως ἐπήγαγε πάλιν, ἵνα ἀπὸ τούτου κἀκεῖνο νοήσωμεν.

Ποῖον δὴ τοῦτο; Τὸ, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Καὶ τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ πάλιν, Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν, Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ πάλιν, Οἱ ἀκούσαντες τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ ζήσονται· καὶ ἐνταῦθα δὴ πάλιν, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα στρέφει συνεχῶς, κρίσιν λέγω καὶ ζωὴν καὶ ἀνάστασιν; Ὅτι ταῦτα μάλιστα πάντων ἐστὶ τὰ καὶ ἐπαγαγέσθαι δυνάμενα καὶ τὸν ἀνένδοτον ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ τούτῳ δώσει τὰς εὐθύνας τῶν πεπλημμελημένων· εἰ καὶ μηδὲν ἕτερον εἶδε σημεῖον, τοῦτο καταδεξάμενος προσδραμεῖται πάντως, ἥμερον κατασκευάζων ἑαυτῷ τὸν δικαστήν. Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Παῦλος μὲν ὁ Σαμοσατεὺς οὐχ οὕτω φησὶν, ἀλλὰ πῶς; Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ἀλλ᾽ οὐδεμίαν ἀκολουθίαν ἔχει τοῦτο οὕτω λεγόμενον. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν ὅτι ἄνθρωπός ἐστιν, (ἐπεὶ τί ἐκώλυε πάντας ἀνθρώπους εἶναι κριτάς;) ἀλλ᾽ ἐπειδὴ τῆς ἀῤῥήτου οὐσίας ἐκείνης ἐστὶν Υἱὸς, διὰ τοῦτό ἐστι κριτής.

Οὕτω τοίνυν ἀναγνωστέον, Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Ἐπειδὴ ἐδόκει τοῖς ἀκούουσι προσίστασθαι τὸ λεγόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι ἢ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μείζονα ἢ κατὰ ἄγγελον, καὶ Θεοῦ μόνου· ταύτην λύων τὴν ἀντίθεσιν, ἐπήγαγε· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστί; καὶ γὰρ καὶ Υἱὸς Θεοῦ ἐστιν· ἀλλὰ τῆς ἀναστάσεως ἐμνημόνευσεν; Ἔθηκε μὲν αὐτὸ ἀνωτέρω, λέγων, Ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ Θεοῦ. Εἰ δὲ ἐνταῦθα ἀπεσιώπησε, μὴ θαυμάσῃς.

Τὸ γὰρ ἔργον εἰπὼν, ὃ Θεοῦ ἴδιον ἦν, δίδωσι τοῖς ἀκροωμένοις ἐξ αὐτοῦ συλλογίσασθαι λοιπὸν, ὅτι καὶ Θεὸς ἦν, καὶ Θεοῦ Παῖς. Παρ᾽ αὐτοῦ μὲν γὰρ λεγόμενον συνεχῶς προσέστη ἂν τότε ἐκείνοις· ἀπὸ δὲ τοῦ συλλογισμοῦ τῶν θαυμάτων δεικνύμενον ἀνεπαχθεστέραν τὴν διδασκαλίαν ἐποίει. Καὶ γὰρ οἱ τοὺς συλλογισμοὺς πλέκοντες, ὅταν τὰ μέρη θέντες, γενναίως ἀποδείξωσι τὸ ζητούμενον, οὐκ ἐπάγουσιν αὐτοὶ τὸ συμπέρασμα πολλάκις, ἀλλ᾽ εὐγνωμονέστερον κατασκευάζοντες τὸν ἀκροατὴν, καὶ τὴν νίκην λαμπροτέραν ποιοῦντες, αὐτὸν ἐκεῖνον παρασκευάζουσι τὸν ἀντιλέγοντα τὴν ἀπόφασιν ἐξενεγκεῖν, ὥστε μᾶλλον αὐτοῖς ψηφίσασθαι τοὺς παρόντας τῶν ἀντιδίκων τὴν ὑπὲρ αὐτῶν φερόντων ψῆφον. Τῆς μὲν οὖν κατὰ τὸν Λάζαρον μνημονεύσας ἀναστάσεως, τὴν κρίσιν ἐσίγησεν· οὐ γὰρ διὰ τοῦτο ἀνέστη Λάζαρος· τὴν δὲ καθόλου εἰπὼν, καὶ τοῦτο προσέθηκεν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες ἐκπορεύσονται εἰς ἀνάστασιν ζωῆς· Οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Οὕτω καὶ Ἰωάννης ἐπήγετο τὸν ἀκροατὴν, κρίσεως μνησθεὶς, καὶ ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν. Οὕτω καὶ αὐτὸς τὸν Νικόδημον· Ὁ γὰρ πιστεύων εἰς τὸν Υἱὸν, ἔλεγε πρὸς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων. ἤδη κέκριται. Οὕτω καὶ ἐνταῦθα καὶ δικαστηρίου καὶ κολάσεως μέμνηται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσιν.

Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι Ὁ ἀκούων μου τὸν λόγον, καὶ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται· ἵνα μὴ νομίσῃ τις ὅτι τοῦτο ἀρκεῖ πρὸς σωτηρίαν μόνον, καὶ τὰ ἐκ τοῦ βίου προσέθηκεν, εἰπὼν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ἐπεὶ οὖν ἔφησεν αὐτῷ τὴν οἰκουμένην ἅπασαν δώσειν λόγον, καὶ πάντας ἀπὸ τῆς φωνῆς ἀναστήσεσθαι τῆς αὐτοῦ, πρᾶγμα καινὸν καὶ παράδοξον, καὶ ἔτι καὶ νῦν ἀπιστούμενον παρὰ πολλοῖς, καὶ τῶν δοκούντων πεπιστευκέναι, μήτι γε τότε παρὰ Ἰουδαίοις ἄκουσον πῶς αὐτὸ κατασκευάζει, πάλιν τῇ ἀσθενείᾳ συγκαταβαίνων τῶν ἀκροωμένων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν.

Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καίτοι οὐ μικρὰν τέως ἀναστάσεως ἦν δεδωκὼς ἀπόδειξιν, τὸν παράλυτον σφίγξας. Διόπερ οὐδὲ πρότερον περὶ ἀναστάσεως διελέχθη, ἕως ἐκεῖνο ἐποίησεν, ὃ τῆς ἀναστάσεως οὐ σφόδρα ἀποδέον ἦν. Καὶ τὴν κρίσιν δὲ ᾐνίξατο τότε, μετὰ τὴν τοῦ σώματος σφίγξιν εἰπὼν, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· ἀλλ᾽ ὅμως καὶ τὴν Λαζάρου προαναφωνεῖ, καὶ τὴν τῆς οἰκουμένης. Καὶ ἐπειδὴ δύο ταύτας ἀναστάσεις προεῖπε, τήν τε τοῦ Λαζάρου τὴν αὐτίκα μάλα ἐκβησομένην, καὶ τὴν τῆς οἰκουμένης τὴν μακροῖς ὕστερον ἐσομένην χρόνοις, ταύτην μὲν ἀπὸ τοῦ παραλύτου πιστοῦται καὶ τῆς ἐγγύτητος τοῦ καιροῦ, λέγων, Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν· ἐκείνην δὲ, ἀπὸ τῆς κατὰ τὸν Λάζαρον ἀναστάσεως, διὰ τῶν ἤδη γενομένων τὰ μηδέπω γενόμενα ὑπ᾽ ὄψιν ἄγων.

Καὶ τοῦτο πανταχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν, δύο τιθέντα προῤῥήσεις ἢ καὶ τρεῖς, καὶ τὰ ἐσόμενα ἀπὸ τῶν γενομένων ἀεὶ πιστούμενον. δʹ. Ἀλλ᾽ ὅμως τοσαῦτα καὶ εἰπὼν καὶ ποιήσας, ἐπειδὴ τέως ἀσθενέστεροι ἦσαν, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δι᾽ ὧν ἐπάγει ῥημάτων αὐτῶν καταστέλλει τὴν φιλονεικίαν, λέγων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἐπειδὴ γὰρ ξένα τινὰ καὶ παρηλλαγμένα παρὰ τοὺς προφήτας ἐδόκει λέγειν (ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ Θεός ἐστιν ὁ κρίνων τὴν γῆν ἅπασαν, τουτέστι, τὸ ἀνθρώπινον γένος· καὶ τοῦτο ὁ Δαυῒδ πανταχοῦ ἀνακηρύττων ἔλεγε, Κρινεῖ λαοὺς ἐν εὐθύτητι· καὶ, Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωϋσῆς· ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ἱκανὸν δὲ τοῦτο ἦν θορυβῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρασκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγκαταβαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπῄτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν· Ἐγὼ οὐ δύναμαι ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν· τουτέστιν, οὐδὲν ξένον, οὐδὲ παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ᾽ ἐμοῦ γινόμενον ὄψεσθε, ἢ λεγόμενον ἀκούσεσθε.

Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπώπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ ὁ Ἰωάννης, Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· περὶ ἀκριβοῦς δὲ ἀμφότερα εἴρηται γνώσεως, οὐχ ἁπλῶς περὶ ἀκοῆς καὶ ὄψεως· οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. Ἀλλ᾽ οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἀκούοντες)· ἀλλὰ πῶς; Συγκαταβατικῶς καὶ ἀνθρωπίνως σφόδρα· Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσκομαι, ἀλλὰ, Καθὼς ἀκούω), ἀλλ᾽ οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φησιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἦν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρίνων.

Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα; Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· τουτέστιν, ἐν τῇ περὶ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν· ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐτοῦ· ἀλλ᾽ ὥσπερ μιᾶς διανοίας ἓν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύτην εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐδὲν οὖν ἄλλο ἢ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἕτερον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς, ἀλλ᾽ εἴ τι ἐκεῖνος βούλεται τοῦτο καὶ ἐγώ· καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖνος.

Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγκαλέσειε κρίνοντι, οὕτως οὐδὲ ἐμοί· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. Ἄνθρωπον γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. Διὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐκείνην εἰρημένων ὑπόνοιαν· ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα.

Σκόπει γάρ· Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀποδέον· καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ᾽ οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμβαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ἄνθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελήματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα· σὺ δὲ τίνος ἕνεκεν τοῦτο φῂς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί;

Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἠκριβωμένου καὶ ἐσταυρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦλος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, πῶς ὁ πάντων Δεσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, ὡς ἑτέρου ὄντος ἐκείνου;

Τί οὖν ἐστιν ὅ φησιν; Ὡς ἐπ᾽ ἀνθρώπου προσάγει τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροωμένων φθέγγεται. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἔμπροσθεν ἀπέδειξε τὰ λεγόμενα, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διαλεχθεὶς, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ λέγει, ὅτι Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί. Καὶ πόθεν δῆλον; Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

Ὥσπερ γὰρ ἐπ᾽ ἀνθρώπων ὁ φιλαυτίας ἀπηλλαγμένος, οὐκ ἂν ἔχοι δικαίως ἐγκαλεῖσθαι ὡς παρὰ τὸ δέον δικάσας· οὕτως οὐδὲ ἐμοὶ νῦν δυνήσεσθε ἐπιτιμᾷν. Ὁ μὲν γὰρ θέλων τὰ ἑαυτοῦ στῆσαι, ἴσως ὑποπτευθείη ἂν παρὰ πολλῶν ταύτῃ παραφθείρειν τὸ δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίσασθαι; Τοῦτον τοίνυν τὸν λογισμὸν καὶ ἐπ᾽ ἐμοῦ ἐξετάζετε. Εἰ μὲν γὰρ ἔλεγον μὴ ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, μηδὲ εἰς ἐκεῖνον τὴν δόξαν τῶν γινομένων ἀνέφερον, ἴσως ἄν τις ὑμῶν ὑπενόησεν, ὅτι βουλόμενος ἐμαυτὸν ποιῆσαι λαμπρὸν, οὐ λέγω τὰ ὄντα· εἰ δὲ ἑτέρῳ λογίζομαι καὶ ἀνατίθημι τὰ γινόμενα, τίνος ἕνεκεν, ἢ πόθεν ἂν ἔχοιτε ὑποπτεύειν τὰ λεγόμενα; Ὁρᾷς οἷ τὸν λόγον κατεβίβασε, καὶ πόθεν τὴν κρίσιν τὴν ἑαυτοῦ δικαίαν εἶναι ἔφησεν, ὅθεν ἂν καὶ τῶν πολλῶν εἷς ἀπολογούμενος εἶπεν; ὁρᾷς, ὃ πολλάκις εἶπον, πῶς διαλάμπει σαφῶς; Τί δέ ἐστιν ὃ εἶπον; Ὅτι ἡ ὑπερβολὴ τῆς ταπεινότητος τῶν λέξεων, αὕτη μάλιστα πείθει τοὺς νοῦν ἔχοντας, μὴ ἐκ προχείρου δεχομένους τὰ λεγόμενα καταπίπτειν, ἀλλὰ παρασκευάζειν μᾶλλον ἐπὶ τὸ ὕψος τῶν νοημάτων ἐλθεῖν· αὕτη καὶ τοὺς χαμαὶ συρομένους τότε μετὰ πολλῆς κατὰ μικρὸν ἀνίστησι τῆς εὐκολίας.

Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, παρακαλῶ, μὴ παρατρέχωμεν ἁπλῶς τὰ εἰρημένα, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν ἅπαντα, καὶ τὴν αἰτίαν τῶν λεγομένων πανταχοῦ σκοπῶμεν· μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν καὶ τὴν ἁπλότητα.

Οὐ γὰρ ἀκεραίους ἐκέλευσε μόνον εἶναι, ἀλλὰ καὶ φρονίμους. Ἀσκῶμεν τοίνυν μετὰ τῆς ἁπλότητος καὶ τὴν φρόνησιν, καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπὶ τῶν τοῦ βίου κατορθωμάτων· καὶ δικάζωμεν ἑαυτοῖς ἐνταῦθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν τότε, καὶ τοιοῦτοι γινώμεθα περὶ τοὺς δούλους, οἷον βουλόμεθα περὶ ἡμᾶς γενέσθαι τὸν Δεσπότην ἡμῶν. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ οἶδα μὲν, ὅτι οὐ φέρει πράως πληττομένη ἡ ψυχή· ἀλλ᾽ ἐὰν ἐννοήσωμεν ὅτι οὐχὶ τῷ λελυπηκότι, ἀλλ᾽ ἑαυτοῖς χαριζόμεθα, ταχέως ἀφήσομεν τὸν ἰὸν τῆς ὀργῆς. Καὶ γὰρ ὁ τὰ ἑκατὸν δηνάρια μὴ συγχωρήσας τῷ πεπλημμεληκότι, οὐ τὸν ὁμόδουλον ἠδίκησεν, ἀλλ᾽ ἑαυτὸν τοῖς μυρίοις ταλάντοις ὑπεύθυνον ἐποίησεν, ὧν πρότερον τὴν ἄφεσιν ἔλαβεν. Ὅταν οὖν ἑτέροις μὴ ἀφῶμεν, ἑαυτοῖς οὐκ ἀφίεμεν. Μὴ τοίνυν τῷ Θεῷ λέγωμεν μόνον, Μὴ μνησθῇς τῶν ἁμαρτημάτων ἡμῶν· ἀλλὰ καὶ πρὸς ἑαυτοὺς ἕκαστοι λέγοντες, μὴ μνησθῶμεν τῶν ἁμαρτημάτων τῶν συνδούλων τῶν εἰς ἡμᾶς γεγενημένων. Καὶ γὰρ σὺ πρότερον δικάζεις τοῖς σοῖς, καὶ τότε ἕπεται ὁ Θεός· σὺ τὸν νόμον γράφεις τὸν περὶ ἀφέσεως καὶ τιμωρίας, καὶ τὴν περὶ τῶν τοιούτων ἐκφέρεις ψῆφον.

Οὐκοῦν καὶ τοῦ μνησθῆναι καὶ τοῦ μὴ μνησθῆναι τὸν Θεὸν σὺ κύριος εἶ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἀφεῖναι κελεύει, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καὶ οὐχ ἁπλῶς ἀφεῖναι, ἀλλ᾽ ὥστε μηδὲ λείψανα μένειν. Ἐπεὶ καὶ ὁ Χριστὸς οὐ μόνον οὐκ ἤνεγκεν εἰς μέσον ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ᾽ οὐδὲ ἡμᾶς αὐτοὺς πεπλημμεληκότας ἀνέμνησεν, οὐδὲ εἶπε, Τὰ καὶ τὰ ἥμαρτες· ἀλλὰ καὶ ἀφῆκε καὶ ἐξήλειψε τὸ χειρόγραφον, μηδὲ λογισάμενος τὰ παραπτώματα, καθὼς καὶ τοῦτο Παῦλος ἐδήλωσε. Τοῦτο δὴ ποιῶμεν καὶ ἡμεῖς, καὶ ἀπὸ τῆς διανοίας ἐξαλείφωμεν ἅπαντα. Κἂν μὲν ἀγαθόν τι γεγενημένον ᾖ παρὰ τοῦ λελυπηκότος, τοῦτο λογισώμεθα μόνον· ἂν δὲ λυπηρὸν καὶ ἐπαχθὲς, ἐκβάλωμεν οὕτω καὶ ἐξαλείψωμεν, ὥστε μηδὲ ἴχνος ἐναπομένειν.

Εἰ δὲ μηδὲν ἀγαθὸν ἡμῖν γέγονε παρὰ τούτου, πάλιν ὁ μισθὸς μείζων συγχωροῦσιν ἡμῖν, καὶ πλείων ἡ εὐδοκίμησις. Ἄλλοι δι᾽ ἀγρυπνίας καὶ χαμευνίας καὶ μυρίας ταλαιπωρίας ἐξαλείφουσι τὰ ἁμαρτήματα· σοὶ διὰ τῆς εὐκολωτέρας ὁδοῦ, τοῦ μὴ μνησικακεῖν λέγω, πάντα ἔξεστιν ἀφανίσαι τὰ πλημμεληθέντα.

Τί τοίνυν κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, ὡς οἱ μαινόμενοι καὶ παραπαίοντες, καὶ τῆς μελλούσης σεαυτὸν ἐκβάλλεις ζωῆς, δέον πάντα πράττειν, ὥστε αὐτῆς ἐπιτυχεῖν; Εἰ γὰρ ἡ παροῦσα οὕτω ποθεινὴ, τί ἂν εἴποι τις περὶ ἐκείνης, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός; Ἐκεῖ δεῖσαι θάνατον οὐκ ἔστιν, οὐδὲ πέρας ἐκείνων ὑποπτεῦσαι τῶν ἀγαθῶν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο, οἱ τῆς μακαρίας ἐκείνης ἀπολαύοντες λήξεως· ὥσπερ οὖν ἄθλιοι καὶ τρισάθλιοι καὶ μυριάκις τοῦτο, οἱ τῆς μακαριότητος ἐκείνης ἑαυτοὺς ἐκβάλλοντες. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ ποιοῦν ἡμᾶς ἀπολαῦσαι τῆς ζωῆς ἐκείνης; Ἄκουσον αὐτοῦ τοῦ δικάζοντος, νεανίσκῳ τινὶ διαλεγομένου περὶ τούτων.

Ἐπειδὴ γὰρ ἠρώτησεν ἐκεῖνος, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἰπὼν ὁ Χριστὸς αὐτῷ τὰς ἄλλας ἐντολὰς, κατέληξεν εἰς τὴν τοῦ πλησίον ἀγάπην. Καὶ τάχα ἐρεῖ τις τῶν ἀκουόντων, κατὰ τὸν πλούσιον ἐκεῖνον, ὅτι Καὶ ἡμεῖς ταῦτα ἐφυλαξάμεθα· οὐδὲ γὰρ ἐκλέψαμεν, οὐκ ἐφονεύσαμεν, οὐκ ἐμοιχεύσαμεν.

Ἀλλ᾽ οὐ δήπου καὶ τοῦτο εἰπεῖν δυνήσῃ, ὅτι ἠγάπησας τὸν πλησίον, ὡς ἀγαπῆσαι ἔδει. Ἢ γὰρ ἐβάσκηνέ τις, ἢ ἐκακηγόρησεν, ἢ οὐκ ἤμυνεν ἀδικουμένῳ, ἢ οὐ μετέδωκε τῶν ὄντων, οὐδ᾽ ἠγάπησε. Νῦν δὲ οὐ τοῦτο μόνον ἐπέταξεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Πώλησόν σου τὰ ὑπάρχοντα, φησὶ, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· τὴν διὰ τῶν ἔργων μίμησιν λέγων ἀκολούθησιν. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι τὸν μὴ πάντα ἔχοντα ταῦτα οὐκ ἔνι τῶν πρωτείων ἐπιτυχεῖν τῶν ἐν τῇ λήξει ἐκείνῃ. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτὸν, ὅτι Πάντα ἐποίησα, ὡς καταλελειμμένου μεγάλου τινὸς εἰς τελείαν εὐδοκίμησιν, λέγει· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Πρῶτον μὲν οὖν τοῦτο ἔστι μαθεῖν· δεύτερον δὲ, ὅτι καὶ αὐτὸν ἐκεῖνον διήλεγξεν εἰκῆ κομπάζοντα.

Ὁ γὰρ ἐν περιουσίᾳ τοσαύτῃ ζῶν, καὶ τοὺς ἄλλους περιορῶν ἐν πενίᾳ, πῶς ἂν τὸν πλησίον ἠγάπησεν; Οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθῶς εἶπεν. Ἀλλ᾽ ἡμεῖς κἀκεῖνο καὶ ταῦτα ποιῶμεν, καὶ σπουδάζωμεν τὰ ὄντα κενῶσαι, καὶ τὸν οὐρανὸν πρίασθαι. Εἰ γὰρ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν. οὐδὲ πολὺν παραμένοντος χρόνον (πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην ἐζημιώθησαν καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ᾽ ὅμως καὶ ταῦτα εἰδότες, πάντα κενοῦσιν ὑπὲρ αὐτῆς)· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσιν, ὑπὲρ τῆς μενούσης ἐκείνης, καὶ ἀναφαιρέτου, τί γένοιτ᾽ ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων ἃ καὶ μικρὸν ὕστερον ὄντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι καὶ μεθ᾽ ἑαυτῶν λαβεῖν μὴ βουληθῆναι; Ἀλλ᾽ εἰ μὲν ἐπὶ θάνατόν τις ἤγετο, εἶτα προὔκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνομίσαμεν· νῦν δὲ παρὸν τὴν ἐπὶ γέενναν ἀγομένους ὁδὸν, τὰ ἡμίση δόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ μὴ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι. Τίνα οὖν ἕξομεν ἀπολογίαν;

ποίαν συγγνώμην, οὕτως εὐκόλου τετμημένης ἡμῖν ὁδοῦ πρὸς ζωὴν, κατὰ κρημνῶν φερόμενοι, καὶ τὴν ἄκαρπον βαδίζοντες ὁδὸν, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα καρπώσασθαι μετὰ ἀδείας; Ἀλλ᾽ εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἀνενέγκωμεν, καὶ ἡμῶν αὐτῶν γενόμενοι τὰ παρόντα διαθῶμεν εἰς δέον, ἵνα καὶ τὰ μέλλοντα μετ᾽ εὐκολίας λάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Μʹ. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. αʹ. Εἴ τις χώραν μεταλλικὴν ἀνορύττειν ἐπιχειροίη, τῆς τέχνης ταύτης ἄπειρος ὢν, χρυσίον μὲν οὐκ ἐργάσεται, πάντα δὲ ἁπλῶς καὶ ὁμοῦ συγχέων, πόνον ἀνόνητον ὑπομενεῖ καὶ ἐπιβλαβῆ. Οὕτω καὶ τῶν θείων Γραφῶν οἱ τὴν ἀκολουθίαν οὐκ εἰδότες, οὐδὲ τὰ ἰδιώματα καὶ τοὺς νόμους αὐτῆς ἐξετάζοντες, ἀλλὰ ἁπλῶς καὶ ἑνὶ τρόπῳ πάντα ἐπιόντες, χρυσίον μετὰ γῆς φύροντες, οὐδέποτε τὸν ἐναποκείμενον αὐτῇ θησαυρὸν εὑρήσουσι. Ταῦτα δὲ εἶπον νῦν, ἐπειδὴ τὸ προκείμενον ἡμῖν χωρίον ἔχει μὲν πολὺν τὸν χρυσὸν, οὐ μὴν κατάδηλον, ἀλλὰ πολλῇ κατακεχωσμένον ἄνωθεν ἀσαφείᾳ.

Διὸ χρὴ διασκάπτοντας καὶ διακαθαίροντας ἐπὶ τὰ γνήσια τῶν νοημάτων ἐλθεῖν. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας ἑαυτῷ· τῇ γοῦν Σαμαρείτιδι διαλεγόμενος ἔλεγεν, Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ ὁμοίως, Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι· καὶ τοῖς Ἰουδαίοις ἐπιτιμῶν, Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ ἑτέρωθι δὲ πολλαχοῦ τοῦτο ποιεῖ. Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ ᾖ, τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι Οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής; Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου.

Προϊὼν γάρ φησι· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν, εἰπέ μοι, δέξομαι; ποῖον δὲ εἶναι νομίσω ψεῦδος; Εἰ γὰρ οὕτως ἐκλάβοιμεν ἁπλῶς ὡς εἴρηται, μὴ πρόσωπον περιεργασάμενοι, μὴ αἰτίαν, μὴ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀμφότερα ἔσται ψευδῆ. Εἰ γὰρ ἡ μαρτυρία αὐτοῦ οὐκ ἔστιν ἀληθὴς, οὐδὲ τοῦτο αὐτὸ ἀληθές· οὐ τὸ δεύτερον μόνον, ἀλλὰ καὶ τὸ πρότερον.

Τί οὖν ἐστι τὸ εἰρημένον; Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ χάριτος, ἵνα μὴ τοῖς ῥήμασιν ἐναπομείνωμεν ψιλοῖς. Οὕτω γὰρ καὶ οἱ αἱρετικοὶ πλανῶνται, ὅτι μήτε τὸν σκοπὸν ἐξετάζουσι τοῦ λέγοντος, μήτε τὴν ἕξιν τῶν ἀκουόντων. Ἂν οὖν μὴ ταῦτα προσθῶμεν, καὶ ἕτερα δὲ, οἷον καιροὺς, καὶ τόπους, καὶ γνώμην ἀκροατοῦ, πολλὰ ἕψεται τὰ ἄτοπα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἔμελλον ὑποφέρειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο ταῦτα προλαβὼν εἶπεν, ὡσανεὶ ἔλεγε· Πάντως ἐρεῖτέ μοι, ὅτι Σοὶ οὐ πιστεύομεν· οὐδεὶς γάρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις.

Τὸ οὖν, Οὐκ ἔστιν ἀληθὴς, οὐχ ἁπλῶς ἀναγνωστέον, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν, οἷον, ὅτι Ὑμῖν οὐκ ἔστιν ἀληθής. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ᾽ ἐκείνων ἀντίθεσιν ἐπάγεσθαι.

Ὅταν δὲ, ὅτι Κἂν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν καὶ περὶ ἑαυτοῦ λέγοντα. Ἐπειδὴ γὰρ εἶπεν ἀνάστασιν νεκρῶν καὶ κρίσιν, καὶ ὅτι ὁ πιστεύων αὐτῷ οὐ κρίνεται, ἀλλ᾽ εἰς ζωὴν ἔρχεται, καὶ ὅτι καθεδεῖται πάντας εὐθύνας ἀπαιτήσων, καὶ ὅτι τὴν αὐτὴν ἐξουσίαν ἔχοι τῷ Πατρὶ καὶ δύναμιν· μέλλων πάλιν ἅπαντα ταῦτα κατασκευάζειν καὶ ἑτέρως, ἀναγκαίως τὴν ἀντίθεσιν αὐτῶν τέθεικε πρώτην.

Εἶπον, φησὶν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· εἶπον, ὅτι Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· εἶπον, ὅτι δεῖ τιμᾷν τὸν Υἱὸν, ὡς τὸν Πατέρα· εἶπον, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· εἶπον, ὅτι Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων, οὐκ ὄψεται θάνατον, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· εἶπον, ὅτι ἡ φωνή μου τοὺς νεκροὺς ἀναστήσει, τοὺς μὲν νῦν, τοὺς δὲ μετὰ ταῦτα· εἶπον, ὅτι ἀπαιτήσω λόγον τῶν πεπλημμελημένων ἅπαντας· εἶπον, ὅτι δικαίως κρινῶ καὶ ἀμείψομαι τοὺς κατορθοῦντας. Ἐπεὶ οὖν ἅπαντα ταῦτα ἀπόφασις ἦν, καὶ τὰ μὲν λεγόμενα μεγάλα, ἀπόδειξις δὲ οὐκ ἦν οὐδέπω εἰρημένη σαφὴς ἐκείνοις, ἀλλ᾽ ἀμυδροτέρα· πρότερον τὴν ἀντίθεσιν τίθησι, μέλλων ἐπὶ τὴν κατασκευὴν τῶν εἰρημένων ὁρμᾷν, οὑτωσί πως λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. Ἀλλ᾽ ἴσως ἐρεῖτε, Πάντα ταῦτα σὺ λέγεις, οὐκ εἶ δὲ ἀξιόπιστος μάρτυς σαυτῷ μαρτυρῶν.

Τούτῳ τοίνυν πρῶτον καταλύων αὐτῶν τὴν φιλονεικίαν, τῷ θεῖναι ὅπερ ἔμελλον ἐρεῖν, καὶ δεῖξαι ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα τῆς διανοίας, καὶ ταύτην πρώτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος, ὕστερον μετὰ τὴν ἀντίθεσιν, καὶ ἑτέρας ἀποδείξεις παρέχεται σαφεῖς καὶ ἀναντιῤῥήτους, τρεῖς παράγων μάρτυρας τῶν λεγομένων, τὰ ἔργα τὰ ὑπ᾽ αὐτοῦ γενόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τοῦ Ἰωάννου τὸ κήρυγμα. Καὶ τίθησι προτέραν τὴν ἐλάττω, τὴν Ἰωάννου. Εἰπὼν γὰρ, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἐπήγαγεν· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ ἐμαρτύρησε τῇ ἀληθείᾳ. Καίτοι γε εἰ οὐκ ἔστιν ἀληθὴς ἡ μαρτυρία σου, πῶς λέγεις, ὅτι Οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία Ἰωάννου, καὶ ὅτι Ἐμαρτύρησε τῇ ἀληθείᾳ;

Ὁρᾷς πῶς σαφὲς κἀντεῦθέν ἐστιν ὅτι τὸ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν εἴρηται; βʹ. Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε.

Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ᾽ ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιόπιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόντες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ᾽ ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώπου μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ᾽ ἵνα μὴ λέγωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε;

καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος.

Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ᾽ ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. Διὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐτοῦ.

Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ᾽ ἱερεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην.

Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ᾽ ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ᾽ οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ᾽ ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ᾽ ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ᾽ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ᾽ ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ᾽ αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. Δείξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου.

Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ᾽ αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν.

Διὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται.

Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε.

γʹ. Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ᾽ ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ;

Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ Δαυΐδ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαΐας, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ᾽ ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προΐεται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ᾽ ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις.

Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον· Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ᾽ οὐδὲ ἐφ᾽ ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ᾽ ᾧ μάλιστα πάντες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας.

Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ᾽ ὅμως παρ᾽ ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ᾽ ὑμῶν. Διὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ᾽ οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκουσαν μὲν, οὐ προσέσχον δέ. Διὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ᾽ οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπόνοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρέπεμψε τῶν Γραφῶν.

δʹ. Καὶ ἡμεῖς τοίνυν ὅταν πρὸς αἱρετικοὺς μαχώμεθα καὶ καθοπλιζώμεθα, ἐντεῦθεν καὶ ἰσχυριζώμεθα. Πᾶσα γὰρ Γραφὴ θεόπνευστος, φησὶ, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Οὐχ ἵνα τὰ μὲν ἔχῃ, τὰ δὲ μὴ ἔχῃ· ὁ γὰρ τοιοῦτος οὐκ ἄρτιος. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὴ πλεονεκτῶν, μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπαίρηται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων τῇ ψυχῇ; Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.

Φρίξωμεν τοίνυν τὸ πρᾶγμα, φύγωμεν τὴν ἁμαρτίαν. Τοῦτο τὴν οἰκουμένην ἀνάστατον ἐποίησε, τοῦτο πάντα συνέχεε, τοῦτο τῆς μακαριωτάτης δουλείας ἡμᾶς ἀπάγει τοῦ Χριστοῦ. Οὐκ ἔστι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐξ ἐναντίας γὰρ ἐπιτάττει τῷ Χριστῷ. Ὁ μὲν γὰρ λέγει, Δίδου τοῖς δεομένοις· ὁ δὲ, Ἅρπαζε τῶν δεομένων. Ὁ Χριστὸς λέγει, Καὶ τοῖς ἐπιβουλεύουσι καὶ ἀδικοῦσι συγχώρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ᾽ ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατασκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικημένοι καὶ οἱ γυμνωθέντες παρ᾽ ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδίκως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας;

Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόντας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα.

Ἵν᾽ οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΜΑʹ. Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν νομίζωμεν πρὸς σωτηρίαν, τὸ καὶ ὁπωσοῦν αὐτὰ μετιέναι. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδὲν μέγα ἀπόνασθαι δυνήσεταί τις, παρέργως καὶ ὡς ἔτυχεν αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος ταῦτα δεῖται σπουδῆς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς παραπέμπων τοὺς Ἰουδαίους ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν ἀνάγνωσιν, ἀλλ᾽ εἰς ἔρευναν ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ᾽, Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ λεγόμενα πολλῆς ἐδεῖτο τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνωθεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκάπτειν αὐτοὺς μετὰ ἀκριβείας κελεύει νῦν, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπιπολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν ἔῤῥιπτο· ἀλλ᾽ ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατέκειτο.

Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. Διά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, Δοκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον, ἀπὸ τῆς ἀναγνώσεως σωθήσεσθαι προσδοκῶντες μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως τοίνυν ἔλεγεν, ὅτι Δοκεῖτε, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ᾽ ἐπὶ τῇ ψιλῇ ἀναγνώσει μόνον αὐχεῖν. Εἶτα ἵνα μὴ ἐκ πολλῆς κηδεμονίας φιλοδοξίας λάβῃ παρ᾽ αὐτοῖς ὑπόνοιαν, καὶ διὰ τὸ βούλεσθαι πιστευθῆναι παρ᾽ αὐτῶν τὸ ἑαυτοῦ σκοπεῖν νομίζηται (καὶ γὰρ τῆς Ἰωάννου φωνῆς ἀνέμνησε, καὶ τῆς μαρτυρίας τοῦ Θεοῦ, καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ πάντα ἔλεγεν ὥστε αὐτοὺς ἐπισπάσασθαι, καὶ ζωὴν ἐπηγγείλατο)· ἐπεὶ οὖν πολλοὺς εἰκὸς ἦν ὑποπτεύειν ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγεν, ἄκουσον τί ἐπάγει· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω· τουτέστιν, Οὐ δέομαι. Οὐκ ἔστι, φησὶν, ἡ φύσις ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης.

Εἰ γὰρ ἥλιος ἀπὸ λυχνιαίου φωτὸς οὐκ ἂν λάβοι προσθήκην· πολλῷ μᾶλλον ἐγὼ τῆς ἀνθρωπίνης ἀφέξω δεηθῆναι δόξης. Καὶ τίνος, φησὶν, ἕνεκεν ταῦτα λέγεις, ἐὰν οὐ δέῃ; Ἵνα ὑμεῖς σωθῆτε.

Ἀλλὰ τοῦτο μὲν ἀνωτέρῳ εἴρηκεν· ᾐνίξατο δὲ αὐτὸ καὶ ἐνταῦθα, εἰπὼν, Ἵνα ζωὴν ἔχητε. Τίθησι δὲ καὶ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἀλλ᾽ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐπειδὴ πολλάκις, ὡς δῆθεν τὸν Θεὸν ἀγαπῶντες, ἐδίωκον αὐτὸν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Θεῷ, ᾔδει δὲ ὅτι οὐκ ἔμελλον αὐτῷ πείθεσθαι· ἵνα μή τις εἴπῃ, Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τοῦτο εἶπεν, Ἵνα ἐλέγξω ὑμᾶς, ὅτι οὐ διὰ ἀγάπην τὴν τοῦ Θεοῦ με, φησὶ, διώκετε. Καὶ γὰρ καὶ αὐτὸς μαρτυρεῖ μοι καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν Γραφῶν. Ὥσπερ οὖν πρὸ τούτου νομίζοντες ἀντίθεον εἶναί με ἠλαύνετε· οὕτω νῦν ἐξ οὗ ταῦτα ἀπέδειξα προσδραμεῖν ὑμᾶς ἔδει, εἴ γε ἠγαπᾶτε τὸν Θεόν· ἀλλ᾽ οὐκ ἀγαπᾶτε.

Διὰ δὴ τοῦτο καὶ ταῦτα εἶπον, ἵνα δείξω ὑμᾶς περιττὸν ἔχοντας τῦφον, καὶ κομπάζοντας εἰκῆ, καὶ τὴν οἰκείαν βασκανίαν συσκιάζοντας. Οὐκ ἀπὸ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὰ κατασκευάζει.

Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι τὴν κρίσιν, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης; Τίνα δέ φησιν ἥξειν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ; Τὸν ἀντίχριστον ἐνταῦθα αἰνίττεται, καὶ ἀναντίῤῥητον τῆς ἀγνωμοσύνης αὐτῶν τίθησιν ἀπόδειξιν. Εἰ γὰρ ὡς ἀγαπῶντες τὸν Θεόν με διώκετε, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀντιχρίστου τοῦτο γενέσθαι ἔδει. Ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον ἐρεῖ, οὔτε ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, οὔτε κατὰ τὴν γνώμην ἥκειν τὴν ἐκείνου· ἀλλὰ τοὐναντίον ἅπαν, τυραννικῶς τὰ μηδὲν αὐτῷ προσήκοντα ἁρπάζων, καὶ τὸν ἐπὶ πάντων θεὸν ἑαυτὸν εἶναι λέγων, καθὼς καὶ Παῦλός φησιν· Ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ἀποδεικνύντα ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐλθεῖν. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ᾽ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου παραγέγονα.

Ἱκανὸν μὲν οὖν ἦν καὶ τοῦτο δεῖξαι αὐτοὺς οὐκ ἀγαπῶντας τὸν Θεὸν, ὅτι τὸν λέγοντα ἀπεστάλθαι παρ᾽ ἐκείνου οὐκ ἐδέχοντο· νῦν δὲ καὶ ἐκ τοῦ ἐναντίου δείκνυσιν αὐτῶν τὴν ἀναισχυντίαν, ἐκ τοῦ τὸν ἀντίχριστον μέλλειν δέχεσθαι. Ὅταν γὰρ τὸν μὲν ἀπ᾽ ἐκείνου λέγοντα ἀπεστάλθαι μὴ δέχωνται, τὸν δὲ μὴ εἰδότα ἐκεῖνον, κομπάζοντα δὲ καὶ λέγοντα ἑαυτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν μέλλωσι προσκυνεῖν· εὔδηλον ὅτι βασκανίας ἡ δίωξις ἦν, καὶ τοῦ μισεῖν τὸν Θεόν. Διὰ δὴ τοῦτο δύο τίθησιν αἰτίας τῶν εἰρημένων, καὶ πρῶτον μὲν τὴν χρηστοτέραν, λέγων, Ἵνα σωθῆτε, καὶ, Ἵνα ζωὴν ἔχητε· ἐπειδὴ δὲ ἔμελλον αὐτὸν χλευάζειν, τίθησι καὶ τὴν πληκτικωτέραν, δεικνὺς ὅτι κἂν μὴ πείθωνται οἱ ἀκούοντες, τὰ αὐτοῦ ὁ Θεὸς πανταχοῦ ποιεῖν εἴωθεν.

βʹ. Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν ὅτι ἥξει· ἀλλ᾽, Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ πᾶσαν ἀπολογίαν αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ᾽ ἐν προσχήματι τοιούτῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τοσοῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου.

Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύτην ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀνθρωπίνην αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σαφῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕτως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπάγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρισμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστήσατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώκειν με, φησίν· ἔδειξα ὅτι μισοῦντες αὐτὸν τοῦτο ποιεῖτε. Λέγετε λύειν με τὸ σάββατον, καὶ παραλύειν τὸν νόμον· ἀπεδυσάμην καὶ ταύτην τὴν κατηγορίαν.

Διισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι᾽ ὧν κατ᾽ ἐμοῦ τολμᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναντίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατηγορήσων ὑμῶν, ἀλλ᾽ ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδωκώς.

Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγορήσειε;

Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσομεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρτυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ᾽ οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα προλέγων μετὰ ἀληθείας, μετὰ πάσης ὑπακούειν αὐτῷ χρὴ τῆς πειθοῦς; Ὁ τοίνυν Χριστὸς μὴ οὐ πάντα ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε, καὶ ταῖς προῤῥήσεσι τὸ τέλος ἐπήγαγεν.

Ἀλλὰ πόθεν δῆλον ὅτι ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν, Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ᾽ εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει.

Πλὴν ἀλλ᾽ ἐπειδὴ αἱ Γραφαὶ ἔλαττον αὐτοὺς ἐφόβουν, εἰς τὸ πρόσωπον αὐτὸ περιάγει τὸν λόγον, τὸν νομοθέτην αὐτὸν αὐτοῖς ἐφιστὰς κατήγορον, καὶ πολὺ φρικωδέστερον οὕτω τὸ δέος ποιῶν, καὶ ἕκαστον τῶν παρ᾽ αὐτῶν λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντέχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν ἐκεῖνον πληροῦντα· εἰ τὸν Θεὸν ἠγάπων, ἔδει πεισθῆναι τῷ πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ᾽ ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ᾽ αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ᾽ ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα, ἅπερ ἐνόμιζον ὑπὲρ ἑαυτῶν προβάλλεσθαι. Τοσοῦτον γὰρ ἀπέχω, φησὶν, ἀπαγαγεῖν ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προσέθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην καταστῆσαι ἐρωτήσεως.

Εἰ μὲν γὰρ εἶπεν ἐκ τοῦ προχείρου, καὶ μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ᾽ αὐτοῦ.

Διὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίσταται, ἀλλὰ μένει τὸν οἰκεῖον ἰὸν διατηροῦσα.

γʹ. Διὸ χρὴ πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντας, μηδένα πλέκειν μηδέποτε δόλον. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ὁ Θεὸς, φησὶν, ἀποστέλλει. Καὶ, Ἅγιον πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Οὐδὲν γὰρ οὕτω ποιεῖ μωροὺς, ὡς πονηρία. Ὅταν γὰρ ὕπουλος ᾖ τις, ὅταν ἀγνώμων, ὅταν ἀχάριστος (ταῦτα δὲ τῆς πονηρίας τὰ εἴδη), ὅταν μηδὲν ἠδικημένος λυπῇ, ὅταν πλέκῃ δόλους, πῶς οὐκ ἐσχάτης ἀνοίας ἐξοίσει δεῖγμα;

Οὐδὲν οὕτω ποιεῖ φρονίμους, ὡς ἀρετή. Καὶ γὰρ εὐχαρίστους καὶ εὐγνώμονας ἐργάζεται, φιλανθρώπους, ἡμέρους, πράους, ἐπιεικεῖς· τὰ ἄλλα ἅπαντα ἀγαθὰ αὕτη τίκτειν εἴωθε. Τί δὲ τοῦ οὕτω διακειμένου συνετώτερον;

Πηγὴ γὰρ ὄντως καὶ ῥίζα φρονήσεώς ἐστιν ἡ ἀρετὴ, ὥσπερ οὖν καὶ πᾶσα πονηρία ἐξ ἀνοίας ἔχει τὴν ἀρχήν. Καὶ γὰρ ὁ ἀλαζὼν καὶ ὁ ὀργίλος ἐξ ἐνδείας φρονήσεως ὑπὸ τῶν παθῶν ἁλίσκεται. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· δεικνὺς ὅτι πᾶσα ἁμαρτία τὴν ἀρχὴν ἐξ ἀφροσύνης ἔχει· ὥσπερ ὁ ἐνάρετος καὶ φόβον ἔχων Θεοῦ, πάντων ἐστὶ συνετώτερος. Διὸ καὶ σοφός τις λέγει, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Εἰ τοίνυν τὸ φοβεῖσθαι τὸν Θεὸν, σοφίαν ἐστὶν ἔχειν, ὁ δὲ πονηρὸς τοῦτο οὐκ ἔχει, τῆς ὄντως σοφίας ἐστέρηται· τῆς δὲ σοφίας ἐστερημένος τῆς ὄντως, πάντων ἐστὶν ἀνοητότερος. Καίτοι γε πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν χρὴ, ὅτι νομίζοντες ἑτέρους βλάπτειν, καθ᾽ ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλ᾽ ἕτερον δοκεῖν ἀδικεῖν, ἐν τῷ κατασφάττειν ἑαυτόν. Διὰ τοῦτο καὶ Παῦλος εἰδὼς, ὅτι ἐν τῷ πλήττειν ἑτέρους ἑαυτοὺς ἀναιροῦμεν, ἔλεγε· Διατί μὴ μᾶλλον ἀδικεῖσθε; διατί μὴ μᾶλλον ἀποστερεῖσθε; Τὸ γὰρ μὴ ἀδικεῖσθαι ἐν τῷ μὴ ἀδικεῖν κεῖται· ὥσπερ οὖν τὸ μὴ πάσχειν κακῶς ἐν τῷ μὴ ποιεῖν κακῶς· κἂν αἴνιγμα εἶναι δοκῇ τὸ λεγόμενον τοῖς πολλοῖς καὶ φιλοσοφεῖν οὐκ ἐθέλουσι.

Ταῦτ᾽ οὖν εἰδότες, μὴ τοὺς ἀδικουμένους μηδὲ τοὺς ἐπηρεαζομένους, ἀλλὰ τοὺς ταῦτα ποιοῦντας ταλανίζωμεν καὶ δακρύωμεν. Οὗτοι γάρ εἰσιν οἱ μάλιστα ἠδικημένοι, οἱ τὸν Θεὸν ἑαυτοῖς ἐκπολεμοῦντες, καὶ μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ πονηρὰν κτώμενοι κατὰ τὸν παρόντα βίον ὑποψίαν, καὶ μεγάλην τὸν κατὰ τὸν μέλλοντα αἰῶνα ἐπισπώμενοι κόλασιν· ὡς οἵ γε ἀδικούμενοι καὶ πάντα φέροντες γενναίως, τόν τε Θεὸν ἔχουσιν ἵλεων, καὶ πάντας συναλγοῦντας αὐτοῖς, καὶ ἐπαινοῦντας, καὶ ἀποδεχομένους.

Οἱ τοιοῦτοι καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαύσονται τῆς εὐφημίας, φιλοσοφίας μέγιστον παρεχόμενοι δεῖγμα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων μεθέξουσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.