Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Κλήση του Ματθαίου, η Αιμορροούσα και η Έγερση της Κόρης του Ιαείρου (Ομιλίες ΚΘ΄-ΛΒ΄)

Η ίαση του παραλυτικού, η κλήση του τελώνη Ματθαίου, η θεραπεία της αιμορροούσης και των δύο τυφλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 20

ΟΜΙΛΙΑ ΚΘʹ. Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.» αʹ. Ἰδίαν αὐτοῦ πόλιν ἐνταῦθα τὴν Καπερναοὺμ λέγει.

Ἡ μὲν γὰρ ἤνεγκεν αὐτὸν, ἡ Βηθλεέμ· ἡ δὲ ἔθρεψεν, ἡ Ναζαρέτ· ἡ δὲ εἶχεν οἰκοῦντα διηνεκῶς, ἡ Καπερναούμ. Ὁ μέντοι παραλυτικὸς ἕτερος οὗτός ἐστι παρὰ τὸν ἐν τῷ Ἰωάννῃ κείμενον. Ὁ μὲν γὰρ ἐν τῇ κολυμβήθρᾳ κατέκειτο, οὗτος δὲ ἐν τῇ Καπερναούμ· καὶ ὁ μὲν τριακονταοκτὼ εἶχεν ἔτη, περὶ τούτου δὲ οὐδὲν τοιοῦτον εἴρηται· καὶ ὁ μὲν ἐν ἐρημίᾳ τῶν προστησομένων ἦν, οὗτος δὲ εἶχε τοὺς ἐπιμελουμένους, οἳ καὶ βαστάζοντες αὐτὸν ἔφερον. Καὶ τούτῳ μέν φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐκείνῳ δέ φησι, Θέλεις ὑγιὴς γενέσθαι; Καὶ τὸν μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἦ γὰρ ἂν ἐνεκάλεσαν καὶ τοῦτο Ἰουδαῖοι· καὶ ἐπὶ τούτου μὲν ἐσίγησαν, ἐπ᾽ ἐκείνου δὲ ἐπέκειντο διώκοντες. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ ἵνα μή τις διαφωνίαν εἶναι νομίσῃ, ἕνα καὶ τὸν αὐτὸν ὑποπτεύσας παραλυτικόν. Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ τὸ ἐπιεικὲς τοῦ Δεσπότου. Καὶ γὰρ καὶ πρὸ τούτου τοὺς ὄχλους διεκρούσατο· καὶ ὑπὸ τῶν ἐν Γαδάροις δὲ ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλ᾽ ἀνεχώρησε μὲν, οὐ μὴν μακράν. Καὶ πάλιν εἰς τὸ πλοῖον ἐμβὰς διέβαινε, δυνάμενος καὶ πεζῇ διαβαίνειν. Οὐ γὰρ ἀεὶ παραδοξοποιεῖν ἐβούλετο, ὥστε μὴ τῷ τῆς οἰκονομίας λυμήνασθαι λόγῳ. Ὁ μὲν οὖν Ματθαῖός φησιν, ὅτι προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, καθῆκαν αὐτόν.

Καὶ προὔθηκαν τῷ Χριστῷ τὸν κάμνοντα, λέγοντες μὲν οὐδὲν, αὐτῷ δὲ τὸ πᾶν ἐπιτρέποντες.

Ἐν ἀρχῇ μὲν γὰρ καὶ αὐτὸς περιῆγε, καὶ οὐ τοσαύτην παρὰ τῶν προσιόντων ᾔτει τὴν πίστιν· ἐνταῦθα δὲ καὶ προσῄεσαν. καὶ πίστιν ἀπῃτοῦντο. Ἰδὼν γὰρ, φησὶ, τὴν πίστιν αὐτῶν, τουτέστι, τῶν χαλασάντων. Οὐ γὰρ πανταχοῦ παρὰ τῶν καμνόντων μόνον ζητεῖ τὴν πίστιν· οἷον, ὅταν παραπαίωσιν, ἢ ἑτέρως ὑπὸ τοῦ νοσήματος ὦσιν ἐξεστηκότες. Μᾶλλον δὲ ἐνταῦθα καὶ τοῦ κάμνοντος ἦν ἡ πίστις· οὐ γὰρ ἂν ἠνέσχετο χαλασθῆναι μὴ πιστεύων. Ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ᾽ ἐξουσίας ἁπάσης λύων τὰ ἁμαρτήματα, καὶ δεικνὺς διὰ πάντων, ὅτι ὁμότιμός ἐστι τῷ γεγεννηκότι.

Σκόπει δέ· ἄνωθεν ἔδειξε διὰ τῆς διδασκαλίας, ὅτε ἐδίδαξεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων· διὰ τοῦ λεπροῦ, ὅτε εἶπε, Θέλω, καθαρίσθητι· διὰ τοῦ ἑκατοντάρχου, ὅτε εἰπόντα, Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου, ἐθαύμασε καὶ ὑπὲρ πάντας ἀνεκήρυξε· διὰ τῆς θαλάττης, ὅτε αὐτὴν ἐχαλίνωσε λόγῳ μόνῳ· διὰ τῶν δαιμόνων, ὅτε αὐτὸν κριτὴν ἀνωμολόγουν, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας αὐτοὺς ἐξέβαλεν. Ἐνταῦθα πάλιν ἑτέρῳ μείζονι τρόπῳ τοὺς ἐχθροὺς αὐτοὺς καταναγκάζει ὁμολογῆσαι τὴν ὁμοτιμίαν, καὶ διὰ τοῦ στόματος αὐτῶν αὐτὸ καθίστησι φανερόν. Αὐτὸς μὲν γὰρ τὸ ἀφιλότιμον δεικνὺς (καὶ γὰρ πολὺ περιειστήκει θέατρον τὴν εἴσοδον ἀποτειχίζον, διὸ καὶ ἄνωθεν αὐτὸν καθῆκαν), οὐκ ἐπέδραμεν εὐθέως τῇ τοῦ σώματος θεραπείᾳ τοῦ φαινομένου, ἀλλὰ παρ᾽ ἐκείνων λαμβάνει τὴν ἀφορμήν· καὶ τὸ ἄδηλον πρῶτον ἐθεράπευσε, τὴν ψυχὴν, τὰ ἁμαρτήματα ἀφείς· ὅπερ ἐκεῖνον μὲν ἔσωζεν, αὐτῷ δὲ οὐ πολλὴν δόξαν ἔφερεν. Ἐκεῖνοι μὲν γὰρ ὑπὸ πονηρίας ἐνοχλούμενοι, καὶ ἐπισκῆψαι βουλόμενοι, ἐκλάμψαι τὸ γεγενημένον καὶ ἄκοντες παρεσκεύασαν. Καὶ γὰρ εὐμήχανος ὢν αὐτὸς, τῇ βασκανίᾳ αὐτῶν εἰς τὴν τοῦ σημείου φανέρωσιν ἀπεχρήσατο. Ἐπεὶ οὖν ἐθορυβοῦντο καὶ ἔλεγον· Οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; ἴδωμεν τί φησιν αὐτός.

Ἆρα ἀνεῖλε τὴν ὑπόνοιαν; Καίτοιγε εἰ μὴ ἴσος ἦν, ἐχρῆν εἰπεῖν· Τί μοι προστρίβεσθε μὴ προσήκουσαν ὑπόληψιν; πόῤῥω ταύτης ἐγὼ τῆς δυνάμεως. Νῦν δὲ τούτων μὲν οὐδὲν εἶπε· τοὐναντίον δὲ ἅπαν καὶ ἐβεβαίωσε καὶ ἐκύρωσε, τῇ τε παρ᾽ ἑαυτοῦ φωνῇ, καὶ τῇ τοῦ θαύματος ἐπιδείξει. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν ἐδόκει προσίστασθαι τοῖς ἀκροωμένοις, διὰ τῶν ἄλλων βεβαιοῖ τὰ περὶ ἑαυτοῦ· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ διὰ τῶν φίλων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐχθρῶν· τοῦτο γὰρ ἡ περιουσία τῆς αὐτοῦ σοφίας.

Διὰ μὲν τῶν φίλων, ὅτε εἶπε, Θέλω, καθαρίσθητι, καὶ ὅτε εἶπεν, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον· διὰ δὲ τῶν ἐχθρῶν νῦν. Ἐπειδὴ γὰρ εἶπον, ὅτι οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐπήγαγεν· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· (τότε λέγει τῷ παραλυτικῷ·) Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν λεγόντων αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· οὐδὲ ἐκεῖ τὴν δόξαν ταύτην κατέλυσεν, ἀλλὰ πάλιν αὐτὴν ἐκύρωσε λέγων, Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε.

βʹ. Ἐνταῦθα μέντοι καὶ ἕτερον σημεῖον τῆς ἑαυτοῦ θεότητος δείκνυσιν οὐ μικρὸν, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοτιμίας. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι τὸ λύειν ἁμαρτήματα Θεοῦ μόνου ἐστίν· αὐτὸς δὲ οὐ λύει ἁμαρτήματα μόνον, ἀλλὰ καὶ πρὸ τούτου ἕτερόν τι ἐπιδείκνυται, ὃ Θεοῦ μόνου ἦν, τὸ τὰ ἐν τῇ καρδίᾳ ἀπόῤῥητα ἐκφέρειν. Οὐδὲ γὰρ ἐξήνεγκαν εἰς μέσον ὅπερ ἐνενόουν. Ἰδοὺ γάρ τινες τῶν γραμματέων, φησὶν, ἐν ἑαυτοῖς εἶπον· Οὗτος βλασφημεῖ. Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Ὅτι δὲ Θεοῦ μόνου ἐστὶ τὸ τὰ ἀπόῤῥητα εἰδέναι, ἄκουσον τί φησιν ὁ προφήτης· Σὺ ἐπίστασαι καρδίας μονώτατος· καὶ πάλιν, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Καὶ ὁ Ἱερεμίας δέ φησι· Βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; καὶ, Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.

Καὶ διὰ πολλῶν ἔστιν ἰδεῖν, ὅτι Θεοῦ μόνου ἐστὶ τὰ κατὰ διάνοιαν εἰδέναι. Δεικνὺς τοίνυν, ὅτι Θεός ἐστιν, ἴσος τῷ γεγεννηκότι, ἅπερ ἐν ἑαυτοῖς ἐλογίζοντο (δεδοικότες γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων αὐτῶν τὴν γνώμην εἰς τὸ μέσον ἐξενεγκεῖν), ταύτην ἐκκαλύπτει καὶ δήλην ποιεῖ, πολὺ καὶ ἐνταῦθα τὸ ἀνεπαχθὲς ἐνδεικνύμενος. Ἱνατί γὰρ, φησὶν, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Καίτοιγε εἰ ἀγανακτῆσαι ἐχρῆν, τὸν κάμνοντα ἀγανακτῆσαι ἔδει ὡς διαπατηθέντα, καὶ εἰπεῖν· Ἕτερον ἦλθον θεραπεῦσαι, καὶ ἕτερον διορθοῦσαι; πόθεν γὰρ δῆλον, ὅτι ἀφέωνταί μου αἱ ἁμαρτίαι; Νυνὶ δὲ ἐκεῖνος μὲν οὐδὲν τοιοῦτον φθέγγεται, ἀλλὰ δίδωσιν ἑαυτὸν τῇ τοῦ θεραπεύοντος ἐξουσίᾳ· οὗτοι δὲ περιττοὶ ὄντες καὶ βάσκανοι, ταῖς ἑτέρων ἐπιβουλεύουσιν εὐεργεσίαις. Διὸ ἐπισκήπτει μὲν αὐτοῖς, μετ᾽ ἐπιεικείας δὲ ἁπάσης. Εἰ γὰρ ἀπιστεῖτε, φησὶ, τῷ προτέρῳ, καὶ κόμπον εἶναι νομίζετε τὸ λεχθὲν, ἰδοὺ καὶ ἕτερον ἐκείνῳ προστίθημι, τὸ τὰ ἀπόῤῥητα ὑμῶν ἐκκαλύψαι· καὶ μετ᾽ ἐκεῖνο πάλιν ἕτερον. Ποῖον δὴ τοῦτο; Τὸ σφίγξαι τὸ σῶμα τοῦ παραλελυμένου. Καὶ ὅτε μὲν εἶπε τῷ παραλυτικῷ, οὐ σαφῶς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ δηλῶν εἶπεν· οὑ γὰρ εἶπεν, Ἀφίημί σοι τὰς ἁμαρτίας, ἀλλ᾽, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.

Ἐπειδὴ δὲ ἐκεῖνοι ἠνάγκασαν, τρανοτέραν αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν, λέγων· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὁρᾷς ὅσον ἀπεῖχε τοῦ μὴ θέλειν νομίζεσθαι ἴσος τῷ Πατρί; Οὐδὲ γὰρ εἶπεν, ὅτι δεῖται ἑτέρου ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἢ ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, ἀλλ᾽ ὅτι Ἐξουσίαν ἔχει. Καὶ οὐδὲ αὐτὸ πρὸς φιλοτιμίαν λέγει, ἀλλ᾽ Ἵνα ὑμᾶς πείσω, φησὶν, ὅτι οὐ βλασφημῶ ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Πανταχοῦ γὰρ ἀποδείξεις βούλεται παρέχειν σαφεῖς καὶ ἀναντιῤῥήτους, ὡς ὅταν λέγῃ· Ὕπαγε, σαυτὸν δεῖξον τῷ ἱερεῖ· καὶ τὴν πενθερὰν Πέτρου δεικνύῃ διακονοῦσαν, καὶ τοὺς χοίρους συγχωρῇ κατακρημνίζεσθαι. Οὕτω δὴ καὶ ἐνταῦθα, τῆς μὲν τῶν ἁμαρτημάτων ἀφέσεως τεκμήριον, τὴν τοῦ σώματος σφίγξιν ποιεῖται· τῆς δὲ σφίγξεως, τὸ βαστάσαι τὸν κράββατον· ὥστε μὴ νομισθῆναι φαντασίαν εἶναι τὸ γεγενημένον. Καὶ οὐ πρότερον τοῦτο ποιεῖ, ἕως αὐτοὺς ἠρώτησε. Τί γὰρ, φησὶν, εὐκοπώτερόν ἐστιν εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δοκεῖ ῥᾷον ὑμῖν εἶναι, σῶμα σφίγξαι διῳκισμένον, ἢ ψυχῆς ἁμαρτήματα λῦσαι;

Εὔδηλον ὅτι σῶμα σφίγξαι. Ὅσῳ γὰρ ψυχὴ σώματος βελτίων, τοσούτῳ τὸ ἁμαρτήματα λῦσαι τούτου μεῖζον· ἀλλ᾽ ἐπειδὴ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερὸν, προστίθημι τὸ καταδεέστερον μὲν, φανερώτερον δέ· ἵνα καὶ τὸ μεῖζον καὶ τὸ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν, διὰ τῶν ἔργων προαποκαλύπτων ἤδη τὸ ὑπὸ τοῦ Ἰωάννου εἰρημένον, ὅτι αὐτὸς αἴρει τὰς ἁμαρτίας τοῦ κόσμου.

γʹ. Ἀναστήσας τοίνυν αὐτὸν, εἰς τὴν οἰκίαν πέμπει· πάλιν ἐνταῦθα τὸ ἄτυφον δεικνὺς, καὶ ὅτι οὐ φαντασία ἦν τὸ γεγενημένον· τοὺς γὰρ τῆς ἀῤῥωστίας μάρτυρας, τούτους ποιεῖται καὶ τῆς ὑγιείας. Ἐγὼ μὲν γὰρ ἐβουλόμην, φησὶ, διὰ τοῦ σοῦ πάθους καὶ τοὺς δοκοῦντας ὑγιαίνειν, νοσοῦντας δὲ τὴν διάνοιαν, θεραπεῦσαι· ἐπειδὴ δὲ οὐ βούλονται, ἄπιθι οἴκαδε, τοὺς ἐκεῖ διορθωσόμενος.

Ὁρᾷς πῶς δείκνυσι καὶ ψυχῆς καὶ σωμάτων αὐτὸν ὄντα δημιουργόν; Ἑκατέρας οὖν οὐσίας τὴν παράλυσιν ἰᾶται, καὶ τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ δῆλον ποιεῖ· ἀλλ᾽ ὅμως ἔτι χαμαὶ σύρονται. Ἰδόντες γὰρ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, φησὶν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις· προσίστατο γὰρ αὐτοῖς ἡ σάρξ. Αὐτὸς δὲ αὐτοῖς οὐκ ἐπετίμα, ἀλλὰ πρόεισι διὰ τῶν ἔργων ἐγείρων αὐτοὺς, καὶ ὑψηλὸν τὸ φρόνημα ποιῶν. Τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων εἶναι μείζω, καὶ παρὰ Θεοῦ ἥκειν.

Εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ᾽ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἂν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν. Ἀλλ᾽ οὐ κατέσχον ταῦτα σαφῶς· διὰ τοῦτο οὐδὲ προσελθεῖν ἠδυνήθησαν. Ἔλεγον γὰρ πάλιν· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· πῶς ἐστιν οὗτος παρὰ τοῦ Θεοῦ; Καὶ συνεχῶς αὐτὰ ἔστρεφον, τῶν οἰκείων παθῶν ταῦτα προβαλλόμενοι προκαλύμματα. Ὃ πολλοὶ καὶ νῦν ποιοῦσι, καὶ τὸν Θεὸν δοκοῦντες ἐκδικεῖν, οἰκεῖα πληροῦσι πάθη, δέον μετ᾽ ἐπιεικείας ἅπαντα μετιέναι.

Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς, σκηπτὸν δυνάμενος ἀφιέναι ἐπὶ τοὺς βλασφημοῦντας αὐτὸν, τὸν ἥλιον ἀνατέλλει, καὶ τοὺς ὄμβρους ἀφίησι, καὶ τὰ ἄλλα πάντα μετὰ δαψιλείας παρέχει· ὃν χρὴ καὶ ἡμᾶς μιμουμένους παρακαλεῖν, παραινεῖν, νουθετεῖν μετὰ πραότητος, οὐκ ὀργιζομένους, οὐδὲ ἐκθηριουμένους. Οὐδὲ γὰρ βλάβη τις εἰς τὸν Θεὸν ἀπὸ τῆς βλασφημίας ἐκβαίνει, ἵνα θυμωθῇς· ἀλλ᾽ ὁ βλασφημήσας αὐτὸς καὶ τὸ τραῦμα ἔλαβεν. Οὐκοῦν στέναξον, θρήνησον· καὶ γὰρ δακρύων ἄξιον τὸ πάθος. Καὶ τὸν τραυματισθέντα δὲ οὐδὲν οὕτως ὡς ἐπιείκεια θεραπεῦσαι δύναται. Ἐπιείκεια γὰρ πάσης βίας δυνατωτέρα. Ὅρα γοῦν πῶς αὐτὸς ἡμῖν ὁ ὑβρισμένος διαλέγεται, καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς· ἐκεῖ μὲν λέγων, Λαός μου, τί ἐποίησά σοι; ἐνταῦθα δὲ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Καὶ ὁ Παῦλος δὲ ἐν πραότητι κελεύει παιδεύειν τοὺς ἀντιδιατιθεμένους.

Καὶ τῷ Χριστῷ δὲ ἡνίκα προσῄεσαν οἱ μαθηταὶ ἀξιοῦντες πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, σφόδρα ἐπετίμησεν αὐτοῖς λέγων· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς. Καὶ ἐνταῦθα δὲ οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ γόητες ὑμεῖς· ὦ βάσκανοι καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροί· ἀλλὰ, Τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Δεῖ τοίνυν μετ᾽ ἐπιεικείας ἐξαίρειν τὸ νόσημα. Ὁ γὰρ φόβῳ γενόμενος ἀνθρωπίνῳ βελτίων, ταχέως ἐπανήξει πρὸς τὴν πονηρίαν πάλιν. Διὰ τοῦτο καὶ τὰ ζιζάνια ἀφεθῆναι ἐκέλευσε, διδοὺς προθεσμίαν μετανοίας. Πολλοὶ γοῦν αὐτῶν μετενόησαν, καὶ γεγόνασι σπουδαῖοι, πρότερον ὄντες φαῦλοι, οἷον ὁ Παῦλος, ὁ τελώνης, ὁ λῃστής· καὶ γὰρ ζιζάνια ὄντες οὗτοι σῖτος γεγόνασιν ὥριμος. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων τοῦτο ἀμήχανον· ἐπὶ δὲ τῆς προαιρέσεως ῥᾴδιόν τε καὶ εὔκολον· οὐ γὰρ φύσεως ὅροις αὕτη δέδεται, ἀλλ᾽ ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Ὅταν τοίνυν ἴδῃς ἐχθρὸν τῆς ἀληθείας, θεράπευσον, ἐπιμέλησαι, πρὸς ἀρετὴν ἐπανάγαγε, βίον ἐπιδεικνύμενος ἄριστον, λόγον παρεχόμενος ἀκατάγνωστον, προστασίαν καὶ κηδεμονίαν παρέχων, πάντα τρόπον κινῶν διορθώσεως, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος. Οὐδὲ γὰρ ἐκεῖνοι καθ᾽ ἕνα τρόπον θεραπεύουσι μόνον, ἀλλ᾽ ὅταν ἴδωσιν οὐκ εἶκον τὸ ἕλκος τῷ προτέρῳ φαρμάκῳ, προστιθέασιν ἕτερον, καὶ μετ᾽ ἐκεῖνο πάλιν ἄλλο· καὶ νῦν μὲν τέμνουσι, νῦν δὲ ἐπιδεσμοῦσι.

Καὶ σὺ τοίνυν ψυχῶν ἰατρὸς γενόμενος, πάντα κίνει θεραπείας τρόπον κατὰ τοὺς τοῦ Χριστοῦ νόμους, ἵνα καὶ τῆς σαυτοῦ σωτηρίας καὶ τῆς ἑτέρων ὠφελείας λάβῃς μισθὸν, εἰς δόξαν Θεοῦ πάντα ποιῶν, καὶ ταύτῃ καὶ αὐτὸς δοξαζόμενος. Τοὺς δοξάζοντας γάρ με δοξάσω, φησί· καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται.

Πάντα τοίνυν εἰς δόξαν αὐτοῦ πράττωμεν, ἵνα τῆς μακαρίας ἐκείνης ἐπιτύχωμεν λήξεως· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λʹ. Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον ἐπὶ τὸ τελώνιον καθήμενον, Ματθαῖον λεγόμενον· καὶ λέγει αὐτῷ· «Ἀκολούθει μοι.» αʹ. Ποιήσας γὰρ τὸ θαῦμα οὐκ ἐπέμεινεν, ἵνα μὴ τὸν ζῆλον ἐξάψῃ πλέον ὁρώμενος· ἀλλὰ χαρίζεται αὐτοῖς ἀναχωρῶν, καὶ τὸ πάθος παραμυθούμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μὴ ὁμόσε χωροῦντες τοῖς ἐπιβουλεύουσιν, ἀλλὰ παραμυθώμεθα αὐτῶν τὸ ἕλκος, ἐνδιδόντες καὶ χαλῶντες αὐτῶν τὸν τόνον. Ἀλλὰ τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ Ἰωάννου καὶ τῶν ἄλλων αὐτὸν ἐκάλεσεν;

Ὥσπερ ἐκεῖ τότε παρεγένετο, ὅτε ᾔδει τοὺς ἀνθρώπους πεισθησομένους· οὕτω καὶ τὸν Ματθαῖον τότε ἐκάλεσεν, ὅτε ἠπίστατο εἴξοντα. Διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. Ὁ γὰρ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδὼς, ᾔδει καὶ πότε ἔμελλεν ἕκαστος τούτων ὑπακούσεσθαι. Διὰ τοῦτο οὐκ ἐν προοιμίοις αὐτὸν ἐκάλει, ὅτε σκληρότερον ἔτι διέκειτο, ἀλλὰ μετὰ τὰ μυρία θαύματα, καὶ τὴν πολλὴν περὶ αὐτοῦ φήμην, ὅτε καὶ ἐπιτηδειότερον ᾔδει πρὸς τὴν ὑπακοὴν γεγενημένον.

Ἄξιον δὲ καὶ τοῦ εὐαγγελιστοῦ θαυμάσαι τὴν φιλοσοφίαν, πῶς οὐκ ἀποκρύπτεται αὐτοῦ τὸν ἔμπροσθεν βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ. Τίνος δὲ ἕνεκεν εἶπεν, ὅτι Ἐπὶ τὸ τελώνιον καθήμενον; Δεικνὺς τοῦ καλέσαντος τὴν δύναμιν, ὅτι οὐ λήξαντα, οὐδὲ ἀποστάντα τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ᾽ ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· καθάπερ οὖν καὶ τὸν μακάριον Παῦλον μαινόμενον καὶ λυττῶντα καὶ πῦρ ἀφιέντα μετέστησεν· ὅπερ οὖν καὶ αὐτὸς δεῖγμα ποιούμενος τῆς τοῦ καλέσαντος δυνάμεως, φησὶ Γαλάταις· Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τοὺς ἁλιέας δὲ ἐν μέσοις τοῖς ἔργοις ὄντας ἐκάλεσεν.

Ἀλλ᾽ ἐκεῖνο μὲν τέχνη τις ἦν οὐ διαβεβλημένη μὲν, ἀνθρώπων δὲ ἀγροικότερον διακειμένων, καὶ ἀμίκτων, καὶ πολὺ τὸ ἀφελὲς κεκτημένων· τοῦτο δὲ ἐπιτήδευμα ἀναισχυντίας γέμον ἦν καὶ ἰταμότητος, καὶ κέρδος οὐκ ἔχον πρόφασιν εὔλογον, καὶ ἐμπορία ἀναιδὴς, καὶ ἁρπαγὴ σχῆμα ἔχουσα ἔννομον· ἀλλ᾽ ὅμως οὐδὲν τούτων ἐπῃσχύνετο ὁ καλέσας. Καὶ τί λέγω, εἰ τελώνην οὐκ ἐπῃσχύνετο, ὅπου γε οὐδὲ πόρνην γυναῖκα οὐ μόνον καλέσαι οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ φιλῆσαι τοὺς πόδα, αὐτοῦ καὶ βρέξαι τοῖς δάκρυσι παρεῖχεν αὐτῇ; Καὶ γὰρ διὰ τοῦτο παραγέγονεν, οὐχ ἵνα σώματα θεραπεύσῃ μόνον, ἀλλ᾽ ἵνα καὶ ψυχῆς κακίαν ἰάσηται.

Ὃ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκε· καὶ δείξας σαφῶς, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε ἐπὶ τοῦτον ἔρχεται, ἵνα μηκέτι θορυβῶνται τελώνην ὁρῶντες εἰς τὸν τῶν μαθητῶν ἐγκρινόμενον χορόν. Ὁ γὰρ κύριος ὢν λῦσαι τὰ πεπλημμελημένα πάντα, τί θαυμάζεις εἰ καὶ τοῦτον ἀπόστολον ποιεῖ; Ἀλλ᾽ ὥσπερ εἶδες τοῦ καλέσαντος τὴν δύναμιν, οὕτω καταμάνθανε καὶ τοῦ κληθέντος τὴν ὑπακοήν. Οὔτε γὰρ ἀντέτεινεν, οὐδὲ ἀμφισβητῶν εἶπε· Τί τοῦτο; ἆρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖς; καὶ γὰρ ἄκαιρος αὕτη πάλιν ἡ ταπεινοφροσύνη· ἀλλ᾽ εὐθέως ὑπήκουσε, καὶ οὐδὲ οἴκαδε ἀπελθεῖν ἠξίωσε, καὶ τοῖς αὐτοῦ περὶ τούτου κοινώσασθαι, ὥσπερ οὖν οὐδὲ οἱ ἁλιεῖς· ἀλλ᾽ ὃν τρόπον ἐκεῖνοι τὸ δίκτυον καὶ τὸ πλοῖον καὶ τὸν πατέρα, οὕτω καὶ οὗτος τὴν τελωνείαν καὶ τὸ κέρδος ἀφεὶς εἵπετο, παρεσκευασμένην πρὸς ἅπαντα τὴν γνώμην ἐπιδεικνύμενος· καὶ πάντων ἀθρόως ἑαυτὸν ἀποῤῥηγνὺς τῶν βιωτικῶν, ἐμαρτύρει τῇ εὐκαιρίᾳ τοῦ καλέσαντος διὰ τῆς ἀπηρτισμένης ὑπακοῆς. Καὶ τί δήποτε, φησὶν, οὐχὶ καὶ περὶ τῶν ἄλλων εἶπεν ἡμῖν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν, ἀλλὰ περὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ Φιλίππου, περὶ δὲ τῶν ἄλλων οὐδαμοῦ; Ὅτι οὗτοι μάλιστα ἦσαν ἐν τοῖς ἀτόποις καὶ ταπεινοῖς ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελωνείας τι χεῖρον, οὔτε ἁλείας εὐτελέστερον. Ὅτι δὲ καὶ Φίλιππος τῶν σφόδρα ἀσήμων ἦν, ἀπὸ τῆς πατρίδος δῆλον.

Διὰ τοῦτο τούτους μάλιστα ἡμῖν ἀνακηρύττουσι μετὰ τῶν ἐπιτηδευμάτων, δηλοῦντες ὅτι καὶ ἐν τοῖς λαμπροῖς τῶν διηγημάτων τούτοις πιστεύειν χρή. Οἱ γὰρ τῶν δοκούντων ἐπονειδίστων εἶναι μηδὲν αἱρούμενοι παραλιπεῖν, ἀλλὰ πρὸ τῶν ἄλλων ταῦτα μετὰ ἀκριβείας ἀνακηρύττοντες, καὶ ἐπὶ τοῦ Διδασκάλου καὶ ἐπὶ τῶν μαθητῶν, πῶς ἂν εἶεν ἐπὶ τῶν σεμνῶν ὕποπτοι; καὶ μάλιστα ὅταν σημεῖα μὲν πολλὰ καὶ θαύματα παρατρέχωσι, τὰ δὲ ἐπὶ τοῦ σταυροῦ δοκοῦντα εἶναι ὀνείδη μετὰ ἀκριβείας βοῶσι· καὶ τῶν μαθητῶν τὰ ἐπιτηδεύματα καὶ τὰ ἐλαττώματα, καὶ τοῦ Διδασκάλου τοὺς προγόνους τοὺς ἐπὶ ἁμαρτήμασι βεβοημένους λαμπρὰ ἐκκαλύπτωσι τῇ φωνῇ; Ὅθεν δῆλον ὅτι πολὺν τῆς ἀληθείας ἐποιοῦντο λόγον, καὶ οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἐπίδειξιν ἔγραφον.

βʹ. Καλέσας τοίνυν αὐτὸν, καὶ τιμῇ μεγίστῃ τετίμηκε, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ταύτῃ γὰρ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὔελπιν ἐποίει· καὶ εἰς πλείονα παῤῥησίαν ἦγεν. Οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλ᾽ ἀθρόον ἰάσατο τὴν κακίαν. Καὶ οὐκ αὐτῷ συνανάκειται μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολλοῖς· καίτοι καὶ τοῦτο ἐδόκει αὐτοῦ ἔγκλημα εἶναι, ὅτι οὐκ ἀπεσόβησε τοὺς ἁμαρτωλούς.

Ἀλλ᾽ οὐδὲ τοῦτο κρύπτουσιν, οἷα ἐπισκήπτειν ἐπιχειροῦσι τοῖς παρ᾽ αὐτοῦ γινομένοις. Συνέρχονται δὲ οἱ τελῶναι ὡς πρὸς ὁμότεχνον· ἐγκαλλωπιζόμενος γὰρ τῇ εἰσόδῳ τῇ τοῦ Χριστοῦ, πάντας αὐτοὺς συνεκάλεσε. Καὶ γὰρ πᾶν εἶδος θεραπείας ὁ Χριστὸς ἐκίνει, καὶ οὐχὶ διαλεγόμενος μόνον, οὐδὲ θεραπεύων, οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν κακῶς διακειμένων· διὰ τούτων διδάσκων ἡμᾶς, ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν τὴν ὠφέλειαν.

Καίτοιγε τὰ παρακείμενα τότε ἐξ ἀδικίας ἦν καὶ πλεονεξίας· ἀλλ᾽ οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν, ἐπειδὴ μέγα τὸ κέρδος ἐντεῦθεν ἔμελλε γίνεσθαι, ἀλλὰ καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τοιαῦτα πεπλημμεληκόσι. Τοιοῦτος γὰρ ὁ ἰατρός· ἂν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάττει τῆς ἀῤῥωστίας αὐτούς. Καίτοιγε πονηρὰν ἐντεῦθεν ἔλαβε δόξαν, καὶ τῷ μετ᾽ αὐτοῦ φαγεῖν, καὶ τῷ ἐν τῇ οἰκίᾳ τῇ ἐκείνου, καὶ τῷ μετὰ πολλῶν τελωνῶν. Ὅρα γοῦν αὐτοὺς τοῦτο ὀνειδίζοντας· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.

Ἀκουέτωσαν ὅσοι μεγάλην ἐπὶ νηστείᾳ δόξαν ἑαυτοῖς περιτιθέναι σπουδάζουσιν, καὶ ἐννοείτωσαν ὅτι ὁ Δεσπότης ἡμῶν φάγος καὶ οἰνοπότης ἐκλήθη, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ πάντων ὑπερεώρα τούτων, ἵνα τὸ προκείμενον ἀνύσῃ· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ καὶ μετεβάλετο ὁ τελώνης, καὶ βελτίων οὕτως ἐγένετο. Καὶ ἵνα μάθῃς, ὅτι μέγα τοῦτο ἤνυσε τὸ κοινωνῆσαι αὐτῷ τῆς τραπέζης, ἄκουσον τί φησιν ὁ Ζακχαῖος, ἕτερος πάλιν τελώνης.

Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, ὑπὸ τῆς ἡδονῆς πτερωθεὶς, Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι πτωχοῖς, φησὶ, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Καὶ πρὸς αὐτὸν ὁ Ἰησοῦς φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο.

Οὕτω διὰ πάντων ἔνεστι παιδεύειν. Καὶ πῶς ὁ Παῦλος, φησὶ, κελεύει, ἐάν τις, ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν; Μάλιστα μὲν οὔπω δῆλον, εἰ καὶ διδασκάλοις ταῦτα παραινεῖ, ἀλλ᾽ οὐχὶ ἀδελφοῖς μόνοις. Ἔπειτα, οὗτοι οὔπω τῶν ἀπηρτισμένων ἦσαν, οὐδὲ ἀδελφῶν γεγενημένων.

Πρὸς δὲ τούτοις ὁ Παῦλος καὶ τοὺς ἀδελφοὺς γεγενημένους τότε ἀποστρέφεσθαι κελεύει, ὅταν ἐπιμένωσιν· οὗτοι δὲ ἦσαν παυσάμενοι λοιπὸν καὶ μεταβαλόμενοι. Ἀλλ᾽ οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν, ἀλλ᾽ ἐγκαλοῦσι τοῖς μαθηταῖς λέγοντες· Διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ ὅταν μὲν αὐτοὶ δοκῶσιν ἁμαρτάνειν, αὐτῷ ἐντυγχάνουσι λέγοντες· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ· ἐνταῦθα δὲ πρὸς αὐτοὺς αὐτὸν διαβάλλουσιν. Ἅπερ πάντα κακουργούντων ἦν καὶ βουλομένων ἀποῤῥῆξαι τοῦ διδασκάλου τὸν χορὸν τῶν μαθητῶν.

Τί οὖν ἡ ἄπειρος σοφία; Οὐ χρείαν ἔχουσι, φησὶν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Ὅρα πῶς αὐτῶν εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. Ἐκεῖνοι μὲν γὰρ ἔγκλημα ἐποιοῦντο τὸ συγγίνεσθαι αὐτὸν τούτοις· αὐτὸς δὲ τοὐναντίον φησὶν, ὅτι τὸ μὴ συγγίνεσθαι ἀνάξιον αὐτοῦ καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ οὐ μόνον ἐγκλήματος ἐκτὸς τὸ τοὺς τοιούτους διορθοῦν, ἀλλὰ προηγούμενον καὶ ἀναγκαῖον καὶ μυρίων ἄξιον ἐπαίνων. Εἶτα ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς κληθέντας τῷ λέγειν, οἱ κακῶς ἔχοντες, ὅρα πῶς αὐτὸ παραμυθεῖται πάλιν, ἐπιτιμῶν αὐτοῖς καὶ λέγων· Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τοῦτο δὲ ἔλεγε, τὴν τῶν Γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων. Διὸ καὶ πληκτικώτερον κέχρηται τῷ λόγῳ, οὐχὶ αὐτὸς ὀργιζόμενος· μὴ γένοιτο· ἀλλ᾽ ὥστε ἐκείνους μὴ ἐξαπορηθῆναι. Καίτοιγε ἠδύνατο εἰπεῖν· Οὐκ ἐνενοήσατε, πῶς ἔλυσα τὰς ἁμαρτίας τοῦ παραλυτικοῦ; πῶς τὸ σῶμα ἔσφιγξα; Ἀλλ᾽ οὐ λέγει τούτων οὐδέν· ἀλλ᾽ ἀπὸ τῶν κοινῶν λογισμῶν πρῶτον αὐτοῖς διαλέγεται, καὶ τότε ἀπὸ τῶν Γραφῶν. Εἰπὼν γὰρ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες, καὶ λανθανόντως δείξας ἑαυτὸν ὄντα τὸν ἰατρὸν, τότε εἶπε· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν.

Οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Πρότερον ἀπὸ τῶν κοινῶν παραδειγμάτων τὸν λόγον κατασκευάσας, καὶ εἰπών· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει τότε καὶ τὰς Γραφὰς ἐπήγαγε λέγων· Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ πάλιν, Οὕτως ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Πρὸς δὲ τοὺς μαθητὰς οὐχ οὕτως· ἀλλὰ τῶν σημείων ἀναμιμνήσκει οὕτω λέγων· Οὔπω μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε;

γʹ. Ἀλλ᾽ οὐ πρὸς τούτους οὕτως· ἀλλὰ τῆς ἀσθενείας ἀναμιμνήσκει τῆς κοινῆς, καὶ δείκνυσι καὶ αὐτοὺς ὄντας τῶν ἀσθενούντων, οἴγε οὐδὲ τὰς Γραφὰς ᾔδεσαν, καὶ πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ὃ καὶ σφόδρα αὐτοὺς αἰνιττόμενος, τὸ διὰ τῶν προφητῶν πάντων εἰρημένον ἐν βραχεῖ τίθησι, λέγων· Μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν.

Διὰ γὰρ τούτων δείκνυσιν οὐκ αὐτὸν ὄντα τὸν παρανομοῦντα, ἀλλ᾽ ἐκείνους· ὡσανεὶ ἔλεγε· Τίνος ἕνεκεν ἐγκαλεῖτέ μοι· ὅτι ἁμαρτωλοὺς διορθοῦμαι; Οὐκοῦν καὶ τῷ Πατρὶ τοῦτο ἐγκαλέσετε. Ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῦτο κατασκευάζων ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἐνταῦθα πάλιν· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὥσπερ γὰρ ἐκεῖνος τοῦτο βούλεται, φησὶν, οὕτω καὶ ἐγώ. Ὁρᾷς πῶς ἐκεῖνα μὲν περιττὰ, ταῦτα δὲ ἀναγκαῖα; Οὐδὲ γὰρ εἶπεν, Ἔλεον θέλω καὶ θυσίαν, ἀλλ᾽, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τὸ μὲν γὰρ ἐνέκρινε, τὸ δὲ ἐξέβαλε· καὶ ἀπέδειξεν οὐ μόνον οὐ κεκωλυμένον ὅπερ ἐνεκάλουν, ἀλλὰ καὶ νενομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας· καὶ τὴν Παλαιὰν αὐτὴν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν. Καθαψάμενος τοίνυν αὐτῶν καὶ ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων, καὶ ἀπὸ τῶν Γραφῶν, ἐπάγει πάλιν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ταῦτα δὲ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει, ὡς ὅταν λέγῃ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. Ὅτι γὰρ οὐδεὶς δίκαιος ἦν ἐπὶ τῆς γῆς, Παῦλος ἐδήλωσεν εἰπών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τοῦτο δὲ καὶ ἐκείνους παρεμυθήσατο τοὺς κεκλημένους. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, τοῦ βδελύξασθαι ἁμαρτωλοὺς, ὅτι καὶ δι᾽ αὐτοὺς παραγέγονα μόνους. Εἶτα, ἵνα μὴ ὑπτιωτέρους ἐργάσηται, εἰπὼν ἁμαρτωλοὺς, οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, εἰς μετάνοιαν. Οὐ γὰρ ὥστε ἁμαρτωλοὺς μεῖναι παρεγενόμην, ἀλλ᾽ ὥστε μεταβαλέσθαι καὶ γενέσθαι βελτίους.

Ἐπεὶ οὖν πάντοθεν ἐπεστόμισε, καὶ ἀπὸ τῶν Γραφῶν, καὶ ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας, καὶ οὐδὲν ἔσχον εἰπεῖν, ὑπεύθυνοι τοῖς ἐγκλήμασι φανέντες, οἷς ἐπήγαγον αὐτῷ, καὶ ἐναντίοι τῷ νόμῳ καὶ τῇ Παλαιᾷ ἀφέντες αὐτὸν, πάλιν ἐπὶ τοὺς μαθητὰς τὸ ἔγκλημα μεταφέρουσι Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι οἱ Φαρισαῖοι εἶπον· οὗτος δὲ, ὅτι οἱ μαθηταὶ Ἰωάννου· εἰκὸς δὲ καὶ ἀμφοτέρους ταῦτα εἰρηκέναι. Ἐξαπορηθέντες γὰρ ἐκείνους, ὡς εἰκὸς, μεθ᾽ ἑαυτῶν λαμβάνουσιν, ὅπερ καὶ ἐπὶ τῶν Ἡρωδιανῶν ὕστερον ἐποίησαν. Καὶ γὰρ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον οἱ Ἰωάννου μαθηταὶ, καὶ ἀπεναντίας αὐτῷ διελέγοντο· τότε μόνον ταπεινωθέντες, ὅτε ἐν ἀρχῇ τὸ δεσμωτήριον ᾤκησεν Ἰωάννης. Ἐλθόντες γοῦν τότε ἀνήγγειλαν τῷ Ἰησοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τὴν προτέραν ἐπανῆλθον βασκανίαν. Τί οὖν φασι; Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; Τοῦτό ἐστι τὸ νόσημα, ὃ πάλαι ἐξέκοπτεν ὁ Χριστὸς, λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, τὰ ἐξ αὐτοῦ τικτόμενα κακὰ προειδώς, Ἀλλ᾽ οὐδὲ τούτοις ἐπιτιμᾷ, οὐδὲ λέγει· Ὦ κενόδοξοι καὶ περιττοί· ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς ἁπάσης διαλέγεται, λέγων· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἕως ἂν μετ᾽ αὐτῶν ὁ νυμφίος ἐστίν.

Ὅτε μὲν γὰρ ὑπὲρ ἑτέρων ὁ λόγος ἦν, τῶν τελωνῶν λέγω, ἵνα αὐτῶν παραμυθήσηται πληγεῖσαν τὴν ψυχὴν, σφοδρότερον ἐπετίμησε τοῖς ὀνειδίσασιν· ἔνθα δὲ αὐτὸν καὶ τοὺς μαθητὰς ἔσκωπτον, μετὰ ἐπιεικείας ἁπάσης ποιεῖται τὴν ἀπάντησιν. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστιν· Ἔστω, σὺ, φησὶν, ὡς ἰατρὸς ταῦτα ποιεῖς· τί καὶ οἱ μαθηταὶ τὸ νηστεύειν ἀφέντες ταῖς τοιαύταις τραπέζαις προσέχουσιν; Εἶτα ἵνα μείζω ποιήσωσι τὴν κατηγορίαν, πρώτους ἑαυτοὺς τιθέασι, καὶ τότε τοὺς Φαρισαίους, τῇ συγκρίσει τὸ ἔγκλημα αὐξῆσαι βουλόμενοι. Καὶ γὰρ καὶ ἡμεῖς, φησὶ, καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά.

Καὶ γὰρ ἐνήστευον, οἱ μὲν παρὰ Ἰωάννου μαθόντες, οἱ δὲ ἀπὸ τοῦ νόμου· ὥσπερ οὖν καὶ ὁ Φαρισαῖος ἔλεγε· Νηστεύω δὶς τῆς ἑβδομάδος. Τί οὖν φησιν ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; Πρότερον μὲν ἰατρὸν ἑαυτὸν ἐκάλεσεν, ἐνταῦθα δὲ νυμφίον, τὰ ἀπόῤῥητα μυστήρια διὰ τῶν ὀνομάτων τούτων ἀποκαλύπτων.

Καίτοιγε ἐνῆν πληκτικώτερον πρὸς αὐτοὺς εἰπεῖν, ὅτι Οὐκ ἐστὲ τούτων κύριοι ὑμεῖς, ὥστε τοιαῦτα νομοθετεῖν. Τί γὰρ ὄφελος τῆς νηστείας, ὅταν πονηρίας ᾖ γέμουσα ἡ διάνοια; ὅταν ἑτέροις ἐγκαλῆτε; ὅταν κατακρίνητε, δοκοὺς περιφέροντες ἐπὶ τῶν ὀφθαλμῶν, καὶ πρὸς ἐπίδειξιν πάντα ποιῆτε; Πρὸ γὰρ τούτων ἁπάντων κενοδοξίαν ἐκβάλλειν ἐχρῆν, καὶ τὰ ἄλλα κατορθοῦν ἅπαντα, ἀγάπην, πραότητα, φιλαδελφίαν. Ἀλλ᾽ οὐδὲν τούτων φησὶν, ἀλλὰ μετ᾽ ἐπιεικείας ἁπάσης· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος· ἀναμιμνήσκων αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι᾽ ὧν ἔλεγεν· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι· Χαρᾶς ὁ παρὼν καιρὸς καὶ εὐφροσύνης· μὴ τοίνυν ἐπείσαγε τὰ σκυθρωπά. Καὶ γὰρ σκυθρωπὸν ἡ νηστεία, οὐ τῇ φύσει, ἀλλ᾽ ἐκείνοις τοῖς ἀσθενέστερον ἔτι διακειμένοις· ὡς τοῖς γε φιλοσοφεῖν ἐθέλουσι καὶ σφόδρα ἡδὺ τὸ πρᾶγμα καὶ ποθεινόν. Ὥσπερ γὰρ τοῦ σώματος ὑγιαίνοντος, πολλὴ ἡ εὐφροσύνη· οὕτω τῆς ψυχῆς εὖ διακειμένης, μείζων ἡ ἡδονή. Ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἐκείνων ταῦτά φησιν. Οὕτω καὶ Ἡσαΐας περὶ αὐτῆς διαλεγόμενος, ταπείνωσιν ψυχῆς αὐτὴν καλεῖ, καὶ Μωϋσῆς δὲ ὁμοίως.

δʹ. Οὐ μὴν ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, λέγων· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι. Διὰ γὰρ τούτων δείκνυσιν, ὅτι οὐ γαστριμαργίας τὸ γινόμενον ἦν, ἀλλ᾽ οἰκονομίας τινὸς θαυμαστῆς· ἅμα δὲ καὶ τὸν περὶ τοῦ πάθους προκαταβάλλεται λόγον, ἐν ταῖς πρὸς ἑτέρους ἀντιλογίαις παιδεύων τοὺς μαθητὰς, καὶ γυμνάζων μελετᾷν ἤδη ἐν τοῖς δοκοῦσιν εἶναι σκυθρωποῖς.

Πρὸς μὲν γὰρ αὐτοὺς ἤδη τοῦτο εἰπεῖν, φορτικὸν ἦν καὶ ἐπαχθὲς, ὅπου γε καὶ μετὰ ταῦτα λεχθὲν αὐτοὺς ἐθορύβησε· πρὸς δὲ ἑτέρους λεγόμενον, ἀνεπαχθέστερον τούτοις μᾶλλον ἐγίνετο. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἐπὶ τῷ πάθει Ἰωάννου μέγα φρονεῖν, καὶ τοῦτο ἐντεῦθεν καταστέλλει τὸ φύσημα· τὸν μέντοι περὶ τῆς ἀναστάσεως λόγον οὔπω προστίθησι· οὐδέπω γὰρ ἦν καιρός. Τοῦτο μὲν γὰρ κατὰ φύσιν ἦν, τὸ ἄνθρωπον νομιζόμενον εἶναι ἀποθανεῖν, ἐκεῖνο δὲ ὑπὲρ φύσιν. Εἶτα ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ.

Ὥσπερ γὰρ ἐπιχειροῦντας αὐτὸν δεῖξαι ἐγκλήμασιν ὄντα ὑπεύθυνον τῷ μετὰ ἁμαρτωλῶν ἐσθίειν, ἔπεισε τοὐναντίον, ὅτι οὐ μόνον οὐκ ἔγκλημα, ἀλλὰ καὶ ἔπαινος τὸ γινόμενον ἦν· οὕτω καὶ ἐνταῦθα βουλομένους αὐτοὺς ἀποφῆναι αὐτὸν, ὅτι οὐκ οἶδε κεχρῆσθαι τοῖς μαθηταῖς, δείκνυσιν ὅτι τὸ ταῦτα λέγειν οὐκ εἰδότων ἐστὶ κεχρῆσθαι τοῖς ἑπομένοις, ἀλλ᾽ ἁπλῶς ἐγκαλούντων. Οὐδεὶς γὰρ ἐπιβάλλει, φησὶν, ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ. Πάλιν ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων κατασκευάζει τὸν λόγον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ, ἀλλ᾽ ἔτι πολλῆς δέονται συγκαταβάσεως· οὔπω διὰ τοῦ Πνεύματος ἀνεκαινίσθησαν. Οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι ἐπιταγμάτων. Ταῦτα δὲ ἔλεγε, νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς, ἵν᾽ ὅταν μέλλωσι μαθητὰς λαμβάνειν τοὺς ἐκ τῆς οἰκουμένης ἅπαντας, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται τῆς ἡμερότητος. Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἶδες τὰ ὑποδείγματα τῇ Παλαιᾷ ἐοικότα; τὸ ἱμάτιον; τοὺς ἀσκούς; Καὶ γὰρ ὁ Ἱερεμίας περίζωμα τὸν λαόν φησι, καὶ πάλιν ἀσκῶν μέμνηται καὶ οἴνου. Ἐπειδὴ γὰρ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης, ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα.

Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν, ὅτι καὶ τὸ καινὸν σχίζεται, ἐὰν ἐπιβάλῃς αὐτὸ τῷ παλαιῷ. Ὁρᾷς ὅτι οὐ μόνον οὐδὲν γίνεται ὄφελος, ἀλλὰ καὶ πλείων ἡ ζημία; Καὶ λέγει μὲν τὸ παρὸν, προαναφωνεῖ δὲ τὸ μέλλον· οἷον ὅτι καινοὶ μετὰ ταῦτα ἔσονται· ἕως δ᾽ ἂν τοῦτο γένηται, οὐδὲν αὐστηρὸν αὐτοῖς ἐπιτάττειν χρὴ καὶ βαρύ. Ὁ γὰρ πρὸ καιροῦ ζητῶν, φησὶ, τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ. Τοῦτο δὲ οὐ παρὰ τὸν οἶνον συμβαίνει, οὐδὲ παρὰ τοὺς ὑποδεχομένους, ἀλλὰ παρὰ τὴν ἀκαιρίαν τῶν ἐμβαλλόντων. Ἐντεῦθεν ἡμᾶς καὶ τὴν αἰτίαν ἐδίδαξε τῶν ταπεινῶν ῥημάτων, ὧν συνεχῶς πρὸς αὐτοὺς διελέγετο. Διὰ γὰρ τὴν ἀσθένειαν αὐτῶν πολλὰ ἔλεγε καταδεέστερα τῆς ἀξίας τῆς ἑαυτοῦ· ὅπερ οὖν καὶ ὁ Ἰωάννης ἐνδεικνύμενος αὐτὸν εἰρηκέναι, φησί· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Ἵνα γὰρ μὴ νομίσωσι ταῦτα εἶναι μόνον ἅπερ εἶπεν, ἀλλὰ καὶ ἕτερα πολλῷ μείζονα φαντάζωνται, τὴν ἀσθένειαν αὐτῶν εἰς τὸ μέσον τέθεικεν, ἐπαγγειλάμενος, ὅταν γένωνται ἰσχυροὶ, κἀκεῖνα ἐρεῖν· ὅπερ οὖν καὶ ἐνταῦθά φησιν· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι.

Μὴ τοίνυν μηδὲ ἡμεῖς πάντα παρὰ πάντων ἀπαιτῶμεν ἐν προοιμίοις, ἀλλ᾽ ὅσα δυνατόν· καὶ ταχέως καὶ ἐπ᾽ ἐκεῖνα ἥξομεν. Εἰ δὲ ἐπείγῃ καὶ σπεύδεις, δι᾽ αὐτὸ τοῦτο μὴ ἐπείγου, ἐπειδὴ σπεύδεις. Εἰ δὲ αἴνιγμά σοι τὸ εἰρημένον δοκεῖ εἶναι, ἀπ᾽ αὐτῆς αὐτὸ τῶν πραγμάτων μάνθανε τῆς φύσεως, καὶ τότε ὄψει αὐτοῦ τὴν δύναμιν ἅπασαν. Καὶ μηδείς σε τῶν ἀκαίρως ἐγκαλούντων κινείτω· ἐπεὶ καὶ ἐνταῦθα Φαρισαῖοι οἱ ἐγκαλοῦντες ἦσαν, καὶ μαθηταὶ οἱ ὀνειδιζόμενοι.

εʹ. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων ἔπεισε τὸν Χριστὸν μεταθεῖναι τὴν δόξαν, οὐδὲ εἶπεν· Αἰσχύνη ἐστὶ τούτους νηστεύειν καὶ τούτους μὴ νηστεύειν. Ἀλλ᾽ ὥσπερ ὁ ἄριστος κυβερνήτης οὐ τοῖς ταραττομένοις κύμασιν, ἀλλὰ τῇ οἰκείᾳ τέχνῃ προσέχει· οὕτω καὶ ὁ Χριστὸς τότε ἐποίησε. Καὶ γὰρ αἰσχύνη ἦν, οὐ τὸ μὴ νηστεύειν αὐτοὺς, ἀλλὰ τὸ διὰ τὴν νηστείαν ἐν τοῖς καιρίοις πληγῆναι, καὶ ἀποσχισθῆναι, καὶ διαῤῥαγῆναι.

Ἅπερ οὖν καὶ ἡμεῖς ἐννοοῦντες, οὕτω τοῖς οἰκείοις χρώμεθα πᾶσι. Κἂν γυναῖκα φιλόκοσμον ἔχῃς, πρὸς ἐπιτρίμματα κεχηνυῖαν καὶ ἀνεπτερωμένην, καὶ πολλῇ τρυφῇ διαχεομένην, καὶ λάλον, καὶ ἀνόητον· καίτοιγε οὐκ ἔνι ταῦτα πάντα εἰς γυναῖκα μίαν συνεμπεσεῖν· πλὴν ἀλλὰ διαπλάσωμεν τῷ λόγῳ γυναῖκα τοιαύτην.

Τί οὖν ὅτι γυναῖκα, φησὶ, καὶ οὐχὶ ἄνδρα διαπλάττεις; Εἰσὶ καὶ ἄνδρες ταύτης χείρους τῆς γυναικός. Ἀλλ᾽ ἐπειδὴ ἀνδράσιν ἡ ἐπιστασία ἐγκεχείρισται, διὰ τοῦτο γυναῖκα διαπλάττομεν τέως, οὐχ ὡς ἐκεῖ τῆς κακίας πλεοναζούσης. Πολλὰ γὰρ καὶ παρὰ ἀνδράσιν ἔστιν εὑρεῖν, ἃ παρὰ γυναιξὶν οὐκ ἔστιν, οἷον ἀνδροφονίαν, τυμβωρυχίαν, θηριομαχίαν, καὶ πολλὰ τοιαῦτα. Μὴ τοίνυν νομίσητε τὸ γένος ἡμᾶς ἐξευτελίζοντας ταῦτα ποιεῖν· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ᾽ οὕτω χρήσιμον τέως ὑπογράψαι τὴν εἰκόνα. Ὑποκείσθω τοίνυν ἡμῖν γυνὴ τοιαύτη, καὶ σπουδαζέτω παντὶ τρόπῳ αὐτὴν διορθοῦσθαι ὁ ἀνήρ. Πῶς οὖν αὐτὴν διορθώσεται; Μὴ πάντα ἀθρόον ἐπιτάττων, ἀλλὰ τὰ κουφότερα πρότερον, καὶ οἷς οὐ σφόδρα κατέχεται. Ἂν γὰρ τὸ πᾶν ἐπείξῃς αὐτὴν κατορθῶσαι ἐξ ἀρχῆς, τὸ πᾶν ἀπώλεσας. Μὴ τοίνυν περιέλῃς τὰ χρυσία εὐθέως, ἀλλ᾽ ἄφες ἔχειν καὶ περικεῖσθαι τέως· δοκεῖ γὰρ τοῦτο ἔλαττον εἶναι κακὸν τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν. Πρότερον τοίνυν ἐκεῖνα ἀναιρείσθω· καὶ μηδὲ ἐκεῖνα φόβῳ καὶ ἀπειλῇ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ διὰ τῆς ἑτέρων κατηγορίας, καὶ διὰ τῆς σῆς ψήφου καὶ γνώμης. Καὶ λέγε πρὸς αὐτὴν συνεχῶς, ὅτι Σοὶ οὐκ ἔστιν ἐπέραστος ἡ ὄψις οὕτω καλλωπιζομένη, ἀλλὰ καὶ σφόδρα ἀηδής· καὶ πεῖθε μάλιστα ὅτι σε τοῦτο λυπεῖ.

Καὶ μετὰ τὴν σὴν ψῆφον, καὶ τὴν παρ᾽ ἑτέρων δόξαν εἴσαγε, καὶ λέγε, ὅτι καὶ τὰς εὐμόρφους τοῦτο ἀφανίζειν εἴωθεν, ἵνα τὸ πάθος ἐξέλῃς. Καὶ μηδὲν μηδέπω περὶ γεέννης εἴπῃς, μηδὲ περὶ βασιλείας· εἰκῆ γὰρ ταῦτα ἐρεῖς· ἀλλὰ πεῖσον αὐτὴν, ὅτι σε τέρπει μᾶλλον γυμνὸν ἐπιδεικνῦσα τοῦ Θεοῦ τὸ ἔργον· ἡ δὲ βασανίζουσα τὴν ὄψιν, καὶ κατατείνουσα, καὶ κονιῶσα, οὐδὲ παρὰ τοῖς πολλοῖς φαίνεται καλὴ καὶ εὐειδής. Πρότερον δὲ τοῖς κοινοῖς λογισμοῖς καὶ ταῖς πάντων ψήφοις τὸ νόσημα ἔκβαλλε· καὶ ὅταν τούτοις καταμαλάξῃς τοῖς λόγοις, καὶ ἐκεῖνα προστίθει. Κἂν ἅπαξ εἴπῃς, καὶ μὴ πείσῃς, καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις τὰ αὐτὰ ἐπαντλῶν ῥήματα μὴ ἀποκάμῃς· μὴ μέντοι μετὰ ἐπαχθείας τινὸς, ἀλλὰ μετὰ χαριεντισμοῦ· καὶ νῦν μὲν ἀποστρέφου, νῦν δὲ κολάκευε καὶ θεράπευε. Οὐχ ὁρᾷς τοὺς ζωγράφους πόσα ἐξαλείφουσι, πόσα παρεγγράφουσιν ὅταν ὄψιν ποιῶσι καλήν· Μὴ γίνου τοίνυν ἐκείνων χείρων.

Εἰ γὰρ ἐκεῖνοι σώματος εἰκόνα γράφοντες τοσαύτῃ κέχρηνται τῇ σπουδῇ· πόσῳ μᾶλλον ἡμᾶς ψυχὴν διαπλάττοντας πᾶσαν ἂν εἴη δίκαιον κινεῖν μηχανήν. Ἂν γὰρ καλῶς τῆς ψυχῆς ταύτης διαπλάσῃς τὴν ὄψιν, οὐκ ὄψει τὸ τοῦ σώματος ἀσχημονοῦν πρόσωπον, οὐδὲ ᾑμαγμένα χείλη, οὐδὲ στόμα ἄρκτου αἵματι πεφοινιγμένῳ προσεοικὸς, οὐδὲ ἠσβολωμένας ὀφρῦς ὡς ἀπὸ χύτρας τινὸς, οὐδὲ κεκονιαμένας παρειὰς κατὰ τοὺς τοίχους τῶν τάφων. Πάντα γὰρ ταῦτα ἀσβόλη καὶ τέφρα καὶ κόνις, καὶ ἐσχάτης δυσειδείας γνωρίσματα.

ϛʹ. Ἀλλὰ γὰρ οὐκ οἶδ᾽ ὅπως ἔλαθον εἰς τούτους ἐξενεχθεὶς τοὺς λόγους, καὶ ἑτέρῳ παραινῶν ὥστε διδάσκειν μετ᾽ ἐπιεικείας, αὐτὸς εἰς ὀργὴν ἐξεκυλίσθην. Οὐκοῦν ἐπανίωμεν πάλιν πρὸς τὴν ἡμερωτέραν παραίνεσιν, καὶ πάντα φέρωμεν τὰ ἐλαττώματα τῶν γυναικῶν, ἵνα κατορθώσωμεν ὃ βουλόμεθα. Οὐχ ὁρᾷς πῶς τὰ παιδία φέρομεν κλαίοντα, ὅταν αὐτὰ τῆς θηλῆς ἀπάγειν βουλώμεθα, καὶ πάντα ὑπομένομεν δι᾽ ἐκεῖνο μόνον, ἵνα αὐτὰ πείσωμεν καταφρονεῖν τῆς προτέρας τραπέζης; Οὕτω καὶ ἐνταῦθα ποιῶμεν· πάντων ἀνεχώμεθα τῶν ἄλλων, ἵνα τοῦτο κατορθώσωμεν. Ὅταν γὰρ τοῦτο διορθωθῇ, ὄψει καὶ τὸ ἕτερον ὁδῷ προβαίνων, καὶ ἐπὶ τὰ χρυσία πάλιν ἥξεις, καὶ τῷ αὐτῷ τρόπῳ καὶ περὶ τούτων ὁμοίως διαλέξῃ καὶ οὕτω κατὰ μικρὸν ῥυθμίζων τὴν γυναῖκα. ἔσῃ ζωγράφος κάλλιστος, δοῦλος πιστὸς, γεωργὸς ἄριστος. Μετὰ τούτων· ἀναμίμνησκε αὐτὴν καὶ τῶν παλαιῶν γυναικῶν, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας, καὶ τῶν εὐμόρφων καὶ τῶν οὐ τοιούτων, καὶ δείκνυ πάσας ὁμοίως σωφρονούσας. Καὶ γὰρ Λεία ἡ τοῦ πατριάρχου γυνὴ οὐκ οὖσα εὔμορφος, οὐκ ἠναγκάσθη τοιοῦτον οὐδὲν ἐπινοῆσαι, ἀλλὰ καὶ δυσειδὴς οὖσα, καὶ οὐ σφόδρα φιλουμένη παρὰ τοῦ συνοικοῦντος, οὔτε ἐπενόησέ τι τοιοῦτον, οὔτε τὴν ὄψιν διέφθειρεν, ἀλλ᾽ ἔμενεν ἀκέραιον διατηροῦσα τὸν χαρακτῆρα, καὶ ταῦτα ὑπὸ Ἑλλήνων τραφεῖσα.

Σὺ δὲ ἡ πιστὴ, ἡ τὸν Χριστὸν ἔχουσα κεφαλὴν, σατανικὴν ἐπεισάγεις ἡμῖν μηχανήν; καὶ οὐκ ἀναμιμνήσκῃ τοῦ ὕδατος τοῦ περικλύσαντός σου τὴν ὄψιν, τῆς θυσίας τῆς κοσμούσης σου τὰ χείλη, τοῦ αἵματος τοῦ φοινίξαντός σου τὴν γλῶτταν;

Ἂν γὰρ ταῦτα πάντα ἐννοήσῃς, κἂν μυριάκις φιλόκοσμος ᾖς, οὐ τολμήσεις, οὐδὲ ἀνέξῃ τὸν κονιορτὸν καὶ τὴν τέφραν ἐκείνην ἐπιβαλεῖν. Μάθε ὅτι τῷ Χριστῷ ἡρμόσθης, καὶ ἀπόστηθι τῆς ἀσχημοσύνης ταύτης. Οὐδὲ γὰρ τέρπεται τοῖς χρώμασι τούτοις, ἀλλ᾽ ἕτερον ἐπιζητεῖ κάλλος, οὗ καὶ σφοδρός ἐστιν ἐραστὴς, τὸ ἐν τῇ ψυχῇ λέγω. Τοῦτό σοι καὶ ὁ προφήτης ἀσκεῖν ἐκέλευσε, καὶ ἔλεγε· Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ τοίνυν περιττὰ ἀσχημονῶμεν.

Οὐδὲ γὰρ ἀτελές τι τῶν ἔργων ἐστὶ τοῦ Θεοῦ, οὐδὲ διορθώσεως δεῖται τῆς παρὰ σοῦ. Οὐδὲ γὰρ εἰ βασιλικῇ τις εἰκόνι μετὰ τὸ ἀναστῆναι προσθεῖναι ἐπιχειρήσειε τὰ παρ᾽ ἑαυτοῦ, ἀσφαλὴς ἡ ἐπιχείρησις, ἀλλὰ τὸν ἔσχατον ὑποστήσεται κίνδυνον. Εἶτα ἄνθρωπος μὲν ἐργάζεται, καὶ οὐ προστιθεῖς· Θεὸς δὲ ἐργάζεται. καὶ διορθοῦσαι; Καὶ οὐκ ἐννοεῖς τῆς γεέννης τὸ πῦρ; οὐκ ἐννοεῖς τῆς ψυχῆς τὴν ἐρημίαν; Διὰ γὰρ τοῦτο ἐκείνη ἠμέληται, ἐπειδὴ πᾶσα εἰς τὴν σάρκα ἡ σπουδὴ κενοῦται. Καὶ τί λέγω τὴν ψυχήν; Καὶ γὰρ αὐτῇ τῇ σαρκὶ τἀναντία συμβαίνει ἅπαντα, ὧν ἐσπουδάκατε.

Σκόπει δέ. Βούλει καλὴ φαίνεσθαι; Τοῦτό σε ἄμορφον δείκνυσι. Βούλει ἀρέσαι τῷ ἀνδρί; Τοῦτο αὐτὸν μᾶλλον λυπεῖ· καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἔξω κατηγόρους παρασκευάζει γενέσθαι. Βούλει νέα φαίνεσθαι;

Τοῦτό σε ταχέως εἰς γῆρας ἄξει. Βούλει καλλωπίζεσθαι; Τοῦτό σε αἰσχύνεσθαι ποιεῖ. Ἡ γὰρ τοιαύτη οὐχὶ τὰς ὁμοτίμους μόνον, ἀλλὰ καὶ τῶν θεραπαινίδων τὰς συνειδυίας καὶ τῶν οἰκετῶν τοὺς ἐπισταμένους αἰσχύνεται· καὶ πρό γε πάντων ἑαυτήν. Ἀλλὰ τί δεῖ λέγειν ταῦτα;

Τὸ γὰρ πάντων χαλεπώτερον παρῆκα νῦν, ὅτι τῷ Θεῷ προσκρούεις, ὅτι σωφροσύνην ὑπορύττεις, ὅτι ζηλοτυπίας ἀνάπτεις φλόγα, ὅτι τὰς ἐπὶ τοῦ στέγους ζηλοῖς πορνευομένας γυναῖκας. Ταῦτ᾽ οὖν ἅπαντα λογισάμεναι, καταγελάσατε τῆς σατανικῆς πομπῆς καὶ τῆς διαβολικῆς τέχνης, καὶ τὸν κόσμον τοῦτον ἀφεῖσαι, μᾶλλον δὲ τὴν ἀκοσμίαν, τὸ κάλλος ἐκεῖνο κατασκευάσατε ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ὃ καὶ ἀγγέλοις ἐπέραστον, καὶ Θεῷ ποθεινὸν, καὶ τοῖς συνοικοῦσιν ἡδὺ, ἵνα καὶ τῆς παρούσης καὶ τῆς μελλούσης ἐπιτύχητε δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΑʹ. Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτὴν, καὶ ζήσεται. αʹ. Κατέλαβε τοὺς λόγους τὸ ἔργον, ὥστε πλέον τοὺς Φαρισαίους ἐπιστομισθῆναι. Καὶ γὰρ ὁ ἐλθὼν ἀρχισυνάγωγος ἦν, καὶ τὸ πένθος δεινόν. Καὶ γὰρ μονογενὲς ἦν τὸ παιδίον, καὶ ἐτῶν δώδεκα γεγονὸς αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος· ὃ δὴ μάλιστα καὶ εὐθέως αὐτὸ ἀνέστησεν.

Εἰ δὲ ὁ Λουκᾶς λέγει, ὅτι ἦλθον λέγοντες· Μὴ σκύλλε τὸν Διδάσκαλον· τέθνηκε γάρ· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ, Ἄρτι ἐτελεύτησε, στοχαζομένου ἦν ἀπὸ τοῦ καιροῦ τῆς ὁδοιπορίας, ἢ αὔξοντος τὴν συμφοράν. Καὶ γὰρ ἔθος τοῖς δεομένοις ἐπαίρειν τῷ λόγῳ τὰ οἰκεῖα κακὰ καὶ πλέον τι τῶν ὄντων λέγειν, ὥστε μᾶλλον ἐπισπάσασθαι τοὺς ἱκετευομένους. Ὅρα δὲ αὐτοῦ τὴν παχύτητα. Δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν, καὶ τὴν χεῖρα ἐπιθεῖναι· ὅπερ σημεῖον ἦν τοῦ καταλιπεῖν αὐτὴν ἐμπνέουσαν ἔτι. Τοῦτο καὶ ὁ Σύρος ἐκεῖνος ὁ Νεεμὰν τὸν προφήτην ἀπῄτει.

Ἔλεγον γὰρ, φησὶν, ὅτι καὶ ἐξελεύσεται, καὶ τὴν χεῖρα αὐτοῦ ἐπιθήσει. Καὶ γὰρ καὶ ὄψεως δέονται καὶ αἰσθητῶν πραγμάτων οἱ παχύτερον διακείμενοι. Καὶ ὁ μὲν Μάρκος φησὶν, ὅτι τοὺς τρεῖς ἔλαβε μαθητὰς, καὶ ὁ Λουκᾶς· οὗτος δὲ ἁπλῶς φησι τοὺς μαθητάς. Τίνος οὖν ἕνεκεν τὸν Ματθαῖον οὐ παρέλαβε, καίτοιγε ἄρτι προσελθόντα;

Εἰς πλείονα αὐτὸν ἐπιθυμίαν ἐμβάλλων, καὶ διὰ τὸ ἀτελέστερον ἔτι διακεῖσθαι. Διὰ γὰρ τοῦτο ἐκείνους τιμᾷ, ἵνα οὗτοι κατ᾽ ἐκείνους γένωνται. Τούτῳ δὲ ἤρκει τέως τὰ κατὰ τὴν αἱμοῤῥοοῦσαν ἰδεῖν, καὶ τὸ τραπέζῃ τιμηθῆναι, καὶ κοινωνίᾳ ἁλῶν. Ἀναστάντι δὲ ἠκολούθουν πολλοὶ, ὡς ἐπὶ θαύματι μεγάλῳ, καὶ διὰ τὸ πρόσωπον τὸ παραγεγονὸς, καὶ ὅτι οἱ πλείους παχύτερον διακείμενοι οὐχ οὕτω ψυχῆς ἐπιμέλειαν, ὡς σώματος ἰατρείαν ἐζήτουν καὶ συνέῤῥεον, οἱ μὲν ὑπὸ τῶν οἰκείων συνωθούμενοι παθῶν, οἱ δὲ τῆς τῶν ἀλλοτρίων διορθώσεως σπεύδοντες θεαταὶ γενέσθαι· λόγων δὲ ἕνεκεν καὶ διδασκαλίας προηγουμένως ὀλίγοι οἱ παρ᾽ αὐτὸν φοιτῶντες ἦσαν τέως. Οὐ μὴν εἴασεν αὐτοὺς εἰς τὴν οἰκίαν εἰσελθεῖν, ἀλλὰ τοὺς μαθητὰς μόνον, καὶ οὐδὲ τούτους πάντας, πανταχοῦ παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διακρούεσθαι δόξαν.

Καὶ ἰδοὺ, φησὶ, γυνὴ ἐν ῥύσει αἵματος δώδεκα ἔτη ἔχουσα, προσῆλθεν ὄπισθεν, καὶ ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Τίνος ἕνεκεν οὐ μετὰ παῤῥησίας αὐτῷ προσῆλθεν; ᾘσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἶναι νομίζουσα. Εἰ γὰρ ἡ ἐν καταμηνίοις οὖσα οὐκ ἐδόκει εἶναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἂν ἐνόμισε· καὶ γὰρ πολλὴ παρὰ τῷ νόμῳ ἀκαθαρσία ἐνομίζετο εἶναι τὸ πάθος. Διὰ τοῦτο λανθάνει καὶ κρύπτεται.

Οὐδέπω γὰρ οὐδὲ αὐτὴ τὴν προσήκουσαν καὶ ἀπηρτισμένην περὶ αὐτοῦ δόξαν εἶχεν· ἐπεὶ οὐκ ἂν ἐνόμισε λανθάνειν. Καὶ πρώτη προσέρχεται δημοσίᾳ αὕτη ἡ γυνή· καὶ γὰρ ἤκουσεν ὅτι καὶ γυναῖκας θεραπεύει, καὶ ὅτι ἐπὶ τὸ θυγάτριον ἀπέρχεται τὸ τετελευτηκός.

Καὶ εἰς τὴν οἰκίαν μὲν αὐτὸν καλέσαι οὐκ ἐτόλμησε, καίτοιγε εὔπορος οὖσα· ἀλλ᾽ οὔτε δημοσίᾳ προσῆλθε, λάθρα δὲ μετὰ πίστεως τῶν ἱματίων ἥψατο. Οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἶπεν ἐν ἑαυτῇ· Ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος; ἆρα οὐκ ἀπαλλαγήσομαι; ἀλλὰ θαῤῥήσασα περὶ τῆς ὑγιείας οὕτω προσῆλθεν. Ἔλεγε γὰρ, φησὶν, ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Καὶ γὰρ εἶδεν ἐκ ποίας ἐξῆλθεν οἰκίας, τῆς τῶν τελωνῶν, καὶ τίνες ἦσαν οἱ ἑπόμενοι, ἁμαρτωλοὶ καὶ τελῶναι· καὶ ταῦτα πάντα εὐέλπιδα αὐτὴν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν, ἀλλ᾽ εἰς μέσον ἄγει καὶ δήλην καθίστησι, πολλῶν ἕνεκεν.

Καίτοιγέ τινες τῶν ἀναισθήτων φασὶ, δόξης αὐτὸν ἐρῶντα τοῦτο ποιεῖν. Διατί γὰρ, φησὶν, οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν; Τί λέγεις, ὦ μιαρὲ καὶ παμμίαρε; ὁ κελεύων σιγᾷν, ὁ μυρία παρατρέχων θαύματα, οὗτος δόξης ἐρᾷ;

Τίνος οὖν ἕνεκεν εἰς μέσον ἄγει; Πρῶτον λύει τὸ δέος τῆς γυναικὸς, ἵνα μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη, καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐν ἀγωνίᾳ διατρίβῃ. Δεύτερον, αὐτὴν διορθοῦται, ἐπειδὴ ἐνόμισε λανθάνειν.

Τρίτον, πᾶσι τὴν πίστιν αὐτῆς ἐπιδείκνυται, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι· καὶ τοῦ στῆσαι τὰς πηγὰς τοῦ αἵματος οὐκ ἔλαττον σημεῖον παρέχεται, τὸ δεῖξαι ὅτι πάντα ἐπίσταται. Ἔπειτα, τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν, καὶ ταύτῃ τὸ πᾶν διαφθείρειν, κατορθοῖ διὰ τῆς γυναικός. Καὶ γὰρ οἱ ἐλθόντες ἔλεγον· Μὴ σκύλλε τὸν Διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον· καὶ οἱ ἐν τῇ οἰκίᾳ κατεγέλων αὐτοῦ εἰπόντος, ὅτι Καθεύδει· καὶ εἰκὸς ἦν καὶ τὸν πατέρα τοιοῦτόν τι πεπονθέναι.

βʹ. Διὰ τοῦτο προδιορθούμενος ταύτην τὴν ἀσθένειαν. ἄγει τὸ γύναιον εἰς μέσον. Ὅτι γὰρ τῶν σφόδρα παχυτέρων ἦν ἐκεῖνος, ἄκουσον τί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ, σὺ μόνον πίστευε, καὶ σωθήσεται. Καὶ γὰρ τὸν θάνατον ἐπίτηδες ἔμενεν ἐπελθεῖν, καὶ τότε παραγενέσθαι, ὥστε σαφῆ γενέσθαι τῆς ἀναστάσεως τὴν ἀπόδειξιν.

Διὰ τοῦτο καὶ σχολαιότερον βαδίζει, καὶ διαλέγεται τῇ γυναικὶ πλείονα, ἵνα συγχωρήσῃ τελευτῆσαι ἐκείνην, καὶ παραγενέσθαι τοὺς ταῦτα ἀπαγγέλλοντας καὶ λέγοντας· Μὴ σκύλλε τὸν Διδάσκαλον. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἐπισημαίνεται λέγων, ὅτι Ἔτι λαλοῦντος αὐτοῦ, ἦλθον οἱ ἀπὸ τῆς οἰκίας λέγοντες· Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν Διδάσκαλον. Ἐβούλετο γὰρ πιστευθῆναι τὸν θάνατον, ἵνα μὴ ὑποπτευθῇ ἡ ἀνάστασις. Καὶ τοῦτο πανταχοῦ ποιεῖ. Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου, καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινε. Διὰ δὴ ταῦτα πάντα ἄγει αὐτὴν εἰς μέσον, καί φησι· Θάρσει, θύγατερ· ὥσπερ καὶ τῷ παραλύτῳ ἔλεγε· Θάρσει, τέκνον.

Καὶ γὰρ περιδεὴς ἦν ἡ γυνή· διὰ τοῦτό φησι, Θάρσει, καὶ θυγατέρα καλεῖ· ἡ γὰρ πίστις αὐτὴν θυγατέρα ἐποίησεν. Εἶτα καὶ τὸ ἐγκώμιον· Ἡ πίστις σου σέσωκέ σε. Ὁ δὲ Λουκᾶς καὶ πλείονα τούτων ἡμῖν ἕτερα ἀπαγγέλλει περὶ τῆς γυναικός. Ἐπειδὴ γὰρ προσῆλθε, φησὶ, καὶ τὴν ὑγίειαν ἔλαβεν, οὐκ εὐθέως ἐκάλεσεν αὐτὴν ὁ Χριστὸς, ἀλλὰ πρότερόν φησι· Τίς ἐστιν ὁ ἁψάμενός μου; Εἶτα τοῦ Πέτρου καὶ τῶν μετ᾽ αὐτοῦ λεγόντων· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; (ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τύφον καταπατεῖν· οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν·) αὐτὸς δὲ ἐπέμενε, φησὶ, λέγων, ὅτι Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν· πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ ἐκείνην ἀφ᾽ ἑαυτῆς ὁμολογῆσαι πείσῃ.

Διὰ γὰρ τοῦτο οὐδὲ εὐθέως αὐτὴν ἤλεγξεν, ἵνα δείξας ὅτι πάντα οἶδε σαφῶς, αὐτόματον πείσῃ πάντα ἐξειπεῖν, καὶ αὐτὴν ἀνακηρῦξαι τὸ γεγενημένον παρασκευάσῃ, καὶ μὴ λέγων ὕποπτος εἶναι δόξῃ. Εἶδες τοῦ ἀρχισυναγώγου βελτίονα τὴν γυναῖκα; Οὐ κατέσχεν, οὐκ ἐκράτησεν· ἀλλ᾽ ἄκροις τοῖς δακτύλοις ἥψατο μόνον, καὶ ὑστέρα ἐλθοῦσα, προτέρα θεραπευθεῖσα ἀπῆλθε. Καὶ ἐκεῖνος μὲν ὅλον τὸν ἰατρὸν ἦγεν εἰς τὴν οἰκίαν· ταύτῃ δὲ ἤρκεσε καὶ ἁφὴ μόνον. Εἰ γὰρ καὶ τῷ πάθει ἦν συνδεδεμένη, ἀλλὰ τῇ πίστει ἦν ἀνεπτερωμένη.

Σκόπει δὲ πῶς αὐτὴν παραμυθεῖται λέγων· Ἡ πίστις σου σέσωκέ σε. Καίτοιγε εἰ ἐπιδείξεως ἕνεκεν αὐτὴν εἵλκυσεν εἰς τὸ μέσον, οὐκ ἂν τοῦτο προσέθηκεν· ἀλλ᾽ ὁμοῦ τὸν ἀρχισυνάγωγον παιδεύων πιστεῦσαι, ταῦτά φησι, καὶ τὴν γυναῖκα ἀνακηρύττων, καὶ οὐκ ἐλάττω τῆς τοῦ σώματος ὑγιείας διὰ τῶν ῥημάτων τούτων παρέχων αὐτῇ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν. Ὅτι γὰρ ἐκείνην δοξάσαι βουλόμενος ταῦτα ἐποίει, καὶ ἑτέρους διορθῶσαι, ἀλλ᾽ οὐχ ἑαυτὸν ἀποφῆναι λαμπρὸν, δῆλον ἐντεῦθεν. Αὐτὸς μὲν γὰρ ὁμοίως ἔμελλεν εἶναι θαυμαστὸς καὶ τούτου χωρὶς (ὑπὲρ γὰρ τὰς νιφάδας αὐτὸν περιέῤῥει τὰ θαύματα, καὶ πολλῷ τούτου μείζονα καὶ εἰργάσατο καὶ ποιήσειν ἔμελλεν)· ἡ δὲ γυνὴ, εἰ μὴ τοῦτο γέγονε, λαθοῦσα ἂν ἀπῆλθε, τῶν μεγάλων τούτων ἀπεστερημένη ἐπαίνων. Διὰ τοῦτο αὐτὴν εἰς μέσον ἀγαγὼν ἀνεκήρυξε, καὶ τὸ δέος ἐξέβαλε (καὶ γὰρ τρέμουσα, φησὶ, προσῆλθε), καὶ θαῤῥεῖν αὐτὴν παρεσκεύασε, καὶ μετὰ τῆς ὑγιείας τοῦ σώματος καὶ ἕτερα αὐτῇ δέδωκεν ἐφόδια, εἰπὼν, Πορεύου ἐν εἰρήνῃ.

Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς, καὶ τὸν ὄχλον θορυβούμενον, ἔλεγεν· Ἀποχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. Καλά γε τῶν ἀρχισυναγώγων τὰ τεκμήρια, ἐν τῷ ἀποθανεῖν αὐλοὶ καὶ κύμβαλα θρῆνον ἐγείροντες. Τί οὖν ὁ Χριστός; Τοὺς μὲν ἄλλους ἅπαντας ἐξέβαλε, τοὺς δὲ γεγεννηκότας εἰσήγαγεν, ὥστε μὴ ἐγγενέσθαι εἰπεῖν, ὅτι ἄλλως ἐθεράπευσε· καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐγείρει τῷ λόγῳ, λέγων· Οὐ τέθνηκε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ὥσπερ οὖν καὶ ἐπὶ τῆς θαλάττης ἐπιτιμᾷ τοῖς μαθηταῖς πρῶτον· οὕτω δὴ καὶ ἐνταῦθα τὸν θόρυβον ἐκβάλλει τῆς διανοίας τῶν παρόντων, ὁμοῦ καὶ δεικνὺς ὅτι εὔκολον αὐτῷ τοὺς τεθνηκότας ἐγεῖραι (ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου πεποίηκε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται), καὶ ἅμα παιδεύων μὴ δεδιέναι τὸν θάνατον· οὐ γὰρ εἶναι θάνατον αὐτὸν, ἀλλ᾽ ὕπνον λοιπὸν γεγενῆσθαι. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἔμελλεν ἀποθνήσκειν, ἐν τοῖς ἑτέρων σώμασι προπαρασκευάζει τοὺς μαθητὰς θαῤῥεῖν, καὶ πράως φέρειν τὴν τελευτήν. Καὶ γὰρ αὐτοῦ παραγενομένου λοιπὸν ὕπνος ὁ θάνατος ἦν.

Ἀλλ᾽ ὅμως κατεγέλων αὐτοῦ· αὐτὸς δὲ οὐκ ἠγανάκτησεν ἀπιστούμενος ἐφ᾽ οἷς μικρὸν ὕστερον ἔμελλε θαυματουργεῖν· οὐδὲ ἐπετίμησε τῷ γέλωτι, ἵνα καὶ αὐτὸς, καὶ οἱ αὐλοὶ, καὶ τὰ κύμβαλα, καὶ τὰ ἄλλα πάντα ἀπόδειξις γένηται τοῦ θανάτου.

γʹ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ μετὰ τὸ γενέσθαι τὰ θαύματα ἀπιστοῦσιν ἄνθρωποι, προκαταλαμβάνει ταῖς οἰκείαις ἀποκρίσεσιν αὐτούς· ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γέγονε, καὶ ἐπὶ τοῦ Μωϋσέως. Καὶ γὰρ Μωϋσῇ φησι· Τί τοῦτο τὸ ἐν τῇ χειρί σου; ἵν᾽ ὅταν ἴδῃ ὄφιν γεγενημένον, μὴ ἐπιλάθηται ὅτι ῥάβδος ἦν πρὸ τούτου, ἀλλὰ τῆς οἰκείας ἀναμνησθεὶς φωνῆς ἐκπλαγῇ τὸ γινόμενον.

Καὶ ἐπὶ τοῦ Λαζάρου φησί· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ὅτι Ὄζει, τεταρταῖος γάρ ἐστι, μηκέτι ἀπιστεῖν ἔχωσιν, ὅτι νεκρὸν ἀνέστησεν. Ἰδὼν τοίνυν τὰ κύμβαλα καὶ τοὺς ὄχλους, ἐξήγαγεν ἅπαντας, καὶ παρόντων τῶν γονέων θαυματουργεῖ, οὐχ ἑτέραν ἐπεισάγων ψυχὴν, ἀλλ᾽ αὐτὴν τὴν ἐξελθοῦσαν ἐπανάγων, καὶ ὥσπερ ἐξ ὕπνου διεγείρων. Κατέχει δὲ τῆς χειρὸς, πληροφορῶν τοὺς ὁρῶντας, ὥστε προοδοποιῆσαι διὰ τῆς ὄψεως τῇ πίστει τῆς ἀναστάσεως. Ὁ μὲν γὰρ πατὴρ ἔλεγεν, Ἐπίθες τὴν χεῖρα· αὐτὸς δέ τι πλέον ποιεῖ· οὐ γὰρ ἐπιτίθησιν, ἀλλὰ καὶ κατασχὼν ἀνίστησι, δεικνὺς ὅτι πάντα αὐτῷ ἕτοιμα. Καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τροφὴν κελεύει δοῦναι, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γεγενημένον. Καὶ οὐκ αὐτὸς δίδωσιν, ἀλλ᾽ ἐκείνοις κελεύει· ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, καὶ μετὰ ταῦτα κοινωνὸν ποιεῖ τῆς τραπέζης. Καὶ γὰρ ἀμφότερα ἀεὶ κατασκευάζειν εἴωθε, καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας ἁπάσης τὴν ἀπόδειξιν ποιούμενος.

Σὺ δέ μοι μὴ τὴν ἀνάστασιν σκόπει μόνον, ἀλλ᾽ ὅτι καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· καὶ τοῦτο μάλιστα διὰ πάντων παιδεύου, τὸ ἄτυφον καὶ ἀκενόδοξον· καὶ μετὰ τούτου κἀκεῖνο μάνθανε, ὅτι τοὺς κοπτομένους ἔξω τῆς οἰκίας ἐξέβαλε, καὶ ἀναξίους τῆς τοιαύτης θεωρίας ἀπέφηνε· καὶ μὴ ἐξέλθῃς μετὰ τῶν αὐλούντων, ἀλλὰ μένε μετὰ Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Εἰ γὰρ τότε ἐξέβαλεν ἐκείνους ἔξω, πολλῷ μᾶλλον νῦν. Τότε μὲν γὰρ οὔπω δῆλος ὁ θάνατος ἦν ὕπνος γεγενημένος· νῦν δὲ καὶ αὐτοῦ τοῦ ἡλίου τοῦτο φανερώτερον. Ἀλλ᾽ οὐκ ἤγειρέ σου τὸ θυγάτριον νῦν; Ἀλλὰ πάντως ἐγερεῖ, καὶ μετὰ πλείονος τῆς δόξης. Ἐκεῖνο μὲν γὰρ ἀναστὰν πάλιν ἀπέθανε· τὸ δὲ σὸν ἐὰν ἀναστῇ, μένει λοιπὸν ἀθάνατον ὄν. Μηδεὶς τοίνυν κοπτέσθω λοιπὸν, μηδὲ θρηνείτω, μηδὲ τὸ κατόρθωμα τοῦ Χριστοῦ διαβαλλέτω.

Καὶ γὰρ ἐνίκησε τὸν θάνατον. Τί τοίνυν περιττὰ θρηνεῖς; Ὕπνος τὸ πρᾶγμα γέγονε. Τί ὀδύρῃ καὶ κλαίεις; Τοῦτο γὰρ εἰ καὶ Ἕλληνες ἐποίουν, καταγελᾷν ἔδει· ὅταν δὲ ὁ πιστὸς ἐν τούτοις ἀσχημονῇ, ποία ἀπολογία; τίς ἔσται συγγνώμη τοιαῦτα ἀνοηταίνουσι, καὶ ταῦτα μετὰ χρόνον τοσοῦτον καὶ σαφῆ τῆς ἀναστάσεως ἀπόδειξιν; Σὺ δὲ ὥσπερ αὐξῆσαι τὸ ἔγκλημα σπεύδων, καὶ θρηνῳδοὺς ἡμῖν ἄγεις Ἑλληνίδας γυναῖκας, ἐξάπτων τὸ πάθος, καὶ τὴν κάμινον διεγείρων, καὶ οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ παῖδες μὲν Ἑλλήνων οἱ μηδὲν περὶ ἀναστάσεως εἰδότες, ὅμως εὑρίσκουσι λόγους παραμυθίας, λέγοντες· Φέρε γενναίως· καὶ γὰρ ἀναλῦσαι τὸ γεγενημένον οὐκ ἔνι, οὐδὲ διορθῶσαι τοῖς θρήνοις· σὺ δὲ ὁ φιλοσοφώτερα καὶ χρηστότερα τούτων ἀκούων, οὐκ αἰσχύνῃ μείζονα ἐκείνων ἀσχημονῶν; Οὐδὲ γὰρ λέγομεν· Φέρε γενναίως, ἐπειδὴ τὸ γεγενημένον ἀναλῦσαι οὐκ ἔνι· ἀλλὰ, Φέρε γενναίως· καὶ γὰρ ἀναστήσεται πάντως· καθεύδει τὸ παιδίον, καὶ οὐ τέθνηκεν· ἡσυχάζει, καὶ οὐκ ἀπόλωλεν. Ἀνάστασις γὰρ αὐτὸ διαδέξεται, καὶ ζωὴ αἰώνιος, καὶ ἀθανασία, καὶ λῆξις ἀγγελική. Οὐκ ἀκούεις τοῦ ψαλμοῦ λέγοντος, Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε; Εὐεργεσίαν ὁ Θεὸς τὸ πρᾶγμα καλεῖ, καὶ σὺ θρηνεῖς;

Καὶ τί πλέον ἂν ἐποίησας, εἰ πολέμιος καὶ ἐχθρὸς τοῦ τετελευτηκότος ἦς; Εἰ γὰρ δεῖ θρηνεῖν, τὸν διάβολον δεῖ θρηνεῖν. Ἐκεῖνος κοπτέσθω, ἐκεῖνος ὀδυρέσθω, ὅτι πρὸς τὰ μείζονα ὁδεύομεν ἀγαθά. Τῆς ἐκείνου πονηρίας ἀξία αὕτη ἡ οἰμωγὴ, οὐχὶ σοῦ τοῦ στεφανοῦσθαι μέλλοντος καὶ ἀναπαύεσθαι.

Καὶ γὰρ λιμὴν εὔδιος ὁ θάνατος. Σκόπει γοῦν πόσων γέμει κακῶν ὁ παρὼν βίος· ἐννόησον ποσάκις αὐτὸς κατηράσω τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἐπὶ τὸ χεῖρον τὰ πράγματα πρόεισι, καὶ ἐξ ἀρχῆς δὲ οὐ μικρᾷ συνεκληρώθης καταδίκῃ. Ἐν γὰρ λύπαις τέξῃ τέκνα, φησί· καὶ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀλλ᾽ οὐ περὶ τῶν ἐκεῖ τοιοῦτον οὐδὲν εἴρηται, ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ ὅτι Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· καὶ ὅτι νυμφὼν τὰ ἐκεῖ πνευματικὸς, καὶ φαιδραὶ λαμπάδες, καὶ μετάστασις πρὸς τὸν οὐρανόν.

δʹ. Τί τοίνυν καταισχύνεις τὸν ἀπελθόντα; τί παρασκευάζεις τοὺς ἄλλους δεδοικέναι καὶ τρέμειν τὸν θάνατον; τί ποιεῖς πολλοὺς κατηγορεῖν τοῦ Θεοῦ, ὡς μεγάλα ἐργασαμένου δεινά; μᾶλλον δὲ τί μετὰ ταῦτα πένητας καλεῖς, καὶ παρακαλεῖς ἱερέας εὔξασθαι; Ἵνα εἰς ἀνάπαυσιν ἀπέλθῃ, φησὶν, ὁ τετελευτηκὼς, ἵνα ἵλεων σχῇ τὸν δικαστήν. Ὑπὲρ τούτων οὖν θρηνεῖς καὶ ὀλολύζεις;

Οὐκοῦν σαυτῷ μάχῃ καὶ πολεμεῖς, ὑπὲρ ὧν εἰς λιμένας ἀπῆλθεν ἐκεῖνος, χειμῶνα σαυτῷ κατασκευάζων. Καὶ τί πάθω; φησί· τοιοῦτον ἡ φύσις. Οὐκ ἔστι φύσεως τὸ ἔγκλημα, οὐδὲ τῆς τοῦ πράγματος ἀκολουθίας· ἀλλ᾽ ἡμεῖς οἱ πάντα ἄνω καὶ κάτω ποιοῦντές ἐσμεν, οἱ καταμαλακιζόμενοι, καὶ τὴν οἰκείαν προδιδόντες εὐγένειαν, καὶ τοὺς ἀπίστους χείρους ποιοῦντες. Πῶς γὰρ ἑτέρῳ περὶ ἀθανασίας διαλεξόμεθα; πῶς πείσομεν τὸν ἐθνικὸν, ὅταν μᾶλλον ἐκείνου τὸν θάνατον φοβώμεθα καὶ φρίττωμεν; Πολλοὶ γοῦν παρ᾽ Ἕλλησι, καίτοιγε οὐδὲν περὶ ἀθανασίας εἰδότες, ἐστεφανώθησαν, τῶν παίδων αὐτοῖς ἀπελθόντων, καὶ λευχειμονοῦντες ἐφαίνοντο, ἵνα τὴν παροῦσαν καρπώσωνται δόξαν· σὺ δὲ οὐδὲ διὰ τὴν μέλλουσαν παύῃ γυναικιζόμενος καὶ κοπτόμενος. Ἀλλὰ κληρονόμους οὐκ ἔχεις, οὐδὲ διάδοχον τῶν ὄντων; Καὶ τί μᾶλλον ἐβούλου, τῶν σῶν αὐτὸν εἶναι κληρονόμον, ἢ τῶν οὐρανῶν; τί δὲ ἐπεθύμεις, τὰ ἀπολλύμενα αὐτὸν διαδέχεσθαι, ἃ μικρὸν ὕστερον ἀφιέναι ἔμελλεν, ἢ τὰ μένοντα καὶ ἀκίνητα; Οὐκ ἔσχες κληρονόμον αὐτὸν, ἀλλ᾽ ἀντὶ σοῦ ἔσχεν αὐτὸν ὁ Θεός· οὐκ ἐγένετο τῶν ἀδελφῶν τῶν ἰδίων συγκληρονόμος, ἀλλ᾽ ἐγένετο τοῦ Χριστοῦ.

Καὶ τίνι, φησὶ, τὰ ἱμάτια, τίνι τὰ οἰκήματα, τίνι τὰ ἀνδράποδα καὶ τοὺς ἀγροὺς καταλιμπάνομεν; Αὐτῷ πάλιν, καὶ ἀσφαλέστερον, ἢ εἰ ἔζη· τὸ γὰρ κωλύον οὐδέν. Εἰ γὰρ βάρβαροι συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ὄντα, πολλῷ μᾶλλον σὲ συναποστεῖλαι τῷ τετελευτηκότι δίκαιον τὰ αὐτοῦ, οὐχ ἵνα τέφρα γένηται, καθάπερ ἐκεῖνα, ἀλλ᾽ ἵνα πλείονα τούτῳ περιβάλῃ δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἵνα τὰ ἁμαρτήματα λύσῃ· εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως. Ἀλλ᾽ ἰδεῖν αὐτὸν ἐπιθυμεῖς; Οὐκοῦν τὸν αὐτὸν αὐτῷ βίου βίον, καὶ ταχέως ἀπολήψῃ τὴν ἱερὰν ἐκείνην ὄψιν. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι κἂν ἡμῶν μὴ ἀκούσῃς, τῷ χρόνῳ πάντως πεισθήσῃ. Ἀλλ᾽ οὐδεὶς τότε σοι ὁ μισθός· τοῦ γὰρ πλήθους τῶν ἡμερῶν γίνεται ἡ παραμυθία. Ἂν δὲ νῦν βουληθῇς φιλοσοφεῖν, δύο κερδανεῖς τὰ μέγιστα· καὶ σαυτὸν τῶν ἐν μέσῳ κακῶν ἀπαλλάξεις, καὶ παρὰ τοῦ Θεοῦ λαμπρότερον ἀναδήσῃ τὸν στέφανον. Καὶ γὰρ ἐλεημοσύνης καὶ τῶν ἄλλων πολλῷ μεῖζον τὸ πράως συμφορὰν ἐνεγκεῖν. Ἐννόησον ὅτι καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀπέθανε· καὶ ἐκεῖνος μὲν διὰ σὲ, σὺ δὲ διὰ σαυτόν. Καὶ εἰπὼν, Εἰ δυνατὸν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον, καὶ λυπηθεὶς, καὶ ἀγωνιάσας, ὅμως οὐ παρέδραμε τὴν τελευτὴν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὴν ὑπέστη τῆς τραγῳδίας.

Οὐδὲ γὰρ ἁπλῶς θάνατον ὑπέμεινεν, ἀλλὰ τὸν αἴσχιστον· καὶ πρὸ τοῦ θανάτου μάστιγας, καὶ πρὸ τῶν μαστίγων ὀνείδη καὶ σκώμματα καὶ λοιδορίας, σὲ παιδεύων πάντα φέρειν γενναίως. Ἀλλ᾽ ὅμως ἀποθανὼν, καὶ τὸ σῶμα ἀποθέμενος, πάλιν αὐτὸ ἀνέλαβε μετὰ μείζονος δόξης, σοὶ καὶ ἐνταῦθα χρηστὰς ὑποτείνων ἐλπίδας. Ταῦτα εἰ μὴ μῦθος, μὴ θρήνει ταῦτα εἰ πιστὰ νομίζεις εἶναι, μὴ δάκρυε· εἰ δὲ δακρύεις, πῶς δυνήσῃ πεῖσαι τὸν Ἕλληνα, ὅτι πιστεύεις;

εʹ. Ἀλλὰ καὶ οὕτως ἀφόρητον ἔτι σοι φαίνεται τὸ συμβάν; Οὐκοῦν δι᾽ αὐτὸ τοῦτο οὐκ ἄξιον ἐκεῖνον θρηνεῖν· πολλῶν γὰρ τοιούτων ἀπηλλάγη συμφορῶν ἐκεῖνος. Μὴ τοίνυν αὐτῷ φθόνει, μηδὲ βάσκαινε. Τὸ γὰρ ἑαυτῷ μὲν θάνατον αἰτεῖν διὰ τὴν ἄωρον ἐκείνου τελευτὴν, πενθεῖν δὲ ἐκεῖνον, ὅτι μὴ ἔζη, ἵνα πολλὰ ὑπομείνῃ τοιαῦτα, φθονοῦντος μᾶλλόν ἐστι καὶ βασκαίνοντος. Μὴ δὴ τοῦτο ἐννόει, ὅτι οὐκέτι ἀναστρέψει εἰς τὴν οἰκίαν, ἀλλ᾽ ὅτι καὶ αὐτὸς ἀπελεύσῃ μικρὸν ὕστερον πρὸς αὐτόν.

Μὴ τοῦτο λογίζου, ὅτι οὐκέτι ἐπανέρχεται ἐνταῦθα, ἀλλ᾽ ὅτι οὐδὲ αὐτὰ ταῦτα τὰ ὁρώμενα μένει τοιαῦτα, ἀλλὰ καὶ ταῦτα μετασχηματίζεται. Καὶ γὰρ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ πάντα μεθαρμόζεται, καὶ τότε ἀπολήψῃ σου τὸ παιδίον μετὰ πλείονος δόξης. Καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἔστη τὰ τῆς κακίας· οὐδὲ γὰρ ἂν, εἰ μεταβαλλόμενον ὁ Θεὸς ᾔδει, προανήρπασεν ἂν τῆς μετανοίας· εἰ δὲ δίκαιος ὢν κατέλυσεν, ἐν ἀσφαλείᾳ τὰ ἀγαθὰ κέκτηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστι φιλοστοργίας σου τὰ δάκρυα, ἀλλὰ πάθους ἀλογίστου. Ἐπεὶ εἰ τὸν ἀπελθόντα ἐφίλεις, χαίρειν ἔδει καὶ εὐφραίνεσθαι, ὅτι τῶν παρόντων ἀπηλλάγη κυμάτων. Τί γὰρ τὸ πλέον; εἰπέ μοι· τί δὲ τὸ ξένον καὶ καινόν; οὐχὶ τὰ αὐτὰ καθ᾽ ἑκάστην ἡμέραν ὁρῶμεν ἀνακυκλούμενα; Ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα· χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν. Καὶ ταῦτα μὲν ἀεὶ τὰ αὐτά· τὰ δὲ κακὰ ξένα καὶ καινότερα. Ταῦτα οὖν αὐτὸν ἀντλεῖν καθ᾽ ἑκάστην ἡμέραν ἐβούλου, καὶ μένειν ἐνταῦθα, καὶ νοσεῖν, καὶ πενθεῖν, καὶ δεδοικέναι, καὶ τρέμειν, καὶ τὰ μὲν ὑπομένειν τῶν δεινῶν, τὰ δὲ μήποτε ὑπομείνῃ φοβεῖσθαι;

Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μακρὸν τοῦτο πλέοντα πέλαγος, δυνατὸν ἦν ἀθυμίας καὶ φροντίδων καὶ τῶν ἄλλων ἀπηλλάχθαι τῶν τοιούτων. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι οὐκ ἀθάνατον ἔτεκες· καὶ ὅτι εἰ μὴ νῦν ἐτελεύτησε, μικρὸν ὕστερον ἂν τοῦτο ὑπέμεινεν.

Ἀλλ᾽ οὐκ ἐνεπλήσθης αὐτοῦ; Ἀλλὰ ἀπολαύσῃ πάντως ἐκεῖ. Ἀλλὰ καὶ ἐνταῦθα ἐπιθυμεῖς ὁρᾷν· Καὶ τί τὸ κωλύον; Ἔξεστι γὰρ καὶ ἐνταῦθα, ἐὰν νήφῃς· ἡ γὰρ ἐλπὶς τῶν μελλόντων ὄψεως φανερωτέρα. Σὺ δὲ εἰ μὲν ἐν βασιλείοις ἦν, οὐκ ἄν ποτε αὐτὸν ἐπεζήτησας ἰδεῖν, ἀκούουσα εὐδοκιμοῦντα· πρὸς δὲ τὰ πολλῷ βελτίω ὁρῶσα ἀποδεδημηκότα, ὑπὲρ ὀλίγου χρόνου μικροψυχεῖς, καὶ ταῦτα ἔχουσα ἀντ᾽ ἐκείνου τὸν συνοικοῦντα· Ἀλλ᾽ οὐκ ἔχεις ἄνδρα; Ἀλλ᾽ ἔχεις παραμυθίαν, τὸν Πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν. Ἄκουσον καὶ Παύλου ταύτην μακαρίζοντος τὴν χηρείαν, καὶ λέγοντος· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ Κύριον. Καὶ γὰρ εὐδοκιμωτέρα ἡ τοιαύτη φανεῖται, πλείονα ἐπιδεικνυμένη τὴν ὑπομονήν. Μὴ τοίνυν θρήνει ὑπὲρ οὗ στεφανοῦσαι. ὑπὲρ οὗ μισθὸν ἀπαιτεῖς. Καὶ γὰρ ἀπέδωκας τὴν παρακαταθήκην, εἰ ὅπερ ἐνεπιστεύθης παρέστησας. Μηκέτι φρόντιζε λοιπὸν, ἐν ἀσύλῳ τὸ κτῆμα ἀποθεμένη θησαυρῷ. Εἰ δὲ καὶ μάθοις, τίς μὲν ὁ παρὼν βίος, τίς δὲ ἡ μέλλουσα ζωὴ, καὶ ὅτι οὗτος μὲν ἀράχνη καὶ σκιὰ, τὰ δὲ ἐκεῖ πάντα ἀκίνητα καὶ ἀθάνατα, οὐ δεήσῃ λοιπὸν ἑτέρων λόγων. Νῦν μὲν γὰρ ἁπάσης τὸ παιδίον ἀπήλλακται μεταβολῆς· ἐνταῦθα δὲ ὢν, ἴσως μὲν χρηστὸς, ἴσως δὲ οὐ τοιοῦτος ἔμενεν ἄν.

Ἢ οὐχ ὁρᾷς, ὅσοι τοὺς ἑαυτῶν ἀποκηρύττουσι παῖδας; ὅσοι τῶν ἀποκηρυττομένων χείρους ὄντας ἀναγκάζονται οἴκοι κατέχειν; Ταῦτα πάντα λογιζόμενοι φιλοσοφῶμεν· οὕτω γὰρ καὶ τῷ τετελευτηκότι χαριούμεθα, καὶ παρὰ ἀνθρώπων πολλῶν ἀπολαυσόμεθα τῶν ἐπαίνων, καὶ παρὰ τοῦ Θεοῦ τοὺς μεγάλους τῆς ὑπομονῆς ἀποληψόμεθα μισθοὺς, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΒʹ. Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.

αʹ. Τί δήποτε παρέλκει αὐτοὺς κράζοντας; Πάλιν ἐνταῦθα παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν. Ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ᾽ ἰδίαν θεραπεύσων. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν. Οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία, ὅταν οὗτοι μὲν, τῶν ὀφθαλμῶν αὐτοῖς ἐκκεκομμένων, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχωνται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα, καὶ τὴν ὄψιν μαρτυροῦσαν τοῖς γινομένοις ἔχοντες, τἀναντία πάντα ποιῶσιν. Ὅρα δὲ αὐτῶν καὶ τὴν προθυμίαν, καὶ ἀπὸ τῆς κραυγῆς, καὶ ἀπ᾽ αὐτῆς τῆς ἐντεύξεως. Οὐδὲ γὰρ ἁπλῶς προσῆλθον, ἀλλὰ μεγάλα βοῶντες, καὶ οὐδὲν ἕτερον ἀλλ᾽ ἢ ἔλεον προβαλλόμενοι. Υἱὸν δὲ Δαυῒδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς ἐδόκει εἶναι. Πολλαχοῦ γοῦν καὶ οἱ προφῆται τοὺς βασιλέας, οὓς ἐβούλοντο τιμᾷν καὶ μεγάλους ἀποφαίνειν, οὕτως ἐκάλουν. Καὶ ἀγαγὼν αὐτοὺς εἰς τὴν οἰκίαν, δευτέραν ἐρώτησιν προσάγει. Πολλαχοῦ γὰρ ἐσπούδακεν ἱκετευόμενος ἰᾶσθαι, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασι τούτοις ἐπιπηδᾶν· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ᾽ ἵνα δείξῃ, ὅτι καὶ ἄξιοι ἦσαν θεραπείας· καὶ ἵνα μή τις λέγῃ, ὅτι Εἰ ἐλέῳ μόνον ἔσωζε, πάντας σώζεσθαι ἔδει. Ἔχει γάρ τινα καὶ ἡ φιλανθρωπία λόγον, τὸν ἀπὸ τῆς πίστεως τῶν σωζομένων.

Οὐ διὰ ταῦτα δὲ μόνον τὴν πίστιν αὐτοὺς ἀπαιτεῖ, ἀλλ᾽ ἐπειδὴ εἶπον υἱὸν Δαυῒδ, ἀνάγων αὐτοὺς ἐπὶ τὸ ὑψηλότερον, καὶ παιδεύων, ἃ χρὴ, περὶ αὐτοῦ φαντάζεσθαι, φησί· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Οὐκ εἶπεν, ὅτι Πιστεύετε ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, ὅτι δύναμαι εὔξασθαι, ἀλλ᾽, Ὅτι ἐγὼ δύναμαι τοῦτο ποιῆσαι. Τί οὖν ἐκεῖνοι; Ναὶ, Κύριε. Οὐκέτι Δαυῒδ υἱὸν αὐτὸν καλοῦσιν, ἀλλ᾽ ὑψηλότερον ἀνίπτανται, καὶ τὴν δεσποτείαν ὁμολογοῦσι. Καὶ τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Ποιεῖ δὲ τοῦτο, τὴν πίστιν αὐτῶν ῥωννὺς, καὶ δεικνὺς μεριστὰς ὄντας τοῦ κατορθώματος, καὶ μαρτυρῶν ὅτι οὐ κολακείας τὰ ῥήματα ἦν.

Οὐδὲ γὰρ εἶπεν, Ἀνοιχθήτωσαν ὑμῶν οἱ ὀφθαλμοὶ, ἀλλὰ, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν· ὃ πολλοῖς τῶν προσελθόντων λέγει, πρὸ τῆς τῶν σωμάτων ἰατρείας τὴν ἐν τῇ ψυχῇ πίστιν προανακηρῦξαι σπεύδων, ὥστε καὶ ἐκείνους εὐδοκιμωτέρους ποιῆσαι, καὶ ἑτέρους σπουδαιοτέρους κατασκευάσαι. Οὕτω καὶ ἐπὶ τοῦ παραλυτικοῦ· καὶ γὰρ πρὸ τοῦ σφίγξαι τὸ σῶμα, τὴν ψυχὴν κειμένην ἀνίστησι, λέγων· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τὸ κοράσιον δὲ ἀναστήσας κατέσχε, καὶ διὰ τῆς τραπέζης ἐδίδαξεν αὐτὴν τὸν εὐεργέτην· καὶ ἐπὶ τοῦ ἑκατοντάρχου δὲ ὁμοίως ἐποίησε, τῇ πίστει τὸ πᾶν ἐπιτρέψας· καὶ τοὺς μαθητὰς δὲ ἀπαλλάττων τοῦ χειμῶνος τῆς θαλάσσης, τῆς ὀλιγοπιστίας πρῶτον ἀπήλλαττεν Οὕτω δὴ καὶ ἐνταῦθα· ᾔδει μὲν καὶ πρὸ τῆς ἐκείνων φωνῆς αὐτὸς τὰ ἀπόῤῥητα τῆς διανοίας· ἵνα δὲ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγάγῃ, καὶ τοῖς ἄλλοις καταδήλους αὐτοὺς ποιεῖ, διὰ τοῦ τέλους τῆς ἰατρείας τὴν κρυπτομένην αὐτῶν πίστιν ἀνακηρύττων.

Εἶτα μετὰ τὴν ἰατρείαν κελεύει μηδενὶ εἰπεῖν· καὶ οὐχ ἁπλῶς κελεύει, ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐνεβριμήσατο γὰρ αὐτοῖς ὁ Ἰησοῦς, φησὶ, λέγων· Ὁρᾶτε, μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Οὐ μὴν ἠνέσχοντο ἐκεῖνοι, ἀλλ᾽ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· καὶ κελευόμενοι κρύπτειν τὸ γεγενημένον, οὐκ ἠνέσχοντο.

Εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων· Ἄπελθε, καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκεῖνο τούτῳ, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Παιδεύει γὰρ ἡμᾶς αὐτοὺς μὲν περὶ ἑαυτῶν μηδὲν λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύειν· εἰ δὲ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέροιτο, μὴ μόνον μὴ κωλύειν, ἀλλὰ καὶ ἐπιτάττειν τοῦτο ποιεῖν. Αὐτῶν δὲ ἐξερχομένων, φησὶν, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν, δαιμονιζόμενον. Οὐ γὰρ τῆς φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων. Οὐδὲ γὰρ δι᾽ ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὢν, οὐδὲ ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος. Διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν, ἀλλ᾽ εὐθέως διορθοῦται τὸ νόσημα. Ἐκβληθέντος γὰρ τοῦ δαίμονος, φησὶν, ἐλάλησεν ὁ κωφός. Οἱ δὲ ὄχλοι ἐθαύμασαν, λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων· προὐτίθεσαν δὲ, οὐχ ὅτι ἐθεράπευεν, ἀλλ᾽ ὅτι ῥᾳδίως, καὶ ταχέως, καὶ ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. Καὶ ὁ μὲν δῆμος οὕτως.

βʹ. Οἱ Φαρισαῖοι δὲ τοὐναντίον ἅπαν. Οὐ γὰρ μόνον διαβάλλουσι τὰ γεγενημένα, ἀλλὰ καὶ ἐναντία λέγοντες ἑαυτοῖς οὐκ αἰσχύνονται. Τοιοῦτον γὰρ ἡ πονηρία. Τί γάρ φασιν; Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· οὗ τί γένοιτ᾽ ἂν ἀνοητότερον; Μάλιστα μὲν γὰρ, ὃ καὶ προϊών φησιν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος. Αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρε, καὶ νεκροὺς ἤγειρε, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυε, καὶ βασιλείαν ἐκήρυττε, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὔτ᾽ ἂν ἕλοιτό ποτε δαίμων, οὔτ᾽ ἂν δυνηθείη ποτὲ ἐργάσασθαι.

Οἱ γὰρ δαίμονες εἰδώλοις προσάγουσι, καὶ Θεοῦ ἀπάγουσι, καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν. Ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὅπου γε καὶ μὴ ὑβριζόμενος βλάπτει τοὺς θεραπεύοντας αὐτὸν καὶ τιμῶντας.

Αὐτὸς δὲ τοὐναντίον ποιεῖ· μετὰ γὰρ τὰς ὕβρεις ταύτας καὶ τὰς λοιδορίας, Περιῆγε, φησὶ, τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ οὐ μόνον αὐτοὺς οὐκ ἐκόλασεν ἀναισθητοῦντας, ἀλλ᾽ οὐδὲ ἁπλῶς ἐπετίμησεν· ὁμοῦ τε τὴν πραότητα ἐπιδεικνύμενος, καὶ ταύτῃ τὴν κακηγορίαν ἐλέγχων· ὁμοῦ τε βουλόμενος διὰ τῶν ἑξῆς σημείων πλείονα παρασχεῖν τὴν ἀπόδειξιν, καὶ τότε καὶ τὸν ἀπὸ τῶν λόγων ἔλεγχον ἐπαγαγεῖν.

Περιῆγε τοίνυν καὶ ἐν πόλεσι, καὶ ἐν χώραις, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν· παιδεύων ἡμᾶς οὕτως ἀμείβεσθαι τοὺς κακηγόρους, οὐ κακηγορίαις ἑτέραις. ἀλλ᾽ εὐεργεσίαις μείζοσιν. Εἰ γὰρ μὴ δι᾽ ἀνθρώπους, ἀλλὰ διὰ τὸν Θεὸν εὐεργετεῖς τοὺς ὁμοδούλους, ὅσα ἂν ποιῶσι, μὴ ἀποστῇς εὐεργετῶν, ἵνα μείζων ὁ μισθὸς ᾖ· ὡς ὅ γε μετὰ τὴν κακηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας, δείκνυσιν ὅτι διὰ τὸν ἐκείνων ἔπαινον, ἀλλ᾽ οὐ διὰ τὸν Θεὸν, τῆς τοιαύτης ἐπιλαμβάνεται ἀρετῆς. Διὰ τοῦτο ὁ Χριστὸς παιδεύων ἡμᾶς, ὅτι ἐξ ἀγαθότητος μόνης ἐπὶ τοῦτο ᾔει, οὐ μόνον οὐκ ἀνέμενε πρὸς αὐτὸν ἐλθεῖν τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτὸς πρὸς ἐκείνους ἠπείγετο, δύο τὰ μέγιστα αὐτοῖς κομίζων ἀγαθά· ἓν μὲν, τῆς βασιλείας τὸ Εὐαγγέλιον· ἕτερον δὲ, τὴν πάντων τῶν νοσημάτων διόρθωσιν. Καὶ οὐδὲ πόλιν παρεώρα, οὐ κώμην παρέτρεχεν, ἀλλὰ πάντα ἐπῄει τόπον. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ ἑτέραν πρόνοιαν ἐπιδείκνυται.

Ἰδὼν γὰρ, φησὶ, τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὅρα πάλιν τὸ ἀκενόδοξον. Ἵνα μὴ ἅπαντας πρὸς ἑαυτὸν ἐπισύρηται, ἐκπέμπει τοὺς μαθητάς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ᾽ ἵνα αὐτοὺς καὶ παιδεύσῃ, καθάπερ ἔν τινι παλαίστρᾳ τῇ Παλαιστίνῃ μελετήσαντας, οὕτω πρὸς τοὺς ἀγῶνας τῆς οἰκουμένης ἀποδύσασθαι. Διὰ δὴ τοῦτο καὶ μείζονα τὰ γυμνάσια τῶν ἀγώνων τίθησι, ὅσον εἰς τὴν αὐτῶν ἧκεν ἀρετὴν, ἵνα εὐκοπώτερον τῶν μετὰ ταῦτα ἀγώνων ἅψωνται, καθάπερ τινὰς νεοσσοὺς ἁπαλοὺς πρὸς τὸ πτῆναι προάγων ἤδη. Καὶ τέως αὐτοὺς ἰατροὺς σωμάτων ποιεῖ, ὕστερον ταμιευόμενος τὴν τῆς ψυχῆς διόρθωσιν τὴν προηγουμένην. Καὶ σκόπει πῶς εὔκολον τὸ πρᾶγμα δείκνυσι καὶ ἀναγκαῖον. Τί γάρ φησιν; Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Οὐ γὰρ ἐπὶ τὸν σπόρον ὑμᾶς, φησὶν, ἀλλ᾽ ἐπὶ τὸν ἀμητὸν πέμπω. Ὅπερ ἐν τῷ Ἰωάννῃ ἔλεγεν· Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταῦτα δὲ ἔλεγε, καὶ τὸ φρόνημα αὐτῶν καταστέλλων, καὶ θαῤῥεῖν παρασκευάζων, καὶ δεικνὺς ὅτι ὁ μείζων προέλαβε πόνος.

Θέα δὲ καὶ ἐνταῦθα ἀπὸ φιλανθρωπίας ἀρχόμενον, οὐκ ἐξ ἀμοιβῆς τινος. Ἐσπλαγχνίσθη γὰρ, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Αὕτη τῶν ἀρχόντων τῶν Ἰουδαίων ἡ κατηγορία, ὅτι ποιμένες ὄντες τὰ τῶν λύκων ἐπεδείκνυντο. Οὐ γὰρ μόνον οὐ διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαίνοντο αὐτῶν τὴν προκοπήν. Ἐκείνων γοῦν θαυμαζόντων, καὶ λεγόντων, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ· οὗτοι τὰ ἐναντία ἔλεγον, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἀλλὰ τίνας ἐργάτας ἐνταῦθά φησι; Τοὺς δώδεκα μαθητάς. Τί οὖν; εἰπὼν, Οἱ δὲ ἐργάται ὀλίγοι, προσέθηκεν αὐτοῖς; Οὐδαμῶς· ἀλλ᾽ αὐτοὺς ἔπεμψε. Τίνος οὖν ἕνεκεν ἔλεγε, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, καὶ οὐδένα αὐτοῖς προσέθηκεν;

Ὅτι καὶ δώδεκα ὄντας πολλοὺς ἐποίησε λοιπὸν, οὐχὶ τῷ ἀριθμῷ προσθεὶς, ἀλλὰ δύναμιν χαρισάμενος. γʹ. Εἶτα δεικνὺς ἡλίκον τὸ δῶρόν ἐστι, φησὶ, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ· καὶ λανθανόντως ἑαυτὸν ἐμφαίνει τὸν τὸ κῦρος ἔχοντα. Εἰπὼν γὰρ, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, οὐδὲν δεηθέντων αὐτῶν, οὐδὲ εὐξαμένων, αὐτὸς αὐτοὺς εὐθέως χειροτονεῖ, ἀναμιμνήσκων αὐτοὺς καὶ τῶν Ἰωάννου ῥημάτων, καὶ τῆς ἅλω, καὶ τοῦ λικμῶντος, καὶ τοῦ ἀχύρου, καὶ τοῦ σίτου.

Ὅθεν δῆλον, ὅτι αὐτός ἐστιν ὁ γεωργὸς, αὐτὸς ὁ τοῦ θερισμοῦ Κύριος, αὐτὸς ὁ τῶν προφητῶν δεσπότης. Εἰ γὰρ θερίζειν ἔπεμψε, δῆλον ὅτι οὐ τὰ ἀλλότρια, ἀλλ᾽ ἃ διὰ τῶν προφητῶν ἔσπειρεν. Οὐ ταύτῃ δὲ αὐτοὺς μόνον παρεθάῤῥυνε, τῷ θερισμὸν καλέσαι τὴν αὐτῶν διακονίαν, ἀλλὰ καὶ τῷ ποιῆσαι δυνατοὺς πρὸς τὴν διακονίαν.

Καὶ προσκαλεσάμενος, φησὶ, τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καίτοι οὔπω ἦν Πνεῦμα δεδομένον· Οὔπω γὰρ ἦν, φησὶ, Πνεῦμα, ἐπειδὴ Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πῶς οὖν ἐξέβαλλον τὰ πνεύματα;

Ἀπὸ τῆς ἐπιταγῆς τῆς αὐτοῦ, ἀπὸ τῆς ἐξουσίας. Σκόπει δέ μοι καὶ τὸ εὔκαιρον τῆς ἀποστολῆς. Οὐ γὰρ ἐκ προοιμίων αὐτοὺς ἔπεμψεν, ἀλλ᾽ ὅτε ἱκανῶς τῆς ἀκολουθήσεως ἦσαν ἀπολελαυκότες, καὶ εἶδον καὶ νεκρὸν ἐγερθέντα, καὶ θάλατταν ἐπιτιμηθεῖσαν, καὶ δαίμονας ἐλαθέντας, καὶ παραλυτικὸν σφιγέντα, καὶ ἁμαρτήματα λυθέντα, καὶ λεπρὸν καθαρθέντα, καὶ ἀρκοῦσαν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀπόδειξιν, καὶ δι᾽ ἔργων καὶ διὰ λόγων, τότε αὐτοὺς ἐκπέμπει· καὶ οὐκ εἰς ἐπικίνδυνα πράγματα (οὐδεὶς γὰρ ἐν Παλαιστίνῃ τέως κίνδυνος ἦν), ἀλλὰ πρὸς κακηγορίας ἔδει ἵστασθαι μόνον. Πλὴν καὶ τοῦτο αὐτοῖς προλέγει, τὸ περὶ τῶν κινδύνων, προπαρασκευάζων αὐτοὺς καὶ πρὸ τοῦ καιροῦ, καὶ ἐναγωνίους ποιῶν τῇ συνεχεῖ περὶ τούτων προῤῥήσει. Εἶτα, ἐπειδὴ δύο συζυγίας εἶπεν ἡμῖν ἀποστόλων, τὴν Πέτρου καὶ Ἰωάννου, καὶ μετ᾽ ἐκείνας τὸν Ματθαῖον ἔδειξε κληθέντα, περὶ δὲ τῆς τῶν ἄλλων ἀποστόλων κλήσεώς τε καὶ προσηγορίας οὐδὲν ἡμῖν διελέχθη, ἐνταῦθα ἀναγκαίως τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν τίθησι, καὶ τὰ ὀνόματα δῆλα ποιεῖ, λέγων οὕτως· Τῶν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος. Καὶ γὰρ ἕτερος Σίμων ἦν, ὁ Κανανίτης· καὶ Ἰούδας ὁ Ἰσκαριώτης, καὶ Ἰούδας ὁ Ἰακώβου· καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου.

Ὁ μὲν οὖν Μάρκος καὶ κατὰ τὴν ἀξίαν αὐτοὺς τίθησι· μετὰ γὰρ τοὺς δύο κορυφαίους τότε τὸν Ἀνδρέαν ἀριθμεῖ· οὗτος δὲ οὐχ οὕτως, ἀλλ᾽ ἀδιαφόρως, μᾶλλον δὲ καὶ Θωμᾶν τὸν πολὺ καταδεέστερον ἑαυτοῦ προτίθησιν.

Ἀλλ᾽ ἴδωμεν αὐτῶν ἄνωθεν τὸν κατάλογον. Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον· τὸν μὲν γὰρ ἀπὸ τῆς ἀρετῆς, τὸν δὲ ἀπὸ τῆς εὐγενείας τῆς κατὰ τὸν τρόπον ὠνόμασεν. Εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ. Ὁρᾷς πῶς οὐ κατὰ τὴν ἀξίαν τίθησιν; Ἐμοὶ γὰρ δοκεῖ ὁ Ἰωάννης οὐχὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ἀδελφοῦ μείζων εἶναι. Εἶτα εἰπὼν, Φίλιππος καὶ Βαρθολομαῖος, ἐπήγαγε· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης. Ἀλλ᾽ οὐχ ὁ Λουκᾶς οὕτως· ἀλλ᾽ ἀντιστρόφως, καὶ προτίθησιν αὐτὸν τοῦ Θωμᾶ, Εἶτα Ἰάκωβος ὁ τοῦ Ἀλφαίου. Ἦν γὰρ, ὡς ἔφθην εἰπὼν, καὶ ὁ τοῦ Ζεβεδαίου. Εἶτα εἰπὼν Λεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν ζηλωτὴν, ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· καὶ οὐχ ὡς ἐχθρός τις καὶ πολέμιος, ἀλλ᾽ ὡς ἱστορίαν γράφων οὕτω διηγήσατο. Οὐκ εἶπεν, Ὁ μιαρὸς καὶ παμμίαρος, ἀλλ᾽ ἀπὸ τῆς πόλεως αὐτὸν ἐκάλεσεν, Ἰούδας ὁ Ἰσκαριώτης.

Ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰακώβου φησὶν ὁ Λουκᾶς εἶναι λέγων, Ἰούδας Ἰακώβου. Ἀπὸ τούτου τοίνυν διαιρῶν αὐτὸν, φησίν· Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Καὶ οὐκ αἰσχύνεται λέγων· Ὁ καὶ παραδοὺς αὐτόν. Οὕτως οὐδὲν οὐδέποτε οὐδὲ τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀπέκρυπτον. Πρῶτος δὲ πάντων καὶ κορυφαῖος, ὁ ἀγράμματος, ὁ ἰδιώτης. Ἀλλ᾽ ἴδωμεν ποῦ καὶ πρὸς τίνας αὐτοὺς πέμπει. Τούτους τοὺς δώδεκα, φησὶν, ἀπέστειλεν ὁ Ἰησοῦς. Ποίους τούτους; Τοὺς ἁλιέας, τοὺς τελώνας· καὶ γὰρ τέσσαρες ἦσαν ἁλιεῖς, καὶ δύο τελῶναι, Ματθαῖος καὶ Ἰάκωβος· ὁ δὲ εἷς καὶ προδότης. Καὶ τί πρὸς αὐτούς φησιν; Εὐθέως παραγγέλλει αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδή με ὑβρίζουσι, καὶ δαιμονῶντα καλοῦσιν, ὅτι μισῶ αὐτοὺς καὶ ἀποστρέφομαι. Καὶ γὰρ πρώτους αὐτοὺς διορθῶσαι ἐσπούδακα, καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, τούτοις πέμπω διδασκάλους καὶ ἰατρούς. Καὶ οὐ μόνον πρὸ τούτων ἄλλοις καταγγεῖλαι κωλύω, ἀλλ᾽ οὐδὲ ὁδοῦ ἅψασθαι τῆς ἐκεῖ φερούσης ἐπιτρέπω, οὐδὲ εἰς πόλιν τοιαύτην εἰσελθεῖν.

δʹ. Καὶ γὰρ καὶ οἱ Σαμαρεῖται ἐναντίως πρὸς Ἰουδαίους διάκεινται. Καίτοιγε εὐκολώτερα τὰ ἐκείνων ἦν· πολλῷ γὰρ ἐπιτηδειότερον πρὸς τὴν πίστιν εἶχον· τὰ δὲ τούτων χαλεπώτερα. Ἀλλ᾽ ὅμως ἐπὶ τὰ δυσκολώτερα πέμπει, τὴν κηδεμονίαν τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος, καὶ τὰ στόματα τῶν Ἰουδαίων ἐμφράττων, καὶ προοδοποιῶν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων, ἵνα μὴ πάλιν ἐγκαλῶσιν, ὅτι πρὸς ἀκροβύστους εἰσῆλθον, καὶ δικαίαν δόξωσιν αἰτίαν ἔχειν τοῦ φυγεῖν αὐτοὺς καὶ ἀποστρέφεσθαι.

Καὶ πρόβατα αὐτοὺς καλεῖ ἀπολωλότα, οὐκ ἀποπηδήσαντα, πανταχόθεν συγγνώμην αὐτοῖς ἐπινοῶν, καὶ ἐφελκόμενος αὐτῶν τὴν γνώμην. Πορευόμενοι δὲ, φησὶ, κηρύξατε λέγοντες, ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες διακονίας μέγεθος; εἶδες ἀποστόλων ἀξίωμα; Οὐδὲν αἰσθητὸν κελεύονται λέγειν, οὐδὲ οἷον οἱ περὶ Μωϋσέα καὶ τοὺς προφήτας τοὺς ἔμπροσθεν, ἀλλὰ καινά τινα καὶ παράδοξα. Οὐ γὰρ τοιαῦτα ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ γῆν, καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· οἱ δὲ βασιλείαν οὐρανῶν, καὶ τὰ ἐκεῖ ἅπαντα.

Οὐκ ἐντεῦθεν δὲ μόνον οὗτοι μείζους, ἀλλὰ καὶ ἐκ τῆς ὑπακοῆς. Οὐδὲ γὰρ ἀναδύονται, οὐδὲ ὀκνοῦσι, καθάπερ οἱ παλαιοί· ἀλλὰ, καίτοι κινδύνους καὶ πολέμους καὶ τὰ ἀφόρητα ἀκούοντες κακὰ, μετὰ πολλῆς δέχονται τῆς πειθοῦς τὰ ἐπιταττόμενα, ἅτε βασιλείας κήρυκες ὄντες.

Καὶ τί θαυμαστὸν, φησὶν, εἰ μηδὲν σκυθρωπὸν κηρύττοντες καὶ χαλεπὸν, εὐκόλως ὑπήκουσαν; Τί λέγεις; οὐδὲν χαλεπὸν ἐπετάγησαν; Οὐκ ἀκούεις τῶν δεσμωτηρίων, τῶν ἀναγωγῶν, τῶν πολέμων τῶν ἐμφυλίων, τοῦ παρὰ πάντων μίσους, ἅπερ ἅπαντα μικρὸν ὕστερον αὐτοὺς ὑποστήσεσθαι ἔλεγεν; Ἑτέροις μὲν γὰρ μυρίων ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας ἔπεμπεν αὐτοὺς δὲ ἀνήκεστα δεινὰ πείσεσθαι ἔλεγε καὶ προανεφώνει.

Εἶτα ποιῶν αὐτοὺς ἀξιοπίστους, φησίν· Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὅρα πῶς τῶν ἠθῶν ἐπιμελεῖται, καὶ οὐκ ἔλαττον ἢ τῶν σημείων, δεικνὺς ὅτι τὰ σημεῖα τούτων χωρὶς οὐδέν ἐστι. Καὶ γὰρ τὸ φρόνημα αὐτῶν καταστέλλει λέγων· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ φιλοχρηματίας καθαρεύειν παρασκευάζει. Εἶτα ἵνα μὴ νομισθῇ αὐτῶν εἶναι κατόρθωμα, καὶ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησί· Δωρεὰν ἐλάβετε. Οὐδὲν χαρίζεσθε τοῖς δεχομένοις ὑμᾶς· οὐ γὰρ μισθοῦ ταῦτα ἐλάβετε, οὐδὲ πονέσαντες· ἐμὴ γὰρ ἡ χάρις. Οὕτως οὖν καὶ ἐκείνοις δότε· οὐδὲ γὰρ ἔστι τιμὴν αὐτῶν ἀξίαν εὑρεῖν. Εἶτα τὴν ῥίζαν τῶν κακῶν εὐθέως ἀνασπῶν, φησί· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. Οὐκ εἶπε, Μὴ λάβητε μεθ᾽ ἑαυτῶν, ἀλλὰ, Κἂν ἑτέρωθεν ἐξῇ λαβεῖν, φύγε τὸ πονηρὸν νόσημα.

Καὶ γὰρ πολλὰ διὰ τούτου κατώρθου· ἓν μὲν, ἀνυπόπτους ποιῶν τοὺς μαθητάς· δεύτερον δὲ, πάσης αὐτοὺς ἀπαλλάττων φροντίδος, ὥστε τὴν σχολὴν πᾶσαν τῷ λόγῳ παρέχειν· τρίτον, διδάσκων αὐτοὺς τὴν ἑαυτοῦ δύναμιν.

Τοῦτο γοῦν αὐτοῖς καὶ λέγει μετὰ ταῦτα· Μή τινος ὑστερήσατε, ὅτε ἔπεμψα ὑμᾶς γυμνοὺς καὶ ἀνυποδέτους; Οὐκ εὐθέως εἶπε, Μὴ κτήσησθε· ἀλλ᾽ ὅτε εἶπε, Λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, τότε εἶπε, Μηδὲν κτήσησθε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ τὸ συμφέρον διὰ τῶν πραγμάτων, καὶ τὸ πρέπον αὐτοῖς, καὶ τὸ δυνατὸν παρεχόμενος. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, ὅτι Τὰ μὲν ἄλλα λόγον ἂν ἔχοι· τὸ δὲ μὴ πήραν ἔχειν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ῥάβδον, μηδὲ ὑποδήματα, τίνος ἕνεκεν ἐπέταξεν; Εἰς πᾶσαν αὐτοὺς ἀκρίβειαν ἀσκῆσαι βουλόμενος· ἐπεὶ καὶ ἀνωτέρω, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέρας μεριμνᾷν ἐπέτρεψε. Καὶ γὰρ καὶ τῇ οἰκουμένῃ διδασκάλους ἔμελλεν ἀποστέλλειν.

Διὰ τοῦτο καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων, ὡς εἰπεῖν, κατασκευάζει, πάσης ἀπολύων φροντίδος βιωτικῆς, ὥστε μιᾷ κατέχεσθαι φροντίδι μόνῃ, τῇ τῆς διδασκαλίας· μᾶλλον δὲ καὶ ἐκείνης αὐτοὺς ἀπολύει, λέγων· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε. Ὥστε ὃ δοκεῖ σφόδρα φορτικὸν εἶναι καὶ ἐπαχθὲς, τοῦτο μάλιστα εὔκολον αὐτοῖς ἀποφαίνει καὶ ῥᾴδιον. Οὐδὲν γὰρ οὕτως εὐθυμεῖσθαι ποιεῖ, ὡς τὸ φροντίδος ἀπηλλάχθαι καὶ μερίμνης· καὶ μάλιστα ὅταν ἐξῇ ταύτης ἀπηλλαγμένους μηδενὸς ἐλαττοῦσθαι, τοῦ Θεοῦ παρόντος, καὶ ἀντὶ πάντων αὐτοῖς γινομένου. Εἶτα ἵνα μὴ λέγωσι, Πόθεν οὖν τῆς ἀναγκαίας τροφῆς ἀπολαύσομεν; οὐ λέγει αὐτοῖς, ὅτι Ἠκούσατε ὅτι εἶπον ὑμῖν ἔμπροσθεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ (οὔπω γὰρ ἦσαν δυνατοὶ τὸ ἐπίταγμα τοῦτο διὰ τῶν ἔργων ἐπιδείξασθαι)· ἀλλὰ τὸ πολὺ τούτου καταδεέστερον ἐπήγαγε, λέγων· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· δηλῶν ὅτι παρὰ τῶν μαθητῶν αὐτοὺς τρέφεσθαι ἔδει· ἵνα μήτε αὐτοὶ μέγα φρονῶσι κατὰ τῶν μαθητευομένων, ὡς πάντα παρέχοντες, καὶ μηδὲν λαμβάνοντες παρ᾽ αὐτῶν· μήτε ἐκεῖνοι πάλιν ἀποῤῥαγῶσιν ὑπερορώμενοι παρὰ τούτων.

εʹ. Εἶτα, ἵνα μὴ λέγωσι, Προσαιτοῦντας οὖν ἡμᾶς κελεύεις ζῇν; καὶ αἰσχύνωνται τοῦτο· δείκνυσι τὸ πρᾶγμα ὀφειλὴν ὂν, ἐργάτας τε αὐτοὺς καλῶν, καὶ τὸ διδόμενον μισθὸν ὀνομάζων. Μὴ γὰρ ἐπειδὴ ἐν λόγοις ἡ ἐργασία, φησὶ, νομίσητε μικρὰν εἶναι τὴν εὐεργεσίαν τὴν παρ᾽ ὑμῶν· καὶ γὰρ πόνους ἔχει τὸ πρᾶγμα πολλούς· καὶ ὅπερ ἂν δῶσιν οἱ διδασκόμενοι, οὐ χαριζόμενοι παρέχουσιν, ἀλλ᾽ ἀμοιβὴν ἀποδιδόντες· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. Τοῦτο δὲ εἴρηκεν, οὐ τοσούτου τοὺς ἀποστολικοὺς ἀποφαίνων πόνους ἀξίους· ἄπαγε, μὴ γένοιτο· ἀλλὰ καὶ ἐκείνοις νομοθετῶν μηδὲν πλέον ζητεῖν, καὶ τοὺς παρέχοντας πείθων, ὅτι οὐ φιλοτιμία τὸ γινόμενον παρ᾽ αὐτῶν ἐστιν, ἀλλ᾽ ὀφειλή. Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἄξιος ἐν αὐτῇ ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.

Οὐδὲ γὰρ ἐπειδὴ εἶπον, φησὶν, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι, τὰς πάντων ὑμῖν θύρας ἀνέῳξα· ἀλλὰ καὶ ἐνταῦθα πολλὴν κελεύω ποιεῖσθαι τὴν ἀκρίβειαν. Τοῦτο γὰρ καὶ εἰς δόξαν ὑμᾶς ὠφελήσει, καὶ εἰς αὐτὸ τὸ τρέφεσθαι. Εἰ γὰρ ἄξιός ἐστι, πάντως δώσει τροφήν· καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων αἰτῆτε. Οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἄλλων εὐαγγελιστῶν ἔστι καταμαθεῖν. Εἶδες πῶς αὐτοὺς καὶ ταύτῃ σεμνοὺς ἐποίησε, καὶ τοὺς δεχομένους ἐναγωνίους, δείξας ὅτι αὐτοὶ μᾶλλόν εἰσιν οἱ κερδαίνοντες, καὶ εἰς δόξαν καὶ εἰς ὠφελείας λόγον; Εἶτα αὐτὸ τοῦτο πάλιν ἐπεξιών φησιν· Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστραφήτω. Ὁρᾷς μέχρι τίνος οὐ παραιτεῖται διατάττεσθαι; Καὶ μάλα εἰκότως. Ἀθλητὰς γὰρ εὐσεβείας καὶ κήρυκας κατεσκεύαζε τῆς οἰκουμένης· καὶ ταύτῃ μετριάζειν αὐτοὺς παρασκευάζων, καὶ ἐπεράστους ποιῶν, φησί· Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.

Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Μὴ γὰρ ἐπειδὴ διδάσκετε, φησὶ, διὰ τοῦτο περιμένετε παρ᾽ ἑτέρων ἀσπάζεσθαι, ἀλλὰ προηγεῖσθε τῇ τιμῇ. Εἶτα δεικνὺς ὅτι οὐκ ἀσπασμὸς τοῦτό ἐστι ψιλὸς, ἀλλ᾽ εὐλογία, Ἐὰν ᾖ, φησὶν, ἀξία ἡ οἰκία, ἥξει ἐπ᾽ αὐτήν· ἐὰν δὲ ὑβρίζῃ, πρώτη μὲν κόλασις, τὸ μὴ ἀπόνασθαι τῆς εἰρήνης· δευτέρα δὲ, ὅτι τὰ Σοδόμων πείσεται. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ἡ ἐκείνων κόλασις; Ἕξετε τὰς τῶν ἀξίων οἰκίας.

Τί δὲ βούλεται τὸ Ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν; Ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ᾽ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐστείλαντο δι᾽ αὐτούς. Σὺ δέ μοι σκόπει πῶς οὐδέπω τὸ πᾶν αὐτοῖς δίδωσιν. Οὐδὲ γὰρ πρόγνωσιν τέως αὐτοῖς χαρίζεται, ὥστε μαθεῖν τίς ἄξιος, καὶ τίς οὐ τοιοῦτος· ἀλλὰ περιεργάζεσθαι καὶ τὴν πεῖραν ἀναμένειν κελεύει. Πῶς οὖν αὐτὸς παρὰ τελώνῃ ἔμενεν;

Ὅτι ἄξιος γέγονεν ἐκ τῆς μεταβολῆς. Σὺ δέ μοι σκόπει πῶς πάντων αὐτοὺς γυμνώσας, πάντα αὐτοῖς ἔδωκεν, ἐπιτρέψας ἐν ταῖς τῶν μαθητευομένων μένειν οἰκίαις, καὶ οὐδὲν ἔχοντας εἰσιέναι. Οὕτω γὰρ καὶ τῆς φροντίδος ἀπηλλάττοντο, κἀκείνους ἔπειθον, ὅτι διὰ τὴν αὐτῶν παραγεγόνασι σωτηρίαν μόνην, καὶ τῷ μηδὲν ἐπιφέρεσθαι, καὶ τῷ μηδὲν πλέον αὐτοὺς ἀπαιτεῖν τῶν ἀναγκαίων, καὶ τῷ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι. Οὐδὲ γὰρ ἀπὸ τῶν σημείων αὐτοὺς ἐβούλετο φαίνεσθαι λαμπροὺς μόνον, ἀλλὰ καὶ πρὸ τῶν σημείων ἀπὸ τῆς οἰκείας ἀρετῆς. Οὐδὲν γὰρ οὕτω χαρακτηρίζει φιλοσοφίαν, ὡς τὸ ἀπέριττον, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνενδεές. Τοῦτο καὶ οἱ ψευδαπόστολοι ᾔδεσαν, Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς.

Εἰ δὲ ἐπὶ ξένης ὄντας καὶ πρὸς ἀγνῶτας ἀπιόντας οὐδὲν δεῖ πλέον ζητεῖν τῆς ἐφημέρου τροφῆς, πολλῷ μᾶλλον οἴκοι μένοντας. ϛʹ. Ταῦτα μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ μιμώμεθα. Οὐ γὰρ περὶ τῶν ἀποστόλων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ τῶν μετὰ ταῦτα ἁγίων. Γενώμεθα τοίνυν αὐτῶν ἄξιοι τῆς ὑποδοχῆς. Ἀπὸ γὰρ τῆς γνώμης τῶν ὑποδεχομένων καὶ ἡ εἰρήνη ἔρχεται αὕτη, καὶ ἀφίπταται πάλιν.

Οὐδὲ γὰρ μόνον ἀπὸ τῆς τῶν διδασκόντων παῤῥησίας, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν λαμβανόντων ἀξίας τοῦτο γίνεται. Μηδὲ μικρὰν νομίζωμεν εἶναι ζημίαν τὸ μὴ ἀπολαῦσαι τοιαύτης εἰρήνης. Ταύτην γὰρ καὶ ὁ προφήτης ἄνωθεν προαναφωνεῖ λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Εἶτα αὐτῆς τὸ ἀξίωμα ἑρμηνεύων ἐπήγαγε, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ταύτην καὶ ὁ Χριστὸς μεγάλην οὖσαν ἀπέφηνεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ δεῖ πάντα ποιεῖν, ὥστε αὐτῆς ἀπολαύειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἐκκλησίᾳ. Καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ προεστὼς δίδωσιν εἰρήνην. Καὶ τοῦτο ἐκείνου τύπος ἐστὶ, καὶ δεῖ μετὰ πάσης αὐτὸν δέχεσθαι προθυμίας, τῇ γνώμῃ πρὸ τῆς τραπέζης. Εἰ γὰρ τὸ ἀπὸ τῆς τραπέζης μὴ μεταδοῦναι φορτικὸν, τὸ τὸν λέγοντα διακρούεσθαι πόσῳ μᾶλλον ἂν φορτικώτερον; Διὰ σὲ κάθηται ὁ πρεσβύτερος, διὰ σὲ ἕστηκεν ὁ διδάσκαλος, πονῶν καὶ ταλαιπωρούμενος. Τίνα οὖν ἕξεις ἀπολογίαν, μηδὲ τὴν ἐκ τῆς ἀκροάσεως αὐτῷ παρέχων ὑποδοχήν;

Καὶ γὰρ οἰκία κοινὴ πάντων ἐστὶν ἡ ἐκκλησία, καὶ προλαβόντων ὑμῶν εἴσιμεν ἡμεῖς, τὸν ἐκείνων τύπον διατηροῦντες. Διὰ τοῦτο καὶ κοινῇ πᾶσι τὴν εἰρήνην ἐπιλέγομεν εἰσιόντες εὐθέως, κατὰ τὸν νόμον ἐκεῖνον. Μηδεὶς τοίνυν ἔστω ῥᾴθυμος, μηδεὶς μετέωρος, εἰσελθόντων τῶν ἱερέων καὶ διδασκόντων· οὐδὲ γὰρ μικρὰ ἐπὶ τούτῳ κεῖται κόλασις. Καὶ γὰρ βουλοίμην ἂν ἔγωγε μυριάκις εἰς οἰκίαν τινὸς ὑμῶν εἰσελθὼν ἐξαπορηθῆναι, ἢ ἐνταῦθα λέγων μὴ ἀκουσθῆναι. Τοῦτο ἐμοὶ φορτικώτερον ἐκείνου, ἐπειδὴ καὶ κυριωτέρα αὕτη ἡ οἰκία. Καὶ γὰρ τὰ μεγάλα ἡμῶν ἐνταῦθα κεῖται κτήματα· ἐνταῦθα ἡμῶν αἱ ἐλπίδες πᾶσαι. Τί γὰρ οὐχὶ ἐνταῦθα μέγα καὶ φρικῶδες;

Καὶ γὰρ ἡ τράπεζα αὕτη πολλῷ τιμιωτέρα καὶ ἡδίων, καὶ ἡ λυχνία τῆς λυχνίας. Καὶ ἴσασιν ὅσα μετὰ πίστεως καὶ εὐκαίρως ἐλαίῳ χρισάμενοι νοσήματα ἔλυσαν. Καὶ τὸ κιβώτιον δὲ τοῦτο ἐκείνου τοῦ κιβωτίου πολλῷ βέλτιον καὶ ἀναγκαιότερον· οὐ γὰρ ἱμάτια, ἀλλ᾽ ἐλεημοσύνην ἔχει συγκεκλεισμένην, εἰ καὶ ὀλίγοι εἰσὶν κεκτημένοι. Ἐνταῦθα καὶ κλίνη ἐκείνης βελτίων· ἡ γὰρ τῶν θείων Γραφῶν ἀνάπαυσις πάσης κλίνης ἡδίων ἐστί. Καὶ εἰ καλῶς ἦν ἡμῖν [τὰ τῆς ὁμονοίας κατωρθωμένα], οὔτ᾽ ἂν ἑτέραν ἔσχομεν παρὰ ταύτην οἰκίαν. Καὶ ὅτι οὐ φορτικὸν τὸ εἰρημένον, μαρτυροῦσιν οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι, καὶ οἰκίαν καὶ τράπεζαν καὶ ψυχὴν ἐσχηκότες μίαν· Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἐπειδὴ δὲ πολὺ τῆς ἐκείνων ἀποδέομεν ἀρετῆς, καὶ διῳκίσμεθα κατὰ τὰς οἰκίας, κἂν, ἡνίκα ἐνθάδε συλλεγόμεθα, μετὰ προθυμίας τοῦτο ποιῶμεν. Εἰ γὰρ ἐν τοῖς ἄλλοις πτωχοὶ καὶ πένητές ἐσμεν, [ἀλλ᾽ ἐν τούτοις πλούσιοι. Διὸ] κἂν ἐνταῦθα δέξασθε μετὰ ἀγάπης εἰσιόντας ἡμᾶς πρὸς ὑμᾶς. Καὶ ὅταν εἴπω, Εἰρήνη ὑμῖν, εἶτα εἴπητε, Καὶ τῷ πνεύματί σου· μὴ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ λέγετε· μὴ τῷ στόματι, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἂν δὲ ἐνταῦθα μὲν λέγῃς, Εἰρήνη καὶ τῷ πνεύματί σου, ἔξω δέ μοι πολεμῇς διαπτύων καὶ κακηγορῶν, μυρίοις λάθρα πλύνων ὀνείδεσι, ποία εἰρήνη αὕτη;

Ἐγὼ μὲν γὰρ, κἂν μυριάκις κακηγορήσῃς, μετὰ καθαρᾶς καρδίας τὴν εἰρήνην σοι δίδωμι, μετὰ εἰλικρινοῦς γνώμης, καὶ πονηρὸν οὐδὲν δύναμαί ποτε περὶ σοῦ εἰπεῖν· σπλάγχνα γὰρ ἔχω πατρικά. Κἂν ἐπιπλήξω ποτὲ, κηδόμενος τοῦτο ποιῶ. Σὺ δὲ λάθρα δάκνων, καὶ μὴ δεχόμενός με ἐν δεσποτικῇ οἰκίᾳ, δέδοικα μὴ πάλιν μοι τὴν ἀθυμίαν αὐξήσῃς· οὐκ ἐπειδὴ ὕβρισας, οὐδὲ ἐπειδὴ ἐξέβαλες, ἀλλ᾽ ἐπειδὴ τὴν εἰρήνην ἀπεκρούσω, καὶ τὴν χαλεπὴν ἐκείνην ἐπεσπάσω κόλασιν. Κἂν γὰρ μὴ ἐκτινάξω τὸν κονιορτὸν ἐγὼ, κἂν μὴ ἀποστραφῶ, τὰ τῆς ἀπειλῆς ἀκίνητα μένει. Ἐγὼ μὲν γὰρ ἐπιλέγω πολλάκις ὑμῖν εἰρήνην, καὶ ἀεὶ τοῦτο λέγων οὐ παύσομαι· ἂν δὲ μετὰ τῶν ὕβρεων καὶ μὴ δέξησθε, οὐδὲ οὕτω τὸν κονιορτὸν ἐκτινάσσω· οὐκ ἐπειδὴ παρακούω τοῦ Δεσπότου, ἀλλ᾽ ἐπειδὴ σφόδρα ὑμῶν ἐκκαίομαι. Ἄλλως δὲ οὐδὲ ἔπαθόν τι δι᾽ ὑμᾶς· οὔτε μακρὰν ἦλθον ἀποδημίαν, οὐδὲ μετὰ τοῦ σχήματος ἐκείνου καὶ τῆς ἀκτημοσύνης ἦλθον (διὰ τοῦτο πρότερον ἑαυτοῖς ἐγκαλοῦμεν), οὐδὲ χωρὶς ὑποδημάτων καὶ δευτέρου χιτῶνος· διὰ τοῦτο τάχα καὶ τὰ παρ᾽ ὑμῶν ἐλλιμπάνετε. Πλὴν ἀλλ᾽ οὐκ ἀρκεῖ τοῦτο ὑμῖν εἰς ἀπολογίαν· ἀλλ᾽ ἡμῖν μὲν τὸ κρίμα μεῖζον, ὑμῖν δὲ συγγνώμης οὐ μεταδίδωσι.

ζʹ. Τότε αἱ οἰκίαι ἐκκλησίαι ἦσαν, νῦν δὲ ἡ ἐκκλησία οἰκία γέγονεν. Οὐδὲν ἦν τότε ἐν οἰκίᾳ λαλῆσαι βιωτικόν· οὐδέν ἐστι νῦν ἐν ἐκκλησίᾳ πνευματικὸν εἰπεῖν, ἀλλὰ καὶ ἐνταῦθα τὰ ἐκ τῆς ἀγορᾶς ἐπεισάγετε· καὶ τοῦ Θεοῦ διαλεγομένου, ἀφέντες τὸ σιγῇ τῶν λεγομένων ἀκούειν, τἀναντία φέροντες συμβάλλετε πράγματα· καὶ εἴθε τὰ ὑμέτερα· νυνὶ δὲ τὰ μηδὲν ὑμῖν προσήκοντα καὶ λέγετε καὶ ἀκούετε. Διὰ ταῦτα θρηνῶ, καὶ θρηνῶν οὐ παύσομαι. Οὐδὲ γάρ εἰμι κύριος τὴν οἰκίαν ἀμεῖψαι ταύτην, ἀλλ᾽ ἐνταῦθα ἀνάγκη μένειν, ἕως ἂν ἐκ τοῦ παρόντος ἐξέλθωμεν βίου. Χωρήσατε τοίνυν ἡμᾶς, καθὼς ὁ Παῦλος ἐκέλευσεν. Οὐδὲ γὰρ περὶ τραπέζης ἐκεῖ τὸ εἰρημένον ἦν αὐτῷ, ἀλλὰ περὶ γνώμης καὶ διανοίας.

Τοῦτο καὶ ἡμεῖς παρ᾽ ὑμῶν ζητοῦμεν, τὴν ἀγάπην, τὴν φιλίαν τὴν θερμὴν ἐκείνην καὶ γνησίαν. Εἰ δὲ οὐδὲ τοῦτο ἀνέχεσθε, κἂν ὑμᾶς αὐτοὺς φιλήσατε, τὴν παροῦσαν ἀποτιθέμενοι ῥᾳθυμίαν. Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἡμῖν, ἂν ἴδωμεν εὐδοκιμοῦντας καὶ γενομένους βελτίους ὑμᾶς. Οὕτω καὶ αὐτὸς μείζονα ἐπιδείξομαι τὴν ἀγάπην, Εἰ καὶ περισσότερον ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ γὰρ πολλὰ ἡμᾶς ἐστι τὰ συνάγοντα· μία τράπεζα πρόκειται πᾶσιν, εἷς ἐγέννησεν ἡμᾶς Πατὴρ, τὰς αὐτὰ, πάντες ἐλύσαμεν ὠδῖνας, τὸ αὐτὸ ποτὸν ἅπασι δέδοται· μᾶλλον δὲ οὐ μόνον τὸ αὐτὸ ποτὸν, ἀλλὰ καὶ ἐξ ἑνὸς ποτηρίου πίνειν. Ὁ γὰρ Πατὴρ, βουλόμενος ἡμᾶς εἰς φιλοστοργίαν ἀγαγεῖν, καὶ τοῦτο ἐμηχανήσατο, ἐξ ἑνὸς ποτηρίου πίνειν ἡμᾶς· ὅπερ ἐπιτεταμένης ἐστιν ἀγάπης. Ἀλλ᾽ οὐκ ἐσμὲν ἄξιοι τῶν ἀποστόλων ἡμεῖς.

Ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἄν ποτε ἀρνηθείην. Οὐ μόνον ἐκείνων, ἀλλ᾽ οὐδὲ τῆς σκιᾶς ἄξιοι τῆς ἐκείνων ἡμεῖς. Ἀλλ᾽ ὅμως τὰ παρ᾽ ὑμῶν γινέσθω. Οὐδὲν ὑμᾶς τοῦτο καταισχῦναι δυνήσεται, ἀλλὰ καὶ ὠφελῆσαι μειζόνως.

Ὅταν γὰρ καὶ περὶ ἀναξίους τοσαύτην ἐπιδείξησθε τὴν ἀγάπην καὶ τὴν ὑπακοὴν, τότε μείζονα λήψεσθε τὴν ἀνταπόδοσιν. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν· ἐπεὶ μηδέ ἐστιν ὑμῖν διδάσκαλος ἐπὶ τῆς γῆς· ἀλλ᾽ ἃ παρελάβομεν, καὶ διδόαμεν· καὶ διδόντες οὐδὲν πλέον ἐπιζητοῦμεν παρ᾽ ὑμῶν, ἀλλ᾽ ἢ τὸ φιλεῖσθαι μόνον. Εἰ δὲ ἀνάξιοι καὶ τούτου, ἀλλ᾽ ἀπὸ τοῦ φιλεῖν ὑμᾶς ἄξιοι ταχέως ἐσόμεθα.

Καίτοιγε προσετάγημεν, μὴ τοὺς φιλοῦντας φιλεῖν μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τίς οὖν οὕτως ἀπηνὴς, τίς οὕτως ἄγριος, ὃς τοιοῦτον δεξάμενος νόμον, καὶ τοὺς φιλοῦντας ἀποστραφήσεται καὶ μισήσει, κἂν μυρίων κακῶν ἀνάμεστος ᾖ; Ἐκοινωνήσαμεν τραπέζης πνευματικῆς· κοινωνήσωμεν καὶ ἀγάπης πνευματικῆς. Εἰ γὰρ λῃσταὶ, κοινωνοῦντες ἁλῶν, ἐπιλανθάνονται τοῦ τρόπου, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, σώματος ἀεὶ Δεσποτικοῦ μετέχοντες, καὶ οὐδὲ τὴν ἐκείνων μιμούμενοι ἡμερότητα;

Καίτοιγε πολλοῖς οὐχὶ τράπεζα μόνον, ἀλλὰ καὶ τὸ πόλεως εἶναι μιᾶς ἤρκεσεν εἰς φιλίαν· ἡμεῖς δὲ, ὅταν καὶ πόλιν τὴν αὐτὴν ἔχωμεν, καὶ οἰκίαν τὴν αὐτὴν, καὶ τράπεζαν, καὶ ὁδὸν, καὶ θύραν, καὶ ῥίζαν, καὶ ζωὴν, καὶ κεφαλὴν, καὶ ποιμένα τὸν αὐτὸν, καὶ βασιλέα, καὶ διδάσκαλον, καὶ κριτὴν, καὶ δημιουργὸν, καὶ πατέρα, καὶ πάντα ἡμῖν ᾖ κοινὰ, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, ἀπ᾽ ἀλλήλων διαιρούμενοι; Ἀλλὰ τὰ σημεῖα ἐπιζητεῖτε, ἅπερ εἰσιόντες ἐποίουν ἐκεῖνοι, τοὺς λεπροὺς τοὺς καθαιρομένους, καὶ τοὺς δαίμονας τοὺς ἐλαυνομένους, καὶ τοὺς ἐγειρομένους νεκρούς; Ἀλλὰ καὶ τοῦτο τῆς εὐγενείας ὑμῶν μέγιστον δεῖγμα, καὶ τῆς ἀγάπης, τὸ μὴ μετ᾽ ἐνεχύρων πιστεύειν τῷ Θεῷ. Καὶ γὰρ καὶ διὰ τοῦτο καὶ δι᾽ ἕτερον τὰ σημεῖα ἔπαυσεν ὁ Θεός. Εἰ γὰρ, οὐ γινομένων σημείων, οἱ πλεονεκτήμασιν ἑτέροις κομῶντες, οἷον ἢ λόγῳ σοφίας, ἢ εὐλαβείας ἐπιδείξει, κενοδοξοῦσιν, ἐπαίρονται, ἀπ᾽ ἀλλήλων σχίζονται· εἰ καὶ σημεῖα ἐγένοντο, ποῦ οὐκ ἂν ἐγένετο ῥήγματα; Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, μαρτυροῦσι Κορίνθιοι εἰς πολλὰ ἐντεῦθεν διαιρεθέντες μέρη. Μὴ δὴ σημεῖα ζήτει, ἀλλὰ ψυχῆς ὑγείαν. Μὴ ζήτει νεκρὸν ἕνα ἰδεῖν ἐγειρόμενον· καὶ γὰρ ἔμαθες ὅτι ὁλόκληρος ἡ οἰκουμένη ἀνίσταται.

Μὴ ζήτει τυφλὸν ἰδεῖν θεραπευόμενον, ἀλλ᾽ ὅρα πάντας ἀναβλέποντας νῦν τὴν βελτίω καὶ χρησιμωτέραν ἀνάβλεψιν· καὶ μάθε καὶ σὺ σωφρόνως ὁρᾷν, καὶ διόρθωσαί σου τὸν ὀφθαλμόν. Καὶ γὰρ εἰ πάντες ὡς ἐχρῆν ἐζῶμεν, μᾶλλον ἂν τῶν θαυματουργούντων ἐθαύμασαν ἡμᾶς Ἑλλήνων παῖδες. Τὰ μὲν γὰρ σημεῖα καὶ φαντασίας ὑπόνοιαν ἔχει πολλάκις, καὶ ἑτέραν πονηρὰν ὑποψίαν, εἰ καὶ τὰ ἡμέτερα οὐ τοιαῦτα· βίος δὲ καθαρὸς οὐδεμίαν τοιαύτην ἐπήρειαν δέξασθαι δύναται· ἀλλὰ πάντων ἐμφράττει τὰ στόματα τῆς ἀρετῆς ἡ κτῆσις.

ηʹ. Ταύτης τοίνυν ἐπιμελώμεθα· πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα. Αὕτη τὴν ὄντως ἐλευθερίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν· οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα. Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν, ἀπαλλάγηθι πλημμελημάτων, καὶ τὸ πᾶν ἤνυσας.

Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ· κἂν ταύτην ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων μεῖζον εἰργάσω. Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων προτιθέντος· Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· καὶ μέλλων λέγειν τὴν ὁδὸν ταύτην, οὐ νεκρῶν εἶπεν ἔγερσιν, οὐ κάθαρσιν λεπρῶν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ᾽ ἀντὶ πάντων τούτων τὴν ἀγάπην τέθεικεν. Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ᾽ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.

Καὶ πρὸ τούτου πάλιν· Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐκ οἶδα ὑμᾶς. Καὶ ὅτε ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ᾽ ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν οὗτοι, ἀλλ᾽ ἐὰν ὦσιν ἕν.

Τὰ μὲν γὰρ σημεῖα πολλάκις ἕτερον μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενοδοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ. Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα. Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας. Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας. Ἂν ἀποστήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλλους ἀλλοτρίου, τυφλοὺς ὄντας ἀνέῳξας. Ἐὰν ἀντὶ σατανικῶν ᾠδῶν μάθῃς ψαλμοὺς πνευματικοὺς, κωφὸς ὢν ἐλάλησας. Ταῦτα τὰ θαύματα μέγιστα· ταῦτα τὰ σημεῖα παράδοξα. Ἂν ταῦτα τὰ σημεῖα ποιοῦντες διατελῶμεν, καὶ αὐτοὶ μεγάλοι τινὲς καὶ θαυμαστοὶ διὰ τούτων ἐσόμεθα, καὶ τοὺς πονηροὺς ἐπισπασόμεθα ἅπαντας εἰς ἀρετὴν, καὶ τῆς μελλούσης ἀπολαυσόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.