Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Πνευματική Συγγένεια και οι Παραβολές της Βασιλείας (Ομιλίες ΜΕ΄-ΜΖ΄)

Το επεισόδιο με τη μητέρα και τους αδελφούς του Ιησού, και η διδασκαλία μέσω παραβολών (Σπορέας, Ζιζάνια, κρυμμένος θησαυρός).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 20

ΟΜΙΛΙΑ ΜΔʹ. Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι «Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;» Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς, εἶπεν· «Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.» αʹ. Ὅπερ πρώην ἔλεγον, ὅτι ἀρετῆς ἀπούσης ἅπαντα περιττὰ, τοῦτο καὶ νῦν μετὰ πολλῆς δείκνυται τῆς περιουσίας.

Ἐγὼ μὲν γὰρ ἔλεγον, ὅτι καὶ ἡλικία, καὶ φύσις, καὶ τὸ ἔρημον οἰκεῖν, καὶ ὅσα τοιαῦτα ἀνόνητα, γνώμης οὐκ οὔσης ἀγαθῆς· σήμερον δὲ καὶ πλέον ἕτερόν τι μανθάνομεν, ὅτι οὐδὲ τὸ κυοφορῆσαι τὸν Χριστὸν, καὶ τὸν θαυμαστὸν ἐκεῖνον τόκον τεκεῖν, ἔχει τι κέρδος, ἀρετῆς οὐκ οὔσης. Καὶ τοῦτο μάλιστα ἐντεῦθεν δῆλον. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, φησὶν, εἶπέ τις αὐτῷ, ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Ὁ δὲ λέγει· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπαισχυνόμενος ἐπὶ τῇ μητρὶ, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν· εἰ γὰρ ἐπῃσχύνετο, οὐδ᾽ ἂν διῆλθε διὰ τῆς μήτρας ἐκείνης· ἀλλὰ δηλῶν, ὅτι οὐδὲν ὄφελος αὐτῇ τούτου, εἰ μὴ τὰ δέοντα ποιεῖ ἅπαντα. Καὶ γὰρ ὅπερ ἐπεχείρησε, φιλοτιμίας ἦν περιττῆς· ἐβούλετο γὰρ ἐνδείξασθαι τῷ δήμῳ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδὸς, οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα φανταζομένη· διὸ καὶ ἀκαίρως προσῆλθεν. Ὅρα γοῦν καὶ αὐτῆς καὶ ἐκείνων τὴν ἀπόνοιαν. Δέον γὰρ εἰσελθόντας ἀκοῦσαι μετὰ τοῦ ὄχλου, ἢ μὴ τοῦτο βουλομένους ἀναμεῖναι καταλῦσαι τὸν λόγον, καὶ τότε προσελθεῖν· οἱ δὲ ἔξω καλοῦσιν αὐτὸν, καὶ ἐπὶ πάντων τοῦτο ποιοῦσι, φιλοτιμίαν ἐπιδεικνύμενοι περιττὴν, καὶ δεῖξαι θέλοντες, ὅτι μετὰ πολλῆς αὐτῷ ἐπιτάττουσι τῆς ἐξουσίας.

Ὅπερ καὶ ὁ εὐαγγελιστὴς δείκνυται ἐγκαλῶν· αὐτὸ γὰρ τοῦτο αἰνιττόμενος οὕτως εἴρηκεν· Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις· ὡσανεὶ ἔλεγε· Μὴ γὰρ οὐκ ἦν καιρὸς ἕτερος; μὴ γὰρ οὐκ ἦν κατ᾽ ἰδίαν διαλεχθῆναι; Τί δὲ καὶ λαλῆσαι ἐβούλοντο; Εἰ μὲν γὰρ ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων, κοινῇ ταῦτα προσθεῖναι ἐχρῆν, καὶ ἐπὶ πάντων εἰπεῖν, ὥστε καὶ τοὺς ἄλλους κερδάναι· εἰ δὲ περὶ ἑτέρων τῶν αὐτοῖς διαφερόντων, οὐκ ἐχρῆν οὕτω κατεπείγειν.

Εἰ γὰρ πατέρα θάψαι οὐκ ἀφῆκεν, ἵνα μὴ διακόπτηται ἡ ἀκολούθησις, πολλῷ μᾶλλον τὴν αὐτοῦ δημηγορίαν καταλῦσαι οὐκ ἐχρῆν ὑπὲρ τῶν οὐδὲν προσηκόντων. Ὅθεν δῆλον, ὅτι κενοδοξίᾳ τοῦτο μόνον ἐποίουν· ὃ καὶ Ἰωάννης δηλῶν ἔλεγεν, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἀπαγγέλλει τὰ πολλῆς γέμοντα ἀνοίας, λέγων ὅτι εἷλκον αὐτὸν ἐπὶ τὰ Ἱεροσόλυμα, δι᾽ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ αὐτοὶ δόξαν ἀπὸ τῶν ἐκείνου σημείων καρπώσωνται· Εἰ γὰρ ταῦτα ποιεῖς, φησὶ, δεῖξον σεαυτὸν τῷ κόσμῳ· οὐδεὶς γάρ τι ποιεῖ ἐν κρυπτῷ, καὶ ζητεῖ αὐτὸς φανερὸς εἶναι· ὅτε καὶ αὐτὸς αὐτοῖς ἐπετίμησε, τὴν σαρκικὴν αὐτῶν αἰτιώμενος γνώμην. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι ὠνείδιζον, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; καὶ οἱ ἀδελφοὶ αὐτοῦ οὐχὶ παρ᾽ ἡμῖν εἰσι; τὴν εὐτέλειαν βουλόμενοι τὴν ἀπὸ τοῦ γένους ἀποκρούεσθαι, ἐπὶ τὴν τῶν σημείων αὐτὸν ἐκάλουν ἐπίδειξιν. Διὰ τοῦτο αὐτοὺς διακρούεται, τὸ πάθος αὐτῶν βουλόμενος ἰάσασθαι· ὡς εἴγε ἀρνήσασθαι ἤθελε τὴν μητέρα, ὅτε ἐκεῖνοι ὠνείδιζον, τότε ἂν ἠρνήσατο.

Νῦν δὲ φαίνεται τοσαύτην αὐτῆς ποιούμενος πρόνοιαν, ὡς καὶ πρὸς αὐτῷ τῷ σταυρῷ τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ παρακαταθέσθαι αὐτὴν, καὶ πολλὰ ὑπὲρ αὐτῆς ἐπισκῆψαι. Ἀλλ᾽ οὐχὶ νῦν τοῦτο ποιεῖ, κηδόμενος αὐτῆς καὶ τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ ὡς ἀνθρώπῳ προσεῖχον ψιλῷ, καὶ ἐκενοδόξουν, τὸ νόσημα ἐκβάλλει, οὐχ ὑβρίζων, ἀλλὰ διορθούμενος. Σὺ δέ μοι μὴ τὰ ῥήματα ἐξέταζε μόνον τὰ ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὴν ἀτοπίαν καὶ τὴν τόλμην τῶν ἀδελφῶν, ἣν ἐτόλμησαν, καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ᾽ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τί βουλόμενος ἐπετίμα· οὐδὲ γὰρ ἐξαπορῆσαι θέλων, ἀλλ᾽ ἀπαλλάξαι τοῦ τυραννικωτάτου πάθους, καὶ κατὰ μικρὸν ἐναγαγεῖν εἰς τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν, καὶ πεῖσαι ὅτι οὐχὶ υἱὸς αὐτῆς μόνον ἐστὶν, ἀλλὰ καὶ Δεσπότης· καὶ ὄψει σφόδρα πρέπουσαν καὶ αὐτῷ τὴν ἐπιτίμησιν, κἀκείνῃ λυσιτελοῦσαν, καὶ μετὰ τούτων πολὺ καὶ τὸ ἥμερον ἔχουσαν. Οὐδὲ γὰρ εἶπεν, Ἄπελθε, εἰπὲ τῇ μητρὶ, ὅτι Οὐκ εἶ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων· Τίς ἐστιν ἡ μήτηρ μου; μετὰ τῶν εἰρημένων καὶ ἕτερόν τι κατασκευάζων.

Ποῖον δὴ τοῦτο; Τὸ μήτε ἐκείνους, μήτε ἄλλους, συγγενείᾳ θαῤῥοῦντας, ἀρετῆς ἀμελεῖν, Εἰ γὰρ ταύτην οὐδὲν ὠφελεῖ τὸ μητέρα εἶναι, εἰ μὴ ἐκεῖνο εἴη, σχολῇ γ᾽ ἂν ἕτερός τις ἀπὸ συγγενείας σωθήσεται Μία γάρ ἐστιν εὐγένεια μόνη, τὸ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν. Οὗτος τῆς εὐγενείας ὁ τρόπος βελτίων ἐκείνου καὶ κυριώτερος.

βʹ. Ταῦτ᾽ οὖν εἰδότες, μήτε ἐπὶ παισὶν εὐδοκίμοις μέγα φρονῶμεν, ἂν μὴ τὴν ἀρετὴν αὐτῶν ἔχωμεν· μήτε ἐπὶ πατράσι γενναίοις, ἐὰν μὴ ὦμεν αὐτοῖς ὁμότροποι. Ἔστι γὰρ καὶ τὸν γεννήσαντα μὴ εἶναι πατέρα, καὶ τὸν μὴ γεννήσαντα εἶναι. Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ γυναικός τινος εἰπούσης· Μακαρία ἡ γαστὴρ ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· οὐκ εἶπεν, Οὐκ ἐβάστασέ με κοιλία, οὐδὲ Μαστοὺς οὐκ ἐθήλασα· ἀλλὰ τοῦτο· Μενοῦνγε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου. Ὁρᾷς πῶς ἄνω καὶ κάτω οὐκ ἀρνεῖται τὴν κατὰ φύσιν συγγένειαν, ἀλλὰ προστίθησι τὴν κατ᾽ ἀρετήν; Καὶ ὁ πρόδρομος δὲ λέγων, Γεννήματα ἐχιδνῶν, μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ Ἀβραὰμ κατὰ φύσιν, ἀλλ᾽ ὅτι οὐδὲν αὐτοὺς ὠφελεῖ τὸ εἶναι ἐκ τοῦ Ἀβραὰμ, εἰ μὴ τὴν ἀπὸ τῶν τρόπων συγγένειαν ἔχοιεν· ὃ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· οὐ τῆς συγγενείας αὐτοὺς ἀποστερῶν τῆς κατὰ σάρκα, ἀλλὰ παιδεύων τὴν μείζονα ταύτης καὶ κυριωτέραν ἐπιζητεῖν. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζει, ἀλλ᾽ ἀνεπαχθέστερον καὶ ἐμμελέστερον· καὶ γὰρ πρὸς μητέρα ἦν ὁ λόγος αὐτῷ.

Οὐδὲ γὰρ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, οὐδὲ ἀδελφοὶ ἐκεῖνοι, ἐπειδὴ οὐ ποιοῦσι τὸ θέλημά μου· οὐδὲ ἀπεφήνατο καὶ κατεδίκασεν· ἀλλ᾽ ἔτι κυρίους αὐτοὺς ἐποίει τοῦ βούλεσθαι, μετὰ τῆς αὐτῷ πρεπούσης ἐπιεικείας φθεγγόμενος. Ὁ γὰρ ποιῶν, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ὥστε εἰ βούλονται εἶναι, ταύτην ἐρχέσθωσαν τὴν ὁδόν. Καὶ ἡνίκα δὲ ἐβόησεν ἡ γυνὴ λέγουσα, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, οὐκ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, ἀλλ᾽, Εἰ βούλεται μακαρία εἶναι, τὸ θέλημα ποιείτω τοῦ Πατρός μου. Ὁ γὰρ τοιοῦτος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί.

Βαβαὶ τῆς τιμῆς! βαβαὶ τῆς ἀρετῆς! εἰς ὅσην ἀνάγει κορυφὴν τὸν μετιόντα αὐτήν. Πόσαι γυναῖκες ἐμακάρισαν τὴν ἁγίαν Παρθένον ἐκείνην καὶ τὴν νηδὺν, καὶ ηὔξαντο τοιαῦται γενέσθαι μητέρες, καὶ πάντα προέσθαι.

Τί τοίνυν τὸ κωλύον; Ἰδοὺ γὰρ εὐρεῖαν ἔτεμεν ἡμῖν ὁδὸν, καὶ ἔξεστιν οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἀνδράσιν ἐπὶ τῆς τοιαύτης γενέσθαι τάξεως· μᾶλλον δὲ καὶ ἔτι πολλῷ μείζονος. Τοῦτο γὰρ πολλῷ μᾶλλον μητέρα ποιεῖ, ἢ αἱ ὠδῖνες ἐκεῖναι. Ὥστε εἰ μακαριστὸν ἐκεῖνο, πολλῷ μᾶλλον τοῦτο, ὅσῳ καὶ κυριώτερον. Μὴ τοίνυν ἁπλῶς ἐπιθύμει· ἀλλὰ καὶ τὴν ὁδὸν τὴν φέρουσάν σε ἐπὶ τὴν ἐπιθυμίαν βάδιζε μετὰ πολλῆς τῆς σπουδῆς. Ταῦτα τοίνυν εἰπὼν ἐξῆλθεν ἐκ τῆς οἰκίας. Εἶδες πῶς καὶ ἐπέπληξε, καὶ ἐποίησεν ὅπερ ἐπόθουν; Ὃ δὴ καὶ ἐπὶ τῶν γάμων ποιεῖ. Καὶ γὰρ ἐκεῖ καὶ ἐπετίμησεν ἀκαίρως αἰτούσῃ, καὶ ὅμως οὐκ ἀντεῖπε· τῷ μὲν προτέρῳ διορθούμενος τὴν ἀσθένειαν, τῷ δὲ δευτέρῳ τὴν περὶ τὴν μητέρα εὔνοιαν ἐπιδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα τῆς τε κενοδοξίας τὸ νόσημα ἰάσατο, καὶ τὴν πρέπουσαν τιμὴν τῇ μητρὶ ἀπέδωκε, καίτοι καὶ ἄκαιρα αἰτούσῃ. Ἐν γὰρ τῇ ἡμέρᾳ, φησὶν, ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν.

Εἰ γὰρ βούλεσθε, φησὶν, ἰδεῖν καὶ ἀκοῦσαι, ἰδοὺ ἐξέρχομαι καὶ διαλέγομαι. Ἐπειδὴ γὰρ σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρέχει. Καὶ κάθηται παρὰ τὴν θάλασσαν, ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. Ἐκάθισε δὲ παρὰ τὴν θάλασσαν οὐχ ἁπλῶς· καὶ τοῦτο αὐτὸ τέθεικεν αἰνιττόμενος ὁ εὐαγγελιστής. Ἵνα γὰρ δείξῃ, ὅτι βουλόμενος μετὰ ἀκριβείας συγκροτῆσαι τὸ θέατρον, τοῦτο πεποίηκε, καὶ ὥστε μηδένα ἀφεῖναι κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχειν, Καὶ συνήχθησαν, φησὶ, πρὸς αὐτὸν ὄχλοι πολλοὶ, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καθίσας δὲ ἐκεῖ, διὰ παραβολῶν φθέγγεται.

Καὶ ἐλάλησεν αὐτοῖς, φησὶ, πολλὰ ἐν παραβολαῖς. Καίτοιγε ἐπὶ τοῦ ὄρους οὐχ οὕτως ἐποίησεν, οὐδὲ διὰ παραβολῶν τοσούτων τὸν λόγον ὕφηνεν· τότε γὰρ ὄχλοι μόνον ἦσαν καὶ δῆμος ἄπλαστος· ἐνταῦθα δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. Σὺ δέ μοι σκόπει ποίαν προτέραν λέγει παραβολὴν, καὶ πῶς κατὰ ἀκολουθίαν αὐτὰς τίθησιν ὁ Ματθαῖος. Ποίαν οὖν πρώτην λέγει;

Ἣν μάλιστα πρώτην ἐχρῆν εἰπεῖν, τὴν ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἔμελλε διαλέγεσθαι, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς. Διὰ τοῦτο καὶ ἕτερος εὐαγγελιστής φησιν, ὅτι ἐπετίμησεν αὐτοῖς, ὅτι οὐ νοοῦσι, λέγων· Πῶς οὐκ ἔγνωτε τὴν παραβολήν; Οὐ διὰ τοῦτο δὲ μόνον ἐν παραβολαῖς φθέγγεται, ἀλλ᾽ ἵνα καὶ ἐμφαντικώτερον τὸν λόγον ποιήσῃ, καὶ πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ᾽ ὄψιν ἀγάγῃ τὰ πράγματα. Οὕτω καὶ οἱ προφῆται ποιοῦσι.

γʹ. Τίς οὖν ἐστιν ἡ παραβολή; Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν, φησί. Πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρὼν, ὁ πάντα πληρῶν; ἢ πῶς ἐξῆλθεν; Οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ σάρκα περιβολῆς. Ἐπειδὴ γὰρ ἡμεῖς εἰσελθεῖν οὐκ ἐδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχιζόντων ἡμῖν τὴν εἴσοδον, αὐτὸς ἐξέρχεται πρὸς ἡμᾶς. Καὶ τί ἐξῆλθεν; ἀπολέσαι τὴν γῆν ἀκανθῶν γέμουσαν; τιμωρήσασθαι τοὺς γεωργούς; Οὐδαμῶς· ἀλλὰ γεωργῆσαι καὶ ἐπιμελήσασθαι, καὶ σπεῖραι τῆς εὐσεβείας τὸν λόγον. Σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησίν· ἄρουραν δὲ, τῶν ἀνθρώπων τὰς ψυχάς· σπορέα δὲ, ἑαυτόν. Τί τοίνυν γίνεται ἀπὸ τοῦ σπέρματος τούτου;

Τρία ἀπόλλυται μέρη, καὶ σώζεται τὸ ἕν. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσε, φησὶ, παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν αὐτά. Οὐκ εἶπεν, ὅτι αὐτὸς ἔῤῥιψεν, ἀλλὰ ὅτι ἔπεσεν. Ἃ δὲ ἐπὶ τὴν πέτραν, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη. Ἃ δὲ ἐπὶ τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ ἀπέπνιξαν αὐτά. Ἃ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν, ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τέταρτον μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά.

Ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετὰ ἀφθονίας ἅπασι διελέγετο. Καθάπερ γὰρ ὁ σπείρων οὐ διαιρεῖ τὴν ὑποκειμένην ἄρουραν, ἀλλ᾽ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς οὐ πλούσιον, οὐ πένητα διαιρεῖ, οὐ σοφὸν, οὐκ ἄσοφον, οὐ ῥᾴθυμον, οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον, οὐ δειλὸν, ἀλλὰ πᾶσι διελέγετο, τὰ παρ᾽ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα ἐξῇ αὐτῷ λέγειν· Τί με ἔδει ποιῆσαι, καὶ οὐκ ἐποίησα;

Καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέλου διαλέγονται τοῦ δήμου· Ἀμπελὼν γὰρ ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ· καὶ, Ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν· αὐτὸς δὲ ὡς περὶ σπόρου. Τί δήποτε δηλῶν; Ὅτι ταχεῖα ἔσται νῦν ἡ ὑπακοὴ, καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, μὴ ταυτολογίαν εἶναι νόμιζε. Ἐξέρχεται γὰρ ὁ σπείρων πολλάκις καὶ ἐφ᾽ ἕτερον πρᾶγμα, ἢ ὥστε νεῶσαι, ἢ ὥστε τὰς πονηρὰς ἐκτεμεῖν βοτάνας, ἢ ὥστε ἀκάνθας ἀνασπάσαι, ἢ ἄλλο τι ἐπιμελήσασθαι τοιοῦτον· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι ἐξῆλθε.

Πόθεν οὖν, εἰπέ μοι, τὸ πλέον ἀπώλετο τοῦ σπόρου; Οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν· τουτέστι, παρὰ τὴν μὴ ἀκούσασαν ψυχήν. Καὶ τίνος ἕνεκεν οὐ λέγει, ὅτι τὰ μὲν ἐδέξαντο οἱ ῥᾴθυμοι, καὶ ἀπώλεσαν· τὰ δὲ οἱ πλούσιοι, καὶ ἀπέπνιξαν· τὰ δὲ οἱ χαῦνοι, καὶ προὔδωκαν; Οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ἀλλὰ καταλιμπάνει τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον.

Οὐχ ὁ σπόρος δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ ἡ σαγήνη. Πολλὰ γὰρ καὶ ἐκείνη ἤνεγκεν ἄχρηστα. Ταύτην δὲ λέγει τὴν παραβολὴν, τοὺς μαθητὰς ἀλείφων, καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων τὸν λόγον ὦσιν οἱ ἀπολλύμενοι, μὴ καταπίπτειν. Καὶ γὰρ ἐπὶ τοῦ Δεσπότου τοῦτο γέγονε· καὶ ὁ πάντως προειδὼς, ὅτι ταῦτα ἔσται, οὐκ ἀπέστη τοῦ σπείρειν. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐπὶ τὰς ἀκάνθας σπείρειν, ἐπὶ τὴν πέτραν, ἐπὶ τὴν ὁδόν; Ἐπὶ μὲν τῶν σπερμάτων καὶ τῆς γῆς, οὐκ ἂν ἔχοι λόγον· ἐπὶ δὲ τῶν ψυχῶν καὶ τῶν διδαγμάτων, καὶ πολὺν ἔχει τοῦτο τὸν ἔπαινον. Ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, οὐδὲ τὰς ἀκάνθας μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν οὐχ οὕτω.

Δυνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι, καὶ γενέσθαι γῆν λιπαράν· καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς παριοῦσιν ἅπασιν, ἀλλ᾽ εἶναι ἄρουραν πίονα· καὶ τὰς ἀκάνθας ἀφανισθῆναι, καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. Εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἂν ἔσπειρεν οὗτος. Εἰ δὲ μὴ ἐγένετο ἐπὶ πάντων ἡ μεταβολὴ, οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τοὺς μὴ βουλομένους μεταβληθῆναι. Αὐτὸς μὲν γὰρ τὸ αὐτοῦ πεποίηκεν· εἰ δὲ ἐκεῖνοι τὰ παρ᾽ αὐτοῦ προὔδωκαν, ἀνεύθυνος αὐτὸς ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος. Σὺ δέ μοι ἐκεῖνο σκόπει, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι καὶ ἀλλήλων διεστηκυῖαι. Οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες εἰσὶν, οἱ βάναυσοι καὶ ῥᾴθυμοι καὶ ὀλίγωροι· οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. Ὁ γὰρ ἐπὶ τὰ πετρώδη σπαρεὶς, φησὶν, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως ἐσκανδαλίσθη. Παντὸς, φησὶν, ἀκούοντος τὸν λόγον τῆς ἀληθείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ Πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐκ τῆς καρδίας αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.

Οὐκ ἔστι δὲ ἴσον, μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος, τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. Οἱ δὲ ταῖς ἀκάνθαις προσεοικότες, πολλῷ τούτων ἀσυγγνωστότεροι. δʹ. Ἵν᾽ οὖν μή τι τούτων πάθωμεν, ἐπικαλύψωμεν τῇ προθυμίᾳ τὰ λεγόμενα, καὶ τῇ διηνεκεῖ μνήμῃ. Εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ᾽ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι· εἰ καὶ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα τοῦτο γίνεται (οὐ γὰρ εἶπεν, ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν)· εἰ καὶ ἀποπνίγεται τὰ λεγόμενα, οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι ταύτας.

Ἔνεστι γὰρ, ἐὰν θέλῃς, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάστην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ὁ αἰὼν, ἀλλ᾽, Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ, Ὁ πλοῦτος, ἀλλ᾽, Ἡ ἀπάτη τοῦ πλούτου. Μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην.

Ἔστι γὰρ καὶ πλουτεῖν, καὶ μὴ ἀπατᾶσθαι· καὶ ἐν τῷ αἰῶνι εἶναι τούτῳ, καὶ μὴ ἀποπνίγεσθαι ταῖς φροντίσι. Καὶ γὰρ δύο ἐλαττώματα ὁ πλοῦτος ἔχει ἐναντία· τὸ μὲν, κατατεῖνον καὶ ἐπισκοτοῦν, τὴν μέριμναν· τὸ δὲ, μαλακωτέρους ποιοῦν, τὴν τρυφήν. Καὶ καλῶς εἶπεν, Ἡ ἀπάτη τοῦ πλούτου. Πάντα γὰρ τὰ τοῦ πλούτου ἀπάτη· ὀνόματα γὰρ μόνον ἐστὶν, οὐκ ἐπὶ πραγμάτων κείμενα. Καὶ γὰρ ἡ ἡδονὴ, καὶ ἡ δόξα, καὶ ὁ καλλωπισμὸς, καὶ πάντα ταῦτα, φαντασία τίς ἐστιν, οὐ πραγμάτων ἀλήθεια. Εἰπὼν τοίνυν τοὺς τρόπους τῆς ἀπωλείας, ὕστερον τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδα μετανοίας, καὶ δεικνὺς, ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν.

Καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτὰ, διατί ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα ἤνεγκεν; Ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορά· καὶ γὰρ ἔνθα ἂν καλὴ ἡ γῆ, πολλὴ ἐν αὐτῇ καὶ ἡ διαφορά. Ὁρᾷς οὐχὶ τὸν γεωργὸν αἴτιον ὄντα, οὐδὲ τὰ σπέρματα, ἀλλὰ τὴν δεχομένην γῆν· οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην. Καὶ ἐνταῦθα δὲ πολλὴ ἡ φιλανθρωπία. ὅτι οὐχ ἓν ἀπαιτεῖ μέτρον ἀρετῆς, ἀλλὰ καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσι χώραν.

Ταῦτα δὲ λέγει, ἵνα μὴ νομίσωσιν οἱ ἀκολουθοῦντες αὐτῷ, ὅτι ἀρκεῖ ἡ ἀκρόασις εἰς σωτηρίαν. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ καὶ τὰς ἄλλας ἔθηκε πονηρίας, οἷον, ἐπιθυμίαν σωμάτων, κενοδοξίαν; Εἰπὼν τὴν μέριμναν τοῦ αἰῶνος τούτου, καὶ τὴν ἀπάτην τοῦ πλούτου, ἅπαντα τέθεικε. Καὶ γὰρ καὶ κενοδοξία, καὶ τὰ ἄλλα ἅπαντα, τοῦ αἰῶνος τούτου, καὶ τῆς τοῦ πλούτου ἀπάτης ἐστίν· οἷον, ἡδονὴ, καὶ γαστριμαργία, καὶ βασκανία, καὶ κενοδοξία, καὶ ὅσα τοιαῦτα. Προσέθηκε δὲ καὶ τὴν ὁδὸν καὶ τὴν πέτραν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ χρημάτων ἀπηλλάχθαι μόνον, ἀλλὰ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν ἀσκεῖν. Τί γὰρ, ἂν χρημάτων μὲν ἐλεύθερος ᾖς, ἄνανδρος δὲ καὶ μαλακός; τί δὲ, ἂν ἄνανδρος μὲν μὴ ᾖς, ῥᾴθυμος δὲ καὶ ὀλίγωρος περὶ τὴν ἀκρόασιν; Οὐδὲ γὰρ ἀρκεῖ μέρος ἓν πρὸς σωτηρίαν ἡμῖν, ἀλλὰ δεῖ πρῶτον μὲν ἀκροάσεως ἀκριβοῦς καὶ μνήμης διηνεκοῦς, ἔπειτα ἀνδρείας, εἶτα χρημάτων ὑπεροψίας καὶ τῆς τῶν βιωτικῶν ἁπάντων ἀπαλλαγῆς. Διὰ γάρ τοι τοῦτο πρῶτον τίθησιν ἐκείνου τοῦτο, ἐπειδὴ τούτου πρώτου χρεία (Πῶς γὰρ πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσι; καθάπερ οὖν καὶ ἡμεῖς ἐὰν μὴ προσέχωμεν τοῖς λεγομένοις, οὐδὲ μαθεῖν δυνησόμεθα ἃ χρὴ ποιεῖν)· ἔπειτα τὴν ἀνδρείαν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν.

Ταῦτ᾽ οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν, προσέχοντες τοῖς λεγομένοις, καὶ κατὰ βάθους ἀφιέντες τὰς ῥίζας, καὶ πάντων ἑαυτοὺς ἐκκαθαίροντες τῶν βιωτικῶν. Ἂν δὲ τὰ μὲν ποιῶμεν, τῶν δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· κἂν γὰρ μὴ οὕτως, ἀλλ᾽ ἐκείνως ἀπολλύμεθα. Τί γὰρ διαφέρει, ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας· ἂν μὴ διὰ ῥᾳθυμίας, ἀλλὰ δι᾽ ἀνανδρίας διαφθαρῶμεν; Ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. Μὴ τοίνυν ἐπειδὴ μὴ πᾶσιν ἀπολλύμεθα τοῖς τρόποις, παραμυθίαν ἔχωμεν, ἀλλὰ ἀλγῶμεν οἵῳ ἂν ἀπολώμεθα τρόπῳ. Καὶ κατακαίωμεν τὰς ἀκάνθας· καὶ γὰρ ἀποπνίγει τὸν λόγον. Καὶ ἴσασι τοῦτο οἱ πλουτοῦντες, οἱ μὴ πρὸς ταῦτα μόνον, ἀλλὰ μηδὲ πρὸς ἕτερα ὄντες χρήσιμοι. Δοῦλοι γὰρ καὶ αἰχμάλωτοι γενόμενοι τῶν ἡδονῶν, καὶ πρὸς τὰ πολιτικά εἰσιν ἄχρηστοι πράγματα· εἰ δὲ πρὸς ἐκεῖνα, πολλῷ μᾶλλον πρὸς τὰ τῶν οὐρανῶν. Καὶ γὰρ διπλῆ τοῖς λογισμοῖς ἐντεῦθεν ἡ λύμη γίνεται, ἀπό τε τῆς τρυφῆς, ἀπό τε τῆς φροντίδος. Τούτων γὰρ καὶ καθ᾽ ἑαυτὸ μὲν ἕκαστον ἱκανὸν καταποντίσαι τὸ σκάφος· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἐννόησον ἡλίκον τὸ κλυδώνιον γίνεται.

εʹ. Καὶ μὴ θαυμάσῃς, εἰ τὴν τρυφὴν ἀκάνθας ἐκάλεσε. Σὺ μὲν γὰρ ἀγνοεῖς, μεθύων τῷ πάθει· οἱ δὲ ὑγιαίνοντες ἴσασιν ὅτι ἀκάνθης μᾶλλον κεντεῖ, καὶ τρυφὴ πλέον ἢ μέριμνα δαπανᾷ τὴν ψυχὴν, καὶ χαλεπωτέρας παρέχει τὰς ὀδύνας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ. Οὐδὲ γὰρ οὕτως ὑπὸ φροντίδος τις πλήττεται, ὡς ὑπὸ πλησμονῆς.

Ὅταν γὰρ ἀγρυπνίαι, καὶ κροτάφων διατάσεις, καὶ καρηβαρίαι, καὶ σπλάγχνων ὀδύναι περιέχωσι τὸν τοιοῦτον, ἐννόησον πόσων ἀκανθῶν ταῦτα χαλεπώτερα. Καὶ καθάπερ αἱ ἄκανθαι, ὅθεν ἂν κατασχεθῶσιν, αἱμάττουσι τὰς κατεχούσας αὐτὰς χεῖρας· οὕτω δὴ καὶ ἡ τρυφὴ καὶ πόδας, καὶ χεῖρας, καὶ κεφαλὴν, καὶ ὀφθαλμοὺς, καὶ πάντα ἁπλῶς λυμαίνεται τὰ μέλη· καὶ ξηρὰ δὲ καὶ ἄκαρπός ἐστιν, ὥσπερ ἡ ἄκανθα, καὶ πολλῷ μειζόνως ἐκείνης λυπεῖ, καὶ ἐν τοῖς καιρίοις. Καὶ γὰρ γῆρας ἄκαιρον ἐπεισάγει, καὶ ἀμβλύνει τὰς αἰσθήσεις, καὶ σκοτοῖ τὸν λογισμὸν, καὶ πηροῖ τὸν νοῦν ὀξὺ βλέποντα, καὶ πλαδαρὸν τὸ σῶμα ποιεῖ, δαψιλεστέραν τῆς κόπρου τὴν ἀποθήκην ἐργαζομένη, καὶ πολλὴν τὴν σωρείαν τῶν κακῶν συνάγουσα, καὶ μεῖζον τὸ φορτίον, καὶ ὑπέρογκον ποιεῖται τὸν γόμον· ὅθεν καὶ πολλὰ καὶ συνεχῆ τὰ πτώματα, καὶ πυκνὰ τὰ ναυάγια. Τί γὰρ λιπαίνεις, εἰπέ μοι, τὸ σῶμα; Μὴ γὰρ καταθῦσαί σε ἔχομεν; μὴ γὰρ παραθεῖναι τραπέζῃ; Τὰς ὄρνεις καλῶς πιαίνεις· μᾶλλον δὲ οὐδὲ ἐκείνας καλῶς· ὅταν γὰρ πιανθῶσιν, ἄχρηστοι πρὸς ὑγιεινήν εἰσι δίαιταν. Τοσοῦτον κακὸν ἡ τρυφὴ, ὡς καὶ ἐν ἀλόγοις τὴν λύμην ἐπιδείκνυσθαι. Καὶ γὰρ ἐκείνας τρυφώσας καὶ ἑαυταῖς καὶ ἡμῖν ἀχρήστους ποιοῦμεν. Καὶ γὰρ τὰ περιττώματα ἀκατέργαστα, καὶ ἡ ὑγροτέρα σῆψις ἀπὸ τῆς πιμελῆς ἐκείνης γίνεται.

Τὰ δὲ οὐχ οὕτω τρεφόμενα, ἀλλ᾽, ὡς ἂν εἴποι τις, ἐν νηστείᾳ διάγοντα, καὶ συμμέτρῳ διαίτῃ, καὶ πονοῦντα καὶ ταλαιπωρούμενα, ταῦτα καὶ ἑαυτοῖς καὶ ἄλλοις χρησιμώτατα, καὶ πρὸς τροφὴν καὶ πρὸς τὰ ἄλλα ἅπαντα. Οἱ γοῦν ἐκεῖνα σιτούμενοι μᾶλλον ὑγιαίνουσιν· οἱ δὲ τούτοις τρεφόμενοι, αὐτοῖς ἐοίκασι, νωθροὶ καὶ ἐπίνοσοι γινόμενοι, καὶ τὸν δεσμὸν χαλεπώτερον ἐργαζόμενοι.

Οὐδὲν γὰρ οὕτω σώματι πολέμιον καὶ βλαβερὸν, ὡς ἡ τρυφή· οὐδὲν οὕτω διαῤῥήγνυσι καὶ καταχώννυσιν αὐτὴν καὶ διαφθείρει, ὡς ἀσωτία. Διὸ μάλιστα ἄν τις κἀντεῦθεν ἐκπλαγείη τῆς ἀνοίας αὐτοὺς, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ᾽ ἑαυτῶν θέλουσιν ἐπιδείκνυσθαι οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἐῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαῤῥαγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας· ἀλλ᾽ ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαῤῥήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῶν ῥινῶν, μέχρι τῆς φάρυγγος αὐτῆς πληροῦσιν ἅπαντα, διπλῆν ἐντεῦθεν τῷ πνεύματι καὶ τῇ τὸ ζῶον οἰκονομούσῃ δυνάμει κατασκευάζοντες τὴν στενοχωρίαν.

Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυγξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης ἀποπληρώσης αὐτὸν διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἄνθρωπε, ἀλλ᾽ ἵνα προηγουμένως ᾄδῃς τῷ Θεῷ, καὶ τὰς ἱερὰς ἀναπέμπῃς εὐχὰς, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Σὺ δὲ ὥσπερ διὰ τοῦτο αὐτὴν λαβὼν, ἐκείνῃ μὲν οὐδὲ μικρὸν ἐᾷς καιρὸν σχολάζειν τῇ λειτουργίᾳ, πάντα δὲ τὸν βίον τῇ πονηρᾷ ταύτῃ αὐτὴν ὑποτάττεις δουλείᾳ. Καὶ ὥσπερ εἴ τις κιθάραν λαβὼν, χρυσᾶς νευρὰς ἔχουσαν, καὶ ἡρμοσμένην καλῶς, ἀντὶ τοῦ τὴν παναρμόνιον μελῳδίαν εἰς αὐτὴν ἀνακρούεσθαι, κόπρῳ πολλῇ καταχώσειε καὶ πηλῷ· οὕτω καὶ οὗτοι ποιοῦσι. Κόπρον δὲ οὐ τὴν τροφὴν ἐκάλεσα, ἀλλὰ τὴν τρυφὴν, καὶ τὴν πολλὴν ἐκείνην ἀσέλγειαν. Τὸ γὰρ πλέον τοῦ δέοντος οὐκ ἔστι τροφὴ, ἀλλὰ λύμη μόνον. Καὶ γὰρ ἡ γαστὴρ μόνη διὰ τὴν τῶν σιτίων μόνον γέγονεν ὑποδοχήν· στόμα δὲ, καὶ φάρυγξ, καὶ γλῶττα, καὶ δι᾽ ἕτερα ἀναγκαιότερα τούτων πολλῷ· μᾶλλον δὲ οὐδὲ ἡ γαστὴρ διὰ σιτίων ὑποδοχὴν ἁπλῶς, ἀλλὰ διὰ σιτίων ὑποδοχὴν συμμέτρων. Καὶ τοῦτο δηλοῖ, καταβοῶσα ἡμῶν μυρία, ὅταν ἐπηρεάσωμεν αὐτὴν διὰ τῆς πλεονεξίας ταύτης· οὐ καταβοᾷ δὲ μόνον, ἀλλὰ καὶ ἀμυνομένη τῆς ἀδικίας τὴν ἐσχάτην ἡμᾶς ἀπαιτεῖ δίκην.

Καὶ πρῶτον τοὺς πόδας τιμωρεῖται, τοὺς βαστάζοντας καὶ ἀπάγοντας ἡμᾶς ἐπὶ τὰ πονηρὰ ἐκεῖνα συμπόσια, ἔπειτα τὰς χεῖρας τὰς διακονουμένας αὐτῇ συνδέουσα, ἀνθ᾽ ὧν τοσαῦτα καὶ τοιαῦτα προσῆγον ἐδέσματα· πολλοὶ δὲ καὶ αὐτὸ τὸ στόμα διέστρεψαν, καὶ ὀφθαλμοὺς καὶ κεφαλήν.

Καὶ καθάπερ οἰκέτης, ὅταν ἐπιταγῇ τι τὴν δύναμιν ὑπερβαῖνον, ἀπονοηθεὶς ὑβρίζει εἰς τὸν ἐπιτάξαντα πολλάκις· οὕτω καὶ αὕτη μετὰ τῶν μελῶν τούτων καὶ τὸν ἐγκέφαλον πολλάκις αὐτὸν βιασθεῖσα ἀπόλλυσι καὶ διαφθείρει. Καὶ τοῦτο ὁ Θεὸς ᾠκονόμησε καλῶς, ἐκ τῆς ἀμετρίας τοσαύτην γίνεσθαι βλάβην, ἵν᾽ ὅταν ἑκὼν μὴ φιλοσοφῇς, κἂν ἄκων διὰ τὸν φόβον τῆς τοσαύτης διαφθορᾶς μετριάζειν μάθῃς. Ταῦτ᾽ οὖν εἰδότες, φεύγωμεν τρυφὴν, ἐπιμελώμεθα συμμετρίας, ἵνα καὶ τῆς τοῦ σώματος ὑγείας ἀπολαύσωμεν, καὶ τὴν ψυχὴν πάσης ἀπαλλάξαντες ἀῤῥωστίας, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ. ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

αʹ. Ἄξιον θαυμάσαι τοὺς μαθητὰς, πῶς καὶ ἐπιθυμοῦντες μαθεῖν, ἴσασι πότε ἐρωτῆσαι ἐχρῆν. Οὐ γὰρ ἐπὶ πάντων τοῦτο ποιοῦσι· καὶ τοῦτο ἐδήλωσεν ὁ Ματθαῖος εἰπὼν, Καὶ προσελθόντες. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ὁ Μάρκος αὐτὸ σαφέστερον παρέστησεν, εἰπὼν ὅτι κατ᾽ ἰδίαν προσῆλθον αὐτῷ. Τοῦτο δὴ καὶ τοὺς ἀδελφοὺς καὶ τὴν μητέρα ποιῆσαι ἐχρῆν, καὶ οὐχὶ καλέσαι ἔξω καὶ ἐπιδείξασθαι. Σκόπει δὲ αὐτῶν καὶ τὴν φιλοστοργίαν, πῶς πολὺν ὑπὲρ τῶν ἄλλων ποιοῦνται λόγον, καὶ πρότερον τὰ ἐκείνων ζητοῦσι, καὶ τότε τὰ ἑαυτῶν.

Διατί γὰρ, φησὶν, ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Οὐκ εἶπον, Διατί ἐν παραβολαῖς λαλεῖς ἡμῖν; Καὶ γὰρ καὶ ἀλλαχοῦ πολλαχῶς φαίνονται φιλοστόργως πρὸς ἅπαντας διακείμενοι, ὡς ὅταν λέγωσιν, Ἀπόλυσον τοὺς ὄχλους, καὶ ὅτι Οἶδας ὅτι ἐσκανδαλίσθησαν; Τί οὖν ὁ Χριστός; Ὅτι ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται. Τοῦτο δὲ εἶπεν, οὐκ ἀνάγκην εἰσάγων, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γινομένην· ἀλλὰ δεικνὺς αὐτοὺς ἁπάντων αἰτίους ὄντας τῶν κακῶν, καὶ παραστῆσαι θέλων, ὅτι δωρεὰ τὸ πρᾶγμά ἐστι, καὶ χάρις ἄνωθεν δεδομένη. Οὐ μὴν ἐπειδὴ δωρεὰ, διὰ τοῦτο τὸ αὐτεξούσιον ἀνῄρηται· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον.

Ὅρα γοῦν πῶς, ἵνα μήτε ἐκεῖνοι ἀπογνῶσι, μήτε οὗτοι ῥᾳθυμήσωσιν, ἀκούσαντες ὅτι δέδοται, δείκνυσι παρ᾽ ἡμῖν τὴν ἀρχὴν οὖσαν. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ πολλῆς μὲν ἀσαφείας γέμει τὸ εἰρημένον, ἄφατον δὲ δικαιοσύνην ἐνδείκνυται.

Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν τις προθυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ τὰ παρ᾽ ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ παρὰ τοῦ Θεοῦ δίδοται. Καὶ γὰρ Ὃ δοκεῖ ἔχειν, φησὶν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ· οὐ τοῦ Θεοῦ αἴροντος, ἀλλὰ μὴ καταξιοῦντος αὐτὸν τῶν αὐτοῦ. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· ὅταν ἴδωμέν τινα ἀκούοντα ῥᾳθύμως, καὶ πολλὰ παρακαλοῦντες προσέχειν μὴ πείθωμεν, σιγῶμεν λοιπόν. Εἰ γὰρ μέλλομεν ἐπιμένειν, ἐπιτείνεται αὐτῷ τὰ τῆς ῥᾳθυμίας. Τὸν δὲ σπουδάζοντα μαθεῖν ἐπισπώμεθα καὶ πολλὰ ἐγχέομεν. Καὶ καλῶς εἶπε, Καὶ ὃ δοκεῖ ἔχειν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει. Εἶτα καὶ σαφέστερον ὅπερ εἶπεν ἐποίησε, δεικνὺς τί ἐστι τὸ, Τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

Διὰ τοῦτο, φησὶν, ἐν παραβολαῖς λαλῶ αὐτοῖς, ὅτι βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἀνοῖξαι ἔδει, φησὶ, τοὺς ὀφθαλμοὺς, εἰ μὴ βλέπουσιν. Ἀλλ᾽ εἰ μὲν φύσεως ἡ πήρωσις ἦν, ἀνοῖξαι ἔδει· ἐπειδὴ δὲ ἑκουσία καὶ αὐθαίρετος ἡ πήρωσις, διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Οὐ βλέπουσιν· ἀλλὰ, Βλέποντες οὐ βλέπουσιν· ὥστε τῆς αὐτῶν πονηρίας ἡ πήρωσις. Εἶδον γὰρ καὶ δαίμονας ἐξελθόντας, καὶ ἔλεγον· Ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἤκουσαν τῷ Θεῷ προσάγοντος αὐτοὺς, καὶ πολλὴν πρὸς αὐτὸν ἐπιδεικνυμένου τὴν ὁμόνοιαν, καὶ λέγουσιν, ὅτι Οὐκ ἔστιν οὗτος ἀπὸ τοῦ Θεοῦ. Ἐπεὶ οὖν τἀναντία καὶ ὧν ἔβλεπον καὶ ὧν ἤκουον ἀπεφαίνοντο, Διὰ τοῦτο, φησὶ, καὶ τὸ ἀκούειν ἀπ᾽ αὐτῶν ἀφαιρῶ. Οὐδὲν γὰρ αὐτοῖς ἐντεῦθεν πλέον γίνεται, ἀλλὰ καὶ κρίμα πλέον. Οὐ γὰρ μόνον ἠπίστουν, ἀλλὰ καὶ ἐπετίμων, καὶ κατηγόρουν, καὶ ἐπεβούλευον. Ἀλλ᾽ οὐ λέγει τοῦτο· οὐ γὰρ βούλεται εἶναι φορτικὸς κατηγορῶν. Οὐκοῦν ἐξ ἀρχῆς οὐχ οὕτως αὐτοῖς διελέχθη, ἀλλὰ μετὰ πολλῆς τῆς σαφηνείας· ἐπειδὴ δὲ διέστρεφον ἑαυτοὺς, ἐν παραβολαῖς λοιπὸν φθέγγεται. Εἶτα ἵνα μὴ νομίσῃ τις κατηγορίαν εἶναι ψιλὴν τὰ εἰρημένα, μηδὲ λέγωσιν, ὅτι Ἐχθρὸς ἡμῶν ὢν ταῦτα αἰτιᾶται καὶ διαβάλλει, καὶ τὸν προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον.

Πληροῦται γὰρ αὐτοῖς, φησὶν, ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες καὶ τὸν προφήτην μετὰ ταύτης τῆς ἀκριβείας κατηγοροῦντα; Οὐδὲ γὰρ αὐτὸς εἶπεν, ὅτι Οὐ βλέπετε· ἀλλὰ, Βλέψετε, καὶ οὐ μὴ ἴδητε· οὐδ᾽ ὅτι Οὐκ ἀκούσεσθε· ἀλλ᾽ ὅτι Ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ὥστε αὐτοὶ ἑαυτοὺς ἀφείλοντο πρῶτον, τὰ ὦτα βύσαντες, τοὺς ὀφθαλμοὺς μύσαντες, τὴν καρδίαν παχύναντες.

Οὐ γὰρ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ Βαρέως ἤκουον· ἐποίησαν δὲ τοῦτο, φησὶ, Μήποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς· τὴν ἐπιτεταμένην αὐτῶν λέγων πονηρίαν, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν. βʹ. Καὶ τοῦτο λέγει, ἐφελκόμενος αὐτοὺς καὶ ἐρεθίζων, καὶ δεικνὺς ὅτι, ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτούς· ὥσπερ ἂν εἴ τις λέγοι· Οὐκ ἐβουλήθη με ἰδεῖν, καὶ χάριν ἔχω· εἰ γὰρ ἠξιώθην, εὐθέως ἐνδιδόναι ἔμελλον.

Τοῦτο δὲ λέγει, δεικνὺς πῶς ἂν καταλλαγείη. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μήποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς· δεικνὺς ὅτι καὶ τὸ ἐπιστραφῆναι δυνατὸν, καὶ μετανοήσαντας ἔνι σωθῆναι· καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ᾽ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει. Εἰ γὰρ μὴ ἐβούλετο αὐτοὺς ἀκοῦσαι καὶ σωθῆναι, σιγῆσαι ἔδει, οὐχὶ ἐν παραβολαῖς λέγειν· νῦν δὲ αὐτῷ τούτῳ κινεῖ αὐτοὺς, τῷ συνεσκιασμένα λέγειν. Ὁ γὰρ Θεὸς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὅτι γὰρ οὐ φύσεως τὸ ἁμάρτημα, οὐδὲ ἀνάγκης καὶ βίας, ἄκουσον τί φησι πρὸς τοὺς ἀποστόλους· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι· οὐ ταύτην λέγων τὴν ὄψιν, οὐδὲ τὴν ἀκοὴν, ἀλλὰ τὴν ἀπὸ διανοίας. Καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι· ἀλλ᾽ ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν ῥίζαν τῶν ἀγαθῶν εἶχον εὖ διακειμένην, τὴν προαίρεσιν λέγω καὶ τὴν γνώμην. Ὁρᾷς ὅτι τὸ, Ὑμῖν δέδοται, οὐκ ἀνάγκης ἦν; Οὐδὲ γὰρ ἂν ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἀσαφῶς ἐλέγετο· ἠδύναντο γὰρ καὶ προσελθεῖν καὶ ἐρωτῆσαι, καθάπερ οἱ μαθηταί· ἀλλ᾽ οὐκ ἠθέλησαν, ῥᾴθυμοι ὄντες καὶ ἀναπεπτωκότες. Τί λέγω, οὐκ ἠθέλησαν;

Καὶ τὰ ἐναντία μὲν οὖν ἐποίουν, Οὐ γὰρ μόνον ἠπίστουν, οὐδὲ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ ἐπολέμουν, καὶ σφόδρα ἀηδῶς εἶχον πρὸς τὰ λεγόμενα· ὅπερ τὸν προφήτην εἰσάγει κατηγοροῦντα, τῷ λέγειν, Βαρέως ἤκουσαν. Ἀλλ᾽ οὐ κἀκεῖνοι τοιοῦτοι· διὸ καὶ ἐμακάριζεν αὐτούς. Καὶ ἑτέρωθεν δὲ αὐτοὺς βεβαιοῖ πάλιν λέγων· Ἀμὴν γὰρ λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· τὴν παρουσίαν τὴν ἐμὴν, φησὶ, τὰ θαύματα αὐτὰ, τὴν φωνὴν, τὴν διδασκαλίαν.

Ἐνταῦθα γὰρ οὐχὶ τῶν διεφθαρμένων τούτων, ἀλλὰ καὶ τῶν κατωρθωκότων αὐτοὺς προτίθησι· καὶ γὰρ καὶ ἐκείνων μακαριωτέρους αὐτοὺς εἶναί φησι. Τί δήποτε; Ὅτι οὐ μόνον ἅπερ οἱ Ἰουδαῖοι οὐκ εἶδον, βλέπουσιν οὗτοι, ἀλλὰ καὶ ἅπερ ἐκεῖνοι ἐπεθύμησαν ἰδεῖν.

Ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνον ἐθεάσαντο· οὗτοι δὲ καὶ τῇ ὄψει, καὶ πολλῷ σαφέστερον. Εἶδες πῶς πάλιν τὴν Παλαιὰν συνάπτει τῇ Καινῇ, δεικνὺς οὐ μόνον εἰδότας ἐκείνους τὰ μέλλοντα, ἀλλὰ καὶ σφόδρα ἐπιθυμοῦντας;

Οὐκ ἂν δὲ, εἰ ἀλλοτρίου τινὸς καὶ ἐναντίου Θεοῦ ἦσαν, ἐπεθύμησαν ἄν. Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος, φησί· καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ ῥᾳθυμίας καὶ σπουδῆς, τὰ περὶ δειλίας καὶ ἀνδρείας, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης· δεικνὺς τὴν ἐκεῖθεν βλάβην καὶ τὴν ἐντεῦθεν ὠφέλειαν. Εἶτα καὶ τῆς ἀρετῆς εἰσάγει διαφόρους τρόπους.

Φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ἔτεμεν ὁδὸν, οὐδὲ εἶπεν, Ἐὰν μή τις ἑκατὸν ποιήσῃ, ἐξέπεσεν· ἀλλὰ, Καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται, καὶ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα. Τοῦτο δὲ ἐποίησεν, εὔκολον κατασκευάζων τὴν σωτηρίαν. Καὶ σὺ τοίνυν οὐ δύνασαι παρθενίαν ἀσκῆσαι; Γάμησον σωφρόνως. Οὐ δύνασαι γενέσθαι ἀκτήμων; Δὸς ἐκ τῶν ὄντων. Οὐ φέρεις ἐκεῖνο τὸ φορτίον; Μέρισαι μετὰ τοῦ Χριστοῦ τὰ ὑπάρχοντα.

Οὐ βούλει αὐτῷ παραχωρῆσαι ἁπάντων; Κἂν τὴν ἡμίσειαν, κἂν τὴν τρίτην ἐπίδος μοῖραν. Ἀδελφός σού ἐστι καὶ συγκληρονόμος· ποίησον αὐτὸν καὶ ἐνταῦθα συγκληρονόμον. Ὅσα ἂν ἐκείνῳ δῷς, σαυτῷ δώσεις. Οὐκ ἀκούεις τί φησιν ὁ προφήτης; Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ δὲ συγγενεῖς ὑπερορᾷν οὐ χρὴ, πολλῷ μᾶλλον τὸν Δεσπότην, μετὰ τῆς δεσποτείας καὶ τὸ τῆς συγγενείας δικαίωμα πρὸς σὲ ἔχοντα, καὶ πολλῷ πλείονα ἕτερα. Καὶ γὰρ καὶ μεριστήν σε ἐποίησε τῶν αὐτοῦ, οὐδὲν παρὰ σοῦ λαβὼν, ἀλλὰ καὶ κατάρξας τῆς ἀφάτου ταύτης εὐεργεσίας.

Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὸ μηδὲ τῇ δωρεᾷ ταύτῃ γενέσθαι φιλάνθρωπον, μηδὲ ἀμοιβὴν ἀντὶ χάριτος δοῦναι, καὶ ἐλάττονα ἀντὶ μειζόνων; Αὐτὸς μὲν γάρ σε τῶν οὐρανῶν κληρονόμον ἐποίησε· σὺ δὲ αὐτῷ οὐδὲ τῶν ἐν τῇ γῇ μεταδίδως; Αὐτός σε οὐδὲν κατωρθωκότα, ἀλλὰ καὶ ἐχθρὸν ὄντα κατήλλαξε· σὺ δὲ οὐδὲ φίλον ὄντα καὶ εὐεργέτην ἀμείβῃ; καίτοιγε καὶ πρὸ τῆς βασιλείας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, καὶ ὑπὲρ αὐτοῦ τοῦ δοῦναι χάριν δίκαιον ἔχειν αὐτῷ; Καὶ γὰρ καὶ οἰκέται, δεσπότας ἐπ᾽ ἄριστον καλοῦντες, οὐ παρέχειν, ἀλλὰ λαμβάνειν νομίζουσιν· ἐνταῦθα δὲ τοὐναντίον γέγονεν. Οὐ γὰρ ὁ οἰκέτης τὸν Δεσπότην, ἀλλὰ ὁ Δεσπότης τὸν οἰκέτην πρῶτος ἐκάλεσεν ἐπὶ τὴν αὐτοῦ τράπεζαν· σὺ δὲ οὐδὲ μετὰ τοῦτο καλεῖς; Πρῶτός σε εἰς τὴν αὐτοῦ στέγην εἰσήγαγε· σὺ δὲ οὐδὲ δεύτερος; Γυμνὸν ὄντα σε περιέβαλε· σὺ δὲ οὐδὲ μετὰ ταῦτα ξένον ὄντα συνάγεις;

Πρῶτός σε ἐπότισε τὸ ἑαυτοῦ ποτήριον· σὺ δὲ οὐδὲ ψυχροῦ μεταδίδως ὕδατος; Ἐπότισέ σε Πνεῦμα ἅγιον· σὺ δὲ οὐδὲ τὴν σωματικὴν παραμυθῇ δίψαν; Ἐπότισέ σε Πνεῦμα, ἄξιον ὄντα κολάσεως· σὺ δὲ καὶ διψῶντα περιορᾷς, καὶ ταῦτα ἐκ τῶν αὐτοῦ μέλλων ἅπαντα ταῦτα ποιεῖν;

γʹ. Οὐ γὰρ μέγα ἡγῇ τὸ ποτήριον κατασχεῖν, ἐξ οὗ πίνειν ὁ Χριστὸς μέλλει, καὶ προσάγειν τῷ στόματι; Οὐχ ὁρᾷς, ὅτι τῷ ἱερεῖ μόνῳ θέμις τὸ τοῦ αἵματος ἐπιδιδόναι ποτήριον; Ἐγὼ δὲ οὐδὲν ὑπὲρ τούτων ἀκριβολογοῦμαι, φησίν· ἀλλὰ κἂν αὐτὸς ἐπιδῷς, δέχομαι· κἂν λαϊκὸς ᾖς, οὐ παραιτοῦμαι. Καὶ οὐκ ἀπαιτῶ οἷον ἔδωκα· οὐ γὰρ αἷμα ζητῶ, ἀλλ᾽ ὕδωρ ψυχρόν. Ἐννόησον τίνα ποτίζεις, καὶ φρίξον. Ἐννόησον ὅτι ἱερεὺς τοῦ Χριστοῦ γίνῃ σὺ, ἰδίᾳ χειρὶ διδοὺς, οὐ σάρκα, ἀλλ᾽ ἄρτον, οὐχ αἷμα, ἀλλὰ ψυχροῦ ὕδατος ποτήριον. Ἐνέδυσέ σε ἱμάτιον σωτηρίου, καὶ ἐνέδυσέ σε δι᾽ ἑαυτοῦ· σὺ κἂν διὰ τοῦ παιδὸς ἔνδυσον. Ἐποίησέ σε ἔνδοξον ἐν οὐρανοῖς· σὺ τῆς φρίκης ἀπάλλαξον, καὶ τῆς γυμνότητος, καὶ τῆς ἀσχημοσύνης. Ἐποίησέ σε ἀγγέλων πολίτην· σὺ κἂν στέγης μετάδος μόνον, κἂν ὡς τῷ οἰκέτῃ τῷ σῷ δὸς οἰκίαν· οὐκ ἀποστρέφομαι τουτὶ τὸ καταγώγιον, καὶ ταῦτά σοι τὸν οὐρανὸν ἀνοίξας ἅπαντα.

Ἀπήλλαξά σε φυλακῆς χαλεπωτάτης· ἐγὼ τοῦτο οὐκ ἀπαιτῶ, οὐδὲ λέγω, Ἀπάλλαξόν με· ἀλλ᾽ ἂν ἴδῃς με μόνον δεδεμένον, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἐμοί. Νεκρὸν ὄντα ἀνέστησα· ἐγὼ τοῦτο παρὰ σοῦ οὐκ ἀπαιτῶ, ἀλλὰ λέγω, Ἐπίσκεψαί με μόνον ἀῤῥωστοῦντα. Ὅταν οὖν οὕτως ᾖ μεγάλα τὰ δεδομένα, καὶ πολὺ κοῦφα τὰ ἀπαιτούμενα, καὶ μηδὲ ταῦτα παρέχωμεν, πόσης οὐκ ἂν εἴημεν ἄξιοι γεέννης; Εἰκότως εἰς τὸ πῦρ ἄπιμεν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, πέτρας ὄντες ἀναισθητότεροι. Πόσης γὰρ ἀναισθησίας, εἰπέ μοι, τοσαῦτα λαβόντας, τοσαῦτα ληψομένους, χρημάτων εἶναι δούλους, ὧν μικρὸν ὕστερον ἀποστησόμεθα καὶ ἄκοντες; Καὶ ἕτεροι μὲν καὶ τὴν ψυχὴν ἐπέδωκαν, καὶ τὸ αἷμα ἐξέχεαν· σὺ δὲ οὐδὲ τὰ περιττὰ προΐεσαι ὑπὲρ τῶν οὐρανῶν, ὑπὲρ τῶν τοσούτων στεφάνων;

Καὶ ποίας ἂν εἴης ἄξιος συγγνώμης, τίνος ἀπολογίας, ἐν μὲν τῷ σπόρῳ τῆς γῆς πάντα ἡδέως προϊέμενος, καὶ ἐν τῷ δανείζειν ἀνθρώποις οὐδενὸς φειδόμενος, ἐν δὲ τῷ τρέφειν σου τὸν Δεσπότην διὰ τῶν δεομένων ὠμὸς καὶ ἀπάνθρωπος ὤν; Ταῦτ᾽ οὖν ἅπαντα ἐννοήσαντες, καὶ λογισάμενοι ἅπερ εἰλήφαμεν, ἅπερ λαμβάνειν μέλλομεν, ἅπερ αἰτούμεθα, τὴν σπουδὴν ἅπασαν ἐν τοῖς πνευματικοῖς ἐπιδειξώμεθα. Γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι, ἵνα μὴ τὴν ἀφόρητον δίκην ἐφ᾽ ἑαυτοὺς ἑλκύσωμεν. Τί γὰρ ἡμᾶς οὐχ ἱκανὸν κατακρῖναι; τὸ τοσούτων καὶ τηλικούτων ἀπολαῦσαι, τὸ μηδὲν μέγα αἰτεῖσθαι, τὸ τοιαῦτα αἰτεῖσθαι ἃ καὶ ἄκοντες ἐνταῦθα ἀπολείψομεν, τὸ πολλὴν ἐν τοῖς βιωτικοῖς φιλοτιμίαν ἐπιδείκνυσθαι; Τούτων γὰρ ἕκαστον καὶ καθ᾽ ἑαυτὸ ἱκανὸν ἡμᾶς καταδικάσαι· ὅταν δὲ ὁμοῦ τὰ πάντα συνέλθῃ, τίς ἔσται σωτηρίας ἐλπίς; Ἵν᾽ οὖν ἅπασαν ταύτην τὴν κατάκρισιν διαφύγωμεν, ἐπιδειξώμεθά τινα δαψίλειαν περὶ τοὺς δεομένους. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἁπάντων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Μϛʹ. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.

Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συναυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ.

αʹ. Τί τὸ μέσον ταύτης καὶ τῆς πρὸ ταύτης παραβολῆς; Ἐκεῖ τοὺς μηδὲ ὅλως προσεσχηκότας αὐτῷ φησιν, ἀλλ᾽ ἀποπηδήσαντας καὶ τὸν σπόρον προεμένους· ἐνταῦθα δὲ, τῶν αἱρετικῶν λέγει τὰ συστήματα. Ἵνα γὰρ μηδὲ τοῦτο τοὺς μαθητὰς θορυβῇ, καὶ τοῦτο προλέγει, μετὰ τὸ διδάξαι αὐτοὺς διατί ἐν παραβολαῖς λαλεῖ.

Ἐκείνη μὲν οὖν ἡ παραβολή φησιν, ὅτι οὐκ ἐδέξαντο· αὕτη δὲ, ὅτι καὶ φθορέας ἐδέξαντο. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τῇ ἀληθείᾳ ἀεὶ παρεισάγειν τὴν πλάνην, πολλὰ ἐπιχρωννύντα αὐτῇ τὰ ὁμοιώματα, ὥστε εὐκόλως κλέψαι τοὺς εὐεξαπατήτους. Διὰ τοῦτο οὐκ ἄλλο τι σπέρμα, ἀλλὰ ζιζάνια καλεῖ, ὃ κατὰ τὴν ὄψιν ἔοικέ πως τῷ σίτῳ. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς. Ἐν γὰρ τῷ καθεύδειν τοὺς ἀνθρώπους, φησίν. Οὐ μικρὸν τοῖς ἄρχουσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον, τοῖς μάλιστα τῆς ἀρούρας τὴν φυλακὴν ἐμπεπιστευμένοις· οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχομένοις. Δείκνυσι δὲ καὶ τὴν πλάνην μετὰ τὴν ἀλήθειαν οὖσαν· ὅπερ καὶ ἡ τῶν πραγμάτων ἔκβασις μαρτυρεῖ. Καὶ γὰρ μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ ἀντίχριστος. Ἂν γὰρ μὴ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἢ τίσιν ἐπιβουλεύσῃ, οὔτε ἐπιχειρεῖ, οὔτε οἶδε. Καὶ νῦν τοίνυν, ἐπειδὴ εἶδεν, ὅτι ὁ μὲν ἐποίησεν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἄλλην ἔρχεται λοιπὸν ὁδόν. Ἐπεὶ γὰρ ἁρπάσαι οὐκ ἠδυνήθη τὸ ῥιζωθὲν, οὐδὲ ἀποπνῖξαι, οὐδὲ κατακαῦσαι, δι᾽ ἑτέρας ἀπάτης ἐπιβουλεύει, παρεμβάλλων τὰ παρ᾽ ἑαυτοῦ. Καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν τὴν ὁδὸν μιμουμένων; Ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ πλείονος ἐδεήθη τῆς μηχανῆς.

Ταῦτα δὲ λέγει ὁ Χριστὸς, παιδεύων ἡμᾶς διαπαντὸς ἐγρηγορέναι. Κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη. Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται· ὥστε διηνεκοῦς φυλακῆς δεῖ. Διὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Τοιοῦτόν τι γέγονε καὶ παρὰ τὴν ἀρχήν. Πολλοὶ γοῦν τῶν προεστώτων πονηροὺς εἰσάγοντες ἄνδρας ἐν ταῖς ἐκκλησίαις, αἱρεσιάρχας κρυπτομένους, πολλὴν εὐκολίαν τῇ τοιαύτῃ παρέσχον ἐπιβουλῇ. Οὐδὲ γὰρ πόνων δεῖ τῷ διαβόλῳ λοιπὸν, ὅταν ἐκείνους εἰς μέσον φυτεύσῃ. Καὶ πῶς δυνατὸν μὴ καθεύδειν; φησί. Τὸν μὲν οὖν φυσικὸν ὕπνον, οὐ δυνατόν· τὸν δὲ τῆς προαιρέσεως, δυνατόν.

Διὸ καὶ Παῦλος ἔλεγε· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Εἶτα δείκνυσι καὶ περιττὸν τὸ πρᾶγμα, οὐχὶ βλαβερὸν μόνον. Μετὰ γὰρ τὸ γεωργηθῆναι τὴν ἄρουραν, καὶ μὴ χρείαν εἶναι μηδενὸς, τότε ἐπισπείρει οὗτος· καθάπερ καὶ οἱ αἱρετικοὶ ποιοῦσιν, οἳ δι᾽ οὐδὲν ἕτερον ἢ διὰ κενοδοξίαν ἐμβάλλουσι τὸν ἑαυτῶν ἰόν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα μετὰ ἀκριβείας αὐτῶν ὑπογράφει τὴν σκηνὴν ἅπασαν. Ὅτε γὰρ ἐβλάστησε, φησὶν, ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια· ὅπερ καὶ οὗτοι ποιοῦσι. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν συσκιάζουσιν ἑαυτούς· ἐπειδὰν δὲ πολλὴν λάβωσι τὴν παῤῥησίαν, καὶ λόγου τις αὐτοῖς μεταδῷ, τότε τὸν ἰὸν ἐκχέουσι. Τίνος δὲ ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας τὸ γεγενημένον; Ἵνα εἴπῃ ὅτι οὐ δεῖ ἀναιρεῖν αὐτούς.

Ἐχθρὸν δὲ ἄνθρωπον αὐτὸν καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην. Ἡ μὲν γὰρ ἐπήρεια καθ᾽ ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς, ἀλλ᾽ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο. Ὅθεν δῆλον, ὅτι μᾶλλον ὁ Θεὸς ἡμᾶς φιλεῖ, ἢ ἡμεῖς ἑαυτούς. Ὅρα δὲ καὶ ἑτέρωθεν τοῦ διαβόλου τὴν κακουργίαν. Οὐ γὰρ πρὸ τούτου ἔσπειρεν, ἐπειδὴ μηδὲν εἶχεν ἀπολέσαι· ἀλλ᾽ ὅτε ἦν ἅπαντα πεπληρωμένα, ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ· οὕτω πρὸς ἐκεῖνον ἐχθρωδῶς ἔχων πάντα ἐποίει. Σκόπει δὲ καὶ τῶν οἰκετῶν τὴν φιλοστοργίαν. Καὶ γὰρ ἐπείγονται ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως ποιοῦσιν· ὅπερ δείκνυσι τὴν ὑπὲρ τοῦ σπόρου μέριμναν αὐτῶν, καὶ πρὸς ἓν μόνον βλέποντας, οὐχ ὅπως ἐκεῖνος δῷ δίκην, ἀλλ᾽ ὥστε τὰ καταβληθέντα μὴ ἀπολέσθαι· οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ κατεπεῖγον.

Διόπερ ὅπως τὸ νόσημα τέως ἐξέλωσι, σκοποῦσι. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ζητοῦσιν· οὐ γὰρ ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσι λέγοντες· Θέλεις; Τί οὖν ὁ δεσπότης; Κωλύει λέγων· Μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Τοῦτο δὲ ἔλεγε, κωλύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς. Οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικόν· ἐπεὶ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι.

βʹ. Δύο τοίνυν τούτοις αὐτοὺς κατέχει τοῖς λογισμοῖς· ἑνὶ μὲν, τῷ μὴ τὸν σῖτον βλαβῆναι· ἑτέρῳ δὲ, τῷ καταλήψεσθαι τὴν κόλασιν πάντως αὐτοὺς ἀνιάτως νοσοῦντας. Ὥστε εἰ βούλει καὶ κολασθῆναι αὐτοὺς, καὶ χωρὶς τῆς τοῦ σίτου βλάβης, ἀνάμεινον τὸν προσήκοντα καιρόν. Τί δέ ἐστι, Μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; Ἢ τοῦτό φησιν, ὅτι Εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι· ἢ ὅτι ἀπ᾽ αὐτῶν τῶν ζιζανίων πολλοὺς εἰκὸς μεταβαλέσθαι καὶ γενέσθαι σῖτον. Ἂν τοίνυν προλαβόντες αὐτοὺς ἐκριζώσητε, λυμαίνεσθε τῷ μέλλοντι γίνεσθαι σίτῳ, οὓς ἐγχωρεῖ μεταβαλέσθαι καὶ γενέσθαι βελτίους ἀναιροῦντες. Οὐ τοίνυν κατέχειν αἱρετικοὺς, καὶ ἐπιστομίζειν, καὶ ἐκκόπτειν αὐτῶν τὴν παῤῥησίαν, καὶ τὰς συνόδους καὶ τὰς σπονδὰς διαλύειν κωλύει, ἀλλ᾽ ἀναιρεῖν καὶ κατασφάττειν. Σὺ δὲ αὐτοῦ σκόπει τὴν ἡμερότητα, πῶς οὐκ ἀποφαίνεται μόνον, οὐδὲ κωλύει, ἀλλὰ λογισμοὺς τίθησι. Τί οὖν, ἂν μέχρι τέλους μένῃ τὰ ζιζάνια;

Τότε ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ δεσμὰς πρὸς τὸ κατακαῦσαι αὐτά. Πάλιν ἀναμιμνήσκει αὐτοὺς τῶν Ἰωάννου ῥημάτων τῶν κριτὴν αὐτὸν εἰσαγόντων, καί φησιν, ὅτι ἕως μὲν ἑστήκασιν ἐγγὺς τοῦ σίτου, φείδεσθαι χρή· ἐγχωρεῖ γὰρ αὐτοὺς καὶ σῖτον γενέσθαι· ὅταν δὲ μηδὲν κερδάναντες ἀπέλθωσι, τότε αὐτοὺς ἀναγκαίως ἡ ἀπαραίτητος διαδέξεται δίκη. Ἐρῶ γὰρ τοῖς θερισταῖς, φησὶ, Συλλέξατε πρῶτον τὰ ζιζάνια. Διατί πρῶτον; Ἵνα μὴ φοβηθῶσιν οὗτοι, ὡς συναπαγομένου ἅμα αὐτοῖς τοῦ σίτου. Καὶ δήσατε αὐτὰ δεσμὰς, ὥστε κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπὸ τοῦ σπόρου τρία μέρη ἀπόλλυται, καὶ σώζεται ἓν, καὶ ἐν αὐτῷ πάλιν τῷ σωζομένῳ τοσαύτη γίνεται βλάβη, ἵνα μὴ λέγωσι, Καὶ τίνες καὶ πόσοι ἔσονται οἱ πιστοί; καὶ τοῦτον ἐξαιρεῖ τὸν φόβον, διὰ τῆς παραβολῆς τοῦ σινάπεως ἐνάγων εἰς πίστιν αὐτοὺς, καὶ δεικνὺς ὅτι πάντως ἐκταθήσεται τὸ κήρυγμα. Διὰ τοῦτο τοῦ λαχάνου τὴν εἰκόνα εἰς μέσον ἤγαγε σφόδρα ἐοικυῖαν τῇ ὑποθέσει· Ὃ μικρότερον μὲν, φησὶν, ἐστὶ πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶ, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

Τοῦ γὰρ μεγέθους τὸ τεκμήριον ἐνδείξασθαι ἠβουλήθη. Οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος ἔσται, φησί. Καὶ γὰρ ἁπάντων ἀσθενέστεροι ἦσαν οἱ μαθηταὶ, καὶ πάντων ἐλάττους· ἀλλ᾽ ὅμως, ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης. Εἶτα καὶ τὴν ζύμην ταύτῃ προστίθησι τῇ εἰκόνι, λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καθάπερ γὰρ αὕτη τὸ πολὺ ἄλευρον μεθίστησιν εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω καὶ ὑμεῖς τὸν πάντα κόσμον μεταστήσετε. Καὶ ὅρα σύνεσιν. Τὰ γὰρ τῆς φύσεως παράγει, δεικνὺς ὅτι ὥσπερ ἐκεῖνα ἀνεγχώρητον μὴ γενέσθαι, οὕτω καὶ ταῦτα. Μὴ γάρ μοι τοῦτο λέγε· Τί δυνησόμεθα δώδεκα ἄνθρωποι εἰς πλῆθος ἐμπεσόντες τοσοῦτον; Καὶ γὰρ τοῦτο αὐτὸ μάλιστα ὑμῶν ποιεῖ τὴν ἰσχὺν ἐκλάμψαι, τὸ ἀναμιγῆναι τῷ πλήθει καὶ μὴ φυγεῖν. Ὥσπερ οὖν καὶ ἡ ζύμη τότε τὸ φύραμα ζυμοῖ, ὅταν ἐγγὺς γένηται τοῦ ἀλεύρου, καὶ οὐχ ἁπλῶς ἐγγὺς, ἀλλ᾽ οὕτως ὥστε καὶ μιγῆναι· (οὐ γὰρ εἶπεν, Ἔθηκεν, ἁπλῶς, ἀλλ᾽, Ἔκρυψεν·) οὕτω καὶ ὑμεῖς, ὅταν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε. Καὶ καθάπερ ἐκείνη καταχώννυται μὲν, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ κατὰ μικρὸν πρὸς τὴν ἑαυτῆς ἕξιν ἅπαντα μεταποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ κηρύγματος τοῦτο συμβήσεται.

Μὴ τοίνυν, ἐπειδὴ πολλὰς εἶκον εἶναι τὰς ἐπηρείας, φοβηθῆτε· καὶ γὰρ καὶ οὕτως ἐκλάμψετε, καὶ ἁπάντων περιέσεσθε. Τρία δὲ σάτα ἐνταῦθα τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πλήθους λαμβάνειν. Μὴ θαυμάσῃς δὲ, εἰ περὶ βασιλείας διαλεγόμενος κόκκου καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι.

Οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα πάντα δεηθῆναι ἑρμηνείας πολλῆς. Ποῦ τοίνυν Ἑλλήνων παῖδές εἰσι; Μανθανέτωσαν τοῦ Χριστοῦ τὴν δύναμιν, ὁρῶντες τῶν πραγμάτων τὴν ἀλήθειαν· καὶ ἑκατέρωθεν αὐτὸν προσκυνείτωσαν, ὅτι καὶ προεῖπε πρᾶγμα τοσοῦτον, καὶ ἐπλήρωσε. Καὶ γὰρ αὐτός ἐστιν ὁ τὴν δύναμιν ἐνθεὶς τῇ ζύμῃ. Διὰ τοῦτο καὶ ἀνέμιξε τῷ πλήθει τοὺς αὐτῷ πιστεύοντας, ἵνα μεταδῶμεν τοῖς ἄλλοις τῆς ἡμετέρας συνέσεως. Μηδεὶς τοίνυν ὀλιγότητα αἰτιάσθω. Πολλὴ γὰρ τοῦ κηρύγματος ἡ δύναμις· καὶ τὸ ζυμωθὲν ἅπαξ, ζύμη γίνεται τῷ λοιπῷ πάλιν. Καὶ καθάπερ ὁ σπινθὴρ ὅταν ἐπιλάβηται ξύλων, τὰ ἤδη κατακαυθέντα ποιήσας τῆς φλογὸς προσθήκην, οὕτω τοῖς ἄλλοις ἔπεισιν· οὕτω δὴ καὶ τὸ κήρυγμα. Ἀλλ᾽ οὐκ εἶπε πῦρ, ἀλλὰ ζύμην· τί δήποτε, Ὅτι οὐ τοῦ πυρός ἐστιν ἐκεῖ τὸ ὅλον, ἀλλὰ καὶ τῶν ἀναπτομένων ξύλων· ἐνταῦθα δὲ τὸ ὅλον ἡ ζύμη ἐργάζεται δι᾽ ἑαυτῆς. Εἰ δὲ ἄνθρωποι δώδεκα τὴν οἰκουμένην ἅπασαν ἐζύμωσαν, ἐννόησον ὅση ἡμῶν ἡ κακία, ὅταν τοσοῦτοι ὄντες τοὺς ὑπολειπομένους μὴ δυνηθῶμεν διορθοῦν, οὓς μυρίοις κόσμοις ἀρκεῖν ἐχρῆν καὶ γενέσθαι ζύμην.

γʹ. Ἀλλ᾽ ἐκεῖνοι, φησὶν, ἀπόστολοι ἦσαν. Καὶ τί τοῦτο; Οὐχὶ τῶν αὐτῶν σοι μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφησαν; οὐ τῶν αὐτῶν ἀπέλαυσαν; οὐχὶ τέχνας μετεχειρίσαντο; μὴ γὰρ ἄγγελοι ἦσαν; μὴ γὰρ ἐξ οὐρανοῦ κατέβησαν;

Ἀλλὰ τὰ σημεῖα, φησὶν, εἶχον. Οὐ τὰ σημεῖα θαυμαστοὺς αὐτοὺς ἐποίησε. Μέχρι πότε προκαλύμμασι κεχρήμεθα τῆς ἡμετέρας ῥᾳθυμίας τοῖς θαύμασιν ἐκείνοις; [Ἴδε τὸν χορὸν τῶν ἁγίων οὐ τοῖς θαύμασιν ἐκείνοις λάμψαντα.] Πολλοὶ γὰρ καὶ δαίμονας ἐκβαλόντες, ἐπειδὴ τὴν ἀνομίαν εἰργάσαντο, οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἐκολάσθησαν. Καὶ τί ποτ᾽ οὖν ἐστι, φησὶν, ὃ μεγάλους αὑτοὺς ἔδειξε; Τὸ χρημάτων καταφρονεῖν, τὸ δόξης ὑπερορᾷν, τὸ πραγμάτων ἀπηλλάχθαι βιωτικῶν.

Ὡς εἴγε μὴ ταῦτα εἶχον, ἀλλὰ δοῦλοι τῶν παθῶν ἦσαν, εἰ καὶ μυρίους νεκροὺς ἤγειραν, οὐ μόνον οὐδὲν ἂν ὠφέλησαν, ἀλλὰ καὶ ἀπατεῶνες ἂν ἐνομίσθησαν εἶναι. Οὕτως ὁ βίος ἐστὶν ὁ πανταχοῦ λάμπων, ὁ καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπώμενος. Ποῖον σημεῖον Ἰωάννης ἐποίησεν, ὅτι πόλεις τοσαύτας ἀνηρτήσατο; Ὅτι γὰρ οὐδὲν ἐθαυματούργησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὅτι Ἰωάννης μὲν ἐποίησε σημεῖον οὐδέν. Πόθεν δὲ θαυμαστὸς Ἠλίας ἐγένετο; Οὐκ ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν Θεόν; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτῆς καὶ τοῦ σπηλαίου καὶ τῶν ὀρῶν; Τὰ γὰρ σημεῖα μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; Σημεῖον μὲν οὐδὲν, βίον δὲ λάμποντα καὶ ὑπομονὴν ἀδάμαντος στεῤῥοτέραν ἐπιδεικνύμενον.

Ποῖον σημεῖον ὁ Δαυῒδ ἐποίησεν, ἔτι νέος ὢν, ὡς εἰπεῖν τὸν Θεόν· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου; Ὁ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ποῖον νεκρὸν ἤγειραν; ποῖον δὲ λεπρὸν ἐκάθηραν; Οὐκ οἶσθα ὅτι τὰ σημεῖα, ἐὰν μὴ νήφωμεν, καὶ βλάπτει πολλάκις;

Οὕτω πολλοὶ τῶν Κορινθίων ἀπεσχίσθησαν ἀπ᾽ ἀλλήλων· οὕτω πολλοὶ τῶν Ῥωμαίων ἀπενοήθησαν· οὕτω Σίμων ἐξεβλήθη· οὕτως ὁ τῷ Χριστῷ τότε ἐπιθυμήσας ἀκολουθῆσαι ἀπεδοκιμάζετο, ἀκούσας ὅτι Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις. Τούτων γὰρ ἕκαστος, ὁ μὲν χρημάτων, ὁ δὲ δόξης ἐφιέμενος τῆς ἀπὸ τῶν σημείων, ἐξέπιπτον καὶ ἀπώλλυντο. Βίου δὲ ἐπιμέλεια καὶ ἀρετῆς ἔρως οὐ μόνον οὐ τίκτει τοιαύτην ἐπιθυμίαν, ἀλλὰ καὶ οὖσαν ἀναιρεῖ. Καὶ αὐτὸς δὲ ὅτε ἐνομοθέτει τοῖς ἑαυτοῦ μαθηταῖς, τί ἔλεγε; Ποιήσατε σημεῖα, ἵνα ἴδωσιν οἱ ἄνθρωποι;

Οὐδαμῶς· ἀλλὰ τί; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τῷ Πέτρῳ δὲ οὐκ εἶπεν, Εἰ φιλεῖς με, ποίει σημεῖα· ἀλλὰ, Ποίμαινε τὰ πρόβατά μου. Καὶ πανταχοῦ δὲ αὐτὸν προτιμῶν τῶν ἄλλων μετὰ Ἰακώβου καὶ Ἰωάννου, πόθεν, εἰπέ μοι, προετίμα; ἀπὸ τῶν σημείων; Καὶ μὴν πάντες ὁμοίως ἐκάθαιρον τοὺς λεπροὺς, καὶ τοὺς νεκροὺς ἤγειρον· καὶ πᾶσιν ὁμοίως τὴν ἐξουσίαν ἔδωκε. Πόθεν οὖν εἶχον τὸ πλέον οὗτοι; Ἀπὸ τῆς κατὰ ψυχὴν ἀρετῆς. Ὁρᾷς ὅτι πανταχοῦ βίου χρεία καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως; Ἀπὸ τῶν καρπῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς.

δʹ. Τί δὲ τὴν ζωὴν συνίστησι τὴν ἡμετέραν; Ἆρα σημείων ἐπίδειξις, ἢ πολιτείας ἀρίστης ἀκρίβεια; Εὔδηλον ὅτι τὸ δεύτερον· τὰ δὲ σημεῖα καὶ τὰς ἀφορμὰς ἐντεῦθεν ἔχει, καὶ εἰς τοῦτο καταλήγει. Ὅ τε γὰρ βίον ἄριστον ἐπιδεικνύμενος, ἐπισπᾶται ταύτην τὴν χάριν· ὅ τε λαμβάνων τὴν χάριν, διὰ τοῦτο λαμβάνει, ἵνα τὸν ἑτέρων διορθώσηται βίον. Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο τὰ θαύματα ἐκεῖνα ἐποίησεν, ἵνα ἀξιόπιστος φανεὶς ἐντεῦθεν καὶ πρὸς ἑαυτὸν ἑλκύσας, ἀρετὴν εἰς τὸν βίον εἰσαγάγῃ.

Διὸ καὶ τὴν πλείονα ὑπὲρ τούτου ποιεῖται σπουδήν. Οὐδὲ γὰρ τοῖς σημείοις ἀρκεῖται μόνον, ἀλλὰ καὶ γέενναν ἀπειλεῖ, καὶ βασιλείαν ἐπαγγέλλεται, καὶ τοὺς παραδόξους ἐκείνους τίθησι νόμους, καὶ πάντα ὑπὲρ τούτου πραγματεύεται, ἵνα ἰσαγγέλους ἐργάσηται. Καὶ τί λέγω, ὅτι ὁ Χριστὸς πάντα τούτου ἕνεκεν ποιεῖ; Σοὶ γὰρ εἴ τις ἔδωκεν, εἰπέ μοι, αἵρεσιν, νεκροὺς ἀναστῆσαι ἐν τῷ ὀνόματι αὐτοῦ, ἢ διὰ τὸ ὄνομα αὐτοῦ ἀποθανεῖν, τί ἂν ἐδέξω μᾶλλον;

Οὐκ εὔδηλον ὅτι τὸ δεύτερον; Καὶ μὴν τὸ μὲν σημεῖόν ἐστι, τὸ δὲ ἔργον. Τί δὲ, εἴ τίς σοι προὔθηκε ποιῆσαι χόρτον χρυσὸν, ἢ δυνηθῆναι πάντων τῶν χρημάτων ὡς χόρτου καταφρονῆσαι, οὐκ ἂν τοῦτο ἐδέξω μᾶλλον; Καὶ μάλα εἰκότως. Καὶ γὰρ τοὺς ἀνθρώπους τοῦτο ἂν μάλιστα ἐπεσπάσατο.

Εἰ μὲν γὰρ εἶδον τὸν χόρτον χρυσὸν γινόμενον, κἂν ἐπεθύμησαν καὶ αὐτοὶ λαβεῖν τὴν δύναμιν, ὥσπερ ὁ Σίμων, καὶ ηὐξήθη ἂν αὐτοῖς ὁ τῶν χρημάτων ἔρως· εἰ δὲ εἶδον ὡς χόρτου τοῦ χρυσοῦ πάντας καταφρονοῦντας καὶ ὑπερορῶντας, πάλαι ἂν τῆς νόσου ταύτης ἀπηλλάγησαν.

Ὁρᾷς ὅτι ὁ βίος μᾶλλον ὠφελεῖν δύναται; Βίον δὲ λέγω νῦν, οὐχὶ ἂν νηστεύσῃς, οὐδὲ ἂν σάκκον καὶ σποδὸν ὑποστρώσῃς· ἀλλ᾽ ἐὰν χρημάτων ὑπερίδῃς ὡς ὑπεριδεῖν χρὴ, ἐὰν φιλοστοργήσῃς, ἐὰν δῷς πεινῶντι τὸν ἄρτον σου, ἐὰν θυμοῦ κρατήσῃς, ἂν κενοδοξίαν ἐκβάλῃς, ἂν βασκανίαν ἀνέλῃς. Οὕτω καὶ αὐτὸς ἐπαίδευε· Μάθετε γὰρ, φησὶν, ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ εἶπεν, Ὅτι ἐνήστευσα· καίτοιγε εἶχεν εἰπεῖν τὰς τεσσαράκοντα ἡμέρας, ἀλλ᾽ οὐ λέγε τοῦτο· ἀλλ᾽, Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Καὶ πάλιν πέμπων αὐτοὺς, οὐκ εἶπεν, ὅτι Νηστεύετε ἀλλὰ, Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Χρημάτων μέντοι ἕνεκεν πολλὴν ἀκρίβειαν ἀπῄτησε λέγων· Μὴ κτήσησθε χρυσὸν ἢ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτα δὲ λέγω, οὐχὶ νηστείαν κακίζων· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· ἀλγῶ δὲ, ὅταν τῶν ἄλλων ἠμελημένων ταύτην νομίζητε ἀρκεῖν εἰς σωτηρίαν ὑμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχουσαν μέρος. Τὸ γὰρ μέγιστον, ἀγάπη καὶ ἐπιείκεια καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν ὑπερηκόντισεν. Ὥστε εἰ βούλει ἀποστόλων γενέσθαι ἴσος, οὐδὲν τὸ κωλύον. Ἀρκεῖ γὰρ ταύτην τὴν ἀρετὴν ἐπελθόντα μόνον μηδὲν ἔλαττον ἐκείνων ἔχειν. Μηδεὶς τοίνυν εἰς σημεῖα ἀναβαλλέσθω.

Ἀλγεῖ μὲν γὰρ, ὅταν ἐξελαθῇ σώματος δαίμων· πολλῷ δὲ μᾶλλον, ὅταν ἁμαρτίας ἀπαλλαττομένην ἴδῃ ψυχήν. Καὶ γὰρ αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου ἡ μεγάλη. Διὰ ταύτην ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύσῃ. Καὶ γὰρ αὕτη τὸν θάνατον εἰσήγαγε· διὰ ταύτην τὰ ἄνω κάτω γέγονεν. Ἂν τοίνυν ταύτην ἀνέλῃς, ἐξέκοψας τοῦ διαβόλου τὰ νεῦρα, συνέτριψας αὐτοῦ τὴν κεφαλὴν, κατέλυσας αὐτοῦ τὴν ἰσχὺν ἅπασαν, διέσπασας τὸ στρατόπεδον, ἁπάντων σημείων ἐπεδείξω σημεῖον μεῖζον.

Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου. Εἰπὼν γὰρ, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, οὐκ ἐπήγαγε σημεῖον, ἀλλὰ ἀγάπην τὴν πάντων ῥίζαν τῶν ἀγαθῶν. Ἂν τοίνυν ταύτην ἀσκῶμεν, καὶ τὴν ἐκ ταύτης φιλοσοφίαν ἅπασαν, οὐδὲν δεηθησόμεθα σημείων· ὥσπερ οὖν ἐὰν μὴ ἀσκῶμεν, οὐδὲν κερδανοῦμεν ἀπὸ τῶν σημείων.

Ταῦτ᾽ οὖν ἅπαντα ἐννοοῦντες, ἀφ᾽ ὧν ἐγένοντο οἱ ἀπόστολοι μεγάλοι, ταῦτα ζηλώσωμεν. Πόθεν οὖν ἐγένοντο ἐκεῖνοι μεγάλοι; Ἄκουσον λέγοντος Πέτρου· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος αὐτοῖς, ὅτι Ἐπὶ δώδεκα θρόνους καθίσεσθε· καὶ ὅτι Πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀπάντων τοίνυν ἑαυτοὺς ἀποστήσαντες τῶν βιωτικῶν, ἀναθώμεθα ἑαυτοὺς τῷ Χριστῷ, ἵνα καὶ τῶν ἀποστόλων γενώμεθα ἴσοι κατὰ τὴν ἀπόφασιν τὴν αὐτοῦ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΖʹ. Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.

αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι Καθὼς ἠδύναντο ἀκούειν, ἐλάλει αὐτοῖς τὸν λόγον ἐν παραβολαῖς. Εἶτα δεικνὺς οὐδὲν αὐτὸν καινοτομοῦντα, εἰσάγει τὸν προφήτην καὶ τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν τρόπον.

Καὶ διδάσκων ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνοῶσιν, ἀλλ᾽ ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ, οὕτω διελέγετο, ἐπήγαγε· Καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς καίτοιγε πολλὰ χωρὶς παραβολῆς εἶπεν· ἀλλὰ τότε οὐδέν. Καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησε· καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτων, ὡς τὸν Ἰεζεκιὴλ, ὣς ἑτέρους πολλούς· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐποίουν.

Καίτοιγε ἱκανὰ τὰ εἰρημένα ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν, καὶ διεγείρειν πρὸς τὴν ἐρώτησιν· καὶ γὰρ κόλασιν μεγίστην ἠπείλουν αἱ παραβολαί· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἐκινήθησαν. Διὸ καὶ ἀφεὶς αὐτοὺς, ἀπῆλθε.

Τότε γὰρ, φησὶν, ἀφεὶς τοὺς ὄχλους, ἀπῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ ὁ Ἰησοῦς· καὶ οὐδεὶς ἕπεται τῶν γραμματέων· ὅθεν δῆλον, ὅτι δι᾽ οὐδὲν ἕτερον εἴποντο, ἢ ὥστε ἐπιλαβέσθαι. Ἐπειδὴ δὲ οὐ συνῆκαν τὰ λεγόμενα, εἴασεν αὐτοὺς λοιπόν. Καὶ προσέρχονται οἱ μαθηταὶ αὐτοῦ ἐρωτῶντες περὶ τῆς παραβολῆς τῶν ζιζανίων· καίτοιγε ἔστιν ὅπου βουλόμενοι μαθεῖν καὶ δεδοικότες ἐρωτῆσαι. Πόθεν οὖν ἐνταῦθα γέγονεν αὐτοῖς ἡ παῤῥησία; Ἤκουσαν, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐθάῤῥησαν.

Διὸ καὶ ἰδίᾳ ἐρωτῶσιν, οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ Δεσπότου τηροῦντες νόμον. Τούτοις γὰρ, φησὶν, οὐκ ἐδόθη. Καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες παραβολὴν, περὶ ταύτης πυνθάνονται; Ὡς σαφεστέρας ἐκείνας ἀφῆκαν· ταύτην δὲ, ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, μαθεῖν ἠβουλήθησαν.

Οὐδὲ γὰρ ἂν ἐκ δευτέρου τὴν αὐτὴν εἶπεν ἐπιθυμοῦσι μαθεῖν· καὶ γὰρ ἑώρων πολλὴν ἐξ αὐτῆς ἐμφαινομένην τὴν ἀπειλήν. Διὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ καὶ ἀναπληροῖ τὰ εἰρημένα. Καὶ ὅπερ ἔλεγον ἀεὶ, ὅτι τὰς παραβολὰς οὐ κατὰ τὴν ῥῆσιν ἐπεξιέναι δεῖ, ἐπεὶ πολλὰ τὰ ἄτοπα ἕψεται· τοῦτο καὶ αὐτὸς ἐνταῦθα παιδεύων ἡμᾶς, οὕτως ἐξηγεῖται τὴν παραβολήν. Οὐδὲ γὰρ λέγει, τίνες εἰσὶν οἱ δοῦλοι οἱ προσελθόντες· ἀλλὰ δεικνὺς ὅτι ἀκολουθίας τινὸς ἕνεκεν αὐτοὺς παρείληφε, καὶ τοῦ διαπλάσαι τὴν εἰκόνα, ἐκεῖνο ἀφεὶς τὸ μέρος, τὰ κατεπείγοντα ἑρμηνεύει καὶ συνέχοντα μάλιστα, καὶ δι᾽ ἃ ἡ παραβολὴ εἴρηται, δεικνὺς ἑαυτὸν ὄντα κριτὴν καὶ κύριον τοῦ παντός. Καὶ ἀποκριθεὶς, φησὶν, εἶπεν αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρων αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, ἔστιν ἡ συντέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν.

Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὅταν γὰρ αὐτὸς ᾖ ὁ σπείρων, καὶ τὸν ἀγρὸν τὸν ἑαυτοῦ, καὶ ἐκ τῆς βασιλείας τῆς ἑαυτοῦ συνάγῃ, εὔδηλον ὅτι καὶ ὁ παρὼν κόσμος αὐτοῦ ἐστι.

Σκόπει δὲ αὐτοῦ φιλανθρωπίαν ἄφατον, καὶ τὸ πρὸς εὐεργεσίαν ἐπιῤῥεπὲς, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον. Ὅταν μὲν γὰρ σπείρῃ, δι᾽ ἑαυτοῦ σπείρει, ὅταν δὲ κολάζῃ, δι᾽ ἑτέρων, τουτέστι, τῶν ἀγγέλων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Οὐκ ἐπειδὴ οὕτω μόνον, ἀλλ᾽ ἐπειδὴ τούτου τοῦ ἄστρου φανότερον οὐκ ἴσμεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασι. Καίτοιγε ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅταν λέγῃ περὶ τῶν Σαμαρειτῶν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Πῶς οὖν ἐκεῖ μὲν ἤδη τὸν θερισμὸν παρεῖναί φησιν, ἐνταῦθα δὲ μέλλειν τὸν θερισμὸν εἶπε; Κατ᾽ ἄλλο σημαινόμενον. Καὶ πῶς ἀλλαχοῦ εἰπὼν, Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων, ἐνταῦθα ἑαυτόν φησιν εἶναι τὸν σπείροντα; Ὅτι κἀκεῖ οὐχ ἑαυτῷ, ἀλλὰ προφήταις ἀποστόλους ἀντιδιαστέλλων ἔλεγε, καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ Σαμαρειτῶν. Καὶ γὰρ καὶ διὰ τῶν προφητῶν αὐτὸς ἔσπειρεν. Ἔστι δὲ ὅπου καὶ θερισμὸν καὶ σπόρον αὐτὸ τοῦτο καλεῖ, πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων.

βʹ. Ὅταν μὲν γὰρ τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν ὑπακουσάντων λέγῃ, θερισμὸν τὸ πρᾶγμα καλεῖ, ὡς τὸ πᾶν ἀπαρτίσας· ὅταν δὲ τὸν καρπὸν ἐπιζητῇ τῆς ἀκροάσεως, σπόρον· καὶ θερισμὸν τὴν συντέλειαν λέγει. Καὶ πῶς ἀλλαχοῦ φησιν, ὅτι πρῶτοι οἱ δίκαιοι ἁρπάζονται;

Ἁρπάζονται μὲν γὰρ πρῶτοι, παραγενομένου δὲ τοῦ Χριστοῦ παραδίδονται οὗτοι κολάσει, καὶ τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται ἐκεῖνοι. Ἐπειδὴ γὰρ ἐν οὐρανῷ δεῖ αὐτοὺς εἶναι, ἐνταῦθα δὲ αὐτὸς ἥξει καὶ κρινεῖ πάντας ἀνθρώπους, δοὺς τὴν ἀπόφασιν τούτοις, καθάπερ τις βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοὺς ἄγων.

Εἶδες διπλῆν τὴν κόλασιν οὖσαν, τῷ τε κατακαίεσθαι, τῷ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης; Ἀλλὰ τίνος ἕνεκεν λοιπὸν, ἀναχωρησάντων ἐκείνων, καὶ αὐτοῖς ἐν παραβολαῖς λαλεῖ; Σοφώτεροι ἐκ τῶν εἰρημένων ἐγένοντο, ὡς καὶ συνιέναι. Ἀμέλει γοῦν λέγει αὐτοῖς μετὰ ταῦτα, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Οὕτω μετὰ τῶν ἄλλων καὶ τοῦτο κατώρθωσεν ἡ παραβολὴ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι. Τί οὖν φησι πάλιν; Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Ὥσπερ ἐκεῖ ὁ κόκκος τοῦ σινάπεως καὶ ἡ ζύμη μικράν τινα ἔχουσι πρὸς ἀλλήλας διαφοράν· οὕτω δὴ καὶ ἐνταῦθα αἱ δύο παραβολαὶ αὗται, ἥ τε τοῦ θησαυροῦ καὶ ἡ τοῦ μαργαρίτου. Καὶ γὰρ τοῦτο δι᾽ ἀμφοτέρων αἰνίττεται, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν. Κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ τοῦ σινάπεως πρὸς τὴν δύναμιν εἴρηται τοῦ κηρύγματος, καὶ ὅτι περιέσται τῆς οἰκουμένης πάντως· αὗται δὲ τὸ τίμιον καὶ πολυτελὲς ἐμφαίνουσιν. Ἐκτείνεται μὲν γὰρ ὡς σίνηπι, καὶ περιγίνεται ὡς ζύμη, πολυτελὴς δέ ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν ὡς θησαυρός.

Οὐ δὴ τοῦτο μόνον ἔστι μαθεῖν, ὅτι πάντα δεῖ τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι· ἀλλ᾽ ὅτι καὶ μετὰ χαρᾶς τοῦτο δεῖ ποιεῖν· καὶ ἀποκτώμενον τὰ ὄντα δεῖ εἰδέναι, ὅτι τὸ πρᾶγμα ἐμπορία ἐστὶν, οὐχὶ ζημία.

Ὁρᾷς πῶς κέκρυπται καὶ ἐν τῷ κόσμῳ τὸ κήρυγμα, καὶ ἐν τῷ κηρύγματι τὰ ἀγαθά; Κἂν μὴ πωλήσῃς πάντα, οὐκ ἀγοράζεις· κἂν μὴ ψυχὴν τοιαύτην ἔχῃς, μεμεριμνημένην καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις. Δύο τοίνυν δεῖ προσεῖναι, καὶ τὸ τῶν βιωτικῶν ἀπέχεσθαι, καὶ τὸ ἐγρηγορότα εἶναι. Ζητοῦντι γὰρ, φησὶ, καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον, πέπρακε πάντα, καὶ ἠγόρασεν αὐτόν. Μία γάρ ἐστιν ἡ ἀλήθεια, καὶ οὐ πολυσχιδής. Καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ, τοῖς δὲ λοιποῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος, οἱ μὲν αὐτὸ κατέχοντες ἴσασιν, ὅτι πλουτοῦσιν, οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον, καὶ τὸν πλοῦτον ἡμῶν ἀγνοοῦσιν. Εἶτα ἵνα μὴ θαῤῥῶμεν τῷ κηρύγματι μόνον, μηδὲ ἀρκεῖν τὴν πίστιν μόνην νομίζωμεν εἰς σωτηρίαν ἡμῖν, λέγει καὶ ἑτέραν φοβερὰν παραβολήν. Ποίαν δὴ ταύτην; Τὴν τῆς σαγήνης. Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν, ὅτε ἐπληρώθη, ἀνενέγκαντες, εἰς τὸν αἰγιαλὸν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. Καὶ τί διέστηκεν αὕτη τῆς τῶν ζιζανίων παραβολῆς;

Καὶ γὰρ ἐκεῖ οἱ μὲν σώζονται, οἱ δὲ ἀπόλλυνται· ἀλλ᾽ ἐκεῖ διὰ πονηρῶν δογμάτων αἵρεσιν· καὶ οἱ πρὸ τούτου δὲ, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ, διὰ βίου πονηρίαν· οἳ πάντων εἰσὶν ἀθλιώτεροι, τῆς μὲν γνώσεως ἐπιτυχόντες καὶ ἁλιευθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. Καίτοιγε ἀλλαχοῦ φησιν, ὅτι αὐτὸς ἀφορίζει ὁ ποιμὴν, ἐνταῦθα δὲ τοὺς ἀγγέλους τοῦτο ποιεῖν φησιν, καὶ ἐπὶ τῶν ζιζανίων. Τί οὖν ἐστι; Ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται, ποτὲ δὲ ὑψηλότερον. Καὶ ταύτην οὐδὲ ἐρωτηθεὶς τὴν παραβολὴν ἑρμηνεύει, ἀλλ᾽ αὐτομάτως ἀπὸ τοῦ μέρους αὐτὴν ἐγνώρισε, καὶ τὸν φόβον ηὔξησεν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἀκίνδυνον εἶναι νομίσῃς τὴν ἀπώλειαν, διὰ τῆς ἑρμηνείας ἔδειξε τὴν κόλασιν, εἰπὼν, ὅτι Εἰς κάμινον βαλοῦσι· καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τὴν ὀδύνην ἄῤῥητον οὖσαν ἐνέφηνεν. Εἶδες πόσαι τῆς ἀπωλείας αἱ ὁδοί; Ἡ διὰ τῆς πέτρας, ἡ διὰ τῶν ἀκανθῶν, ἡ διὰ τῆς ὁδοῦ, ἡ διὰ τῶν ζιζανίων, ἡ διὰ τῆς σαγήνης. Οὐκ ἄρα ἀπεικότως ἔλεγεν, ὅτι Εὐρεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ ἀπερχόμενοι δι᾽ αὐτῆς. Ταῦτα τοίνυν εἰπὼν, καὶ εἰς τὸ φοβερὸν κατακλείσας τὸν λόγον, καὶ πλείονα ταῦτα δείξας (μᾶλλον γὰρ αὐτοῖς ἐνδιέτριψε), φησί· Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε.

Εἶτα ἐπειδὴ συνῆκαν, πάλιν αὐτοὺς ἐπαινεῖ λέγων· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Διὸ καὶ ἀλλαχοῦ φησιν· Ἀποστελῶ ὑμῖν σοφοὺς καὶ γραμματέας.

γʹ. Εἶδες πῶς οὐκ ἐκκλείει τὴν Παλαιὰν, ἀλλὰ καὶ ἐγκωμιάζει καὶ δημηγορεῖ, θησαυρὸν αὐτὴν καλῶν; Ὥστε ὅσοι τῶν θείων εἰσὶν ἄπειροι Γραφῶν, οὐκ ἂν εἶεν οἰκοδεσπόται, ὅσοι μήτε αὐτοὶ ἔχουσι, μήτε παρ᾽ ἑτέρων λαμβάνουσιν, ἀλλὰ περιορῶσι ἑαυτοὺς λιμῷ φθειρομένους.

Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου. Οὐ γὰρ ἐκβάλλουσι καινὰ καὶ παλαιά. Οὐδὲ γὰρ ἔχουσι τὰ παλαιὰ, διὸ οὐδὲ καινά· ὥσπερ οὖν οἱ καινὰ οὐκ ἔχοντες, οὐδὲ παλαιὰ ἔχουσιν, ἀλλ᾽ ἑκατέρων ἐστέρηνται· ταῦτα γὰρ ἀλλήλοις συνδέδεται καὶ συμπλέκεται. Ἀκούσωμεν τοίνυν ὅσοι τῆς τῶν Γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν. Πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιληψόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες καθ᾽ οὓς πολιτεύεσθαι χρή; Ἀλλ᾽ οἱ μὲν πλουτοῦντες, οἱ περὶ χρήματα μεμηνότες, συνεχῶς τινάσσουσιν αὐτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· σὺ δὲ σητὸς χαλεπώτερον ὁρῶν τὴν λήθην λυμαινομένην σου τὴν ψυχὴν, οὐκ ἐντυγχάνεις βιβλίοις, οὐ διακρούῃ τὴν λύμην, οὐ καλλωπίζεις σου τὴν ψυχὴν, οὐκ ἐπισκοπεῖς συνεχῶς τὴν εἰκόνα τῆς ἀρετῆς, καὶ τὰ μέλη αὐτῆς καταμανθάνεις καὶ τὴν κεφαλήν;

Καὶ γὰρ καὶ κεφαλὴν ἔχει, καὶ μέλη παντὸς σώματος εὐειδοῦς καὶ καλοῦ εὐπρεπέστερα. Τίς οὖν ἡ κεφαλὴ, φησὶ, τῆς ἀρετῆς; Ἡ ταπεινοφροσύνη. Διὸ καὶ ἀπ᾽ αὐτῆς ἄρχεται ὁ Χριστὸς λέγων· Μακάριοι οἱ πτωχοί. Αὕτη ἡ κεφαλὴ οὐ κόμας ἔχει καὶ βοστρύχους, ἀλλὰ κάλλος τοιοῦτον, οἷον τὸν Θεὸν ἐπισπάσασθαι. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πραεῖς τῆς γῆς. Καὶ, Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν.

Αὕτη ἡ κεφαλὴ, ἀντὶ τριχῶν καὶ κόμης, θύματα φέρει τῷ Θεῷ κεχαρισμένα. Βωμός ἐστι χρυσοῦς, καὶ θυσιαστήριον πνευματικόν· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Αὕτη ἐστὶν ἡ τῆς σοφίας μήτηρ. Ἂν ταύτην ἔχῃ τις, καὶ τὰ λοιπὰ ἕξει. Εἶδες κεφαλὴν, οἵαν οὐδέποτε εἶδες; Βούλει καὶ τὸ πρόσωπον ἰδεῖν, μᾶλλον δὲ μαθεῖν; Οὐκοῦν μάθε τέως αὐτοῦ τὸ χρῶμα τὸ ἐρυθρὸν καὶ εὐανθὲς καὶ πολλὴν ἔχον τὴν χάριν, καὶ μάθε πόθεν συνίσταται. Πόθεν οὖν συνίσταται; Ἀπὸ τοῦ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Διὸ καί τίς φησι· Πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Τοῦτο καὶ τῶν ἄλλων μελῶν πολὺ καταχεῖ τὸ κάλλος. Κἂν μυρία μίξῃς χρώματα, οὐκ ἐργάσῃ τοιαύτην ὥραν. Εἰ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἰδεῖν βούλει, ὅρα κοσμιότητι καὶ σωφροσύνῃ μετὰ ἀκριβείας ὑπογεγραμμένους. Διὸ καὶ οὕτω καλοὶ καὶ ὀξυδερκεῖς γίνονται, ὡς καὶ αὐτὸν τὸν Κύριον ὁρᾷν. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Στόμα δὲ αὐτῆς, σοφία καὶ σύνεσις, καὶ τὸ πνευματικοὺς ὕμνους εἰδέναι. Καρδία δὲ, Γραφῶν ἐμπειρία, καὶ δογμάτων ἀκριβῶν διατήρησις, καὶ φιλανθρωπία, καὶ χρηστότης. Καὶ καθάπερ ταύτης ἄνευ οὐκ ἔνι ζῆσαι, οὐδὲ ἐκείνης χωρὶς σωθῆναι ἔνι ποτέ. Καὶ γὰρ ἐκεῖθεν πάντα τίκτεται τὰ καλά.

Εἰσὶν αὐτῇ καὶ πόδες καὶ χεῖρες, τῶν ἀγαθῶν ἔργων αἱ ἐπιδείξεις· ἔστιν αὐτῇ καὶ ψυχὴ, ἡ εὐσέβεια· ἔστιν αὐτῇ καὶ στῆθος χρυσοῦν καὶ ἀδάμαντος στεῤῥότερον, ἡ ἀνδρεία· καὶ πάντα ἁλῶναι εὔκολον, ἢ τοῦτο διαῤῥαγῆναι τὸ στῆθος. Τὸ δὲ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ, ἡ ἀγάπη ἐστί.

δʹ. Βούλει καὶ ἐπ᾽ αὐτῶν τῶν ἔργων δείξω σοι τὴν εἰκόνα; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν εὐαγγελιστήν· καίτοι οὐ πάντα αὐτοῦ τὸν βίον ἀνάγραπτον ἔχομεν, ἀλλ᾽ ὅμως καὶ ἐξ ὀλίγων ἔνεστιν αὐτοῦ τὴν εἰκόνα ἰδεῖν διαλάμπουσαν. Ὅτι μὲν ταπεινὸς καὶ συντετριμμένος ἦν, ἄκουσον μετὰ τὸ Εὐαγγέλιον τελώνην ἑαυτὸν καλοῦντα· ὅτι δὲ καὶ ἐλεήμων, ὅρα πάντα ἀποδυσάμενον καὶ ἀκολουθήσαντα τῷ Ἰησοῦ· ὅτι δὲ καὶ εὐσεβὴς, δῆλον ἀπὸ τῶν δογμάτων. Καὶ τὴν σύνεσιν δὲ αὐτοῦ ἀφ᾽ οὗ συνέθηκεν Εὐαγγελίου ῥᾴδιον ἔστιν ἰδεῖν, καὶ τὴν ἀγάπην· τῆς γὰρ οἰκουμένης ἐπεμελήσατο· καὶ τὴν τῶν ἔργων τῶν ἀγαθῶν ἐπίδειξιν ἀπὸ τοῦ θρόνου ἐφ᾽ οὗ μέλλει καθεδεῖσθαι· καὶ τὴν ἀνδρείαν δὲ, ἐξ ὧν χαίρων ὑπέστρεψεν ἀπὸ προσώπου τοῦ συνεδρίου. Ζηλώσωμεν τοίνυν τὴν ἀρετὴν ταύτην, καὶ μάλιστα πάντων τὴν ταπεινοφροσύνην καὶ ἐλεημοσύνην, ὧν ἄνευ σωθῆναι οὐκ ἔνι. Καὶ δηλοῦσιν αἱ πέντε παρθένοι, καὶ μετ᾽ ἐκείνων ὁ Φαρισαῖος. Χωρὶς μὲν γὰρ παρθενίας δυνατὸν ἰδεῖν· χωρὶς δὲ ἐλεημοσύνης ἀμήχανον· τῶν γὰρ ἀναγκαίων τοῦτό ἐστι καὶ συνεχόντων τὸ πᾶν. Οὐκ ἄρα ἀπεικότως καρδίαν αὐτὸ κεκλήκαμεν ἀρετῆς. Ἀλλ᾽ ἡ καρδία αὕτη, ἐὰν μὴ πᾶσι χορηγῇ πνεῦμα, ταχέως σβέννυται.

Ὥσπερ οὖν καὶ ἡ πηγὴ, ἐὰν συνέχῃ τὰ νάματα παρ᾽ ἑαυτῇ, σήπεται· οὕτω καὶ οἱ πλουτοῦντες, ὅταν παρ᾽ ἑαυτοῖς τὰ ὄντα κατέχωσι. Διὰ τοῦτο καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, Πολλὴ ἡ σῆψις τοῦ πλούτου παρὰ τῷ δεῖνι· καὶ οὐ λέγομεν, Πολλὴ ἡ ἀφθονία, πολὺς ὁ θησαυρός.

Καὶ γὰρ σῆψίς ἐστιν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ καὶ αὐτοῦ τοῦ πλούτου. Καὶ γὰρ τὰ ἱμάτια κείμενα φθείρεται, καὶ τὸ χρυσίον ἰοῦται, καὶ ὁ σῖτος διαβιβρώσκεται· καὶ ἡ ψυχὴ δὲ τοῦ ταῦτα ἔχοντος τούτων ἁπάντων μᾶλλον ταῖς φροντίσι καὶ ἰοῦται καὶ σήπεται. Κἂν ἐθέλῃς φιλαργύρου ψυχὴν εἰς τὸ μέσον ἐξενεγκεῖν καθάπερ ἱμάτιον ὑπὸ μυρίων βρωθὲν σκωλήκων, καὶ οὐκ ἔχον οὐδὲν ὑγιὲς, οὕτως εὑρήσεις διατετρυπημένην πάντοθεν αὐτὴν ὑπὸ φροντίδων, ὑπὸ τῶν ἁμαρτημάτων σεσηπυῖαν, ἰωμένην. Ἀλλ᾽ οὐχὶ τοῦ πένητος τοιαύτη, τοῦ πένητος τοῦ ἑκόντος· ἀλλ᾽ ἀποστίλβει μὲν ὡς χρυσίον, λάμπει δὲ ὥσπερ μαργαρίτης, ἀνθεῖ δὲ ὥσπερ ῥόδον. Οὐ γάρ ἐστιν ἐκεῖ σὴς, οὐκ ἔστιν ἐκεῖ κλέπτης, οὐκ ἔστι φροντὶς βιωτική· ἀλλ᾽ ὡς ἄγγελοι, οὕτω πολιτεύονται.

Βούλει τῆς ψυχῆς ταύτης τὸ κάλλος ἰδεῖν; βούλει τῆς πενίας τὸν πλοῦτον καταμαθεῖν; Οὐκ ἐπιτάττει ἀνδράσιν, ἀλλὰ δαίμοσιν ἐπιτάττει· οὐ παρίσταται βασιλεῖ, ἀλλὰ παρέστηκε Θεῷ· οὐ στρατεύεται μετὰ ἀνθρώπων, ἀλλὰ στρατεύεται μετὰ ἀγγέλων· οὐκ ἔχει κιβώτια δύο καὶ τρία καὶ εἴκοσιν, ἀλλὰ τοιαύτην εὐπορίαν, ὡς τὸν κόσμον ἅπαντα μηδὲν εἶναι νομίζειν. Οὐκ ἔχει θησαυρὸν, ἀλλὰ τὸν οὐρανόν· οὐ δεῖται δούλων, μᾶλλον δὲ ἔχει δούλους τὰ πάθη, ἔχει δούλους τοὺς βασιλέων κρατοῦντας λογισμούς. Ὁ γὰρ ἐπιτάττων τῷ τὴν ἁλουργίδα περικειμένῳ, οὗτος αὐτὸν κατέπτηχεν ὁ λογισμὸς, καὶ ἀντιβλέψαι οὐ τολμᾷ. Βασιλείαν δὲ καὶ χρυσὸν καὶ πάντα τὰ τοιαῦτα, καθάπερ παίδων ἀθύρματα γελᾷ, καὶ καθάπερ τροχοὺς καὶ ἀστραγάλους καὶ κεφαλὰς καὶ σφαίρας, οὕτω ταῦτα πάντα ἡγεῖται εἶναι εὐκαταφρόνητα.

Ἔχει γὰρ κόσμον, ὃν οὐδὲ ἰδεῖν οἱ ἐν τούτοις παίζοντες δύνανται. Τί τοίνυν τοῦ πένητος τούτου βέλτιον γένοιτ᾽ ἄν; Ἔδαφος γοῦν ἔχει τὸν οὐρανόν. Εἰ δὲ τὸ ἔδαφος τοιοῦτον, ἐννόησον τὸν ὄροφον. Ἀλλ᾽ οὐκ ἔχει ἵππους καὶ ὀχήματα; Τί γὰρ αὐτῷ τούτων χρεία, τῷ μέλλοντι ἐπὶ τῶν νεφελῶν ὀχεῖσθαι, καὶ μετὰ τοῦ Χριστοῦ εἶναι; Ταῦτ᾽ οὖν ἐννοήσαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, καὶ τὴν ἀνάλωτον εὐπορίαν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.