Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Το Μαρτύριο του Ιωάννη, ο Πολλαπλασιασμός των Άρτων και ο Περίπατος στη Θάλασσα (Ομιλίες ΜΗ΄-ΝΒ΄)

Ο αποκεφαλισμός του Προδρόμου, ο χορτασμός των πεντακισχιλίων, η κατάπαυση της τρικυμίας και ο έλεγχος της παράδοσης των πρεσβυτέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 20

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. αʹ. Τίνος ἕνεκεν εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν.

Καὶ ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων καθυφίησιν, ὥστε μὴ εἰς πλείονα αὐτοὺς φθόνον ἐκκαῦσαι, μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν. Οἱ γὰρ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, οὗτοι δὲ τοὐναντίον ἐξευτελίζουσιν αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· καίτοιγε πολλὰ τούτων παραδείγματα ἔχοντες τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότες παῖδας. Καὶ γὰρ ὁ Δαυῒδ εὐτελοῦς τινος ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ ὁ Ἀμὼς αἰπόλου παῖς καὶ αὐτὸς αἰπόλος· καὶ ὁ Μωϋσῆς δὲ ὁ νομοθέτης σφόδρα αὐτοῦ ἀποδέοντα ἔσχε πατέρα. Δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι τοιούτων ὢν τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ, ὅτι οὐκ ἐξ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· οἱ δὲ ἀφ᾽ ὧν ἔδει θαυμάζειν, ἀπὸ τούτων καταφρονοῦσι.

Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπιχωριάζει, ἵνα μὴ διαπαντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος αὐτοῦ μᾶλλον κατηγορήσωσιν, ὡς ἀποσχίζοντος καὶ τῇ πολιτείᾳ μαχομένου. Ἐκπληττόμενοι τοίνυν καὶ ἐν ἀπορίᾳ ὄντες ἔλεγον· Πόθεν αὕτη ἡ σοφία τούτῳ, καὶ αἱ δυνάμεις; ἤτοι τὰ σημεῖα δυνάμεις καλοῦντες, ἢ καὶ αὐτὴν τὴν σοφίαν. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐκοῦν μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ ἔκπληξις. Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι παρ᾽ ἡμῖν εἰσι;

Πόθεν τούτῳ ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῇ Ναζαρὲτ διελέγετο; Οὐχὶ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνά εἰσι; Καὶ τί τοῦτο; Ἐντεῦθεν γὰρ ὑμᾶς μάλιστα εἰς πίστιν ἐνάγεσθαι ἔδει.

Ἀλλὰ γὰρ πονηρὸν ὁ φθόνος, καὶ ἑαυτῷ περιπίπτει πολλάκις. Ἃ γὰρ ἦν παράδοξα καὶ θαυμαστὰ, καὶ ἱκανὰ αὐτοὺς ἐφελκύσασθαι, ταῦτα ἐκείνους ἐσκανδάλιζε. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Οὐκ ἔστι προφήτης, φησὶν, ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησε, φησὶ, δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ δὲ Λουκᾶς φησι· Καὶ οὐκ ἐποίησεν ἐκεῖ σημεῖα πολλά. Καίτοι ποιῆσαι εἰκὸς ἦν. Εἰ γὰρ τὸ θαυμάζεσθαι αὐτῷ προεχώρει (καὶ γὰρ καὶ τότε ἐθαυμάζετο), τίνος ἕνεκεν οὐκ ἐποίησεν; Ὅτι οὐ πρὸς ἐπίδειξιν ἔβλεπε τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὸ ἐκείνοις συμφέρον.

Τούτου τοίνυν μὴ προχωροῦντος, παρεῖδε τὸ ἑαυτοῦ, ὥστε μὴ τὴν κόλασιν αὐτοῖς αὐξῆσαι. Καίτοι ὅρα μετὰ πόσον πρὸς αὐτοὺς ἦλθε χρόνον, καὶ πόσην σημείων ἐπίδειξιν· ἀλλ᾽ οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλὰ πάλιν ἐξεκαίοντο τῷ φθόνῳ. Τίνος οὖν ἕνεκεν καὶ ὀλίγα ἐποίησε σημεῖα; Ἵνα μὴ λέγωσιν· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἵνα μὴ λέγωσι, Πολέμιος ἡμῖν ἐστι καὶ ἐχθρὸς, καὶ τοὺς οἰκείους ὑπερορᾷ· ἵνα μὴ λέγωσιν, ὅτι Εἰ ἐγεγόνει σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν. Διὰ τοῦτο καὶ ἐποίησε, καὶ ἐπέσχε· τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἵνα μὴ ἐκείνους μειζόνως κατακρίνῃ. Ἐννόησον δὲ τῶν λεγομένων τὴν δύναμιν, ὅπου γε καὶ ὑπὸ φθόνου κατεχόμενοι ὁμοίως ἐθαύμαζον. Ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ἔργων οὐ τὸ γινόμενον μέμφονται, ἀλλ᾽ αἰτίας πλάττουσιν οὐκ οὔσας, λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· οὕτω καὶ ἐνταῦθα, οὐ τὴν διδασκαλίαν αἰτιῶνται, ἀλλ᾽ ἐπὶ τὴν εὐτέλειαν καταφεύγουσι τοῦ γένους. Σὺ δέ μοι σκόπει τὴν ἐπιείκειαν τοῦ Διδασκάλου, πῶς αὐτοὺς οὐχ ὑβρίζει, ἀλλὰ μετὰ πολλῆς τῆς ἡμερότητός φησιν· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, Καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ἐμοὶ δοκεῖ καὶ τοὺς ἀδελφοὺς αἰνιττόμενος τοὺς ἑαυτοῦ τοῦτο προστεθεικέναι.

βʹ. Ἐν δὲ τῷ Λουκᾷ καὶ παραδείγματα τούτου τίθησι λέγων, ὅτι οὐδὲ Ἠλίας ἦλθε πρὸς τοὺς οἰκείους, ἀλλὰ πρὸς τὴν ἀλλόφυλον χήραν· οὐδὲ παρ᾽ Ἐλισσαίου ἄλλος τις ἐθεραπεύθη λεπρὸς, ἀλλ᾽ ἢ ὁ ἀλλόφυλος Νεεμάν· Ἰσραηλῖται δὲ οὔτε εὖ ἔπαθον, οὔτε εὖ ἐποίησαν, ἀλλ᾽ οἱ ξένοι. Ταῦτα δὲ λέγει, πανταχοῦ δεικνὺς τὴν πονηρὰν αὐτῶν συνήθειαν, καὶ ὅτι οὐδὲν ἐπ᾽ αὐτοῦ γίνεται καινόν.

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. Ὁ γὰρ βασιλεὺς Ἡρώδης ὁ τούτου πατὴρ τετελευτηκὼς ἦν, ὁ τὰ παιδία ἀνελών. Οὐχ ἁπλῶς δὲ τὸν καιρὸν ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ἀλλ᾽ ἵνα μάθῃς τὸν τῦφον τοῦ τυράννου καὶ τὴν ὀλιγωρίαν. Οὐδὲ γὰρ ἐν προοιμίοις ἔμαθε τὰ κατ᾽ αὐτὸν, ἀλλὰ μετὰ χρόνον ἄπειρον. Τοιοῦτοι γὰρ οἱ ἐν δυναστείαις καὶ πολὺν τὸν ὄγκον περιβεβλημένοι· ὀψὲ ταῦτα μανθάνουσι, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον.

Σὺ δέ μοι σκόπει ἡλίκον ἡ ἀρετή· ὅτι καὶ τετελευτηκότα αὐτὸν δέδοικε, καὶ ὑπὸ τοῦ φόβου καὶ περὶ ἀναστάσεως φιλοσοφεῖ. Εἶπε γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα· οὗτος ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Εἶδες τὸν φόβον ἐπιτεταμένον;

Οὐδὲ γὰρ τότε ἐξειπεῖν ἐτόλμησεν ἔξω, ἀλλὰ καὶ τότε τοῖς οἰκέταις λέγει τοῖς ἑαυτοῦ. Ἀλλ᾽ ὅμως καὶ αὕτη ἡ δόξα στρατιωτικὴ καὶ παράλογος. Καὶ γὰρ καὶ πολλοὶ ἀνέστησαν ἀπὸ νεκρῶν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο. Δοκεῖ δέ μοι καὶ φιλοτιμίας εἶναι καὶ φόβου τὰ ῥήματα. Τοιοῦτον γὰρ αἱ ἄλογοι ψυχαί· ἐναντίων μίξιν δέχονται παθῶν πολλάκις. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι οἱ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἠλίας, ἢ Ἱερεμίας, ἢ τῶν προφητῶν εἷς τῶν ἀρχαίων· οὗτος δὲ, ὡς δή τι τῶν ἄλλων σοφώτερον λέγων, τοῦτο εἴρηκεν. Εἰκὸς δὲ αὐτὸν πρότερον μὲν πρὸς τοὺς λέγοντας αὐτὸν εἶναι τὸν Ἰωάννην (πολλοὶ γὰρ καὶ τοῦτο ἔλεγον) ἀρνεῖσθαι, καὶ λέγειν, ὅτι Ἐγὼ αὐτὸν ἀπέκτεινα, φιλοτιμούμενον καὶ ἐναβρυνόμενον.

Τοῦτο γὰρ καὶ ὁ Μάρκος καὶ ὁ Λουκᾶς φησιν, ὅτι ἔλεγεν, ὅτι Ἐγὼ Ἰωάννην ἀπεκεφάλισα. Τῆς δὲ φήμης ἀρθείσης, λοιπὸν καὶ αὐτὸς τὰ αὐτὰ λέγει τοῖς πολλοῖς. Εἶτα καὶ τὴν ἱστορίαν ἡμῖν ὁ εὐαγγελιστὴς διηγεῖται. Καὶ τί δήποτε οὐ προηγουμένως αὐτὴν εἰσήγαγεν;

Ὅτι καὶ ἡ πᾶσα πραγματεία αὐτοῖς, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν· καὶ οὐδὲν ἐποιοῦντο τούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν. Οὐκοῦν οὐδ᾽ ἂν νῦν ἐμνημόνευσαν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστὸν, καὶ διὰ τὸ λέγειν Ἡρώδην, ὅτι ἀνέστη ἐκεῖνος. Ὁ δὲ Μάρκος φησὶν, ὅτι σφόδρα ἐτίμα τὸν ἄνδρα ὁ Ἡρώδης, καὶ ταῦτα ἐλεγχόμενος.

Τοσοῦτόν ἐστιν ἡ ἀρετή. Εἶτα διηγούμενος οὕτω φησίν· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν, καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.

Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Καὶ τίνος ἕνεκεν οὐδὲν ἐκείνῃ διαλέγεται, ἀλλὰ τῷ ἀνδρί; Ὅτι κυριώτερος οὗτος ἦν. Ὅρα δὲ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον, ἢ κατηγορίαν εἰσάγων. Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρώδου, φησὶν, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὢ συμπόσιον διαβολικόν! ὢ θέατρον σατανικόν! ὢ παράνομος ὄρχησις, καὶ μισθὸς ὀρχήσεως παρανομώτερος! Φόνος γὰρ ὁ πάντων φόνων ἐναγέστερος ἐτολμᾶτο, καὶ ὁ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἄξιος ἐν τῷ μέσῳ κατεσφάττετο· καὶ τὸ τῶν δαιμόνων τρόπαιον ἐπὶ τῆς τραπέζης ἵστατο.

Καὶ ὁ τρόπος δὲ τῆς νίκης τῶν γενομένων ἄξιος. Ὠρχήσατο γὰρ, φησὶν, ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὅθεν μεθ᾽ ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἂν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, Δός μοι, φησὶν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε, καὶ οὕτως ἤρεσεν ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν. Εἶδες πῶς ὠμός; πῶς ἀναίσθητος; πῶς ἀνόητος; Ἑαυτὸν μὲν γὰρ ὅρκῳ ὑπεύθυνον ποιεῖ· ἐκείνην δὲ κυρίαν τῆς αἰτήσεως καθίστησιν.

Ἐπειδὴ δὲ εἶδε τὸ κακὸν ὅτι ἐξέβη, ἐλυπήθη, φησί· καίτοιγε ἐξ ἀρχῆς ἔδησεν αὐτόν. Τίνος οὖν ἕνεκεν λυπεῖται; Τοιοῦτον ἡ ἀρετή; καὶ παρὰ τοῖς κακοῖς θαύματος καὶ ἐπαίνων ἀξία. Ἀλλ᾽ ὢ τῆς μαινομένης! δέον καὶ αὐτὴν θαυμάζειν, δέον προσκυνεῖν, ὅτι ἤμυνεν ὑβριζομένῃ, ἡ δὲ καὶ συγκατασκευάζει τὸ δρᾶμα, καὶ παγίδα τίθησι, καὶ αἰτεῖ χάριν σατανικήν.

Ὁ δὲ ἔδεισε διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Καὶ πῶς τὸ χαλεπώτερον οὐκ ἔδεισας; Εἰ γὰρ τὸ μάρτυρας ἔχειν ἐπιορκίας ἐδεδοίκεις, πολλῷ μᾶλλον φοβηθῆναι ἐχρῆν σφαγῆς οὕτω παρανόμου μάρτυρας ἔχειν τοσούτους.

γʹ. Ἐπειδὴ δὲ πολλοὺς ἡγοῦμαι καὶ τοῦ ἐγκλήματος, ὅθεν ὁ φόνος ἐτέχθη, τὴν ὑπόθεσιν ἀγνοεῖν, ἀναγκαῖον καὶ τοῦτο ἐξειπεῖν, ἵνα μάθητε τοῦ νομοθέτου τὴν σύνεσιν. Τίς οὖν ἦν ὁ παλαιὸς νόμος, ὃν κατεπάτησε μὲν ὁ Ἡρώδης, ἐξεδίκησε δὲ ὁ Ἰωάννης; Τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τῷ ἀδελφῷ δίδοσθαι ἔδει. Ἐπειδὴ γὰρ ἀπαραμύθητον κακὸν ὁ θάνατος ἦν, καὶ πάντα ὑπὲρ ζωῆς ἐπραγματεύετο, νομοθετεῖ γαμεῖν τὸν ζῶντα ἀδελφὸν, καὶ ἐπ᾽ ὀνόματι τοῦ τετελευτηκότος τὸ τικτόμενον καλεῖν παιδίον, ὥστε μὴ διαπεσεῖν τὴν οἰκίαν τὴν ἐκείνου.

Εἰ γὰρ μηδὲ παῖδας ἔμελλε καταλιμπάνειν ὁ τετελευτηκὼς, ὅπερ μεγίστη τοῦ θανάτου ἐστὶ παραμυθία, ἀνήκεστον ἔμελλεν εἶναι τὸ πένθος. Διὰ δὴ τοῦτο ἐπενόησε τὴν παραψυχὴν ταύτην ὁ νομοθέτης τοῖς ἐκ φύσεως παίδων ἀπεστερημένοις, καὶ τὸ τικτόμενον ἐκέλευσεν ἐκείνῳ λογίζεσθαι. Ὄντος δὲ παιδὸς, οὐκέτι ἐφεῖτο οὗτος ὁ γάμος. Καὶ τίνος ἕνεκεν; φησίν· εἰ γὰρ ἑτέρῳ ἐξῆν, πολλῷ μᾶλλον τῷ ἀδελφῷ. Οὐδαμῶς. Βούλεται γὰρ ἐκτείνεσθαι τὴν συγγένειαν, καὶ πολλὰς εἶναι τὰς ἀφορμὰς τῆς πρὸς ἀλλήλους οἰκειώσεως. Διατί οὖν καὶ ἄπαιδος τελευτήσαντος, οὐκ ἄλλος ἐγάμει; Ὅτι οὐκ ἂν οὕτως ἐνομίσθη τοῦ ἀπελθόντος εἶναι τὸ παιδίον· νυνὶ δὲ τοῦ ἀδελφοῦ σπείροντος, πιθανὸν τὸ σόφισμα ἐγίνετο. Ἄλλως τε οὐδὲ ἀνάγκην εἶχεν ἕτερος τὴν οἰκίαν στῆσαι τοῦ τετελευτηκότος· οὗτος δὲ τὸ ἀπὸ τῆς συγγενείας ἐκέκτητο δικαίωμα. Ἐπεὶ οὖν ὁ Ἡρώδης παιδίον ἔχουσαν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἔγημε, διὰ τοῦτο ἐγκαλεῖ ὁ Ἰωάννης, καὶ ἐγκαλεῖ συμμέτρως, μετὰ τῆς παῤῥησίας καὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμενος. Σὺ δέ μοι σκόπει, ὅπως τὸ θέατρον ὅλον σατανικόν. Πρῶτον μὲν γὰρ ἀπὸ μέθης καὶ τρυφῆς συνειστήκει, ὅθεν οὐδὲν ἂν γένοιτο ὑγιές. Δεύτερον, τοὺς θεατὰς διεφθαρμένους εἶχε, καὶ τὸν ἑστιάτορα ἁπάντων παρανομώτερον. Τρίτον, ἡ τέρψις ἡ παράλογος.

Τέταρτον, ἡ κόρη, δι᾽ ἣν παράνομος ἦν ὁ γάμος, ἣν καὶ κρύπτεσθαι ἔδει, ὡς ὑβριζομένης αὐτῇ τῆς μητρὸς, ἐπεισέρχεται ἐμπομπεύουσα, καὶ πόρνας ἁπάσας ἀποκρύπτουσα ἡ παρθένος. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν εἰς κατηγορίαν συντελεῖ τῆς παρανομίας ταύτης. Ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγε, τότε τὰ παράνομα ἐκεῖνα τολμᾷ· ὅτε λῦσαι ἐχρῆν δεδεμένον, τότε σφαγὴν τοῖς δεσμοῖς προστίθησιν. Ἀκούσατε, τῶν παρθένων, μᾶλλον δὲ καὶ τῶν γεγαμημένων, ὅσαι ἐν τοῖς ἑτέρων γάμοις τοιαῦτα ἀσχημονεῖν καταδέχεσθε, ἁλλόμεναι καὶ πηδῶσαι, καὶ τὴν κοινὴν καταισχύνουσαι φύσιν.

Ἀκούσατε καὶ, ἄνδρες, ὅσοι τὰ πολυτελῆ συμπόσια καὶ μέθης γέμοντα διώκετε· καὶ δείσατε τοῦ διαβόλου τὸ βάραθρον. Καὶ γὰρ οὕτω κατὰ κράτος εἷλε τὸν ἄθλιον ἐκεῖνον τότε, ὡς ὀμόσαι καὶ τὰ ἡμίση δοῦναι τῆς βασιλείας.

Τοῦτο γὰρ ὁ Μάρκος φησὶν, ὅτι Ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Τοσούτου τὴν ἀρχὴν ἐτιμᾶτο τὴν ἑαυτοῦ, οὕτω καθάπαξ αἰχμάλωτος ὑπὸ τοῦ πάθους ἐγένετο, ὡς δι᾽ ὄρχησιν αὐτῆς παραχωρῆσαι. Καὶ τί θαυμάζεις, εἰ τότε ταῦτα ἐγίνετο, ὅπου γε καὶ νῦν, μετὰ τοσαύτην φιλοσοφίαν, ὀρχήσεως ἕνεκεν τῶν μαλακιζομένων τούτων νέων πολλοὶ καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόασιν, οὐδὲ ἀνάγκην ἔχοντες ὅρκου; Ὑπὸ γὰρ τῆς ἡδονῆς αἰχμάλωτοι γινόμενοι, καθάπερ βοσκήματα ἄγονται, ᾗπερ ἂν ὁ λύκος σύρῃ. Ὃ δὴ καὶ τότε ἔπασχεν ὁ παραπλὴξ ἐκεῖνος, δύο τὰ ἔσχατα παραφρονήσας, τό τε ἐκείνην κυρίαν ποιῆσαι οὕτω μαινομένην καὶ μεθύουσαν τῷ πάθει, καὶ οὐδὲν παραιτουμένην· τό τε ἀνάγκῃ ὅρκου καταδῆσαι τὸ πρᾶγμα. Ἀλλ᾽ οὕτως ὄντος ἐκείνου παρανόμου, παρανομώτερον ἁπάντων τὸ γύναιον ἦν, καὶ τῆς κόρης καὶ τοῦ τυράννου. Καὶ γὰρ ἡ τῶν κακῶν ἁπάντων ἀρχιτέκτων καὶ τὸ πᾶν ὑφάνασα δρᾶμα αὕτη ἦν ἣν μάλιστα χάριν εἰδέναι ἐχρῆν τῷ προφήτῃ. Καὶ γὰρ ἡ θυγάτηρ αὐτῇ πεισθεῖσα καὶ ἠσχημόνησε, καὶ ὠρχήσατο, καὶ τὸν φόνον ᾔτησε· καὶ ὁ Ἡρώδης ὑπ᾽ αὐτῆς ἐσαγηνεύθη. Ὁρᾷς πῶς δικαίως ἔλεγεν ὁ Χριστός· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος;

Εἰ γὰρ αὕτη τὸν νόμον τοῦτον ἐτήρησεν, οὐκ ἂν τοσούτους παρέβη νόμους, οὐκ ἂν τὴν μιαιφονίαν ταύτην εἰργάσατο. Τί γὰρ τῆς θηρωδίας ταύτης χεῖρον γένοιτ᾽ ἄν; φόνον ἐν χάριτος αἰτεῖν μέρει, φόνον παράνομον, φόνον μεταξὺ δείπνου, φόνον δημοσίᾳ καὶ ἀναισχύντως;

Οὐ γὰρ ἰδίᾳ προσελθοῦσα διελέχθη περὶ τούτων, ἀλλὰ δημοσίᾳ, καὶ τὸ προσωπεῖον ῥίψασα, γυμνῇ τῇ κεφαλῇ, καὶ τὸν διάβολον λαβοῦσα συνήγορον, οὕτω φησὶν ὅ φησι. Καὶ γὰρ ἐκεῖνος αὐτὴν καὶ εὐδοκιμῆσαι ἐποίησεν ὀρχουμένην, καὶ τὸν Ἡρώδην τότε ἑλεῖν. Ἔνθα γὰρ ὄρχησις, ἐκεῖ διάβολος. Οὐδὲ γὰρ εἰς τοῦτο ἔδωκεν ἡμῖν πόδας ὁ Θεὸς, ἀλλ᾽ ἵνα εὔτακτα βαδίζωμεν· οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα κατὰ τὰς καμήλους πηδῶμεν (καὶ γὰρ καὶ ἐκεῖναι ἀηδεῖς ὀρχούμεναι, μήτιγε δὴ γυναῖκες). ἀλλ᾽ ἵνα σὺν ἀγγέλοις χορεύωμεν. Εἰ γὰρ τὸ σῶμα αἰσχρὸν τοιαῦτα ἀσχημονοῦν, πολλῷ μᾶλλον ἡ ψυχή.

Τοιαῦτα ὀρχοῦνται οἱ δαίμονες· τοιαῦτα ἐπιτωθάζουσιν οἱ τῶν δαιμόνων διάκονοι. δʹ. Σκόπει δὲ καὶ αὐτὴν τὴν αἴτησιν. Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Εἶδες τὴν ἀπηρυθριασμένην, τὴν ὅλην τοῦ διαβόλου γεγενημένην;

Καὶ τοῦ ἀξιώματος μέμνηται, καὶ οὐδὲ οὕτως ἐγκαλύπτεται, ἀλλ᾽ ὡς περί τινος ἐδέσματος διαλεγομένη, οὕτω τὴν ἱερὰν ἐκείνην καὶ μακαρίαν αἰτεῖ κεφαλὴν ἐπὶ πίνακος εἰσενεχθῆναι. Καὶ οὐδὲ αἰτίαν τίθησιν· οὐδὲ γὰρ εἶχεν εἰπεῖν· ἀλλ᾽ ἁπλῶς τιμηθῆναι ταῖς ἑτέρων ἀξιοῖ συμφοραῖς. Καὶ οὐκ εἶπεν, Εἰσάγαγε αὐτὸν ἐνταῦθα, καὶ κατάσφαξον· οὐδὲ γὰρ μέλλοντος τελευτᾷν τὴν παῤῥησίαν ἤνεγκεν ἄν. Καὶ γὰρ ἐδεδοίκει καὶ κατασφαττομένου τῆς φρικτῆς ἀκοῦσαι φωνῆς· οὐδὲ γὰρ ἀποτέμνεσθαι μέλλων ἐσίγησεν ἄν. Διὰ τοῦτό φησι· Δός μοι ὧδε ἐπὶ πίνακι· ἰδεῖν γὰρ ἐπιθυμῶ τὴν γλῶτταν ἐκείνην σιγῶσαν. Οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ἐπιβῆναι καὶ ἐπιτωθάσαι κειμένῳ. Ὁ δὲ Θεὸς ἠνέσχετο, καὶ οὔτε κεραυνὸν ἀφῆκεν ἄνωθεν, καὶ τὴν ἀναίσχυντον κατέφλεξεν ὄψιν· οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· ὁμοῦ καὶ τὸν δίκαιον μειζόνως στεφανῶν, καὶ τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχουσι πολλὴν καταλιμπάνων παραμυθίαν. Ἀκούσωμεν τοίνυν ὅσοι δεινὰ πάσχομεν ἐν ἀρετῇ ζῶντες παρὰ πονηρῶν ἀνθρώπων.

Καὶ γὰρ καὶ τότε ὁ Θεὸς ἠνείχετο τὸν ἐν ἐρήμῳ, τὸν ἐν τῇ ζώνῃ τῇ δερματίνῃ, τὸν ἐν τριχίνῳ ἱματίῳ, τὸν προφήτην, τὸν τῶν προφητῶν μείζονα, τὸν μηδένα μείζονα ἔχοντα ἐν γεννητοῖς γυναικῶν, καὶ κατασφαγῆναι, καὶ ὑπὸ κόρης ἀκολάστου καὶ διεφθαρμένης πόρνης, καὶ ταῦτα νόμοις ἀμύνοντα θείοις.

Ταῦτα τοίνυν λογιζόμενοι, φέρωμεν πάντα γενναίως ὅσα ἂν πάσχωμεν. Καὶ γὰρ καὶ τότε ἡ μιαιφόνος καὶ παράνομος αὕτη, ὅσον ἀμύνασθαι ἐπεθύμησε τὸν λελυπηκότα, τοσοῦτον ἴσχυσε, καὶ τὸν θυμὸν ἅπαντα ἐνέπλησε, καὶ ὁ Θεὸς συνεχώρει. Καίτοιγε πρὸς αὐτὴν οὐδὲν εἶπεν, οὐδὲ κατηγόρησεν, ἀλλὰ τῷ ἀνδρὶ μόνῳ ἐνεκάλει. Ἀλλὰ τὸ συνειδὸς πικρὸς κατήγορος ἦν. Διὸ καὶ εἰς μείζονα ἐξεβακχεύετο κακὰ, ἀλγοῦσα καὶ δακνομένη, καὶ κατῄσχυνεν ὁμοῦ πάντας, ἑαυτὴν, τὴν θυγατέρα, τὸν ἀπελθόντα ἄνδρα, τὸν ζῶντα μοιχὸν, καὶ τοῖς προτέροις ἐπηγωνίζετο. Εἰ γὰρ ἀλγεῖς, φησὶν, ὅτι μοιχεύει, ἐγὼ αὐτὸν ἐργάζομαι καὶ ἀνδροφόνον, καὶ ποιῶ σφαγέα τοῦ ἐγκαλοῦντος.

Ἀκούσατε, ὅσοι πρὸς γυναϊκάς ἐστε ἐπτοημένοι παρὰ τὸ δέον. Ἀκούσατε, ὅσοι ἐπ᾽ ἀδήλοις ὅρκους προτείνετε, καὶ ἑτέρους κυρίους ποιεῖτε τῆς ὑμετέρας ἀπωλείας, καὶ βάραθρον ἑαυτοῖς κατορύττετε. Καὶ γὰρ καὶ οὗτος οὕτως ἀπώλετο. Καὶ γὰρ προσεδόκησεν ἀξίαν τινὰ τῶν δείπνων αὐτὴν αἰτεῖν αἴτησιν, καὶ κόρην οὖσαν, καὶ ἐν ἑορτῇ καὶ συμποσίῳ καὶ πανηγύρει χάριν αἰτοῦσαν φαιδράν τινα καὶ ἐπίχαριν, οὐ μὴν κεφαλὴν αἰτεῖν· καὶ ἠπατήθη. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων αὐτοῦ προστήσεται.

Εἰ γὰρ καὶ ἐκείνη θηριομάχων ἀνδρῶν ψυχὴν ἐκτήσατο, ἀλλ᾽ αὐτὸν παραλογισθῆναι οὐκ ἔδει, οὐδὲ τυραννικοῖς οὕτω διακονήσασθαι ἐπιτάγμασι. Πρῶτον μὲν γὰρ τίς οὐκ ἂν ἔφριξε τὴν ἱερὰν ἐκείνην κεφαλὴν αἷμα στάζουσαν ὁρῶν ἐπὶ τοῦ δείπνου προκειμένην;

Ἀλλ᾽ οὐχ ὁ παράνομος Ἡρώδης, οὐδὲ ἡ ἐναγεστέρα τούτου γυνή. Τοιαῦται γὰρ αἱ πορνευόμεναι γυναῖκες· ἁπάντων εἰσὶν ἰταμώτεραι καὶ ὠμότεραι. Εἰ γὰρ ἡμεῖς ἀκούοντες ταῦτα φρίττομεν, τί εἰκὸς ἦν ἐκείνην τὴν ὄψιν τότε ἐργάσασθαι; τί παθεῖν τοὺς συνανακειμένους νεοσφαγοῦς κεφαλῆς αἷμα στάζον ὁρῶντας ἐν μέσῳ τῷ συμποσίῳ; Ἀλλ᾽ οὐχ ἡ αἱμοβόρος ἐκείνη καὶ ἐρινύων ἀγριωτέρα ἔπαθέ τι πρὸς τὴν θεωρίαν ταύτην, ἀλλὰ καὶ ἐνηβρύνετο· καίτοιγε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ τῆς ὄψεως μόνης εἰκὸς ἦν ναρκῆσαι λοιπόν. Ἀλλ᾽ οὐδὲν τοιοῦτον ἔπαθεν ἡ μιαιφόνος καὶ αἱμάτων διψῶσα προφητικῶν.

Τοιοῦτον γὰρ ἡ πορνεία· οὐκ ἀσελγεῖς μόνον, ἀλλὰ καὶ μιαιφόνους ποιεῖ. Αἱ γοῦν μοιχευθῆναι ἐπιθυμοῦσαι, καὶ πρὸς σφαγήν εἰσι παρεσκευασμέναι τῶν ἀδικουμένων ἀνδρῶν· καὶ οὐχ ἕνα μόνον, οὐδὲ δύο, ἀλλὰ καὶ μυρίους ἕτοιμαι τολμῆσαι φόνους. Καὶ τούτων πολλοὶ μάρτυρές εἰσι τῶν δραμάτων. Ὃ δὴ καὶ ἐκείνη τότε ἐποίησε, προσδοκῶσα λήσεσθαι λοιπὸν καὶ ἀποκρύψειν τὸ τόλμημα. Οὗ τοὐναντίον ἅπαν ἐξέβαινε· καὶ γὰρ μειζόνως μετὰ ταῦτα ἐβόησεν ὁ Ἰωάννης.

εʹ. Ἀλλὰ πρὸς τὸ παρὸν ἡ κακία μόνον ὁρᾷ, καθάπερ οἱ πυρέττοντες, ὅταν ψυχρὸν ἀκαίρως αἰτῶσι. Καὶ γὰρ εἰ μὴ ἔσφαξε τὸν κατήγορον, οὐκ ἂν οὕτως ἐξεκαλύφθη τὸ τόλμημα. Οἱ γοῦν μαθηταὶ, ὅτε αὐτὸν εἰς τὸ δεσμωτήριον ἐνέβαλεν, οὐδὲν τοιοῦτον εἶπον· ὅτε δὲ ἀπέκτεινε, τότε ἠναγκάσθησαν καὶ τὴν αἰτίαν εἰπεῖν. Τὴν γὰρ μοιχαλίδα κρύπτειν ἐβούλοντο, καὶ οὐκ ἤθελον ἐκπομπεύειν τὰς τῶν πλησίον συμφοράς· ἐπειδὴ δὲ εἰς ἀνάγκην ἐνέπεσον τῆς ἱστορίας, τότε λέγουσι τὸ τόλμημα ἅπαν. Ἵνα γὰρ μὴ πονηράν τις ὑποπτεύσῃ τῆς σφαγῆς τὴν αἰτίαν, καθάπερ ἐπὶ Θευδᾶ καὶ Ἰούδα, ἀναγκάζονται καὶ τὴν πρόφασιν εἰπεῖν τοῦ φόνου. Ὥστε ὅσῳ ἂν βουληθῇς ἁμαρτίαν συσκιάσαι τῷ τρόπῳ τούτῳ, τοσούτῳ μᾶλλον αὐτὴν ἐκπομπεύεις. Ἁμαρτία γὰρ οὐχ ἁμαρτίας προσθήκῃ κρύπτεται, ἀλλὰ μετανοίᾳ καὶ ἐξομολογήσει.

Θέα δὲ τὸν εὐαγγελιστὴν, πῶς ἀνεπαχθῶς πάντα διηγεῖται, καὶ ὡς οἷόν τέ ἐστιν αὐτῷ καὶ ἀπολογίαν συντίθησιν. Ὑπὲρ μὲν γὰρ τοῦ Ἡρώδου φησί· διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, καὶ ὅτι ἐλυπήθη· περὶ δὲ τῆς κόρης, ὅτι προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, καὶ ὅτι ἤνεγκε τῇ μητρὶ τὴν κεφαλήν· ὡσανεὶ ἔλεγεν, Ἐκείνης τὸ πρόσταγμα ἐπλήρου. Οὐ γὰρ ὑπὲρ τῶν κακῶς πασχόντων, ἀλλ᾽ ὑπὲρ τῶν ποιούντων ἀλγοῦσιν οἱ δίκαιοι πάντες, ἐπειδὴ καὶ οὗτοι μάλιστα οἱ πάσχοντές εἰσι κακῶς. Οὐδὲ γὰρ Ἰωάννης ἠδίκητο, ἀλλ᾽ οὗτοι οἱ ταῦτα κατασκευάσαντες οὕτω.

Τούτους καὶ ἡμεῖς μιμώμεθα, καὶ μὴ ἐπεμβαίνωμεν ταῖς τῶν πλησίον ἁμαρτίαις, ἀλλ᾽ ὅσον ἂν δέῃ, συσκιάζωμεν. Ἀναλάβωμεν φιλόσοφον ψυχήν. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς ὑπὲρ πόρνης καὶ μιαιφόνου γυναικὸς διαλεγόμενος ἀνεπαχθὴς ἐγένετο, ὡς οἷόν τε ἦν. Οὐδὲ γὰρ εἶπεν, Ὑπὸ τῆς μιαιφόνου καὶ ἐναγοῦς, ἀλλὰ, Προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπὸ τῶν εὐφημοτέρων καλῶν ὀνομάτων. Σὺ δὲ καὶ ὑβρίζεις καὶ κακηγορεῖς τὸν πλησίον, καὶ οὐκ ἂν ἀνάσχοιό ποτε λελυπηκότος οὕτως ἀδελφοῦ μνησθῆναι, ὡς ἐκεῖνος τῆς πόρνης, ἀλλὰ μετὰ πολλῆς τῆς θηριωδίας καὶ τῶν ὀνειδῶν, τὸν πονηρὸν, τὸν κακοῦργον, τὸν ὕπουλον, τὸν ἀνόητον, καὶ πολλὰ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ γὰρ ἐκθηριούμεθα μᾶλλον, καὶ ὡς περὶ ἀλλογενοῦς ἀνθρώπου διαλεγόμεθα, κακίζοντες, λοιδορούμενοι, ὑβρίζοντες. Ἀλλ᾽ οὐχ οἱ ἅγιοι οὕτως· ἀλλὰ θρηνοῦσι μᾶλλον τοὺς ἁμαρτάνοντας, ἢ καταρῶνται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ δακρύωμεν τὴν Ἡρωδιάδα, καὶ τοὺς ἐκείνην ζηλοῦντας.

Πολλὰ γὰρ καὶ νῦν τοιαῦτα συμπόσια γίνεται· κἂν μὴ Ἰωάννης ἀναιρῆται, ἀλλὰ τοῦ Χριστοῦ τὰ μέλη, καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ κεφαλὴν αἰτοῦσιν ἐπὶ πίνακι οἱ νῦν ὀρχούμενοι, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνακειμένων.

Ὅταν γὰρ δούλους αὐτοὺς ποιῶσι, καὶ εἰς παρανόμους ἔρωτας ἄγωσι, καὶ πόρνας ἐπιτειχίζωσιν, οὐχὶ τὴν κεφαλὴν ἀναιροῦσιν, ἀλλὰ τὴν ψυχὴν σφάττουσι, μοιχοὺς ἐργαζόμενοι καὶ θηλυδρίας καὶ πόρνους. Οὐ γὰρ δή μοι ἐρεῖς, ὡς οἰνωμένος καὶ μεθύων, καὶ γυναῖκα ὀρχουμένην καὶ αἰσχρολογοῦσαν ὁρῶν, οὐ πάσχεις τι πρὸς αὐτὴν, οὐδὲ ἐκφέρῃ πρὸς ἀσωτίαν ὑπὸ τῆς ἡδονῆς ἡττώμενος. Καὶ πάσχεις ἐκεῖνο τὸ φρικτὸν, τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιῶν. Εἰ γὰρ καὶ μὴ ἡ θυγάτηρ Ἡρωδιάδος πάρεστιν, ἀλλ᾽ ὁ δι᾽ ἐκείνης ὀρχησάμενος τότε διάβολος καὶ διὰ τούτων χορεύει νῦν, καὶ τὰς ψυχὰς τῶν ἀνακειμένων αἰχμαλώτους λαβὼν ἄπεισιν. Εἰ δὲ ὑμεῖς δύνασθε μέθης μένειν ἐκτὸς, ἀλλ᾽ ἑτέρας κοινωνεῖτε ἁμαρτίας χαλεπωτάτης· καὶ γὰρ πολλῶν ἁρπαγῶν τὰ τοιαῦτα γέμει συμπόσια. Μὴ γάρ μοι τὰ παρακείμενα κρέα ἴδῃς, μηδὲ τοὺς πλακοῦντας· ἀλλὰ πόθεν συνείλεκται ἐννόει, καὶ ὄψει ὅτι ἐξ ἐπηρείας καὶ πλεονεξίας καὶ βίας καὶ ἁρπαγῆς. Ἀλλ᾽ οὐκ ἔστιν ἐκ τούτων ταῦτα, φησί. Μὴ γένοιτο· οὐδὲ γὰρ ἐγὼ βούλομαι. Πλὴν εἰ καὶ τούτων καθαρεύοι, οὐδὲ οὕτως ἐγκλημάτων τὰ πολυτελῆ δεῖπνα ἀπήλλακται.

Ἄκουσον γοῦν καὶ χωρὶς τούτων πῶς ἐγκαλεῖ ὁ προφήτης, οὕτω λέγων· Οὐαὶ οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ὁρᾷς πῶς καὶ τρυφῆς κατηγορεῖ; Οὐδὲ γὰρ πλεονεξίαν ἐνταῦθα αἰτιᾶται, ἀλλ᾽ ἀσωτίαν μόνον.

ϛʹ. Καὶ σὺ μὲν εἰς ἀμετρίαν ἐσθίεις, ὁ δὲ Χριστὸς οὐδὲ εἰς χρείαν· σὺ μὲν πλακοῦντας διαφόρους, ἐκεῖνος δὲ οὐδὲ ἄρτον ξηρόν· σὺ Θάσιον οἶνον, ἐκείνῳ δὲ οὐδὲ ψυχρὸν ἐπέδωκας ποτήριον διψῶντι· σὺ μὲν ἐπὶ στρωμνῆς ἁπαλῆς καὶ πεποικιλμένης, ὁ δὲ ὑπὸ τοῦ κρυμοῦ διαφθείρεται. Διὸ κἂν πλεονεξίας καθαρὰ ᾖ τὰ δεῖπνα, καὶ οὕτως ἐστὶν ἐναγῆ, ὅτι σὺ μὲν ὑπὲρ τὴν χρείαν πάντα ποιεῖς, ἐκείνῳ δὲ οὐδὲ τὴν χρείαν δίδως, καὶ ταῦτα ἐντρυφῶν τοῖς αὐτοῦ. Ἀλλ᾽ εἰ παιδὸς μὲν ἐπετρόπευες, καὶ λαβὼν τὰ αὐτοῦ, περιεώρας αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα, μυρίους ἂν ἔσχες κατηγόρους, καὶ τὴν ἀπὸ τῶν νόμων ἔδωκας ἂν δίκην· τὰ δὲ τοῦ Χριστοῦ λαβὼν, καὶ οὕτω μάτην ἀναλίσκων, οὐχ ἡγῇ δώσειν εὐθύνας; Καὶ ταῦτα οὐ περὶ τῶν τὰς πόρνας ταῖς τραπέζαις αὐτῶν ἐπεισαγόντων λέγω· (πρὸς γὰρ ἐκείνους οὐδείς μοι λόγος, ὥσπερ οὐδὲ πρὸς τοὺς κύνας·) οὐδὲ περὶ τῶν πλεονεκτούντων καὶ ἑτέρους γαστριζόντων· (οὐδὲ γὰρ πρὸς αὐτούς ἐστί τί μοι κοινὸν, ὥσπερ οὐδὲ πρὸς τοὺς χοίρους καὶ τοὺς λύκους·) ἀλλὰ περὶ τῶν ἀπολαυόντων μὲν τῆς ἰδίας οὐσίας, οὐ μεταδιδόντων δὲ ἑτέροις, περὶ τῶν τὰ πατρῷα καταναλισκόντων ἁπλῶς. Οὐδὲ γὰρ οὗτοι κατηγορίας ἐκτός. Πῶς γὰρ, εἰπέ μοι, διαφεύξῃ κατηγορίαν καὶ ἐγκλήματα, ὅταν ὁ μὲν παράσιτός σου γαστρίζηται καὶ ὁ κύων παρεστὼς, ὁ δὲ Χριστὸς μηδὲ τούτων ἄξιός σοι φαίνηται;

ὅταν ὁ μὲν ὑπὲρ γέλωτος τοσαῦτα λαμβάνῃ, ὁ δὲ ὑπὲρ βασιλείας οὐρανῶν οὐδὲ τὸ πολλοστὸν τούτων; καὶ ὁ μὲν ἵνα τι εἴπῃ ἀστεῖον ἐμπλησθεὶς ἀπῆλθεν, οὗτος δὲ διδάξας ἡμᾶς, ἃ μὴ μαθόντες οὐδὲν ἂν τῶν κυνῶν διεφέρομεν, οὐδὲ τῶν αὐτῶν ἀξιοῦται ἐκείνῳ; Φρίττεις ἀκούων; Οὐκοῦν φρῖξον ἐπὶ τῶν ἔργων. Ἔκβαλε τοὺς παρασίτους, καὶ ποίησον συγκατακλίνεσθαί σοι τὸν Χριστόν. Ἂν ἁλῶν κοινωνήσῃ καὶ τραπέζης, ἥμερος ἔσται σοι δικάζων· οἶδεν αἰδεῖσθαι τράπεζαν. Εἰ γὰρ λῃσταὶ ἴσασι, πολλῷ μᾶλλον ὁ Δεσπότης.

Ἐννόησον γοῦν τὴν πόρνην ἐκείνην πῶς ἀπὸ τραπέζης ἐδικαίωσε, καὶ Σίμωνι ὀνειδίζει λέγων· Φίλημά μοι οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ποιοῦντά σε ταῦτα τρέφει, πολλῷ μᾶλλον ποιοῦντα ἀμείψεται. Μὴ πρὸς τὸν πένητα ἴδῃς, ὅτι ῥυπῶν προσέρχεται καὶ αὐχμῶν· ἀλλ᾽ ἐννόησον, ὅτι ὁ Χριστὸς δι᾽ ἐκείνου ἐπιβαίνει τῆς σῆς οἰκίας, καὶ παῦσαι τῆς ὠμότητος καὶ τῶν ἀπηνῶν ῥημάτων, οἷς ἀεὶ πλύνεις τοὺς προσιόντας, ἐπιθέτας, ἀργοὺς, καὶ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ λογίζου, ὅταν ταῦτα λέγῃς, οἱ παράσιτοι ποῖα ἔργα κατασκευάζουσι; τί τὴν οἰκίαν ὠφελοῦσι τὴν σήν; Ἡδὺ πάντως σοι ποιοῦσι τὸ ἄριστον; Καὶ πῶς ἡδὺ, ῥαπιζόμενοι καὶ αἰσχρὰ λέγοντες; Καὶ τί τούτου ἀηδέστερον, ὅταν τὸν κατ᾽ εἰκόνα Θεοῦ γενόμενον τύπτῃς, καὶ ἐκ τῆς εἰς ἐκεῖνον ὕβρεως τέρψιν ἑαυτῷ συνάγῃς, θέατρον ποιῶν τὴν οἰκίαν, καὶ μίμων πληρῶν τὸ συμπόσιον, καὶ τοὺς ἐπὶ τῆς σκηνῆς ἐξυρημένους μιμούμενος ὁ εὐγενὴς καὶ ἐλεύθερος; Καὶ γὰρ καὶ ἐκεῖ γέλως καὶ ῥαπίσματα. Ταῦτα οὖν ἡδονὴν καλεῖς, εἰπέ μοι, ἃ πολλῶν ἄξια δακρύων ἐστὶν, ἃ πολλῶν θρήνων καὶ οἰμωγῶν; καὶ δέον εἰς βίον αὐτοὺς ἐμβαλεῖν σπουδαῖον, δέον παραινέσαι τὰ δέοντα, σὺ δὲ εἰς ἐπιορκίας καὶ ῥήματα ἄτακτα ἐνάγεις, καὶ τέρψιν τὸ πρᾶγμα καλεῖς, καὶ τὸ γεέννης πρόξενον ἡδονῆς εἶναι ὑπόθεσιν νομίζεις; Καὶ γὰρ ὅταν ἀπορήσωσιν ἀστείων ῥημάτων, ὅρκοις καὶ ἐπιορκίαις τὸ πᾶν διαλύονται.

Ταῦτα οὖν γέλωτος ἄξια, ἀλλ᾽ οὐκ ὀδυρμῶν καὶ δακρύων; Καὶ τίς ἂν ταῦτα εἴποι νοῦν ἔχων;

ζʹ. Καὶ ταῦτα λέγω, οὐ κωλύων τρέφεσθαι αὐτοὺς, ἀλλὰ μὴ ἐπὶ τοιαύτῃ αἰτίᾳ. Φιλανθρωπίας γὰρ ἡ τροφὴ τὴν ὑπόθεσιν ἐχέτω, μὴ ὠμότητος· ἔλεον, μὴ ὕβριν. Ὅτι πένης ἐστὶ, θρέψον, ὅτι Χριστὸς τρέφεται, θρέψον μὴ ἐπειδὴ σατανικὰ εἰσάγει ῥήματα, καὶ τὴν ἑαυτοῦ καταισχύνει ζωήν. Μὴ ἴδῃς αὐτὸν ἔξωθεν γελῶντα, ἀλλὰ τὸ συνειδὸς ἐξέτασον, καὶ τότε ὄψει μυριάκις αὐτὸν ἑαυτῷ καταρώμενον, καὶ στένοντα, καὶ ὀδυρόμενον. Εἰ δὲ οὐκ ἐπιδείκνυται, καὶ τοῦτο διὰ σέ. Ἔστωσαν τοίνυν ἄνθρωποι πένητες καὶ ἐλεύθεροι οἱ σύσσιτοί σου, μὴ ἐπίορκοι, μηδὲ μῖμοι. Εἰ δὲ βούλει καὶ τῆς τροφῆς αὐτοὺς ἀμοιβὴν ἀπαιτῆσαι, κέλευσον, ἂν ἴδωσί τι τῶν ἀτόπων γινόμενον, ἐπιπλῆξαι, παραινέσαι, συναντιλαβέσθαι τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τῆς τῶν οἰκετῶν προστασίας. Παῖδας ἔχεις; Κοινοὶ πατέρες ἔστωσαν ἐκείνων, μετὰ σοῦ τὴν προστασίαν διανεμέσθωσαν, κέρδη σοι φερέτωσαν τὰ τῷ Θεῷ φίλα. Εἰς ἐμπορίαν αὐτοὺς ἔμβαλε πνευματικήν. Κἂν ἴδῃς δεόμενον προστασίας, ἐπίταξον βοηθῆσαι, κέλευσον διακονήσασθαι.

Διὰ τούτων θήρευε τοὺς ξένους, διὰ τούτων ἔνδυε τοὺς γυμνοὺς, διὰ τούτων εἰς δεσμωτήριον πέμπε, τὰς ἀνάγκας λύε τὰς ἀλλοτρίας. Ταύτην σοι διδότωσαν τῆς τροφῆς τὴν ἀμοιβὴν, τὴν καὶ σὲ καὶ ἐκείνους, ὠφελοῦσαν, καὶ οὐδεμίαν κατάγνωσιν ἔχουσαν. Διὰ τούτων καὶ ἡ φιλία σφίγγεται μᾶλλον. Νῦν μὲν γὰρ κἂν δοκῶσι φιλεῖσθαι, ἀλλ᾽ ὅμως αἰσχύνονται, ὡς εἰκῆ ζῶντες παρὰ σοί· ἂν δὲ ταῦτα ἀνύωσι, καὶ αὐτοὶ ῥᾴδιον διακείσονται, καὶ σὺ ἥδιον θρέψεις, ἅτε οὐ μάτην δαπανῶν, κἀκεῖνοι μετὰ παῤῥησίας σοι συνέσονται καὶ τῆς προσηκούσης ἐλευθερίας, καὶ ἡ οἰκία σου ἀντὶ θεάτρου ἐκκλησία σοι γενήσεται, καὶ ὁ διάβολος δραπετεύσει, καὶ ὁ Χριστὸς εἰσελεύσεται καὶ ὁ τῶν ἀγγέλων χορός. Ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι· ὅπου δὲ ὁ Χριστὸς καὶ οἱ ἄγγελοι, ἐκεῖ ὁ οὐρανὸς, ἐκεῖ φῶς τοῦ ἡλιακοῦ τούτου φαιδρότερον. Εἰ δὲ καὶ ἑτέραν βούλει δι᾽ αὐτῶν καρποῦσθαι παράκλησιν, κέλευσον, σχολὴν ἄγων, βιβλία λαβόντας τὸν θεῖον νόμον ἀναγινώσκειν. Ἥδιόν σοι ταῦτα ὑπηρετήσονται, ἢ ἐκεῖνα. Ταῦτα μὲν γὰρ καὶ σὲ κἀκείνους ποιεῖ σεμνοτέρους· ἐκεῖνα δὲ ἅπαντας ὁμοῦ καταισχύνει· σὲ μὲν ὡς ὑβριστὴν καὶ πάροινον, ἐκείνους δὲ ὡς ἀθλίους καὶ γαστριμάργους. Ἂν μὲν γὰρ ἐφ᾽ ὕβρει τρέφῃς, χαλεπώτερον, ἢ εἰ ἀνεῖλες· ἂν δὲ ἐπ᾽ ὠφελείᾳ καὶ κέρδει, χρησιμώτερον πάλιν, ἢ εἰ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ ἐπανήγαγες.

Καὶ νῦν μὲν τῶν οἰκετῶν μᾶλλον αὐτοὺς καταισχύνεις, καὶ οἱ οἰκέται πλείονα τούτων ἔχουσι παῤῥησίαν καὶ ἐλεύθερον συνειδός· τότε δὲ τῶν ἀγγέλων ἐργάσῃ ἴσους. Καὶ τούτους τοίνυν καὶ σαυτὸν ἀπάλλαξον, καὶ ἐξελὼν τὸ τῶν παρασίτων ὄνομα, συσσίτους κάλει, καὶ ἐκβαλὼν τὴν τῶν κολάκων, τὴν τῶν φίλων ἐπιτίθει προσηγορίαν. Διὰ τοῦτο καὶ τὰς φιλίας ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπὶ κακῷ τῶν φιλουμένων καὶ τῶν φιλούντων, ἀλλ᾽ ἐπ᾽ ἀγαθῷ καὶ χρησίμῳ. Αὗται δὲ αἱ φιλίαι πάσης ἔχθρας εἰσὶ χαλεπώτεραι. Παρὰ μὲν γὰρ τῶν ἐχθρῶν, ἂν ἐθέλωμεν, καὶ κερδαίνομεν· παρὰ δὲ τούτων ἀνάγκη καὶ βλάπτεσθαι πάντως. Μὴ δὴ κάτεχε φίλους, βλάβης διδασκάλους· μὴ κάτεχε φίλους τραπέζης μᾶλλον ἢ φιλίας ἐραστὰς ὄντας. Οἱ γὰρ τοιοῦτοι πάντες, ἂν τὴν τρυφὴν καταλύσῃς, καταλύουσι καὶ τὴν φιλίαν· οἱ δὲ δι᾽ ἀρετήν σοι συνόντες, μένουσι διηνεκῶς, πᾶσαν φέροντες ἀνωμαλίαν.

Τὸ δὲ τῶν παρασίτων γένος, καὶ ἀμύνονταί σε πολλάκις, καὶ πονηρὰν περιτιθέασι δόξαν. Ἐντεῦθεν γοῦν πολλοὺς τῶν ἐλευθέρων οἶδα πονηρὰς ὑπολήψεις λαβόντας· καὶ οἱ μὲν ἐπὶ γοητείαις, οἱ δὲ ἐπὶ μοιχείαις καὶ παίδων διαφθοραῖς διεβλήθησαν Ὅταν γὰρ μηδὲν ἔργον ἔχωσιν, ἀλλ᾽ εἰκῆ τὸν ἑαυτῶν ζῶσι βίον, ὡς ταὐτὰ διακονούμενοι τοῖς παισὶ παρὰ πολλοῖς ὑποπτεύονται.

Καὶ δόξης τοίνυν ἑαυτοὺς ἀπαλλάττοντες πονηρᾶς, καὶ πρὸ πάντων τῆς μελλούσης γεέννης, καὶ τὰ τῷ Θεῷ δοκοῦντα ποιοῦντες, τὴν διαβολικὴν ταύτην καταλύσωμεν συνήθειαν, ἵνα καὶ ἐσθίοντες καὶ πίνοντες πάντα εἰς δόξαν Θεοῦ ποιῶμεν, καὶ τῆς παρ᾽ αὐτοῦ δόξης ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΘʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων. αʹ. Ὅρα πανταχοῦ αὐτὸν ἀναχωροῦντα, καὶ ὅτε παρεδόθη Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ἰουδαῖοι ὅτι πλείους μαθητὰς ποιεῖ. Τὰ γὰρ πλείονα ἀνθρωπινώτερον βούλεται διοικεῖν, οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπογυμνῶσαι τὴν θεότητα σαφῶς. Διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε, μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· μετὰ γὰρ τὴν ἀνάστασιν ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον. Ὅθεν τοῖς τέως διαπιστήσασι τῶν Ἰουδαίων οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγγνωμονικός.

Ἀναχωρήσας δὲ οὐκ ἄπεισιν εἰς πόλιν, ἀλλ᾽ εἰς ἔρημον, καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. Σὺ δέ μοι σκόπει πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν μᾶλλον ᾠκειώθησαν τῷ Ἰησοῦ. Αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενημένον· καὶ γὰρ πάντας ἀφέντες, ἐπ᾽ αὐτὸν καταφεύγουσι λοιπόν. Οὕτως οὐ μικρὸν μετὰ τῆς συμφορᾶς καὶ τὰ ἤδη παρ᾽ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντα κατώρθωσεν Ἀλλὰ τίνος ἕνεκεν πρὶν ἢ ἀπαγγεῖλαι αὐτοὺς οὐκ ἀνεχώρησε, καίτοιγε ᾔδει καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον;

Δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστοῦσθαι ἐβούλετο, διὰ τὸ εἰδέναι τοῦ διαβόλου τὴν κακουργίαν, καὶ ὅτι πάντα ἐργάσεται, ὥστε ταύτην ἀνελεῖν τὴν δόξαν. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· οἱ δὲ ὄχλοι οὐδὲ οὕτως ἀφίστανται, ἀλλ᾽ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ τὸ δρᾶμα αὐτοὺς ἐφόβησε τὸ Ἰωάννου. Τοσοῦτόν ἐστι πόθος, τοσοῦτον ἀγάπη· οὕτω πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. Διὰ δὴ τοῦτο καὶ τὴν ἀμοιβὴν εὐθέως ἀπελάμβανον. Ἐξελθὼν γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοὺς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Εἰ γὰρ καὶ πολλὴ ἦν αὐτῶν ἡ προσεδρεία, ἀλλ᾽ ὅμως τὰ παρ᾽ αὐτοῦ γινόμενα πάσης σπουδῆς ὑπερέβαινεν ἀμοιβήν. Διὸ καὶ αἰτίαν τῆς τοιαύτης θεραπείας τὸν ἔλεον τίθησιν, ἔλεον ἐπιτεταμένον· καὶ θεραπεύει πάντας. Καὶ οὐκ ἀπαιτεῖ πίστιν ἐνταῦθα. Καὶ γὰρ τῷ προσελθεῖν, καὶ τῷ τὰς πόλεις ἀφεῖναι, καὶ τῷ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τῷ παραμένειν, καὶ τοῦ λιμοῦ καταναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυνται τὴν ἑαυτῶν. Μέλλει δὲ καὶ τρέφειν αὐτούς. Καὶ οὐ ποιεῖ τοῦτο ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ἀναμένει παρακληθῆναι, ὅπερ ἔφην, πανταχοῦ τοῦτο διατηρῶν, τὸ μὴ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος. Καὶ διατί μηδεὶς τῶν ὄχλων προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη;

ᾘδοῦντο αὐτὸν μεθ᾽ ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρείας. Ἀλλ᾽ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες λέγουσι, Θρέψον αὐτούς· ἔτι γὰρ ἀτελέστερον διέκειντο· ἀλλὰ τί; Ὀψίας δὲ γενομένης, φησὶ, προσῆλθον οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα ἐπελάθοντο τοῦ γεγενημένου, καὶ μετὰ τὰς σπυρίδας ἐνόμιζον αὐτὸν περὶ ἄρτων λέγειν, ἡνίκα ζύμην τὴν διδασκαλίαν τῶν Φαρισαίων ἐκάλεσε· πολλῷ μᾶλλον μηδέπω πεῖραν λαβόντες τοιούτου σημείου, οὐκ ἂν προσεδόκησάν τι τοιοῦτον ἔσεσθαι. Καίτοιγε προλαβὼν καὶ ἀῤῥώστους πολλοὺς ἐθεράπευσεν· ἀλλ᾽ ὅμως οὐδὲ ἐντεῦθεν τὸ τῶν ἄρτων προσεδόκησαν· οὕτως ἦσαν ἀτελεῖς τέως. Σὺ δέ μοι σκόπει τοῦ Διδασκάλου τὴν σοφίαν, πῶς αὐτοὺς ἐκκαλεῖται σαφῶς πρὸς τὸ πιστεῦσαι.

Οὐδὲ γὰρ εἶπεν εὐθέως, Τρέφω αὐτούς· οὐδὲ γὰρ ἔμελλεν εὐπαράδεκτον εἶναι· ἀλλὰ τί; Ὁ δὲ Ἰησοῦς, φησὶν, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οὐκ εἶπε, Δίδωμι αὐτοῖς· ἀλλ᾽, Ὑμεῖς δότε.

Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον. Αὐτοὶ δὲ οὐδὲ οὕτω διανέστησαν, ἀλλ᾽ ἔτι ὡς ἀνθρώπῳ διαλέγονται, λέγοντες· Οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Διὸ καὶ ὁ Μάρκος φησὶν, ὅτι Οὐ συνῆκαν τὸ λεχθέν· καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε τὰ παρ᾽ ἑαυτοῦ λοιπὸν εἰσάγει, καί φησι· Φέρετέ μοι αὐτοὺς ὧδε. Εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ᾽ ὁ τρέφων τὴν οἰκουμένην πάρεστιν· εἰ δὲ καὶ ἡ ὥρα παρῆλθεν, ἀλλ᾽ ὁ μὴ ὑποκείμενος ὥρᾳ ὑμῖν διαλέγεται.

Ὁ δὲ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο διηγούμενος, ἀλλὰ τὸν τῦφον τῆς πολυτελείας παιδεύων ἡμᾶς καταπατεῖν. Τοιαύτη καὶ ἡ τῶν προφητῶν τράπεζα ἦν. Λαβὼν τοίνυν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ κελεύσας τοὺς ὄχλους, φησὶν, ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε· καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις· καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.

Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων. βʹ. Διατί ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν; Ἔδει πιστευθῆναι αὐτὸν, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι, καὶ ὅτι ἴσος ἐστί. Τὰ δὲ τούτων κατασκευαστικὰ ἀλλήλοις ἐδόκει μάχεσθαι. Τὴν μὲν γὰρ ἰσότητα τὸ μετ᾽ ἐξουσίας πάντα ποιεῖν ἐδείκνυ· τὸ δὲ παρὰ τοῦ Πατρὸς εἶναι οὐκ ἂν ἑτέρως ἐπείσθησαν, εἰ μὴ μετὰ πολλῆς τῆς ταπεινότητος καὶ εἰς αὐτὸν πάντα ἀναφέρων ἐποίει, καὶ καλῶν αὐτὸν εἰς τὰ γινόμενα. Διὰ δὴ τοῦτο οὔτε ταῦτα μόνον ἐποίει, οὔτε ἐκεῖνα, ἵνα βεβαιωθῇ ἀμφότερα· καὶ νῦν μὲν μετ᾽ ἐξουσίας, νῦν δὲ εὐχόμενος θαυματουργεῖ. Εἶτα ἵνα μὴ δόξῃ πάλιν μάχη εἶναι τὸ γινόμενον, ἐν μὲν τοῖς ἐλάττοσιν ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἐν δὲ τοῖς μείζοσι μετ᾽ ἐξουσίας πάντα ποιεῖ· ἵνα μάθῃς καὶ ἐν τοῖς ἐλάττοσιν ὅτι οὐκ ἐνδυναμούμενος ἑτέρωθεν, ἀλλὰ τιμῶν τὸν γεγεννηκότα οὕτω ποιεῖ.

Ὅτε γοῦν ἁμαρτήματα ἀφῆκε, καὶ τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε, καὶ τὸν παλαιὸν μετὰ πολλῆς τῆς περιουσίας ἔλυσε νόμον, καὶ νεκροὺς μυρίους ἀνέστησε, καὶ θάλατταν ἐχαλίνωσε, καὶ τὰ ἀπόῤῥητα τῶν ἀνθρώπων ἤλεγξε, καὶ ὀφθαλμὸν ἐδημιούργησεν, ἃ Θεοῦ μόνου κατορθώματά ἐστι, καὶ ἑτέρου οὐδενὸς, οὐδαμοῦ φαίνεται εὐχόμενος· ὅτε δὲ τοὺς ἄρτους πηγάσαι παρεσκεύασεν, ὃ πολὺ τούτων ἁπάντων ἔλαττον ἦν, τότε ἀναβλέπει εἰς τὸν οὐρανόν· ὁμοῦ μὲν ταῦτα κατασκευάζων, ἅπερ εἶπον, ὁμοῦ δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν ταύτην παρέχοντι. Καὶ διατί οὐ ποιεῖ ἐκ μὴ ὄντων; Ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ, καὶ διὰ τῶν ἔργων αὐτῶν παιδεύων, ὅτι καὶ τὰ ὁρώμενα ἅπαντα αὐτοῦ ἔργα καὶ κτίσματά εἰσι, καὶ δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ τοὺς καρποὺς διδοὺς, ὁ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Οὐδὲ γὰρ ἔλαττον τοῦτο ἐκείνου. Εἰ γὰρ καὶ ἐξ οὐκ ὄντων ἐκεῖνα, ἀλλ᾽ ὅμως ἐξ ὕδατος· οὐκ ἔλαττον δὲ τοῦ ἀπὸ γῆς δεῖξαι καρπὸν καὶ ἀπὸ ὑδάτων ἑρπετὰ ἔμψυχα, τὸ ἀπὸ ἄρτων πέντε ποιῆσαι ἄρτους τοσούτους, καὶ ἀπὸ ἰχθύων πάλιν· ὃ σημεῖον ἦν τοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάττης αὐτὸν κρατεῖν.

Ἐπειδὴ γὰρ ἐν τοῖς ἀσθενοῦσιν ἀεὶ ἐποίει τὰ θαύματα, ποιεῖ καὶ καθολικὴν εὐεργεσίαν, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται, ἀλλὰ καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσι. Καὶ ὅπερ ἐδόκει ἐπὶ τῆς ἐρήμου τοῖς Ἰουδαίοις εἶναι θαυμαστὸν, (ἔλεγον γοῦν, Μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;) τοῦτο διὰ τῶν ἔργων ἐπιδείκνυται. Διὰ τοῦτο καὶ εἰς ἔρημον αὐτοὺς ἄγει, ἵνα μεθ᾽ ὑπερβολῆς ἀνύποπτον ᾖ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην παρακειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Διὰ τοῦτο καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον. Καὶ ἕτερον δὲ μανθάνομεν, τὴν φιλοσοφίαν τῶν μαθητῶν τὴν ἐν τοῖς ἀναγκαίοις, καὶ πῶς κατεφρόνουν τροφῆς. Δώδεκα γὰρ ὄντες πέντε ἄρτους εἶχον μόνους καὶ δύο ἰχθύας· οὕτω πάρεργα ἦν αὐτοῖς τὰ σωματικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνον. Καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν. Ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχωμεν, καὶ αὐτὰ προΐεσθαι δεῖ τοῖς δεομένοις.

Κελευσθέντες γοῦν ἐνεγκεῖν τοὺς πέντε ἄρτους, οὑ λέγουσι· Καὶ πόθεν ἡμῖν ἔσται ἡ διατροφή; πόθεν δὲ ἡμεῖς παραμυθησόμεθα τὴν πεῖναν τὴν ἡμετέραν; ἀλλ᾽ ὑπακούουσιν εὐθέως. Πρὸς δὲ τοῖς εἰρημένοις, ὡς ἔμοιγε δοκεῖ, διὰ τοῦτο ἐκ τῶν ὑποκειμένων ποιεῖ, ἵνα αὐτοὺς εἰς πίστιν ἀγάγῃ· ἔτι γὰρ ἀσθενέστερον διέκειντο.

Διὸ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπει. Τῶν μὲν γὰρ ἄλλων σημείων εἶχον πολλὰ ὑποδείγματα· τούτου δὲ οὐδέν. Λαβὼν τοίνυν διέκλασε, καὶ ἐδίδου διὰ τῶν μαθητῶν, τούτῳ αὐτοὺς τιμῶν· οὐ τιμῶν δὲ μόνον, ἀλλ᾽ ἵνα ὅταν γένηται τὸ θαῦμα, μὴ ἀπιστήσωσι, μηδὲ ἐπιλάθωνται παρελθόντος, τῶν χειρῶν αὐτοῖς μαρτυρουσῶν.

Διὸ καὶ τοὺς ὄχλους ἀφίησι πρότερον τῆς πείνης αἴσθησιν λαβεῖν, καὶ τούτους ἀναμένει πρότερον προσελθεῖν καὶ ἐρωτῆσαι, καὶ δι᾽ αὐτῶν αὐτοὺς κατακλίνει, καὶ δι᾽ αὐτῶν διανέμει, ταῖς οἰκείαις ὁμολογίαις καὶ τοῖς ἔργοις προκαταλαβεῖν βουλόμενος ἕκαστον. Διὰ τοῦτο καὶ παρ᾽ αὐτῶν λαμβάνει τοὺς ἄρτους, ἵνα πολλὰ τὰ μαρτύρια ᾖ τοῦ γινομένου, καὶ ὑπομνήματα τοῦ θαύματος ἔχωσιν. Εἰ γὰρ καὶ τούτων συμβάντων ἐπελάθοντο, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ καὶ ταῦτα κατεσκεύασε; Καὶ κελεύει αὐτοὺς ἐπὶ στιβάδος ἀναπεσεῖν, φιλοσοφεῖν τοὺς ὄχλους παιδεύων. Οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι.

γʹ. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσι τὰ αὐτὰ προθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν, καὶ ταπεινοφροσύνην, καὶ ἐγκράτειαν, καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὸ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευε. Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Τοὺς πέντε ἄρτους κλάσας ἔδωκε, καὶ οἱ πέντε ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπήγαζον. Καὶ οὐδὲ μέχρι τούτου τὸ θαῦμα ἱστᾷ, ἀλλὰ καὶ περισσεῦσαι ἐποίησε· καὶ περισσεῦσαι οὐχὶ ἄρτους ὁλοκλήρους, ἀλλὰ κλάσματα· ἵνα δείξῃ ὅτι ἐκείνων τῶν ἄρτων ταῦτα λείψανα ἦν, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον. Διὰ τοῦτο καὶ πεινᾶσαι ἀφῆκε τοὺς ὄχλους, ἵνα μή τις φαντασίαν εἶναι νομίσῃ τὸ γεγενημένον. Διὰ τοῦτο καὶ δώδεκα κοφίνους περισσεῦσαι ἐποίησεν, ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἠδύνατο μὲν γὰρ καὶ σβέσαι τὴν πεῖναν, ἀλλ᾽ οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν, ἐπεὶ καὶ ἐπὶ Ἠλίου τοῦτο γέγονεν. Οὕτω γοῦν αὐτὸν ἐξεπλάγησαν ἐντεῦθεν οἱ Ἰουδαῖοι, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι, καίτοιγε ἐπὶ τῶν ἄλλων σημείων οὐδαμοῦ τοῦτο ποιήσαντες. Τίς τοίνυν παραστήσειε λόγος, πῶς ἐπήγαζον οἱ ἄρτοι; πῶς ἐπέῤῥεον ἐν τῇ ἐρήμῳ; πῶς τοσούτοις ἤρκεσαν; (

καὶ γὰρ πεντακισχίλιοι ἦσαν, χωρὶς γυναικῶν καὶ παιδίων· ὃ μέγιστον ἦν τοῦ δήμου ἐγκώμιον, ὅτι καὶ γυναῖκες καὶ ἄνδρες προσήδρευον·) πῶς τὰ λείψανα γέγονε; (καὶ γὰρ καὶ τοῦτο τοῦ προτέρου οὐκ ἔλαττον·) καὶ τοσαῦτα γέγονεν, ὥστε ἰσαρίθμους γενέσθαι τοῖς μαθηταῖς κοφίνους, καὶ μήτε πλείω μήτε ἐλάττω; Λαβὼν τοίνυν τὰ κλάσματα, οὐχὶ τοῖς ὄχλοις ἔδωκεν, ἀλλὰ τοῖς μαθηταῖς· καὶ γὰρ τῶν μαθητῶν οἱ ὄχλοι ἀτελέστερον διέκειντο.

Ποιήσας δὲ τὸ σημεῖον, Εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Εἰ γὰρ καὶ παρὼν ἐδόκει φαντάζειν, ἀλλ᾽ οὐκ ἀλήθειαν πεποιηκέναι, οὐ δήπου καὶ ἀπών. Διὰ δὴ τοῦτο ἀκριβεῖ βασάνῳ ἐπιτρέπων τὰ γεγενημένα, τοὺς τὰ ὑπομνήματα λαβόντας καὶ τὸν ἔλεγχον τῶν σημείων ἐκέλευσεν αὐτοῦ χωρίζεσθαι. Καὶ ἄλλως δὲ, ὅταν μεγάλα ἐργάζηται, ἀποσκευάζεται τοὺς ὄχλους καὶ τοὺς μαθητὰς, παιδεύων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, καὶ μὴ ἐπισύρεσθαι πλῆθος. Ὅταν δὲ εἴπῃ, Ἠνάγκασε, τὴν πολλὴν τῶν μαθητῶν προσεδρείαν δείκνυσι. Καὶ ἔπεμπεν αὐτοὺς, ἐπὶ προφάσει μὲν τῶν ὄχλων, αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· ἐποίει δὲ τοῦτο πάλιν παιδεύων ἡμᾶς, μήτε ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ᾽ ἑκάτερα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον. Μάθωμεν τοίνυν καὶ ἡμεῖς προσεδρεύειν τῷ Ἰησοῦ, ἀλλὰ μὴ διὰ τὴν τῶν αἰσθητῶν δόσιν, ἵνα μὴ ὀνειδισθῶμεν κατὰ τοὺς Ἰουδαίους. Καὶ γὰρ, Ζητεῖτέ με, φησὶν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Διὰ τοῦτο οὐδὲ συνεχῶς ποιεῖ τουτὶ τὸ σημεῖον, ἀλλὰ δεύτερον μόνον, ὥστε παιδεύεσθαι αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν ἔχεσθαι διηνεκῶς.

Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλωμεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρήμῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος οὐκ ἀνεχώρουν· πολλῷ μᾶλλον ἡμᾶς, τοιαύτῃ προσιόντας τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι χρὴ φιλοσοφίαν, καὶ τῶν πνευματικῶν ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸν ἄρτον, ἀλλ᾽ ὅτι διὰ τοῦτο μόνον αὐτὸν ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἂν γάρ τις τῶν μεγάλων μὲν δώρων καταφρονῇ, τῶν δὲ μικρῶν ἔχηται, καὶ ὧν βούλεται καταφρονεῖν αὐτὸν ὁ διδοὺς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἂν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι.

Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων· οὕτως εὐτελῆ ταῦτα καὶ μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἂν μεγάλα ᾖ. Μὴ τοίνυν περὶ ταῦτα σπουδάζωμεν, ἀλλ᾽ ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰὼβ οὔτε παρόντων ἀντείχετο, οὔτε ἀπόντα ἐζήτει. Καὶ γὰρ χρήματα διὰ τοῦτο λέγεται, οὐχ ἵνα κατορύξωμεν, ἀλλ᾽ ἵνα εἰς δέον αὐτοῖς χρησώμεθα.

Καὶ καθάπερ τῶν τεχνιτῶν ἕκαστος ἰδίαν ἐπιστήμην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν, οὐδὲ ναυπηγεῖν, οὐδὲ ὑφαίνειν, οὐδὲ οἰκοδομεῖν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους, καὶ πάντων ἐκείνων βελτίονα εἴσεται τέχνην.

δʹ. Καὶ γὰρ αὕτη τῶν τεχνῶν ἐκείνων ἀνωτέρα πασῶν. Ταύτης τὸ ἐργαστήριον ἐν οὐρανοῖς ᾠκοδόμηται. Αὕτη οὐκ ἀπὸ σιδήρου καὶ χαλκοῦ τὰ ὄργανα ἔχει, ἀλλ᾽ ἐξ ἀγαθότητος καὶ ἀπὸ γνώμης. Ταύτης τῆς τέχνης ὁ Χριστός ἐστι διδάσκαλος, καὶ ὁ τούτου Πατήρ. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω τῶν ἄλλων οὖσα βελτίων, οὐ πόνου, οὐ χρόνου δεῖται πρὸς τὸ κατορθωθῆναι· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν ἤνυσται. Ἴδωμεν δὲ καὶ τὸ τέλος αὐτῆς οἷόν ἐστι. Τί οὖν ἐστιν αὐτῆς τὸ τέλος; Ὁ οὐρανὸς, τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἡ δόξα ἡ ἀπόῤῥητος ἐκείνη, αἱ πνευματικαὶ παστάδες, αἱ φαιδραὶ λαμπάδες, ἡ μετὰ τοῦ Νυμφίου διαγωγὴ, τὰ ἄλλα, ἃ μηδεὶς λόγος, μηδὲ νοῦς παραστῆσαι δύναται. Ὥστε καὶ ἐντεῦθεν πολλὴ πρὸς τὰς ἄλλας αὐτῇ ἡ διαφορά.

Τῶν γὰρ τεχνῶν αἱ πλείους πρὸς τὸν παρόντα βίον εἰσὶ χρήσιμοι ἡμῖν, αὕτη δὲ καὶ πρὸς τὴν μέλλουσαν ζωήν. Εἰ δὲ τῶν εἰς τὸ παρὸν ἡμῖν ἀναγκαίων τεχνῶν τοσοῦτον διενήνοχεν, οἷον ἰατρικῆς λέγω, καὶ οἰκοδομικῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλῷ μᾶλλον τῶν ἄλλων, ἃς εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ τέχνας ἂν εἶναι φαίη. Ὅθεν ἔγωγε τὰς ἄλλας τὰς περιττὰς οὐδὲ τέχνας εἴποιμι ἂν εἶναι. Ποῦ γὰρ ἡ ὀψαρτυτικὴ καὶ ἡ καρυκευτικὴ χρήσιμοι ἡμῖν; Οὐδαμοῦ· ἀλλὰ καὶ σφόδρα ἄχρηστοι καὶ βλαβεραὶ, σώματι καὶ ψυχῇ λυμαινόμεναι, τῷ τὴν μητέρα τῶν νοσημάτων ἁπάντων καὶ τῶν παθημάτων τὴν τρυφὴν μετὰ πολλῆς ἐπεισάγειν τῆς φιλοτιμίας. Οὐ μόνον δὲ ταύτας, ἀλλ᾽ οὐδὲ τὴν ζωγραφικὴν, οὐδὲ τὴν ποικιλτικὴν εἴποιμ᾽ ἂν ἔγωγε τέχνην εἶναι· εἰς γὰρ δαπάνην μόνην ἐμβάλλουσι περιττήν. Τὰς δὲ τέχνας τῶν ἀναγκαίων καὶ συνεχόντων ἡμῶν τὴν ζωὴν παρεκτικὰς εἶναι δεῖ καὶ κατασκευαστικάς. Διὰ γὰρ τοῦτο καὶ σοφίαν ἡμῖν ἔδωκεν ὁ Θεὸς, ἵνα εὕρωμεν μεθόδους, δι᾽ ὧν δυνησόμεθα τὸν βίον συγκροτεῖν τὸν ἡμέτερον. Τὸ δὲ ζώδια γίνεσθαι, ἢ ἐν τοίχοις, ἢ ἐν ἱματίοις, ποῦ χρήσιμον; εἰπέ μοι. Διὰ δὴ τοῦτο καὶ τῶν ὑποδηματοῤῥάφων καὶ τῶν ὑφαντῶν πολλὰ περικόπτειν ἔδει τῆς τέχνης. Καὶ γὰρ ἐπὶ τὸ βάναυσον τὰ πλείονα αὐτῆς ἐξήγαγον, τὸ ἀναγκαῖον αὐτῆς διαφθείραντες, τέχνῃ κακοτεχνίαν μίξαντες· ὃ καὶ ἡ οἰκοδομικὴ ἔπαθεν.

Ἀλλ᾽ ὥσπερ ταύτην, ἕως ἂν οἰκίας οἰκοδομῇ καὶ οὐ θέατρα, τά τε ἀναγκαῖα καὶ οὐ περιττὰ ἐργάζηται, τέχνην καλῶ· οὕτω καὶ τὴν ὑφαντικὴν, ἕως ἂν ἱμάτια ποιῇ καὶ ἐπιβλήματα, ἀλλὰ μὴ τὰς ἀράχνας μιμῆται, καὶ πολὺν καταχέῃ τὸν γέλωτα καὶ τὴν βλακείαν ἄφατον, τέχνην ὀνομάζω. Καὶ τὴν τῶν ὑποδηματοποιῶν, ἕως ἂν ὑποδήματα ποιῇ, οὐκ ἀποστερήσω τὸ τῆς τέχνης ὄνομα· ὅταν δὲ τοὺς ἄνδρας εἰς τὰ τῶν γυναικῶν ἐξάγῃ σχήματα, καὶ μαλακίζεσθαι ποιῇ διὰ τῶν ὑποδημάτων καὶ θρύπτεσθαι, μετὰ τῶν βλαβερῶν καὶ περιττῶν αὐτὴν τάξομεν, καὶ οὐδὲ τέχνην ἐροῦμεν. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς μικρολόγος εἶναι δοκῶ ταῦτα περιεργαζόμενος· οὐ μὴν διὰ τοῦτο ἀποστήσομαι. Τὸ γὰρ ἁπάντων αἴτιον τῶν κακῶν τοῦτο, τὸ καὶ μικρὰ ταῦτα δοκεῖν εἶναι τὰ ἁμαρτήματα, καὶ διὰ τοῦτο ἀμελεῖσθαι.

Καὶ τί τούτου, φησὶν, εὐτελέστερον ἁμάρτημα γένοιτ᾽ ἂν, κεκαλλωπισμένον ἔχειν ὑπόδημα καὶ ἀποστίλβον, καὶ τῷ ποδὶ προσηρτημένον, εἴγε καὶ ἁμάρτημα τοῦτο καλεῖν δοκεῖ; Βούλεσθε οὖν ἐπαφήσω τὴν γλῶτταν αὐτῷ, καὶ δείξω τὴν ἀσχημοσύνην ὅση, καὶ οὐκ ὀργιεῖσθε; Μᾶλλον δὲ, κἂν ὀργίζησθε, οὐ πολύς μοι λόγος. Καὶ γὰρ ὑμεῖς αἴτιοι τῆς ἀνοίας ταύτης, οἱ μηδὲ ἁμάρτημα εἶναι νομίζοντες, καὶ ἐντεῦθεν ἡμᾶς ἀναγκάζοντες εἰς τὴν κατηγορίαν τῆς ἀσωτίας ἐμβῆναι ταύτης.

εʹ. Φέρε οὖν αὐτὸ ἐξετάσωμεν, καὶ ἴδωμεν ὁποῖόν ἐστι κακόν. Ὅταν γὰρ τὰ νήματα τὰ σηρικὰ, ἃ μηδὲ ἐν ἱματίοις ὑφαίνεσθαι καλὸν, ταῦτα ἐν ὑποδήμασι διαῤῥάπτητε, πόσης ὕβρεως, πόσου γέλωτος ταῦτα ἄξια; Εἰ δὲ τῆς ἡμετέρας ψήφου καταφρονεῖς, ἄκουσον τῆς τοῦ Παύλου φωνῆς, μετὰ πολλῆς τῆς σφοδρότητος ταῦτα ἀπαγορεύοντος, καὶ τότε αἰσθήσῃ τοῦ γέλωτος. Τί οὖν ἐκεῖνός φησι; Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Τίνος οὖν ἂν εἴης συγγνώμης ἄξιος, ὅταν τῇ γεγαμημένῃ μὴ ἐπιτρέποντος Παύλου πολυτελῆ ἱμάτια ἔχειν, σὺ καὶ ἐπὶ τὰ ὑποδήματα τὴν βλακείαν ταύτην ἐξάγῃς, καὶ μυρία κατασκευάζῃς ὑπὲρ τῆς καταγελάστου ὕβρεως; Καὶ γὰρ καὶ ναῦς πήγνυται, καὶ ἐρέται καταλέγονται, καὶ πρωρεὺς καὶ κυβερνήτης, καὶ ἱστίον ἀναπετάννυται, καὶ πέλαγος πλεῖται, καὶ γυναῖκα καὶ παιδία καὶ πατρίδα ἀφεὶς, καὶ τὴν ἑαυτοῦ ψυχὴν ὁ ἔμπορος ἐκδίδωσι κύμασι, καὶ εἰς τὴν τῶν βαρβάρων ἔρχεται χώραν, καὶ μυρίους ὑπομένει κινδύνους διὰ ταῦτα τὰ νήματα, ἵνα σὺ μετὰ πάντα ἐκεῖνα λαβὼν ἐπὶ τῶν ὑποδημάτων διαῤῥάψῃς, καὶ τὸ δέρμα καλλωπίσῃς. Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ᾽ ἄν; Ἀλλ᾽ οὐ τὰ παλαιὰ τοιαῦτα, ἀλλ᾽ ἀνδράσι πρέποντα. Ὅθεν ἔγωγε προσδοκῶ, χρόνου προϊόντος τοὺς νέους τοὺς παρ᾽ ἡμῖν καὶ γυναικῶν ὑποδήματα σχήσειν, καὶ οὐκ αἰσχυνεῖσθαι.

Καὶ τὸ χαλεπώτερον, ὅτι οἱ πατέρες ταῦτα ὁρῶντες οὐκ ἀγανακτοῦσιν, ἀλλὰ καὶ ἀδιάφορον τὸ πρᾶγμα εἶναι νομίζουσι. Βούλεσθε εἴπω καὶ τὸ ἔτι χαλεπώτερον, ὅτι καὶ πενήτων ὄντων πολλῶν ταῦτα γίνεται; Βούλεσθε εἰς μέσον ἀγάγω τὸν Χριστὸν τὸν λιμώττοντα, τὸν γυμνὸν, τὸν ἀλώμενον πανταχοῦ, τὸν δεδεμένον; Καὶ πόσων οὐκ ἂν εἴητε σκηπτῶν ἄξιοι, ἐκεῖνον μὲν τροφῆς ἀναγκαίας ἀποροῦντα περιορῶντες, τὰ δέρματα δὲ μετὰ τοσαύτης καλλωπίζοντες τῆς σπουδῆς;

Καὶ αὐτὸς μὲν ἡνίκα τοῖς μαθηταῖς ἐνομοθέτει, οὐδὲ ἁπλῶς ὑποδήματα ἔχειν ἐπέτρεπεν· ἡμεῖς δὲ οὐ μόνον γυμνοῖς ποσὶν οὐκ ἀνεχόμεθα βαδίζειν, ἀλλ᾽ οὐδὲ ὑποδεδεμένοις ὡς ὑποδεδέσθαι δεῖ. Τί τοίνυν τῆς ἀκοσμίας ταύτης χεῖρον γένοιτ᾽ ἄν; τί τοῦ γέλωτος; Καὶ γὰρ ψυχῆς ἐστι μαλακώδους τὸ πρᾶγμα, καὶ ἀπηνοῦς καὶ ὠμῆς, καὶ περιέργου καὶ ματαιοπόνου. Πότε γὰρ δυνήσεται ἀναγκαίῳ τινὶ προσέχειν ὁ περὶ ταῦτα τὰ περιττὰ ἠσχολημένος; πότε ἀνέξεται ὁ τοιοῦτος νέος ψυχῆς ἐπιμελήσασθαι, ἢ ἐννοῆσαι ὅτι κἂν ψυχὴν ἔχει;

Καὶ γὰρ μικρολόγος ἔσται ὁ τὰ τοιαῦτα θαυμάζειν ἀναγκαζόμενος, καὶ ὠμὸς ὁ διὰ ταῦτα τῶν πτωχῶν ἀμελῶν, καὶ ἀρετῆς ἔρημος ὁ πᾶσαν εἰς ταῦτα καταναλίσκων τὴν σπουδήν. Ὁ γὰρ νημάτων ἀρετὴν, καὶ χρωμάτων ἄνθος, καὶ τοὺς κισσοὺς τοὺς ἀπὸ τῶν τοιούτων ὑφασμάτων περιεργαζόμενος, πότε εἰς τὸν οὐρανὸν δυνήσεται ἰδεῖν; πότε τὸ ἐκεῖ θαυμάσεται κάλλος ὁ πρὸς κάλλος ἐπτοημένος δερμάτων, καὶ χαμαὶ κύπτων;

Καὶ ὁ μὲν Θεὸς ἔτεινεν οὐρανὸν, καὶ ἥλιον ἀνῆψεν, ἄνω σου τὰς ὄψεις ἕλκων· σὺ δὲ κάτω σαυτὸν καὶ πρὸς τὴν γῆν κατὰ τοὺς χοίρους νεύειν ἀναγκάζεις, καὶ τῷ διαβόλῳ πείθῃ. Καὶ γὰρ ὁ πονηρὸς δαίμων οὗτος ταύτην ἐπενόησε τὴν ἀσχημοσύνην, ἐκείνου σε τοῦ κάλλους ἀπάγων. Διὰ τοῦτό σε ἐνταῦθα εἵλκυσε, καὶ παρευδοκιμεῖται Θεὸς οὐρανὸν δεικνὺς ὑπὸ διαβόλου δέρματα δεικνύντος· μᾶλλον δὲ οὐδὲ δέρματα· καὶ γὰρ καὶ ταῦτα ἔργα Θεοῦ· ἀλλὰ βλακείαν καὶ κακοτεχνίαν. Καὶ κάτω εἰς τὴν γῆν νεύων ὁ νέος περίεισιν, ὁ τὰ ἐν τοῖς οὐρανοῖς φιλοσοφεῖν κελευσθεὶς, μᾶλλον ἐγκαλλωπιζόμενος τούτοις, ἢ εἰ τῶν μεγάλων τι κατωρθωκὼς ἦν, καὶ ἀκροβατῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ λύπας καὶ ἀθυμίας ἐντεῦθεν τίκτων ἑαυτῷ περιττὰς, μὴ μολύνῃ τῷ πηλῷ χειμῶνος ὄντος, μὴ καλύψῃ τῷ κονιορτῷ θέρους ἐπιστάντος.

Τί λέγεις, ἄνθρωπε; τὴν ψυχὴν ἅπασαν εἰς πηλὸν ἔῤῥιψας διὰ ταύτης τῆς ἀσωτίας, καὶ χαμαὶ συρομένην περιορᾷς, καὶ περὶ ὑποδημάτων τοσοῦτον ἔχεις ἀγῶνα; Μάθε τὴν χρῆσιν αὐτῶν, καὶ αἰδέσθητι τὴν ψῆφον ἣν περὶ αὐτῶν φέρεις. Ὥστε γὰρ πηλὸν πατεῖν καὶ βόρβορον, καὶ πᾶσαν τὴν ἐπὶ τοῦ ἐδάφους κηλῖδα, γέγονε τὰ ὑποδήματα. Εἰ δὲ οὐκ ἀνέχῃ, λαβὼν ἐξάρτησον τοῦ τραχήλου, ἢ τῇ κεφαλῇ περίθες.

ϛʹ. Καὶ ὑμεῖς μὲν γελᾶτε ταῦτα ἀκούοντες· ἐμοὶ δὲ δακρύειν ἔπεισι τὴν τούτων μανίαν, καὶ τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἥδιον ἂν οὗτοι τὸ σῶμα μολύναιεν πηλῷ, ἢ τὰ δέρματα ἐκεῖνα. Μικρολόγοι μὲν οὖν οὕτω γίνονται, φιλοχρήματοι δὲ πάλιν ἑτέρως. Ὁ γὰρ περὶ τὰ τοιαῦτα μαίνεσθαι καὶ σπουδάζειν ἐθισθεὶς, καὶ ἐν ἱματίοις καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλῆς δεῖται δαπάνης καὶ πολλῆς τῆς προσόδου. Κἂν μὲν φιλότιμον ἔχῃ πατέρα, μᾶλλον αἰχμάλωτος γίνεται, τὴν ἄτοπον ταύτην ἐπιτείνων ἐπιθυμίαν· ἂν δὲ μικρολόγον, ἀναγκάζεται ἕτερα ἀσχημονεῖν, ὥστε χρυσίον συνάγειν εἰς τὰς τοιαύτας δαπάνας. Ἐντεῦθεν πολλοὶ τῶν νέων καὶ τὴν ὥραν ἀπέδοντο, καὶ παράσιτοι τοῖς εὐπόροις ἐγένοντο, καὶ ἑτέρας δουλοπρεπεῖς ὑπέμειναν διακονίας, ἀντὶ τούτων ὠνούμενοι τὸ τὰς τοιαύτας ἐπιθυμίας πληροῦν.

Ὅτι μὲν οὖν καὶ φιλοχρήματος οὗτος ἔσται καὶ μικρολόγος, καὶ περὶ τὰ ἀναγκαῖα πάντων ἀργότερος, καὶ πολλὰ ἀναγκασθήσεται ἁμαρτάνειν, δῆλον ἐκ τούτων· ὅτι δὲ ὠμὸς καὶ κενόδοξος, οὐδὲ τοῦτό τις ἀντερεῖ· ὠμὸς μὲν, ὅταν πένητα ἰδὼν, τῷ πόθῳ τοῦ καλλωπισμοῦ μηδὲ ἑωρακέναι δοκῇ, ἀλλὰ ταῦτα μὲν χρυσῷ καλλωπίζῃ, ἐκεῖνον δὲ ὑπὸ λιμοῦ διαφθειρόμενον περιορᾷ· κενόδοξος δὲ, ὅταν καὶ ἐν τοῖς μικροῖς παιδεύηται τὴν παρὰ τῶν ὁρώντων δόξαν θηρᾷν. Οὐ γὰρ οὕτως οἶμαι στρατηγὸν ἐπὶ τοῖς στρατοπέδοις καὶ τροπαίοις μέγα φρονεῖν, ὡς τοὺς ἀκολάστους νέους ἐπὶ τῷ καλλωπισμῷ τῶν ὑποδημάτων, ἐπὶ τοῖς συρομένοις ἱματίοις, ἐπὶ τῇ κουρᾷ τῆς κεφαλῆς· καίτοιγε ταῦτα πάντα τεχνιτῶν ἔργα ἐστὶν ἑτέρων. Εἰ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις οὐκ ἀφίστανται κενοδοξοῦντες, πότε ἐπὶ τοῖς ἰδίοις ἀποστήσονται;

Εἴπω καὶ ἕτερα τούτων χαλεπώτερα, ἢ καὶ ταῦτα ὑμῖν ἀπόχρη; Οὐκοῦν ἀνάγκη καταλῦσαι τὸν λόγον ἐνταῦθα· ἐπεὶ καὶ ταῦτά μοι εἴρηται διὰ τοὺς φιλονείκους καὶ οὐδὲν ἄτοπον τὸ πρᾶγμα εἶναι λέγοντας. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν νέων οὐδὲ προσέξουσι τοῖς λεγομένοις, μεθύοντες ἅπαξ τῷ πάθει· οὐ μὴν διὰ τοῦτο σιγῆσαι ἔδει. Οἱ γὰρ νοῦν ἔχοντες πατέρες καὶ ὑγιαίνοντες τέως, καὶ ἄκοντας αὐτοὺς εἰς τὴν προσήκουσαν εὐσχημοσύνην ἐμβιβάσαι δυνήσονται. Μὴ τοίνυν λέγε, Οὐδὲν παρὰ τοῦτο, καὶ οὐδὲν παρ᾽ ἐκεῖνο· τοῦτο γὰρ, τοῦτο πάντα ἀπώλεσεν. Ἔδει γὰρ καὶ ἐντεῦθεν αὐτοὺς παιδεύειν, καὶ ἀπὸ τῶν δοκούντων εἶναι μικρῶν σεμνοὺς ποιεῖν, μεγαλοψύχους, κρείττους σχημάτων· οὕτως αὐτοὺς καὶ ἐν τοῖς μεγάλοις εὑρήσομεν δοκίμους. Τί γὰρ τῆς τῶν στοιχείων μαθήσεως εὐτελέστερον;

Ἀλλ᾽ ὅμως ἀπὸ τούτων καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ φιλόσοφοι γίνονται· κἂν ταῦτα ἀγνοήσωσιν, οὐδὲ ἐκεῖνά ποτε εἴσονται. Ταῦτα δὲ ἡμῖν οὐ πρὸς νέους μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας καὶ κόρας εἴρηται. Καὶ γὰρ καὶ αὗται τοῖς τοιούτοις ἐγκλήμασιν ὑπόκεινται, καὶ πολλῷ μᾶλλον, ὅσῳ παρθένῳ κοσμιότης ἐπιτήδειον.

Τὰ τοίνυν πρὸς ἐκείνους εἰρημένα καὶ πρὸς ὑμᾶς εἰρῆσθαι νομίζετε, ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀναλάβωμεν. Καὶ γὰρ ὥρα λοιπὸν εὐχῇ κατακλεῖσαι τὸν λόγον. Ἅπαντες τοίνυν ἡμῖν συνεύξασθε, ὥστε τοὺς νέους τοὺς τῆς Ἐκκλησίας μάλιστα δυνηθῆναι κοσμίως ζῇν, καὶ εἰς γῆρας ἐλθεῖν αὐτοῖς πρέπον. Ὡς τούς γε οὐχ οὕτω ζῶντας, οὐδὲ εἰς γῆρας ἐλθεῖν καλόν· τοὺς δὲ καὶ ἐν νεότητι γεγηρακότας εὔχομαι καὶ εἰς πολιὰν βαθυτάτην ἐλθεῖν, καὶ πατέρας γενέσθαι παίδων δοκίμων, καὶ τοὺς γεγεννηκότας εὐφρᾶναι, καὶ πρό γε πάντων τὸν πεποιηκότα αὐτοὺς Θεὸν, καὶ πᾶσαν ἐξελάσαι νόσον, οὐ τὴν ἐν τοῖς ὑποδήμασιν, οὐδὲ τὴν ἐν τοῖς ἱματίοις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν. Καὶ γὰρ οἷον γῆ χερσουμένη, τοιοῦτόν ἐστι καὶ νεότης ἀμελουμένη, πολλὰς πολλαχόθεν ἐκφέρουσα τὰς ἀκάνθας. Ἐπαφῶμεν τοίνυν τὸ πῦρ τοῦ Πνεύματος, καὶ κατακαύσωμεν τὰς πονηρὰς ταύτας ἐπιθυμίας, καὶ νεώσωμεν τὰς ἀρούρας, καὶ ἑτοίμους πρὸς τὴν τοῦ σπόρου ποιήσωμεν ὑποδοχὴν, καὶ τοὺς νέους τοὺς παρ᾽ ἡμῖν τῶν ἀλλαχοῦ γερόντων ἀποδείξωμεν σωφρονεστέρους. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν ἐν νεότητι σωφροσύνη λάμπῃ, ὡς ὅγε ἐν γήρᾳ σωφρονῶν οὐδὲ μισθὸν ἂν ἔχοι πολὺν, ἀκριβῆ τὴν ἀπὸ τῆς ἡλικίας ἀσφάλειαν ἔχων. Τὸ δὲ παράδοξον, ἐν κύμασι γαλήνης ἀπολαύειν, καὶ ἐν καμίνῳ μὴ κατακαίεσθαι, καὶ ἐν νεότητι μὴ ἀσελγαίνειν.

Ταῦτ᾽ οὖν ἐννοοῦντες, ζηλώσωμεν τὸν μακάριον ἐκεῖνον Ἰωσὴφ, τὸν διὰ πάντων λάμψαντα τούτων, ἵνα καὶ τῶν αὐτῶν ἐπιτύχωμεν στεφάνων αὐτῷ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Νʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

αʹ. Τίνος ἕνεκεν εἰς τὸ ὄρος ἀναβαίνει; Παιδεύων ἡμᾶς, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις, ὅταν ἐντυγχάνειν δέῃ Θεῷ. Διά τοι τοῦτο συνεχῶς εἰς τὰς ἐρήμους ἄπεισι, κἀκεῖ διανυκτερεύει πολλάκις εὐχόμενος, παιδεύων ἡμᾶς καὶ τὴν ἀπὸ τοῦ καιροῦ καὶ τὴν ἀπὸ τοῦ τόπου θηρᾶσθαι ἐν ταῖς εὐχαῖς ἀταραξίαν. Ἡσυχίας γὰρ μήτηρ ἡ ἔρημος, καὶ γαλήνη, καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀνέβαινεν ἐκεῖσε· οἱ δὲ μαθηταὶ κλυδωνίζονται πάλιν, καὶ χειμῶνα ὑπομένουσιν οἷον καὶ πρότερον. Ἀλλὰ τότε μὲν ἔχοντες αὐτὸν ἐν τῷ πλοίῳ τοῦτο ἔπασχον· νυνὶ δὲ καθ᾽ ἑαυτοὺς ὄντες μόνοι. Καὶ γὰρ ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα αὐτοὺς ἐνάγει καὶ ἐμβιβάζει, καὶ εἰς τὸ φέρειν πάντα γενναίως. Διὰ δὴ τοῦτο, ὅτε μὲν πρῶτον κινδυνεύειν ἔμελλον, παρῆν μὲν, ἐκάθευδε δὲ, ὥστε ἐξ ἑτοίμου δοῦναι τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ ἐπὶ μείζονα ἄγων αὐτοὺς ὑπομονὴν, οὐδὲ τοῦτο ποιεῖ, ἀλλ᾽ ἄπεισι, καὶ ἐν μέσῃ θαλάσσῃ συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαί ποθεν ἐλπίδα σωτηρίας, καὶ ὅλην τὴν νύκτα ἀφίησιν αὐτοὺς κλυδωνίζεσθαι, διεγείρων αὐτῶν, ὡς οἶμαι, πεπωρωμένην τὴν καρδίαν. Καὶ γὰρ τοιοῦτον ὁ φόβος, ὃν μετὰ τοῦ χειμῶνος καὶ ὁ καιρὸς ποιεῖ. Μετὰ δὲ τῆς κατανύξεως καὶ εἰς ἐπιθυμίαν μείζονα αὐτοὺς ἐνέβαλε τὴν αὐτοῦ, καὶ εἰς μνήμην διηνεκῆ.

Διὰ δὴ τοῦτο οὐκ εὐθέως αὐτοῖς ἐπέστη· Τετάρτῃ γὰρ φυλακῇ, φησὶ, τῆς νυκτὸς ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· παιδεύων αὐτοὺς μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων δεινῶν, ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως.

Ὅτε γοῦν προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβος. Ἰδόντες γὰρ αὐτὸν, φησὶν, οἱ μαθηταὶ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐταράχθησαν, λέγοντες φάντασμα εἶναι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Καὶ γὰρ ἀεὶ τοῦτο ποιεῖ· ὅταν μέλλῃ λύειν τὰ δεινὰ, ἕτερα χαλεπώτερα ἐπάγει καὶ φοβερώτερα· ὃ δὴ καὶ τότε συνέβη. Μετὰ γὰρ τοῦ χειμῶνος καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησε τοῦ χειμῶνος οὐχ ἧττον. Διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν εὐθέως ἐποίησεν, ἀλείφων αὐτοὺς, ὅπερ εἶπον, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων, καὶ παιδεύων εἶναι καρτερικούς.

Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν· ὅτε γὰρ ἔμελλε λύειν [τὸν φόβον καὶ] τὸν πειρασμὸν, τότε τὸ τέλος χαλεπώτερον εἴασε γενέσθαι· οὐ διὰ τὸν τῶν παίδων θάνατον λέγω, καὶ τὰ ῥήματα τῆς γυναικὸς, ἀλλὰ διὰ τὰ ὀνείδη τὰ τῶν οἰκετῶν, τὰ τῶν φίλων. Καὶ ὅτε τὸν Ἰακὼβ ἐξαρπάζειν ἔμελλε τῆς ἐν τῇ ξένῃ ταλαιπωρίας, ἀφῆκε διεγερθῆναι καὶ μείζονα γενέσθαι τὸν θόρυβον. Καὶ γὰρ ὁ κηδεστὴς καταλαβὼν θάνατον ἠπείλει, καὶ μετ᾽ ἐκεῖνον ὁ ἀδελφὸς διαδέχεσθαι μέλλων, τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασε κίνδυνον. Ἐπειδὴ γὰρ οὐκ ἔνι καὶ ἐν μακρῷ χρόνῳ καὶ σφοδρῶς πειράζεσθαι, ὅταν μέλλωσιν ἐκβαίνειν τοὺς ἀγῶνας οἱ δίκαιοι, βουλόμενος αὐτοὺς πλέον κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. Ὃ καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, τὸν ἔσχατον ἆθλον τὸν τοῦ παιδὸς θείς. Οὕτω γὰρ καὶ φορητὰ ἔσται τὰ ἀφόρητα, ὅταν ἐπὶ θύραις ἐπάγηται ἐγγὺς ἔχοντα τὴν ἀπαλλαγήν.

Τοῦτο δὴ καὶ τότε ἐποίησε, καὶ οὐ πρότερον ἀπεκάλυψεν ἑαυτὸν ὁ Χριστὸς, ἕως ὅτε ἔκραξαν. Ὅσῳ γὰρ ἐπετείνετο τὰ τῆς ἀγωνίας, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐβόησαν, φησὶν, Εὐθέως ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

Τοῦτο τὸ ῥῆμα τὸν φόβον ἔλυσε, καὶ θαῤῥῆσαι παρεσκεύασεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ὄψεως αὐτὸν οὐκ ἐγίνωσκον, καὶ διὰ τὸ παράδοξον τῆς βαδίσεως καὶ διὰ τὸν καιρὸν, ἀπὸ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιεῖ. Τί οὖν ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς καὶ ἀεὶ τῶν ἄλλων προπηδῶν;

Κύριε, εἰ σὺ εἶ, φησὶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Οὐκ εἶπεν, Εὖξαι καὶ παρακάλεσον, ἀλλὰ, Κέλευσον. Εἶδες πόση ἡ θερμότης; πόση ἡ πίστις; Καίτοιγε ἐκ τούτου πολλαχοῦ κινδυνεύει, ἐκ τοῦ πέρα τοῦ μέτρου ζητεῖν. Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ μέγα ἐζήτησε, δι᾽ ἀγάπην μόνον, οὐ δι᾽ ἐπίδειξιν. Οὐδὲ γὰρ εἶπε, Κέλευσόν με βαδίσαι ἐπὶ τὰ ὕδατα· ἀλλὰ τί;

Κέλευσόν με ἐλθεῖν πρὸς σέ. Οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν Ἰησοῦν. Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ἐποίησεν· οὐκ ἠνέσχετο μετὰ τῶν ἄλλων ἐλθεῖν, ἀλλὰ προεπήδησεν. Οὐ τὴν ἀγάπην δὲ μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἐπιδείκνυται. Οὐ γὰρ μόνον ἐπίστευσεν, ὅτι αὐτὸς δύναται περιπατεῖν ἐπὶ τῆς θαλάσσης, ἀλλ᾽ ὅτι καὶ ἑτέρους ἐνάγειν καὶ ἐπιθυμεῖ ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι.

Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, καὶ ἦλθε πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Τοῦτο τοῦ προτέρου παραδοξότερον. Διὰ τοῦτο μετ᾽ ἐκεῖνο τοῦτο γίνεται. Ὅτε γὰρ ἔδειξεν, ὅτι κρατεῖ τῆς θαλάσσης, τότε καὶ ἐπὶ τὸ θαυμαστότερον ἐξάγει τὸ σημεῖον.

Τότε μὲν γὰρ τοῖς ἀνέμοις ἐπετίμησε μόνον· νυνὶ δὲ καὶ αὐτὸς βαδίζει, καὶ ἑτέρῳ παραχωρεῖ τοῦτο ποιεῖν· ὅπερ εἰ παρὰ τὴν ἀρχὴν γενέσθαι ἐκέλευσε, οὐκ ἂν ὁμοίως κατεδέξατο ὁ Πέτρος, διὰ τὸ μηδέπω τοσαύτην κεκτῆσθαι πίστιν.

βʹ. Τίνος οὖν ἕνεκεν ὁ Χριστὸς ἐπέτρεψε; Καὶ γὰρ εἰ εἶπεν, Οὐ δύνασαι, πάλιν θερμὸς ὢν ἀντεῖπεν ἄν. Διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων αὐτὸν πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονισθῇ. Ἀλλ᾽ οὐδὲ οὕτως ἀνέχεται. Καταβὰς τοίνυν κλυδωνίζεται· ἐφοβήθη γάρ. Καὶ τοῦτο τὸ κλυδώνιον ἐποίησε· τὸν δὲ φόβον ὁ ἄνεμος εἰργάσατο.

Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι Ἤθελον λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο εἰς τὴν γῆν, εἰς ἣν ὑπῆγον· τὸ αὐτὸ δὴ τοῦτο δηλῶν. Ὥστε μελλόντων αὐτῶν πρὸς τῇ γῇ γίνεσθαι, ἐπέβη τοῦ πλοίου. Καταβὰς τοίνυν ἀπὸ τοῦ πλοίου, πρὸς αὐτὸν ᾔει, οὐχ οὕτω τῷ περιπατεῖν ἐπὶ τῶν ὑδάτων, ὡς τῷ πρὸς αὐτὸν ἔρχεσθαι χαίρων. Καὶ τοῦ μείζονος περιγενόμενος, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου λέγω ῥύμης, οὐ τῆς θαλάττης.

Τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φύσις· πολλάκις τὰ μεγάλα κατορθοῦσα, ἐν τοῖς ἐλάττοσιν ἐλέγχεται. Οἷον ὁ Ἠλίας ἐπὶ τῆς Ἰεζάβελ ἔπαθεν· οἷον ὁ Μωϋσῆς ἐπὶ τοῦ Αἰγυπτίου· οἷον ὁ Δαυῒδ ἐπὶ τῆς Βηρσαβεέ. Οὕτω δὴ καὶ οὗτος· ἔτι τοῦ φόβου ἐνακμάζοντος ἐπιβῆναι τῶν ὑδάτων ἐθάῤῥησε, πρὸς δὲ τὴν τοῦ ἀνέμου ἐμβολὴν οὐκέτι ἠδυνήθη στῆναι, καὶ ταῦτα ἐγγὺς ὢν τοῦ Χριστοῦ. Οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πίστει ὄντα ἐγγύς. Τοῦτο δὲ καὶ τὸ μέσον ἐδείκνυ τοῦ Διδασκάλου καὶ τοῦ μαθητοῦ, καὶ τοὺς ἄλλους παρεμυθεῖτο. Εἰ γὰρ ἐπὶ τῶν δύο ἀδελφῶν ἠγανάκτησαν, πολλῷ μᾶλλον ἐνταῦθα· οὔπω γὰρ ἦσαν Πνεύματος ἠξιωμένοι. Μετὰ δὲ ταῦτα οὐ τοιοῦτοι.

Πανταχοῦ γοῦν τῶν πρωτείων παραχωροῦσι τῷ Πέτρῳ, καὶ ἐν ταῖς δημηγορίαις αὐτὸν προβάλλονται, καίτοιγε ἀγροικότερον τῶν ἄλλων διακείμενον. Καὶ διατί οὐκ ἐπέταξε τοῖς ἀνέμοις παύσασθαι, ἀλλ᾽ αὐτὸς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ; Ὅτι τῆς ἐκείνου πίστεως ἔδει. Ὅταν γὰρ τὰ παρ᾽ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται. Δεικνὺς τοίνυν ὅτι οὐχ ἡ τοῦ ἀνέμου ἐμβολὴ, ἀλλ᾽ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάσατο, φησίν· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε;

Ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησε, καὶ πρὸς τὸν ἄνεμον ἂν ἔστη ῥᾳδίως. Διά τοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον ἐᾷ πνεῖν, δηλῶν ὅτι οὐδὲν ἐκεῖνος παραβλάπτει, ὅταν ἡ πίστις ᾖ πεπηγυῖα. Καὶ καθάπερ νεοττὸν πρὸ καιροῦ τῆς καλιᾶς ἐξελθόντα καὶ μέλλοντα καταπίπτειν, ἡ μήτηρ ταῖς πτέρυξι διαβαστάσασα πάλιν ἐπὶ τὴν καλιὰν ἄγει, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ ἐπιβάντων αὐτῶν τοῦ πλοίου, τότε ἐπαύσατο ὁ ἄνεμος. Πρὸ τούτου μὲν ἔλεγον· Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; νυνὶ δὲ οὐχ οὕτως. Οἱ γὰρ ἐν τῷ πλοίῳ, φησὶν, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ὁρᾷς πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγε; Καὶ γὰρ ἀπὸ τοῦ βαδίσαι ἐν τῇ θαλάσσῃ, καὶ ἀπὸ τοῦ ἑτέρῳ κελεῦσαι τοῦτο ποιῆσαι, καὶ κινδυνεύοντα διασῶσαι, πολλὴ λοιπὸν ἡ πίστις ἦν. Τότε μὲν γὰρ ἐπετίμησε τῇ θαλάσσῃ, νυνὶ δὲ οὐκ ἐπιτιμᾷ, ἑτέρως τὴν δύναμιν αὐτοῦ δεικνὺς μειζόνως.

Διὸ καὶ ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Τί οὖν; ἐπετίμησε τοῦτο εἰρηκόσι; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐβεβαίωσε τὸ λεχθὲν, μετὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσιόντας, καὶ οὐχ ὡς ἔμπροσθεν. Καὶ διαπεράσαντες, φησὶν, ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο ἐσώθησαν.

Οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσῄεσαν, εἰς τὰς οἰκίας αὐτὸν ἕλκοντες, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ῥημάτων· ἀλλ᾽ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως τὴν θεραπείαν ἐπεσπῶντο. Ἡ γὰρ αἱμοῤῥοοῦσα ἅπαντας ἐδίδαξε φιλοσοφεῖν. Δεικνὺς δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ διὰ πολλοῦ χρόνου τοῖς μέρεσιν ἐπέβη, φησὶν, ὅτι Ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου ἀπέστειλαν εἰς τὴν περίχωρον, καὶ προσήνεγκαν αὐτῷ τοὺς κακῶς ἔχοντας. Ἀλλ᾽ ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν. Ἁψώμεθα τοίνυν καὶ ἡμεῖς τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· μᾶλλον δὲ, ἐὰν θέλωμεν, ὅλον αὐτὸν ἔχομεν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τὸ σῶμα· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ᾽ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι. Προσερχώμεθα τοίνυν μετὰ πίστεως, ἕκαστος ἀσθένειαν ἔχων. Εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι τοσαύτην εἵλκυσαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες; Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς καρδίας ἅψασθαι, τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ. Τί γὰρ, εἰ μὴ φωνῆς ἀκούεις; Ἀλλ᾽ ὁρᾷς αὐτὸν κείμενον· μᾶλλον δὲ καὶ φωνῆς ἀκούεις, φθεγγομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν.

γʹ. Πιστεύσατε τοίνυν, ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστιν, ἐν ᾧ καὶ αὐτὸς ἀνέκειτο. Οὐδὲν γὰρ ἐκεῖνο τούτου διενήνοχεν. Οὐδὲ γὰρ τοῦτο μὲν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δὲ αὐτὸς, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο αὐτός. Ὅταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα σοι ἴδῃς, μὴ τὸν ἱερέα νόμιζε τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν τοῦ Χριστοῦ χεῖρα εἶναι τὴν ἐκτεινομένην. Ὥσπερ γὰρ ὅταν βαπτίζῃ, οὐκ αὐτός σε βαπτίζει, ἀλλ᾽ ὁ Θεός ἐστιν ὁ κατέχων σου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις τολμᾷ προσελθεῖν καὶ ἅψασθαι· οὕτω καὶ νῦν. Ὅταν γὰρ ὁ Θεὸς γεννᾷ, αὐτοῦ μόνου ἐστὶν ἡ δωρεά. Οὐχ ὁρᾷς τοὺς υἱοποιουμένους ἐνταῦθα, πῶς οὐ δούλοις ἐπιτρέπουσι τὸ πρᾶγμα, ἀλλ᾽ αὐτοὶ πάρεισι τῷ δικαστηρίῳ; Οὕτω καὶ ὁ Θεὸς οὐκ ἀγγέλοις ἐπέτρεψε τὴν δωρεὰν, ἀλλ᾽ αὐτὸς πάρεστι κελεύων καὶ λέγων· Μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· οὐχ ἵνα ἀτιμάσῃς τοὺς γεγεννηκότας, ἀλλ᾽ ἵνα πάντων ἐκείνων προθῇς τὸν ποιήσαντα σε καὶ ἐγγράψαντα εἰς τοὺς ἑαυτοῦ παῖδας, Ὁ γὰρ τὸ μεῖζον δοὺς, τουτέστιν, ἑαυτὸν παραθεὶς, πολλῷ μᾶλλον οὐκ ἀπαξιώσει καὶ διαδοῦναί σοι τὸ σῶμα. Ἀκούσωμεν τοίνυν, καὶ ἱερεῖς καὶ ἀρχόμενοι, τίνος κατηξιώθημεν· ἀκούσωμεν, καὶ φρίξωμεν· Τῶν ἁγίων σαρκῶν αὐτοῦ ἐμπλησθῆναι ἔδωκεν ἡμῖν, ἑαυτὸν παρέθηκε τεθυμένον. Τίς οὖν ἔσται ἀπολογία ἡμῖν, ὅταν τοιαῦτα σιτούμενοι, τοιαῦτα ἁμαρτάνωμεν;

ὅταν ἀρνίον ἐσθίοντες, λύκοι γινώμεθα; ὅταν πρόβατον σιτούμενοι, κατὰ τοὺς λέοντας ἁρπάζωμεν;

Τοῦτο γὰρ τὸ μυστήριον οὐ μόνον ἁρπαγῆς, ἀλλὰ καὶ ψιλῆς ἔχθρας καθαρεύειν κελεύει διαπαντός. Καὶ γὰρ εἰρήνης ἐστὶ μυστήριον τοῦτο τὸ μυστήριον· οὐκ ἀφίησιν ἀντιποιεῖσθαι χρημάτων. Εἰ γὰρ αὐτὸς ἑαυτοῦ οὐκ ἐφείσατο δι᾽ ἡμᾶς, τίνος ἂν εἴημεν ἄξιοι, χρημάτων φειδόμενοι καὶ ψυχῆς ἀφειδοῦντες, ὑπὲρ ἧς ἐκεῖνος οὐκ ἐφείσατο ἑαυτοῦ;

Τοῖς μὲν οὖν Ἰουδαίοις κατ᾽ ἐνιαυτὸν ὑπόμνημα τῶν οἰκείων εὐεργεσιῶν ταῖς ἑορταῖς ἐνέδησεν ὁ Θεός· σοὶ δὲ καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν διὰ τούτων τῶν μυστηρίων. Μὴ τοίνυν αἰσχύνου τὸν σταυρόν· ταῦτα γὰρ ἡμῶν ἐστι τὰ σεμνὰ, ταῦτα ἡμῶν τὰ μυστήρια· τούτῳ κοσμούμεθα τῷ δώρῳ, τούτῳ καλλωπιζόμεθα. Κἂν εἴπω, ὅτι τὸν οὐρανὸν ἔτεινε, τὴν γῆν καὶ τὴν θάλασσαν ἥπλωσε, προφήτας καὶ ἀγγέλους ἔπεμψεν, οὐδὲν ἐρῶ ἴσον. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν τοῦτό ἐστιν, ὅτι τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τοὺς ἀλλοτριωθέντας οἰκέτας σώσῃ. Μηδεὶς τοίνυν Ἰούδας ταύτῃ προσίτω τῇ τραπέζῃ, μηδεὶς Σίμων· καὶ γὰρ ἀμφότεροι διὰ φιλαργυρίαν ἀπώλοντο οὗτοι. Φύγωμεν τοίνυν τοῦτο τὸ βάραθρον, μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν, εἰ χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες, ποτήριον χρυσοῦν καὶ λιθοκόλλητον προσενέγκοιμεν τῇ τραπέζῃ.

Εἰ γὰρ βούλει τιμῆσαι τὴν θυσίαν, τὴν ψυχὴν προσένεγκε, δι᾽ ἣν καὶ ἐτύθη· ταύτην χρυσῆν ποίησον· ἂν δὲ αὕτη μένῃ μολίβδου καὶ ὀστράκου χείρων, τὸ δὲ σκεῦος χρυσοῦν, τί τὸ κέρδος; Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως χρυσᾶ σκεύη προσφέρωμεν μόνον, ἀλλ᾽ ὅπως καὶ ἐκ δικαίων πόνων. Ταῦτα γάρ ἐστι τὰ καὶ χρυσῶν τιμιώτερα, τὰ χωρὶς πλεονεξίας. Οὐ γὰρ χρυσοχοεῖον, οὐδὲ ἀργυροκοπεῖόν ἐστιν ἡ Ἐκκλησία, ἀλλὰ πανήγυρις ἀγγέλων· διὸ ψυχῶν ἡμῖν δεῖ· καὶ γὰρ δὴ ταῦτα διὰ τὰς ψυχὰς προσίεται ὁ Θεός. Οὐκ ἦν ἡ τράπεζα ἐξ ἀργύρου τότε ἐκείνη, οὐδὲ τὸ ποτήριον χρυσοῦν, ἐξ οὗ ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς τὸ αἷμα τὸ ἑαυτοῦ· ἀλλὰ τίμια ἦν πάντα ἐκεῖνα καὶ φρικτὰ, ἐπειδὴ Πνεύματος ἔγεμε. Βούλει τιμῆσαι τοῦ Χριστοῦ τὸ σῶμα; Μὴ περιίδῃς αὐτὸν γυμνόν· μηδὲ ἐνταῦθα μὲν αὐτὸν σηρικοῖς ἱματίοις τιμήσῃς, ἔξω δὲ ὑπὸ κρυμοῦ καὶ γυμνότητος διαφθειρόμενον περιΐδῃς. Ὁ γὰρ εἰπὼν, Τοῦτό μού ἐστι τὸ σῶμα, καὶ τῷ λόγῳ τὸ πρᾶγμα βεβαιώσας, οὗτος εἶπε· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ, Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τοῦτο μὲν γὰρ οὐ δεῖται ἐπιβλημάτων, ἀλλὰ ψυχῆς καθαρᾶς· ἐκεῖνο δὲ πολλῆς δεῖται ἐπιμελείας. Μάθωμεν τοίνυν φιλοσοφεῖν, καὶ τὸν Χριστὸν τιμᾷν ὡς αὐτὸς βούλεται· τῷ γὰρ τιμωμένῳ τιμὴ ἡδίστη, ἢν αὐτὸς θέλει, οὐχ ἢν ἡμεῖς νομίζομεν.

Ἐπεὶ καὶ Πέτρος τιμᾷν αὐτὸν ᾤετο τῷ κωλῦσαι νίψαι τοὺς πόδας, ἀλλ᾽ οὐκ ἦν τιμὴ τὸ γινόμενον, ἀλλὰ τοὐναντίον. Οὕτω καὶ σὺ ταύτην αὐτὸν τίμα τὴν τιμὴν, ἣν αὐτὸς ἐνομοθέτησεν, εἰς πένητας ἀναλίσκων τὸν πλοῦτον. Οὐδὲ γὰρ σκευῶν χρείαν ἔχει χρυσῶν ὁ Θεὸς, ἀλλὰ ψυχῶν χρυσῶν.

δʹ. Καὶ ταῦτα λέγω, οὐ κωλύων ἀναθήματα κατασκευάζεσθαι τοιαῦτα· ἀξιῶν δὲ μετὰ τούτων, καὶ πρὸ τούτων, τὴν ἐλεημοσύνην ποιεῖν. Δέχεται μὲν γὰρ καὶ ταῦτα, πολλῷ δὲ μᾶλλον ἐκεῖνα. Ἐνταῦθα μὲν γὰρ ὁ προσενεγκὼν ὠφελήθη μόνον, ἐκεῖ δὲ καὶ ὁ λαβών. Ἐνταῦθα δοκεῖ καὶ φιλοτιμίας ἀφορμὴ τὸ πρᾶγμα εἶναι· ἐκεῖ δὲ ἐλεημοσύνη καὶ φιλανθρωπία τὸ πᾶν ἐστι. Τί γὰρ ὄφελος, ὅταν ἡ τράπεζα αὐτῷ γέμῃ χρυσῶν ποτηρίων, αὐτὸς δὲ λιμῷ διαφθείρηται; Πρότερον αὐτὸν ἔμπλησον πεινῶντα, καὶ τότε ἐκ περιουσίας καὶ τὴν τράπεζαν αὐτοῦ κόσμησον.

Ποτήριον χρυσοῦν ποιεῖς, καὶ ποτήριον ψυχροῦ οὐ δίδως; καὶ τί τὸ ὄφελος; Χρυσόπαστα ἐπιβλήματα κατασκευάζεις τῇ τραπέζῃ, αὐτῷ δὲ οὐδὲ τὴν ἀναγκαίαν παρέχεις σκέπην; καὶ τί τὸ κέρδος ἐκ τούτου; Εἰπὲ γάρ μοι· εἴ τινα ἰδὼν τῆς ἀναγκαίας ἀποροῦντα τροφῆς, ἀφεὶς αὐτῷ λῦσαι τὸν λιμὸν, τὴν τράπεζαν ἀργύρῳ περιέβαλες μόνον, ἆρα ἂν ἔγνω σοι χάριν, ἀλλ᾽ οὐχὶ μᾶλλον ἠγανάκτησε; Τί δέ; εἰ ῥάκια περιβεβλημένον ὁρῶν, καὶ ὑπὸ κρυμοῦ πηγνύμενον, ἀφεὶς αὐτῷ δοῦναι ἱμάτιον, κίονας κατεσκεύαζες χρυσοῦς, λέγων εἰς ἐκείνου τιμὴν ποιεῖν, οὐκ ἄν σε καὶ εἰρωνεύεσθαι ἔφη, καὶ ὕβριν ἐνόμισε, καὶ ταύτην τὴν ἐσχάτην; Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Χριστοῦ λογίζου, ὅταν ἀλήτης καὶ ξένος περιέρχηται, δεόμενος ὀροφῆς· σὺ δὲ αὐτὸν ἀφεὶς ὑποδέξασθαι, ἔδαφος καλλωπίζῃς καὶ τοίχους καὶ κιόνων κεφαλάς· καὶ ἀργυρᾶς ἁλύσεις διὰ λαμπάδων ἐξάπτῃς, αὐτὸν δὲ ἐν δεσμωτηρίῳ δεδεμένον μηδὲ ἰδεῖν ἐθέλῃς. Καὶ ταῦτα λέγω, οὐχὶ κωλύων ἐν τούτοις φιλοτιμεῖσθαι, ἀλλὰ ταῦτα μετ᾽ ἐκείνων, μᾶλλον δὲ ταῦτα πρὸ ἐκείνων παραινῶν ποιεῖν. Ὑπὲρ μὲν γὰρ τοῦ ταῦτα μὴ ποιῆσαι οὐδεὶς ἐνεκλήθη ποτέ· ὑπὲρ δὲ ἐκείνων καὶ γέεννα ἠπείληται, καὶ πῦρ ἄσβεστον, καὶ ἡ μετὰ δαιμόνων τιμωρία. Μὴ τοίνυν τὸν οἶκον κοσμῶν, τὸν ἀδελφὸν θλιβόμενον περιόρα· οὗτος γὰρ ἐκείνου ναὸς κυριώτερος.

Καὶ ταῦτα μὲν καὶ βασιλεῖς ἄπιστοι, καὶ τύραννοι, καὶ λῃσταὶ δυνήσονται λαβεῖν τὰ κειμήλια· ὅσα δὲ ἂν εἰς τὸν ἀδελφὸν ποιήσῃς πεινῶντα καὶ ξένον ὄντα καὶ γυμνὸν, οὐδὲ ὁ διάβολος συλῆσαι δυνήσεται, ἀλλ᾽ ἐν ἀσύλῳ κείσεται θησαυρῷ.

Τί οὖν αὐτός φησι, Τοὺς πτωχοὺς πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε; Διὰ γὰρ τοῦτο μάλιστα ἐλεεῖν δεῖ, ὅτι οὐ πάντοτε αὐτὸν ἔχομεν πεινῶντα, ἀλλ᾽ ἐν τῷ παρόντι βίῳ μόνον. Εἰ δὲ βούλει καὶ τὴν διάνοιαν πᾶσαν τοῦ εἰρημένου μαθεῖν ἄκουσον, ὅτι τοῦτο οὐ πρὸς τοὺς μαθητὰς εἴρηται, εἰ καὶ οὕτω δοκεῖ, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῆς γυναικός. Ἐπειδὴ γὰρ ἀτελέστερον ἔτι διέκειτο, ἐκεῖνοι δὲ αὐτὴν διηπόρουν, ἀνακτώμενος αὐτὴν ταῦτα ἔλεγεν. Ὅτι γὰρ ἐκείνην παραμυθούμενος ταῦτα ἔφη, ἐπήγαγε· Τί κόπους παρέχετε τῇ γυναικί; Ὅτι γὰρ καὶ αὐτὸν ἀεὶ μεθ᾽ ἡμῶν ἔχομεν, φησίν· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐξ ὧν ἁπάντων δῆλον, ὅτι δι᾽ οὐδὲν ἕτερον ταῦτα ἐλέγετο, ἀλλ᾽ ἵνα τὴν πίστιν τῆς γυναικὸς τὴν τότε βλαστήσασαν μὴ καταμαράνῃ τῶν μαθητῶν ἡ ἐπιτίμησις. Μὴ τοίνυν ταῦτα εἰς μέσον φέρωμεν νῦν, ἃ διά τινα οἰκονομίαν εἴρηται· ἀλλὰ τοὺς νόμους ἅπαντας, τοὺς ἐν τῇ Καινῇ, τοὺς ἐν τῇ Παλαιᾷ περὶ ἐλεημοσύνης αὐτῷ κειμένους ἀναγνόντες, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιώμεθα τὴν σπουδήν.

Τοῦτο γὰρ ἁμαρτίας καθαίρει· Δότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Τοῦτο θυσίας μεῖζον· Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Τοῦτο τοὺς οὐρανοὺς ἀνοίγνυσιν· Αἱ εὐχαὶ γάρ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.

Τοῦτο παρθενίας ἀναγκαιότερον· οὕτω γὰρ ἐξεβλήθησαν τοῦ νυμφῶνος ἐκεῖναι, οὕτως αἱ ἄλλαι εἰσηνέχθησαν. Ἅπερ ἅπαντα συνειδότες σπείρωμεν φιλοτίμως, ἵνα μετὰ πλείονος θερίσωμεν δαψιλείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΑʹ. Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· «Διατί οἱ μαθηταί σου,» κ. τ. ἑ. αʹ. Τότε· πότε; Ὅτε τὰ μυρία σημεῖα εἰργάσατο, ὅτε τοὺς ἀῤῥώστους ἐθεράπευσεν ἐκ τῆς ἁφῆς τοῦ κρασπέδου.

Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται τὸν καιρὸν, ἵνα ἐνδείξηται τὴν ἄφατον αὐτῶν πονηρίαν οὐδενὶ εἴκουσαν. Τί δέ ἐστιν, Οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι; Πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, καὶ εἰς δώδεκα διῃρημένοι μέρη· ἀλλ᾽ οἱ τὴν μητρόπολιν ἔχοντες πονηρότεροι τῶν ἄλλων ἦσαν, ἅτε καὶ πλείονος ἀπολαύοντες τιμῆς, καὶ πολὺν κεκτημένοι τὸν τῦφον. Θέα δέ μοι πῶς καὶ ἀπὸ τῆς ἐρωτήσεως αὐτῆς ἁλίσκονται. Οὐδὲ γὰρ λέγουσι, Διατί παραβαίνουσι τὸν νόμον Μωϋσέως; ἀλλὰ, Τὴν παράδοσιν τῶν πρεσβυτέρων. Ὅθεν δῆλον, ὅτι πολλὰ ἐκαινοτόμουν οἱ ἱερεῖς, καίτοι Μωϋσέως μετὰ πολλοῦ τοῦ φόβου καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἐπισκήψαντος ὥστε μήτε προσθεῖναι, μήτε ἀφελεῖν. Οὐ προσθήσετε γὰρ, φησὶ, πρὸς τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ οὐκ ἀφελεῖτε ἀπ᾽ αὐτοῦ. Ἀλλ᾽ οὐδὲν ἧττον ἐκαινοτόμουν οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν, τὸ ποτήρια βαπτίζειν καὶ χαλκεῖα, τὸ καὶ αὐτοὺς βαπτίζεσθαι. Ὅτε γὰρ ἔδει λοιπὸν αὐτοὺς ἀπαλλαγῆναι τῶν παρατηρήσεων, τοῦ χρόνου προελθόντος, τότε αὐτοὺς μᾶλλον πλείοσιν ἔδησαν ταῖς παρατηρήσεσι, δεδοικότες μή τις αὐτῶν ἀφέληται τὴν ἀρχὴν, καὶ φοβερώτεροι εἶναι βουλόμενοι, ὡς δὴ καὶ αὐτοὶ νομοθέται.

Εἰς τοσοῦτον οὖν προῆλθε παρανομίας τὸ πρᾶγμα, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι ἐντολὰς, τὰς δὲ τοῦ Θεοῦ παραβαίνεσθαι· καὶ τοσοῦτον ἐκράτουν, ὥστε κατηγορίαν λοιπὸν τὸ πρᾶγμα εἶναι. Ὅπερ διπλοῦν κατ᾽ αὐτῶν ἔγκλημα ἦν, ὅτι τε ἐκαινοτόμουν, καὶ ὅτι οὕτως ἐξεδίκουν τὰ ἑαυτῶν, τοῦ Θεοῦ οὐδένα ποιούμενοι λόγον. Καὶ ἀφέντες τὰ ἄλλα εἰπεῖν, τοὺς ξέστας καὶ τὰ χαλκεῖα (καταγέλαστα γὰρ ἦν), ὃ τῶν ἄλλων μᾶλλον ἐδόκει λόγον ἔχειν, τοῦτο εἰς μέσον προφέρουσιν, οὕτως, ὡς ἔμοιγε δοκεῖ, εἰς ὀργὴν αὐτὸν ἐξάγειν βουλόμενοι. Διὸ καὶ τῶν πρεσβυτέρων ἐμνημόνευον, ἵνα ὡς ἐξουδενῶν αὐτοὺς παράσχῃ καθ᾽ ἑαυτοῦ λαβήν. Ἄξιον δὲ πρῶτον ἐξετάσαι, διατί καὶ οἱ μαθηταὶ χερσὶν ἀνίπτοις ἤσθιον. Τίνος οὖν ἕνεκεν οὕτως ἤσθιον; Οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ᾽ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτεσθαι νόμον ἔχοντες, ἀλλ᾽ ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες.

Οἱ γὰρ καὶ αὐτῆς τῆς ἀναγκαίας καταφρονοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν; Ἐπεὶ οὖν συνέβαινε πολλάκις τοῦτο ἀπὸ ταυτομάτου γίνεσθαι, οἷον ὡς ὅτε ἐν τῇ ἐρήμῳ ἤσθιον, ὡς ὅτε τοὺς ἀστάχυας ἔτιλλον ἀντ᾽ ἐγκλήματος αὐτὸ προβάλλονται, οἱ τὰ μεγάλα ἀεὶ παρατρέχοντες, καὶ τῶν περιττῶν πολὺν ποιούμενοι λόγον. Τί οὖν ὁ Χριστός; Οὐκ ἔστη πρὸς τοῦτο, οὐδὲ ἀπελογήσατο, ἀλλ᾽ εὐθέως ἀντεγκαλεῖ, κατασπῶν αὐτῶν τὴν παῤῥησίαν, καὶ δεικνὺς, ὅτι τὸν μεγάλα ἁμαρτάνοντα ὑπὲρ μικρῶν πρὸς ἑτέρους ἀκριβολογεῖσθαι οὐ χρή. Δέον γὰρ ὑμᾶς ἐγκαλεῖσθαι, φησὶ, καὶ ἐγκαλεῖτε; Σὺ δὲ παρατήρει, πῶς ὅταν τι βούληται λῦσαι τῶν νομίμων, ἐν τάξει ἀπολογίας αὐτὸ ποιεῖ· ὅπερ καὶ τότε ἐποίησεν. Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν παράβασιν ἔρχεται, οὐδὲ λέγει, Οὐδέν ἐστιν· ἦ γὰρ ἂν θρασυτέρους εἰργάσατο· ἀλλὰ πρῶτον ἐκκόπτει αὐτῶν τὴν θρασύτητα, τὸ πολλῷ μεῖζον ἔγκλημα εἰς μέσον ἄγων, καὶ εἰς τὴν ἐκείνων περιέλκων κεφαλήν. Καὶ οὔτε λέγει, ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ δῷ λαβὴν αὐτοῖς· οὔτε κακίζει τὸ γινόμενον, ἵνα μὴ βεβαιώσῃ τὸν νόμον· οὐδ᾽ αὖ πάλιν κατηγορεῖ τῶν πρεσβυτέρων, ὡς παρανόμων καὶ μιαρῶν· ἦ γὰρ ἂν ὡς λοίδορον καὶ ὑβριστὴν ἀπεστράφησαν· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἑτέραν ὁδὸν ἔρχεται.

Καὶ δοκεῖ μὲν αὐτοῖς ἐπιτιμᾷν τοῖς παραγενομένοις, καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων· τῶν μὲν πρεσβυτέρων οὐδαμοῦ μνημονεύων, ἐν δὲ τῇ πρὸς τούτους κατηγορίᾳ κἀκείνους καταβάλλων, καὶ δεικνὺς ὅτι διπλοῦν τὸ ἁμάρτημα, ὅτι καὶ τῷ Θεῷ οὐ πείθονται, καὶ δι᾽ ἀνθρώπους τοῦτο ποιοῦσιν· ὡσανεὶ ἔλεγε· Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπώλεσε, τὸ πάντα πείθεσθαι τοῖς πρεσβυτέροις. Ἀλλ᾽ οὐ λέγει οὕτω, τοῦτο δὲ αὐτὸ αἰνίττεται, οὕτως αὐτοῖς ἀποκριθείς· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς ἐνετείλατο· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.

βʹ. Καὶ οὐκ εἶπε, Τῶν πρεσβυτέρων, ἀλλ᾽, Ὑμῶν· καὶ, Ὑμεῖς λέγετε, καὶ οὐκ εἶπεν, Οἱ πρεσβύτεροι, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ παρανόμους ἠθέλησαν δεῖξαι τοὺς μαθητὰς, δείκνυσιν αὐτοὺς τοῦτο ποιοῦντας, τούτους δὲ ἀπηλλαγμένους ἐγκλήματος. Οὐ γὰρ δὴ νόμος τὸ ὑπὸ τῶν ἀνθρώπων ἐπιταχθὲν (διὸ καὶ παράδοσιν αὐτὸ καλεῖ), καὶ ἀνθρώπων μάλιστα παρανόμων. Καὶ ἐπειδὴ τοῦτο οὐκ ἦν ὑπεναντίον τῷ νόμῳ, τὸ κελεύειν τὰς χεῖρας νίπτειν, ἑτέραν παράδοσιν εἰς μέσον ἄγει, ἐναντιουμένην τῷ νόμῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπαίδευσαν τοὺς νέους εὐσεβείας σχήματι καταφρονεῖν τῶν πατέρων. Πῶς καὶ τίνι τρόπῳ; Εἴ τις τῶν γονέων εἶπε τῷ παιδὶ, Δός μοι τὸ πρόβατον τοῦτο ὃ ἔχεις, ἢ τὸν μόσχον, ἢ ἄλλο τι τοιοῦτον, ἔλεγον· Δῶρόν ἐστι τῷ Θεῷ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν. Καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο τὸ κακόν. Οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν, τούς τε γεγεννηκότας διὰ τὸν Θεὸν ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγεννηκότας. Ἀλλ᾽ οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρότερον τὸν νόμον ἀναγινώσκει, δι᾽ οὗ δείκνυσι σφόδρα βουλόμενον αὐτὸν τιμᾶσθαι γονέας. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.

Ἀλλ᾽ αὐτὸς ἐκεῖνο ἀφεὶς, τὸ κείμενον ἔπαθλον τοῖς τιμῶσι τοὺς γονέας, τὸ φοβερώτερον τίθησι, τὴν κόλασιν λέγω τὴν τοῖς ἀτιμάζουσιν ἠπειλημένην, καὶ αὐτοὺς καταπλῆξαι βουλόμενος, καὶ τοὺς νοῦν ἔχοντας ἐπισπάσασθαι· καὶ δείκνυσιν ἐντεῦθεν θανάτου ἀξίους ὄντας. Εἰ γὰρ ὁ ῥήματι ἀτιμάζων κολάζεται, πολλῷ μᾶλλον ὑμεῖς οἱ ἔργῳ· καὶ οὐ μόνον ἀτιμάζοντες, ἀλλὰ καὶ ἑτέρους τοῦτο διδάσκοντες.

Οἱ τοίνυν μηδὲ ζῇν ὀφείλοντες, πῶς ἐγκαλεῖτε τοῖς μαθηταῖς; Τί δὲ θαυμαστὸν, εἰ εἰς ἐμὲ τὸν τέως ἀγνοούμενον τοιαῦτα ὑβρίζετε, ὅταν καὶ εἰς τὸν πατέρα φαίνησθε τοιαῦτα ποιοῦντες; Πανταχοῦ γὰρ καὶ λέγει καὶ δείκνυσιν, ὅτι ἐκεῖθεν τῆς ἀπονοίας ἤρξαντο ταύτης.

Τινὲς δὲ καὶ ἑτέρως ἑρμηνεύουσι τὸ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· τουτέστιν, Οὐκ ὀφείλω σοι τιμὴν, ἀλλὰ χαρίζομαί σοι, ἂν ἄρα σε τιμήσω. Ἀλλ᾽ οὐκ ἂν ὁ Χριστὸς τοιαύτης ἐμνημόνευσεν ὕβρεως. Καὶ ὁ Μάρκος δὲ σαφέστερον τοῦτο ποιεῖ λέγων· Κορβᾶν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· ὅπερ οὐκ ἔστι δωρεὰ καὶ προὶξ, ἀλλὰ προσφορὰ κυρίως λέγεται. Δείξας τοίνυν, ὅτι οὐκ ἂν εἶεν δίκαιοι ἐγκαλεῖν παραβαίνουσιν ἐντολὴν πρεσβυτέρων οἱ τὸν νόμον καταπατοῦντες, δείκνυσι τοῦτο αὐτὸ καὶ ἀπὸ τοῦ προφήτου. Ἐπειδὴ γὰρ αὐτοὺς εἷλε σφοδρῶς, περαιτέρω πρόεισιν· ὃ δὴ πανταχοῦ ποιεῖ, τὰς Γραφὰς εἰς μέσον ἄγων, καὶ ταύτῃ δεικνὺς ἑαυτὸν συμβαίνοντα τῷ Θεῷ. Τί δὲ ὁ προφήτης φησίν; Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Εἶδες προφητείαν συμφωνοῦσαν τοῖς εἰρημένοις μετὰ ἀκριβείας, καὶ ἄνωθεν αὐτῶν προαναφωνουμένην τὴν κακίαν;

Ὅπερ γὰρ ὁ Χριστὸς ἐνεκάλεσε νῦν, τοῦτο καὶ ὁ Ἡσαΐας ἄνωθεν εἶπεν, ὅτι τῶν μὲν τοῦ Θεοῦ καταφρονοῦσι· Μάτην γὰρ σέβονταί με, φησίν· τῶν δὲ ἰδίων πολὺν ποιοῦνται λόγον· Διδάσκοντες γὰρ ἐντάλματα, διδασκαλίας ἀνθρώπων. Οὐκοῦν εἰκότως αὐτὰς οὐ τηροῦσι. Δοὺς τοίνυν αὐτοῖς καιρίαν τὴν πληγὴν, καὶ ἀπὸ τῶν πραγμάτων, καὶ ἀπὸ τῆς οἰκείας ψήφου, καὶ ἀπὸ τοῦ προφήτου τὴν κατηγορίαν αὐξήσας, ἐκείνοις μὲν οὐδὲν διαλέγεται, ἀδιορθώτως λοιπὸν ἔχουσι, τὸν δὲ λόγον τρέπει πρὸς τοὺς ὄχλους, ὥστε τὸ δόγμα εἰσενεγκεῖν ὑψηλὸν καὶ μέγα ὂν, καὶ πολλῆς φιλοσοφίας γέμον· καὶ λαβὼν ἀφορμὴν ἀπ᾽ ἐκείνου, τὸ μεῖζον ἐνυφαίνει λοιπὸν, καὶ τὴν τῶν βρωμάτων παρατήρησιν ἐκβάλλων. Ἀλλ᾽ ὅρα πότε. Ὅτε τὸν λεπρὸν ἐκάθηρεν, ὅτε τὸ σάββατον ἔλυσεν, ὅτε γῆς καὶ θαλάττης βασιλέα ἑαυτὸν ἀπέφηνεν, ὅτε ἐνομοθέτησεν, ὅτε ἁμαρτήματα ἀφῆκεν, ὅτε νεκροὺς ἤγειρεν, ὅτε πολλὰ τῆς θεότητος αὐτοῦ δείγματα παρέσχεν αὐτοῖς, τότε περὶ βρωμάτων διαλέγεται.

γʹ. Καὶ γὰρ ὁ πᾶς Ἰουδαϊσμὸς ἐν τούτῳ συνέχεται· κἂν τοῦτο ἀνέλῃς, καὶ τὸ πᾶν ἀνεῖλες. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι καὶ περιτομὴν δεῖ λύειν. Ἀλλ᾽ αὐτὸς μὲν τοῦτο προηγουμένως οὐκ εἰσηγεῖται, ἐπειδὴ τῶν ἄλλων ἐντολῶν πρεσβύτερον ἦν, καὶ πλείονα εἶχε τὴν ὑπόληψιν· διὰ δὲ τῶν μαθητῶν αὐτὸ νομοθετεῖ. Οὕτω γὰρ μέγα ἦν, ὅτι καὶ οἱ μαθηταὶ μετὰ τοσοῦτον χρόνον βουλόμενοι αὐτὸ ἀνελεῖν, πρότερον αὐτὸ μεταχειρίζονται, καὶ οὕτω καταλύουσιν. Ὅρα δὲ πῶς εἰσάγει τὸν νόμον. Προσκαλεσάμενος γὰρ τοὺς ὄχλους εἶπεν αὐτοῖς· Ἀκούσατε καὶ συνίετε. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῖς ἀποφαίνεται, ἀλλὰ τῇ τιμῇ καὶ τῇ θεραπείᾳ πρῶτον εὐπαράδεκτον ποιεῖ τὸν λόγον (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, Προσκαλεσάμενος)· ἔπειτα καὶ τῷ καιρῷ. Μετὰ γὰρ τὸν ἐκείνων ἔλεγχον καὶ τὴν νίκην τὴν κατ᾽ αὐτῶν, καὶ τὴν παρὰ τοῦ προφήτου κατηγορίαν, τότε ἄρχεται τῆς νομοθεσίας, ὅτε καὶ εὐκολώτερον κατεδέχοντο τὰ λεγόμενα. Καὶ οὐχ ἁπλῶς αὐτοὺς προσκαλεῖται, ἀλλὰ καὶ προσεκτικωτέρους ποιεῖ. Συνίετε γὰρ, φησί· τουτέστι, Νοήσατε, διανάστητε· τοιοῦτος γὰρ ὁ μέλλων γράφεσθαι νόμος. Εἰ γὰρ αὐτοὶ τὸν νόμον ἔλυσαν, καὶ παρὰ καιρὸν, διὰ τὴν ἰδίαν παράδοσιν, καὶ ἠκούσατε· πολλῷ μᾶλλον ἐμοῦ ἀκούειν χρὴ τοῦ κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ μείζονα ὑμᾶς ἄγοντος φιλοσοφίαν.

Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστιν ἡ παρατήρησις τῶν βρωμάτων, οὐδ᾽ ὅτι Μωϋσῆς κακῶς προσέταξεν, οὐδ᾽ ὅτι συγκαταβαίνων· ἀλλ᾽ ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως τὴν μαρτυρίαν λαβὼν, φησίν· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος· ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγων, καὶ νομοθετῶν, καὶ ἀποφαινόμενος.

Καὶ ταῦτα ἀκούοντες οὐδὲν ἀντεῖπον ἐκεῖνοι, οὐδὲ εἶπον· Τί λέγεις; τοῦ Θεοῦ μυρία παραγγείλαντος περὶ βρωμάτων παρατηρήσεως, σὺ τοιαῦτα νομοθετεῖς; ἀλλ᾽ ἐπειδὴ σφόδρα αὐτοὺς ἐπεστόμισεν, οὐ τῷ ἐλέγξαι μόνον, ἀλλὰ καὶ τῷ τὸν δόλον αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ τὸ λάθρα γινόμενον παρ᾽ αὐτῶν ἐκπομπεῦσαι, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἀνακαλύψαι, ἐπιστομισθέντες ἀπῆλθον. Σὺ δέ μοι σκόπει, πῶς οὐδέπω θαῤῥεῖ σαφῶς κατατολμῆσαι τῶν βρωμάτων. Διὰ τοῦτο οὐδὲ εἶπε, Τὰ βρώματα, ἀλλ᾽, Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον· ὅπερ εἰκὸς ἦν καὶ περὶ τῶν ἀνίπτων χειρῶν ὑποπτεύειν. Αὐτὸς μὲν γὰρ περὶ βρωμάτων ἔλεγεν, ἐνοήθη δ᾽ ἂν καὶ περὶ τούτων. Τοσαύτη γὰρ ἦν ἡ παρατήρησις τῶν βρωμάτων, ὡς καὶ μετὰ τὴν ἀνάστασιν τὸν Πέτρον εἰπεῖν· Οὐχὶ, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Εἰ γὰρ καὶ δι᾽ ἑτέρους ταῦτα ἔλεγε, καὶ ὥστε καταλιπεῖν ἑαυτῷ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ἵνα δείξῃ ὅτι καὶ ἀντεῖπε, καὶ οὐδὲ οὕτω συνεχωρήθη, ὅμως δείκνυσι πολλὴν οὖσαν τοῦ πράγματος τὴν ὑπόνοιαν. Διά τοι τοῦτο καὶ αὐτὸς ἐξ ἀρχῆς οὐ φανερῶς εἶπε περὶ βρωμάτων, ἀλλὰ, Τὰ εἰσερχόμενα εἰς τὸ στόμα· καὶ πάλιν, ὅτε σαφέστερον ἔδοξεν ὕστερον λέγειν, ἀπὸ τοῦ τέλους αὐτὸ συνεσκίασεν εἰπών· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἵνα δόξῃ ἐντεῦθεν τὴν ἀρχὴν εἰληφέναι, καὶ περὶ αὐτοῦ διαλέγεσθαι τέως.

Διὰ τοῦτο οὐκ εἶπε· Τὸ δὲ βρώματα φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἀλλ᾽ ὡς περὶ ἐκείνου διαλεγόμενος, ἵνα μηδὲν ἔχωσιν ἀντειπεῖν ἐκεῖνοι. Ταῦτα τοίνυν ἀκούσαντες ἐσκανδαλίσθησαν, φησὶν, οἱ Φαρισαῖοι, οὐχ οἱ ὄχλοι.

Προσελθόντες γὰρ, φησὶν, οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; Καίτοιγε οὐδὲν πρὸς αὐτοὺς εἴρητο. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ σκάνδαλον ἐκείνοις, ἀλλ᾽ ἐπετίμησε, λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.

Οἶδε γὰρ καὶ καταφρονεῖν σκανδάλων, καὶ μὴ καταφρονεῖν. Ἀλλαχοῦ γοῦν φησιν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ἐνταῦθα δέ φησιν· Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ταῦτα δὲ ἔλεγον οἱ μαθηταὶ, οὐχ ὡς ὑπὲρ ἐκείνων ἀλγοῦντες μόνον, ἀλλὰ καὶ αὐτοὶ ἠρέμα θορυβούμενοι. Ἐπειδὴ δὲ οὐκ ἐτόλμων εἰπεῖν ἐξ οἰκείου προσώπου τοῦτο, ἐν τῇ περὶ ἑτέρων διηγήσει μανθάνειν ἐβούλοντο. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος προσελθών φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύπτων, καὶ φανερῶς μὲν οὐ τολμῶν εἰπεῖν, ὅτι Σκανδαλίζομαι, ἀξιῶν δὲ διὰ τῆς ἑρμηνείας ἀπαλλαγῆναι τοῦ θορύβου· διὸ καὶ ἐπετιμᾶτο. Τί οὖν ὁ Χριστός φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Τοῦτο περὶ τοῦ νόμου φασὶν εἰρῆσθαι οἱ τὰ Μανιχαίων νοσοῦντες· ἀλλ᾽ ἐπιστομίζει τὰ ἔμπροσθεν εἰρημένα αὐτούς. Εἰ γὰρ περὶ τοῦ νόμου ἔλεγε, πῶς ἀνωτέρω ἀπολογεῖται ὑπὲρ αὐτοῦ καὶ μάχεται λέγων· Διατί παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; πῶς δὲ τὸν προφήτην παράγει εἰς μέσον; Ἀλλὰ περὶ αὐτῶν ἐκείνων καὶ τῶν παραδόσεων αὐτῶν ταῦτά φησιν.

Εἰ γὰρ ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· πῶς οὐκ ἔστι φυτεία Θεοῦ τὸ παρὰ Θεοῦ εἰρημένον;

δʹ. Καὶ τὸ ἑξῆς δὲ δείκνυσιν, ὅτι περὶ αὐτῶν εἴρηται καὶ τῶν παραδόσεων αὐτῶν. Ἐπήγαγε γοῦν· Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Εἰ δὲ περὶ τοῦ νόμου ἔλεγε τοῦτο, εἶπεν ἄν· Ὁδηγός ἐστι τυφλὸς τυφλῶν. Ἀλλ᾽ οὐχ οὕτως εἶπεν, ἀλλ᾽, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, ἐκεῖνον μὲν ἀπαλλάττων τῆς κατηγορίας, εἰς δὲ τούτους τὸ πᾶν περιέλκων. Εἶτα καὶ τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρον ἐμπίπτειν δι᾽ αὐτοὺς, φησί· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Μέγα μὲν κακὸν καὶ τυφλὸν εἶναι· τὸ δὲ καὶ τοιοῦτον ὄντα μήτε ἔχειν τὸν χειραγωγὸν, καὶ ὁδηγοῦ τάξιν ἐπέχειν, διπλοῦν καὶ τριπλοῦν ἔγκλημα. Εἰ γὰρ τὸ μὴ ἔχειν ὁδηγὸν τὸν τυφλὸν ἐπισφαλὲς, πολλῷ μᾶλλον τὸ καὶ ἑτέρῳ τοῦτο βούλεσθαι εἶναι. Τί οὖν ὁ Πέτρος; Οὐ λέγει, Τί ποτέ ἐστι τοῦτο ὃ εἴρηκας; ἀλλ᾽ ὡς ἀσαφείας γέμον ἐρωτᾷ. Καὶ οὐ λέγει· Διατί παράνομον εἶπας; ἐδεδοίκει γὰρ, ἵνα μὴ νομισθῇ ἐσκανδαλίσθαι· ἀλλ᾽ ἀσαφείας τοῦτο εἶναί φησιν. Ὅτι δὲ οὐκ ἦν ἀσαφείας, ἀλλ᾽ ἐσκανδαλίζετο, δῆλον· οὐδὲν γὰρ ἀσαφείας εἶχε. Διὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οἱ μὲν γὰρ ὄχλοι οὐδὲ συνῆκαν ἴσως τὸ λεχθέν· αὐτοὶ δὲ ἦσαν οἱ σκανδαλισθέντες.

Διὸ παρὰ μὲν τὴν ἀρχὴν, ὡς ὑπὲρ τῶν Φαρισαίων δῆθεν ἐρωτῶντες, ἐβούλοντο μαθεῖν· ἐπειδὴ δὲ ἤκουσαν αὐτοῦ μεγάλην ἀπειλὴν ἀπειλοῦντος καὶ λέγοντος, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται, καὶ, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, κατεστάλησαν· Ὁ δὲ πανταχοῦ θερμὸς οὐδὲ οὕτως ἀνέχεται σιγῆσαι, ἀλλά φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιπληκτικῶς ἀποκρίνεται· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε; Ταῦτα δὲ ἔλεγε καὶ ἐπετίμα, ὥστε τὴν πρόληψιν ἐκβαλεῖν· οὐ μὴν ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἕτερα ἐπάγει λέγων· Ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, βλασφημίαι, ψευδομαρτυρίαι· καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τὸ δὲ ἀνίπτοις χερσὶν ἐσθίειν, οὐ κοινοῖ τὸν ἄνθρωπον. Εἶδες πῶς αὐτοῖς σφοδρῶς κέχρηται καὶ ἐπιτιμητικῶς; Εἶτα κατασκευάζει τὸ εἰρημένον ἀπὸ τῆς κοινῆς φύσεως, καὶ πρὸς τὴν θεραπείαν τὴν ἐκείνων. Ὅταν γὰρ εἴπῃ, Εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται, ἔτι κατὰ Ἰουδαϊκὴν ταπεινότητα ἀποκρίνεται. Λέγει γὰρ ὅτι οὐ μένει, ἀλλ᾽ ἐξέρχεται.

Καίτοι καὶ εἰ ἔμενεν, οὐκ ἐποίει ἀκάθαρτον. Ἀλλ᾽ οὐδέπω τοῦτο δυνατοὶ ἦσαν ἀκοῦσαι.

Διὰ γοῦν τοῦτο καὶ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφίησιν, ὅσον ἂν ἔνδον μένῃ· ὅταν δὲ ἐξέλθῃ, οὐκέτι. Ἐν ἑσπέρᾳ γοῦν κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι, τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν, καὶ τῆς ἐκκρίσεως. Τὰ δὲ τῆς καρδίας, φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ, οὐ μένοντα μόνον. Καὶ πρότερον τίθησι τοὺς πονηροὺς διαλογισμοὺς, ὅπερ ἦν Ἰουδαϊκόν· καὶ οὐδέπω ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ποιεῖται τὸν ἔλεγχον, ἀλλ᾽ ἀπὸ τοῦ τόκου τῆς κοιλίας καὶ τῆς καρδίας, καὶ ἐκ τοῦ τὰ μὲν μένειν, τὰ δὲ μὴ μένειν. Τὰ μὲν γὰρ, ἔξωθεν εἰσιόντα, ἔξω πάλιν ἄπεισιν· τὰ δὲ ἔνδοθεν τίκτεται, καὶ ἐξελθόντα κοινοῖ, καὶ τότε μᾶλλον, ὅταν ἐξέλθῃ. Οὔπω γὰρ ἦσαν δυνατοὶ, ὅπερ ἔφην, ἀκοῦσαι μετὰ τῆς προσηκούσης φιλοσοφίας ταῦτα. Ὁ δὲ Μάρκος φησὶν, ὅτι καθαρίζων τὰ βρώματα, ταῦτα ἔλεγεν· οὐ μὴν ἐνέφηνεν, οὐδὲ εἶπε, Τὸ δὲ βρώματα τοιάδε φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· οὔτε γὰρ ἠνείχοντο σαφῶς οὕτως αὐτοῦ ἀκοῦσαι. Διὸ καὶ ἐπήγαγε· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. Μάθωμεν τοίνυν τίνα ἐστὶ τὰ κοινοῦντα τὸν ἄνθρωπον· μάθωμεν, καὶ φύγωμεν.

Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοιοῦτον ὁρῶμεν ἔθος κρατοῦν παρὰ τοῖς πολλοῖς, καὶ ὅπως μὲν ἐν καθαροῖς εἰσέλθοιεν ἱματίοις σπουδάζοντας, καὶ ὅπως τὰς χεῖρας νίψαιντο· ὅπως δὲ ψυχὴν καθαρὰν παραστήσαιεν τῷ Θεῷ, οὐδένα ποιουμένους λόγον. Καὶ ταῦτα λέγω, οὐ κωλύων ὥστε χεῖρας νίπτειν, οὐδὲ στόμα· ἀλλὰ βουλόμενος οὕτω νίπτειν, ὡς προσήκει, οὐχ ὕδατι μόνον, ἀλλ᾽ ἀντὶ τοῦ ὕδατος ταῖς ἀρεταῖς. Ῥύπος γὰρ στόματος, κακηγορία, βλασφημία, λοιδορία, ὀργίλα ῥήματα, αἰσχρολογία, γέλως, εὐτραπελία. Εἰ τοίνυν σύνοιδας σαυτῷ μηδὲν τούτων φθεγγομένῳ, μηδὲ ῥυπῶντι τὸν ῥύπον τοῦτον, πρόσελθε θαῤῥῶν· εἰ δὲ μυριάκις ταύτας ἐδέξω τὰς κηλῖδας, τί ματαιοπονεῖς, ὕδατι μὲν περικλύζων τὴν γλῶτταν, τὸν δὲ ὀλέθριον καὶ βλαβερὸν περιφέρων ἐν αὐτῇ ῥύπον;

εʹ. Εἰπὲ γάρ μοι, εἰ κόπρον ἐν ταῖς χερσὶν εἶχες καὶ βόρβορον, ἆρα ἂν ἐτόλμησας εὔξασθαι; Οὐδαμῶς. Καὶ μὴν τοῦτο οὐδεμία βλάβη· ἐκεῖνο δὲ ὄλεθρος. Πῶς οὖν ἐν μὲν τοῖς ἀδιαφόροις εὐλαβὴς, ἐν δὲ τοῖς κεκωλυμένοις ῥᾴθυμος; Τί οὖν; οὐ δεῖ προσεύχεσθαι; φησί. Δεῖ μὲν, ἀλλ᾽ οὐχὶ ῥυπῶντα, οὐδὲ τοιοῦτον ἔχοντα βόρβορον. Τί οὖν, ἐὰν προληφθῶ; φησί. Κάθαρον σαυτόν. Πῶς καὶ τίνι τρόπῳ; Κλαῦσον, στέναξον, δὸς ἐλεημοσύνην, ἀπολόγησαι τῷ ὑβρισμένῳ, κατάλλαξον σαυτῷ διὰ τούτων, ἀπόσμηξον τὴν γλῶτταν, ἵνα μὴ μειζόνως παροξύνῃς τὸν Θεόν. Καὶ γὰρ εἴ τις κόπρου τὰς χεῖρας πληρώσας, οὕτω σου κατέσχε τοὺς πόδας ἱκετεύων, οὐ μόνον οὐκ ἂν ἤκουσας, ἀλλὰ καὶ τῷ ποδὶ ἐλάκτισας· πῶς οὖν σὺ τολμᾷς οὕτω Θεῷ προσιέναι; Καὶ γὰρ χείρ ἐστιν ἡ γλῶττα τῶν εὐχομένων, καὶ δι᾽ αὐτῆς κατέχομεν τὰ γόνατα τοῦ Θεοῦ. Μὴ τοίνυν μολύνῃς αὐτὴν, ἵνα μὴ καὶ πρὸς σὲ εἴπῃ· Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Καὶ γὰρ Ἐν χειρὶ γλώσσης ζωὴ καὶ θάνατος· καὶ, Ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου κατακριθήσῃ. Μᾶλλον τοίνυν τῆς κόρης φύλαττε τὴν γλῶτταν. Ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα. Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν, καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύσεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται.

Σὺ δὲ ἀπὸ μὲν συνουσίας ὢν τῆς σαυτοῦ γυναικὸς, οὐ τολμᾷς εὔξασθαι, καίτοιγε οὐδὲ ἔγκλημα τοῦτο· ἀπὸ δὲ λοιδορίας ὢν καὶ ὕβρεως, ὃ καὶ γέενναν προξενεῖ, πρὶν ἢ καθᾶραι σαυτὸν καλῶς, ἀνατείνεις τὰς χεῖρας; καὶ πῶς οὐ φρίττεις; εἰπέ μοι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος;

Εἰ δὲ ἀπὸ τῆς ἀμιάντου κοίτης ἀνιστάμενος οὐ τολμᾷς εὐχῇ προσελθεῖν, ἀπὸ τῆς κοίτης ὢν τῆς διαβολικῆς πῶς καλεῖς τὸ φρικτὸν ὄνομα ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ κοίτη διαβολικὴ, τὸ ἐν ὕβρεσι πλύνεσθαι καὶ λοιδορίαις. Καὶ καθάπερ πονηρός τις μοιχὸς, ὁ θυμὸς μετὰ πολλῆς ἡμῖν συγγίνεται τῆς ἡδονῆς, τὰ ὀλέθρια προϊέμενος ἐν ἡμῖν σπέρματα, καὶ τὴν διαβολικὴν ποιῶν ἀποτίκτειν ἔχθραν, καὶ ἀπεναντίας τῷ γάμῳ πάντα ἐργαζόμενος.

Ὁ μὲν γὰρ γάμος τοὺς δύο ποιεῖ σάρκα γενέσθαι μίαν· ὁ δὲ θυμὸς τοὺς ἡνωμένους εἰς πολλὰ διαιρεῖ μέρη, καὶ αὐτὴν κατασχίζει καὶ κατατέμνει τὴν ψυχήν. Ἵν᾽ οὖν μετὰ παῤῥησίας τῷ Θεῷ προσίῃς, μὴ δέξῃ τὸν θυμὸν ἐπεισιόντα σοι, καὶ συγγενέσθαι βουλόμενον· ἀλλ᾽ ὥσπερ κύνα λυττῶντα ἀπέλασον. Οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσεν. Ἐπαίροντας γὰρ, φησὶν, ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Μὴ δὴ καταισχύνῃς τὴν γλῶτταν· ἐπεὶ πῶς ὑπὲρ σοῦ δεηθήσεται, ὅταν τὴν οἰκείαν παῤῥησίαν ἀπολέσῃ; ἀλλὰ κόσμησον αὐτὴν ἐπιεικείᾳ, ταπεινοφροσύνῃ· ποίησον ἀξίαν τοῦ παρακαλουμένου Θεοῦ· εὐλογίας αὐτὴν ἔμπλησον, ἐλεημοσύνης πολλῆς. Ἔστι γὰρ καὶ διὰ ῥημάτων ἐλεημοσύνην ποιεῖν. Κρεῖττον γὰρ λόγος, ἢ δόσις· καὶ, Ἀποκρίθητι τῷ πτωχῷ ἐν πραΰτητι εἰρηνικά. Καὶ τὸν ἄλλον δὲ ἅπαντα χρόνον τῇ διηγήσει τῶν θείων καλλώπιζε νόμων. Πᾶσα γὰρ ἡ διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Οὕτως ἑαυτοὺς κοσμήσαντες προσερχώμεθα τῷ Βασιλεῖ, καὶ πίπτωμεν ἐπὶ γόνατα, μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἐννοήσωμεν τίνι πρόσιμεν, καὶ ὑπὲρ τίνων, καὶ τί βουλόμενοι ἀνύσαι. Θεῷ πρόσιμεν, ὃν τὰ Σεραφὶμ ἰδόντα τὰς ὄψεις ἀπέστρεψεν, οὐ φέροντα τὴν λαμπηδόνα· ὃν ἡ γῆ βλέπουσα τρέμει. Θεῷ πρόσιμεν, τῷ φῶς οἰκοῦντι ἀπρόσιτον.

Καὶ πρόσιμεν ὑπὲρ γεέννης ἀπαλλαγῆς, ὑπὲρ ἁμαρτημάτων ἀφέσεως, ὑπὲρ τοῦ λυθῆναι τὰς ἀφορήτους ἡμῖν τιμωρίας ἐκείνας, ὑπὲρ τοῦ τῶν οὐρανῶν τυχεῖν καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖ.

ϛʹ. Προσπέσωμεν τοίνυν καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ, ἵνα αὐτὸς ἡμᾶς ἀναστήσῃ κειμένους· μετὰ ἐπιεικείας διαλεχθῶμεν καὶ πραότητος ἁπάσης. Καὶ τίς οὕτως ἄθλιος, φησὶ, καὶ ταλαίπωρος, ὡς ἐν εὐχῇ μὴ γενέσθαι ἐπιεικής; Ὁ μετὰ ἀρᾶς εὐχόμενος, καὶ θυμοῦ πληρῶν ἑαυτὸν, καὶ τῶν ἐχθρῶν καταβοῶν. Εἰ γὰρ βούλει κατηγορεῖν, σαυτοῦ κατηγόρει. Εἰ βούλει τὴν γλῶτταν ἀκονᾷν καὶ θήγειν, κατὰ τῶν σῶν ἁμαρτημάτων.

Καὶ μὴ τί ἕτερός σε εἰργάσατο κακὸν εἴπῃς, ἀλλὰ τί σὺ σαυτὸν εἰργάσω· τοῦτο γὰρ μάλιστά ἐστι κακόν. Οὐδὲ γὰρ ἕτερός σέ τις ἀδικῆσαι δυνήσεται, ἂν μὴ σὺ σαυτὸν ἀδικῇς. Ὥστε εἰ κατὰ τῶν ἀδικούντων γενέσθαι βούλει, κατὰ σαυτοῦ πρόσελθε πρῶτον· οὐδεὶς ὁ κωλύων· ὡς ἂν κατὰ ἑτέρου προσέλθῃς, μείζονα ἀδικηθεὶς ἀπῆλθες. Τίνα δὲ ὅλως καὶ ἀδικίαν ἔχεις εἰπεῖν;

Ὅτι ὁ δεῖνα ὕβρισε, καὶ ἥρπασε, καὶ κινδύνοις περιέβαλεν; Ἀλλὰ τοῦτο οὐκ ἔστιν ἠδικῆσθαι, ἀλλ᾽ ἐὰν νήφωμεν, καὶ ὠφελεῖσθαι τὰ μέγιστα. Ὁ γὰρ ἠδικημένος ὁ τὰ τοιαῦτα ποιήσας ἐστὶν, οὐχ ὁ παθών. Καὶ τοῦτο μάλιστά ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ ἴσμεν τίς ποτέ ἐστιν ὁ ἀδικούμενος, καὶ τίς ὁ ἀδικῶν.

Ὡς εἰ τοῦτο ᾔδειμεν καλῶς, οὐκ ἂν ἑαυτούς ποτε ἠδικήσαμεν, οὐκ ἂν καθ᾽ ἑτέρου ηὐξάμεθα, μαθόντες ὅτι παρ᾽ ἑτέρου ἀδύνατον παθεῖν κακῶς. Οὐδὲ γὰρ τὸ ἁρπάζεσθαι, ἀλλὰ τὸ ἁρπάζειν κακόν. Ὥστε εἰ μὲν ἥρπασας, κατηγόρει σαυτοῦ· εἰ δὲ ἡρπάγης, καὶ εὔχου ὑπὲρ τοῦ ἡρπακότος, ὅτι σε τὰ μέγιστα ὤνησεν. Εἰ γὰρ καὶ μὴ τοιαύτη ἡ γνώμη τοῦ πεποιηκότος, ἀλλὰ σὺ τὰ μέγιστα ὠφελήθης, ἂν γενναίως ἐνέγκῃς. Ἐκεῖνον μὲν γὰρ καὶ οἱ ἄνθρωποι καὶ οἱ θεῖοι ταλανίζουσι νόμοι· σὲ δὲ τὸν ἠδικημένον καὶ στεφανοῦσι καὶ ἀνακηρύττουσιν. Οὐδὲ γὰρ εἰ πυρέττων τις ἥρπασε παρά τινος ἀγγεῖον ὕδωρ ἔχον, καὶ ἐνεφορήθη τῆς βλαβερᾶς ἐπιθυμίας, τὸν ἁρπαγέντα εἴποιμεν ἂν ἠδικῆσθαι, ἀλλὰ τὸν ἁρπάσαντα· τὸν γὰρ πυρετὸν ηὔξησε, καὶ τὴν νόσον χαλεπωτέραν ἐποίησε.

Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ φιλοχρημάτου καὶ φιλαργύρου λογίζου. Καὶ γὰρ οὗτος πυρέττων πολλῷ χαλεπώτερον ἐκείνου, διὰ τῆς ἁρπαγῆς ταύτης τὴν φλόγα ἀνῆψε τὴν ἑαυτοῦ. Καὶ ξίφος δὲ εἴ τις μαινόμενος ἁρπάσας παρ᾽ ὁτουοῦν ἑαυτὸν διεχειρίσατο, τίς ἦν ὁ ἠδικημένος πάλιν; ὁ ἁρπαγεὶς, ἢ ὁ ἁρπάσας; Εὔδηλον ὅτι ὁ ἁρπάσας.

Οὐκοῦν καὶ ἐπὶ τῆς τῶν χρημάτων ἁρπαγῆς τὸ αὐτὸ τοῦτο ψηφιζώμεθα. Ὅπερ γὰρ μαινομένῳ ξίφος, τοῦτο καὶ φιλαργύρῳ πλοῦτος· μᾶλλον δὲ καὶ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος, τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι᾽ ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ᾽ ἑκάστην δέχεται τὴν ἡμέραν, οὐκ ἀπαλλάττων τῆς μανίας ἑαυτὸν, ἀλλ᾽ ἐπιτείνων μειζόνως· καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέραις παρέχει πληγαῖς χαλεπωτέραις.

Ταῦτ᾽ οὖν ἐννοοῦντες, φύγωμεν τουτὶ τὸ ξίφος, φύγωμεν τὴν μανίαν, κἂν ὀψέ ποτε σωφρονήσωμεν. Καὶ γὰρ καὶ ταύτην τὴν ἀρετὴν σωφροσύνην δεῖ καλεῖν, οὐχ ἧττον ἐκείνης τῆς παρὰ πᾶσι νενομισμένης. Ἐκεῖ μὲν γὰρ πρὸς μίαν ἐπιθυμίας τυραννίδα ἡ πάλη γίνεται· ἐνταῦθα δὲ πολλῶν καὶ παντοδαπῶν ἐπιθυμιῶν περιγίνεσθαι δεῖ. Οὐδὲν γὰρ, οὐδὲν ἀφρονέστερον τοῦ χρημάτων δούλου. Δοκεῖ κρατεῖν, κρατούμενος· δοκεῖ κύριος εἶναι, δοῦλος ὤν· καὶ δεσμὰ περιτιθεὶς ἑαυτῷ, χαίρει· χαλεπώτερον τὸ θηρίον ἐργαζόμενος, εὐφραίνεται· καὶ αἰχμάλωτος γινόμενος, ἀγάλλεται καὶ πηδᾷ· καὶ ὁρῶν κύνα λυττῶντα καὶ ἐφαλλόμενον αὐτοῦ τῇ ψυχῇ, δῆσαι δέον καὶ λιμῷ τῆξαι, ὁ δὲ καὶ ἄφθονον αὐτῷ παρέχει τροφὴν, ἵνα μειζόνως ἐφάλληται καὶ φοβερώτερος ᾖ. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, λύσωμεν τὰ δεσμὰ, ἀνέλωμεν τὸ θηρίον, ἀπελάσωμεν τὴν νόσον, ἐκβάλωμεν τὴν μανίαν ταύτην, ἵνα γαλήνης ἀπολαύσωμεν καὶ ὑγιείας καθαρᾶς, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὸν εὔδιον καταπλεύσαντες λιμένα, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐτῷ λέγουσα· «Ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.» αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι οὐκ ἠδυνήθη λαθεῖν, ἐλθὼν εἰς τὴν οἰκίαν. Τί δὲ ὅλως ἀπῄει εἰς τὰ μέρη ταῦτα;

Ὅτε τῆς τῶν βρωμάτων παρατηρήσεως ἀπήλλαξε, τότε καὶ τοῖς ἔθνεσι θύραν ἀνοίγει λοιπὸν ὁδῷ προβαίνων· ὥσπερ οὖν καὶ Πέτρος, πρότερον τοῦτον ἐπιταγεὶς λῦσαι τὸν νόμον, πέμπεται πρὸς τὸν Κορνήλιον. Εἰ δὲ λέγοι τις, Πῶς οὖν τοῖς μαθηταῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ταύτην προσίεται; πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐχ ὅπερ ἐπέταξε τοῖς μαθηταῖς, τούτῳ καὶ αὐτὸς ὑπεύθυνος ἦν· δεύτερον δὲ, ὅτι οὐδὲ ὡς κηρύξων ἀπῆλθεν· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι καὶ ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν Ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ᾽ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶν πραγμάτων ἦν· οὕτω τὸ προσερχομένους διώκειν ἀνάξιον αὐτοῦ τῆς φιλανθρωπίας. Εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει. Ὅρα γοῦν πῶς ἐστιν εὐεργεσίας ἁπάσης ἀξία ἡ γυνή. Οὐδὲ γὰρ ἐτόλμησεν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα, φοβουμένη καὶ ἀναξίαν ἑαυτὴν τιθεμένη.

Ὅτι γὰρ, εἰ μὴ τοῦτο ἦν, ἐκεῖ παρεγένετο ἂν, δῆλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τοῦ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν. Τινὲς δὲ καὶ ἀλληγοροῦντές φασιν, ὅτι, ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία, καὶ αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα. Ἐπιλάθου γὰρ, φησὶ, τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθε, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις.

Ἰδοὺ γὰρ γυνὴ Χαναναία, φησὶν, ἐξελθοῦσα ἐκ τῶν ὁρίων αὐτῆς. Κατηγορεῖ τῆς γυναικὸς ὁ εὐαγγελιστὴς, ἵνα δείξῃ τὸ θαῦμα, καὶ αὐτὴν ἀνακηρύξῃ μειζόνως. Καὶ γὰρ ἀκούσας Χαναναίαν, ἀναμνήσθητι τῶν παρανόμων ἐκείνων ἐθνῶν, οἳ καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν. Μνησθεὶς δὲ αὐτῶν, ἐννόει καὶ τῆς τοῦ Χριστοῦ παρουσίας τὴν δύναμιν. Οἱ γὰρ ἐκβληθέντες, ἵνα μὴ διαστρέψωσιν Ἰουδαίους, οὗτοι τοσοῦτον τῶν Ἰουδαίων ἐφάνησαν ἐπιτηδειότεροι, ὡς καὶ ἐξιέναι ἐκ τῶν ὁρίων, καὶ προσιέναι τῷ Χριστῷ, ἐκείνων καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἐλαυνόντων. Προσελθοῦσα τοίνυν οὐδὲν ἕτερόν φησιν, ἀλλ᾽, Ἐλέησόν με, καὶ πολὺ διὰ τῆς κραυγῆς περιίστησι τὸ θέατρον. Καὶ γὰρ ἦν θέαμα ἐλεεινὸν, γυναῖκα ἰδεῖν βοῶσαν μετὰ συμπαθείας τοσαύτης, καὶ γυναῖκα μητέρα, καὶ ὑπὲρ θυγατρὸς δεομένην, καὶ θυγατρὸς οὕτω κακῶς διακειμένης. Οὐδὲ γὰρ ἐτόλμησεν εἰς ὄψιν τοῦ Διδασκάλου τὴν δαιμονῶσαν ἀγαγεῖν· ἀλλ᾽ ἀφεῖσα οἴκοι κεῖσθαι, αὕτη τίθησι τὴν ἱκετηρίαν.

Καὶ λέγει τὸ πάθος μόνον, καὶ οὐδὲν πλέον προστίθησιν, οὐδὲ ἕλκει τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, καθάπερ ὁ βασιλικὸς ἐκεῖνος, λέγων· Ἐλθὼν ἐπίθες τὴν χεῖρά σου καὶ, Κατάβηθι πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου.

Ἀλλὰ καὶ τὴν συμφορὰν διηγησαμένη, καὶ τῆς νόσου τὴν ἐπίτασιν, τὸν ἔλεον τοῦ Δεσπότου προβάλλεται, καὶ κράζει μεγάλα· καὶ οὐ λέγει, Ἐλέησον τὴν θυγάτερά μου, ἀλλ᾽, Ἐλέησόν με. Ἐκείνη μὲν γὰρ ἀνεπαίσθητός ἐστι τῆς νόσου· ἐγὼ δὲ ἡ τὰ μυρία πάσχουσά εἰμι δεινὰ, ἡ μετὰ αἰσθήσεως νοσοῦσα, ἡ μετὰ τοῦ εἰδέναι μαινομένη. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Τί τὸ καινὸν καὶ παράδοξον; τοὺς μὲν Ἰουδαίους καὶ ἀγνωμονοῦντας ἐνάγει, καὶ βλασφημοῦντας παρακαλεῖ, καὶ πειράζοντας οὐκ ἀφίησι· τὴν δὲ ἐπιτρέχουσαν αὐτῷ καὶ παρακαλοῦσαν καὶ δεομένην, καὶ οὔτε νόμῳ οὔτε προφήταις ἐντραφεῖσαν, καὶ τοσαύτην εὐλάβειαν ἐπιδεικνυμένην, ταύτην οὐδὲ ἀποκρίσεως ἀξιοῖ. Τίνα οὐκ ἂν τοῦτο ἐσκανδάλισεν, ὁρῶντα ἐναντία τῇ φήμῃ τὰ γινόμενα; Καὶ γὰρ ἤκουσαν, ὅτι περιῆγε τὰς κώμας θεραπεύων· ταύτην δὲ ἐλθοῦσαν διακρούεται. Τίνα δὲ οὐκ ἂν ἐπέκλασε τὸ πάθος καὶ ἡ ἱκετηρία, ἣν ἐποιεῖτο ὑπὲρ θυγατρὸς οὕτω κακῶς διακειμένης; Οὐδὲ γὰρ ὡς ἀξία οὖσα, οὐδὲ ὡς ὀφειλὴν ἀπαιτοῦσα, οὕτω προσῆλθεν, ἀλλ᾽ ἐλεηθῆναι ἐδεῖτο, καὶ τὴν συμφορὰν τὴν οἰκείαν ἐξετραγῴδει μόνον, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῦται. Τάχα πολλοὶ τῶν ἀκουόντων ἐσκανδαλίσθησαν· ἐκείνη δὲ οὐκ ἐσκανδαλίσθη. Καὶ τί λέγω, τῶν ἀκουόντων· Καὶ γὰρ οἶμαι καὶ τοὺς μαθητὰς αὐτοὺς παθεῖν τι πρὸς τὴν συμφορὰν τῆς γυναικὸς, καὶ διαταραχθῆναι καὶ ἀθυμῆσαι.

Ἀλλ᾽ ὅμως οὐδὲ ταραχθέντες ἐτόλμησαν εἰπεῖν· Δὸς αὐτῇ τὴν χάριν· ἀλλὰ, Προσελθόντες οἱ μαθηταὶ ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Καὶ γὰρ ἡμεῖς ὅταν βουληθῶμέν τινα πεῖσαι, τἀναντία πολλάκις λέγομεν. Ὁ δὲ Χριστός φησιν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

βʹ. Τί οὖν ἡ γυνὴ, ἐπειδὴ ταῦτα ἤκουσεν; ἐσίγησε καὶ ἀπέστη; ἢ καθυφῆκε τῆς προθυμίας; Οὐδαμῶς· ἀλλὰ μᾶλλον ἐπέκειτο. Ἀλλ᾽ οὐχ ἡμεῖς οὕτως· ἀλλ᾽ ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον διὰ τοῦτο ἐπικεῖσθαι μᾶλλον.

Καίτοι τίνα οὐκ ἂν ἐξηπόρησε τοῦτο τὸ τότε ῥηθέν; Ἱκανὴ μὲν οὖν καὶ ἡ σιγὴ εἰς ἀπόγνωσιν αὐτὴν ἐμβαλεῖν· ἡ δὲ ἀπόκρισις καὶ πολλῷ μᾶλλον ἐποίει. Τὸ γὰρ μεθ᾽ ἑαυτῆς καὶ τοὺς συνηγόρους ἐξαπορηθέντας ἰδεῖν, καὶ τὸ ἀκοῦσαι, ὅτι καὶ τὸ πρᾶγμα γενέσθαι ἀμήχανον, εἰς ἄφατον ἀπορίαν ἐνέβαλεν. Ἀλλ᾽ ὅμως οὐκ ἠπορεῖτο ἡ γυνή· ἀλλ᾽ ἐπειδὴ εἶδεν οὐδὲν ἰσχύοντας τοὺς προστάτας, ἀπηναισχύντησε καλὴν ἀναισχυντίαν. Πρὸ τούτου μὲν γὰρ οὐδὲ εἰς ὄψιν ἐλθεῖν ἐτόλμα· Κράζει γὰρ, φησὶν, ὄπισθεν ἡμῶν· ὅτε δὲ εἰκὸς ἦν αὐτὴν καὶ ποῤῥωτέρω ἀπελθεῖν ἐξαπορηθεῖσαν, τότε καὶ ἐγγυτέρω ἔρχεται, καὶ προσκυνεῖ λέγουσα· Κύριε, βοήθει μοι. Τί τοῦτο, ὦ γύναι; μὴ γὰρ μείζονα παῤῥησίαν ἔχεις τῶν ἀποστόλων; μὴ γὰρ πλείονα ἰσχύν; Παῤῥησίαν μὲν καὶ ἰσχὺν, φησὶν, οὐδαμῶς, ἀλλὰ καὶ αἰσχύνης γέμω· ἀλλ᾽ ὅμως αὐτὴν τὴν ἀναισχυντίαν ἀντὶ ἱκετηρίας προβάλλομαι αἰδεσθήσεταί μου τὴν παῤῥησίαν. Καὶ τί τοῦτο; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Ἤκουσα, φησὶν, ἀλλ᾽ αὐτὸς Κύριός ἐστι. Διόπερ οὐδὲ ἔλεγε, Παρακάλεσον καὶ δεήθητι· ἀλλὰ, Βοήθει μοι. Τί οὖν ὁ Χριστός; Οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ᾽ ἐπιτείνει τὴν ἐξαπόρησιν πάλιν λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὅτε ἠξίωσεν αὐτὴν λόγου, τότε μειζόνως ἐπέπληξεν ἢ διὰ τῆς σιγῆς.

Καὶ οὐκέτι ἐφ᾽ ἕτερον μεταφέρει τὴν αἰτίαν, οὐδὲ λέγει, Οὐκ ἀπεστάλην· ἀλλ᾽ ὅσῳ ἐπέτεινεν ἐκείνη τὴν ἱκετηρίαν, τοσούτῳ καὶ αὐτὸς τὴν παραίτησιν ἐπιτείνει.

Καὶ οὐκέτι πρόβατα αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα, καὶ αὐτὴν κυνάριον. Τί οὖν ἡ γυνή; Ἀπ᾽ αὐτῶν τῶν αὐτοῦ ῥημάτων πλέκει τὴν συνηγορίαν. Εἰ γὰρ κυνάριόν εἰμι, φησὶν, οὐκ εἰμὶ ἀλλοτρία. Δικαίως ἔλεγεν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον. Ἡ γυνὴ φιλοσοφεῖ, καὶ καρτερίαν ἐπιδείκνυται πᾶσαν καὶ πίστιν, καὶ ταῦτα ὑβριζομένη· ἐκεῖνοι δὲ, θεραπευόμενοι καὶ τιμώμενοι, τοῖς ἐναντίοις ἀμείβονται. Ὅτι μὲν γὰρ ἀναγκαία ἡ τροφὴ τοῖς τέκνοις, φησὶν, οἶδα κἀγώ· πλὴν οὐδὲ ἐγὼ κεκώλυμαι, κυνάριον οὖσα. Εἰ μὲν γὰρ μὴ θέμις λαβεῖν, οὐδὲ τῶν ψιχίων μετασχεῖν θέμις· εἰ δὲ κἂν ἐκ μικροῦ δεῖ κοινωνεῖν, οὐδὲ ἐγὼ κεκώλυμαι, κἂν κυνάριον ὦ· ἀλλὰ καὶ ταύτῃ μάλιστα μετέχω, εἰ κυνάριόν εἰμι. Διὰ ταῦτα ἀνεβάλλετο ὁ Χριστός· ἐροῦσαν γὰρ ταῦτα ᾔδει· διὰ ταῦτα ἠρνεῖτο τὴν δόσιν, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν.

Εἰ γὰρ μὴ δοῦναι ἔμελλεν, οὐδ᾽ ἂν μετὰ ταῦτα ἔδωκεν, οὐδ᾽ ἂν ἐπεστόμισεν αὐτὴν πάλιν· ἀλλ᾽ ὅπερ ἐπὶ τοῦ ἑκατοντάρχου ποιεῖ, λέγων· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν, ἵνα μάθωμεν ἐκείνου τὴν εὐλάβειαν, καὶ ἀκούσωμεν αὐτοῦ λέγοντος· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· καὶ ὅπερ ἐπὶ τῆς αἱμοῤῥοούσης ποιεῖ, λέγων· Ἐγὼ οἶδα δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν, ἵνα κατάδηλον αὐτῆς τὴν πίστιν ποιήσῃ· καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος, ἵνα δείξῃ πῶς οὐδὲ ἐλεγχομένη ἀφίσταται· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἐβούλετο κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν. Ὥστε οὐχ ὑβρίζοντος ἦν ἅπερ ἔλεγεν, ἀλλὰ ἐκκαλουμένου, καὶ τὸν ἐναποκείμενον θησαυρὸν ἐκκαλύπτοντος.

Σὺ δέ μοι μετὰ τῆς πίστεως ὅρα καὶ τὴν ταπεινοφροσύνην. Αὐτὸς μὲν γὰρ τέκνα ἐκάλεσε τοὺς Ἰουδαίους· αὕτη δὲ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ κυρίους ὠνόμασε· τοσοῦτον ἀπέσχεν ἀλγῆσαι τοῖς ἑτέρων ἐγκωμίοις.

Καὶ γὰρ τὰ κυνάρια, φησὶν, ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Εἶδες γυναικὸς σύνεσιν, πῶς οὐδὲ ἀντειπεῖν ἐτόλμησεν, οὐδὲ ἐδήχθη τοῖς ἑτέρων ἐπαίνοις, οὐδὲ ἠγανάκτησε τῇ ὕβρει; Εἶδες εὐτονίαν; Αὐτὸς ἔλεγεν, Οὐκ ἔστι καλόν· αὕτη δὲ ἔλεγε, Ναὶ, Κύριε· αὐτὸς τέκνα ἐκάλει, αὕτη δὲ κυρίους· αὐτὸς κυνάριον ὠνόμασεν, αὕτη δὲ καὶ τὸ ἔργον τοῦ κυναρίου προσέθηκεν. Εἶδες ταύτης τὴν ταπεινοφροσύνην; Ἄκουσον Ἰουδαίων μεγαληγορίαν.

Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· καὶ, Ἐκ τοῦ Θεοῦ γεγεννήμεθα. Ἀλλ᾽ οὐχ αὕτη ἀλλὰ κυνάριον ἑαυτὴν καλεῖ, καὶ κυρίους ἐκείνους· διὰ δὴ τοῦτο γέγονε τέκνον. Τί οὖν ὁ Χριστός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Διὰ γὰρ τοῦτο ἀνεβάλλετο, ἵνα τοῦτο ἀναβοήσῃ τὸ ῥῆμα, ἵνα στεφανώσῃ τὴν γυναῖκα.

Γενηθήτω σοι ὡς θέλεις. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ μὲν πίστις σου καὶ μείζονα τούτων ἀνύσαι δύναται· πλὴν γενηθήτω σοι ὡς θέλεις. Αὕτη συγγενὴς ἐκείνῃ τῇ φωνῇ τῇ λεγούσῃ· Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο.

Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Εἶδες πῶς οὐ μικρὸν καὶ αὕτη εἰσήνεγκεν εἰς τὴν ἰατρείαν τοῦ θυγατρίου; Διὰ τοῦτο γὰρ οὐδὲ εἶπεν ὁ Χριστὸς, Ἰαθήτω σου τὸ θυγάτριον· ἀλλὰ, Μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις· ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς οὐδὲ κολακείας ἦν τὰ ῥήματα, ἀλλὰ πολλὴ τῆς πίστεως ἡ δύναμις. Τὴν γοῦν ἀκριβῆ βάσανον αὐτῆς καὶ ἀπόδειξιν τῇ τῶν πραγμάτων ἐπέτρεψεν ἐκβάσει. Ἰάθη γοῦν τὸ θυγάτριον αὐτῆς εὐθέως.

γʹ. Σὺ δέ μοι σκόπει, πῶς τῶν ἀποστόλων ἡττηθέντων καὶ οὐκ ἀνυσάντων, αὕτη ἤνυσε. Τοσοῦτόν ἐστι προσεδρεία εὐχῆς. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ᾽ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἢ παρ᾽ ἑτέρων ὑπὲρ ἡμῶν. Καίτοι μείζονα παῤῥησίαν εἶχον ἐκεῖνοι· ἀλλὰ πολλὴν καρτερίαν ἐπεδείξατο αὕτη. Διὰ δὲ τοῦ τέλους καὶ πρὸς τοὺς μαθητὰς ἀπελογήσατο τῆς ἀναβολῆς ἕνεκα, καὶ ἔδειξεν, ὅτι δικαίως αὐτῶν ἀξιωσάντων οὐκ ἐπένευσε. Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κυλλοὺς, κωφούς· καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτοὺς, ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ. Ποτὲ μὲν αὐτὸς περίεισι, ποτὲ δὲ κάθηται περιμένων τοὺς κάμνοντας, καὶ χωλοὺς εἰς τὸ ὄρος ἀνάγει.

Καὶ οὐκέτι ἅπτονται οὐδὲ τοῦ ἱματίου αὐτοῦ, ἀλλ᾽ ἐπὶ τὸ ὑψηλότερον ἀναβαίνουσι, ῥιπτόμενοι πρὸς τοὺς πόδας αὐτοῦ· καὶ διπλῆν τὴν πίστιν τὴν ἑαυτῶν ἐπεδείκνυντο, καὶ τῷ χωλεύοντες εἰς τὸ ὄρος ἀναβαίνειν, καὶ τῷ μηδενὸς δέεσθαι ἑτέρου, ἀλλὰ τοῦ ῥιφῆναι πρὸς τοὺς πόδας μόνον. Καὶ ἦν πολὺ τὸ θαῦμα καὶ παράδοξον, τοὺς φερομένους περιπατοῦντας ἰδεῖν, τοὺς πηροὺς οὐ χρείαν ἔχοντας χειραγωγούντων. Καὶ γὰρ τὸ πλῆθος τῶν θεραπευομένων καὶ τὸ εὔκολον τῆς ἰατρείας αὐτοὺς ἐξέπληττεν.

Εἶδες πῶς τὴν μὲν γυναῖκα μετὰ τοσαύτης μελλήσεως ἐθεράπευσε, τούτους δὲ εὐθέως; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι, ἀλλ᾽ ἐπειδὴ πιστοτέρα ἐκείνη τούτων. Διὰ τοῦτο ἐπ᾽ ἐκείνης μὲν ἀναβάλλεται καὶ μέλλει, τὸ εὔτονον αὐτῆς ἐνδεικνύμενος· τούτοις δὲ εὐθέως παρέχει τὴν δωρεὰν, ἐμφράττων τῶν ἀπίστων Ἰουδαίων τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἐκκόπτων ἀπολογίαν. Ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετῆται, τοσούτῳ μᾶλλόν ἐστιν ὑπεύθυνος κολάσει ἀγνωμονῶν, καὶ μηδὲ τῇ τιμῇ γενόμενος βελτίων Διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες τῶν πενομένων μᾶλλον κολάζονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι.

Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην. Εἰ γὰρ μὴ κατ᾽ ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ᾽ οὕτω διαφεύξονται. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Εἰ δὲ οὗτοι δίκην διδόασι, πολλῷ μᾶλλον οἱ περὶ τὰ περιττὰ ἐπτοημένοι, οἱ τριώροφα καὶ τετραώροφα οἰκοδομοῦντες, τῶν δὲ πεινώντων καταφρονοῦντες, οἱ φιλαργυρίας μὲν ἐπιμελούμενοι, ἐλεημοσύνης δὲ ἀμελοῦντες. Ἀλλ᾽ ἐπειδὴ περὶ ἐλεημοσύνης λόγος ἐνέπεσε, φέρε δὴ τὸν λόγον ἐκεῖνον, ὃν πρὸ τριῶν ἡμερῶν περὶ φιλανθρωπίας ποιούμενος ἀτέλεστον εἴασα, ἀναλάβωμεν σήμερον. Μέμνησθε, ὅτε πρώην περὶ ὑποδημάτων περιεργίας διελεγόμην, καὶ τῆς ματαιοπονίας ἐκείνης, καὶ τῆς τῶν νέων βλακείας, τότε ἀπὸ ἐλεημοσύνης ἡμῖν εἰς ἐκεῖνα ὁ λόγος ἐξέπεσε τὰ ἐγκλήματα. Τίνα οὖν ἦν τὰ τότε κινούμενα;

Ὅτι τέχνη τίς ἐστιν ἡ ἐλεημοσύνη, ἐν οὐρανῷ τὸ ἐργαστήριον ἔχουσα, καὶ διδάσκαλον οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Εἶτα ζητοῦντες, τί τέχνη, καὶ τί οὐ τέχνη, εἰς ματαιοπονίας καὶ κακοτεχνίας ἐνεπέσομεν, ἐν αἷς καὶ τῆς τέχνης ταύτης ἐμνημονεύσαμεν τῆς τῶν ὑποδημάτων.

Ἆρα ἀνεπολήσατε; Φέρε οὖν καὶ τήμερον τὰ τότε εἰρημένα ἀναλάβωμεν, καὶ δείξωμεν πῶς τέχνη καὶ ἀμείνων πασῶν τεχνῶν ἡ ἐλεημοσύνη. Εἰ γὰρ τέχνης ἴδιον τὸ πρός τι χρήσιμον τελευτᾷν, ἐλεημοσύνης δὲ οὐδὲν χρησιμώτερον, εὔδηλον ὅτι καὶ τέχνη καὶ τεχνῶν ἁπασῶν αὕτη ἀμείνων. Οὐ γὰρ ὑποδήματα ἡμῖν ἐργάζεται, οὐδὲ ἱμάτια ὑφαίνει, οὐδὲ οἰκίας οἰκοδομεῖ τὰς πηλίνας· ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ, καὶ τῶν τοῦ θανάτου χειρῶν ἐξαρπάζει, καὶ ἐν ἐν ἑκατέρᾳ τῇ ζωῇ λαμπροὺς ἀποφαίνει, καὶ οἰκοδομεῖ τὰς μονὰς τὰς ἐν οὐρανοῖς, καὶ τὰς σκηνὰς ἐκείνας τὰς αἰωνίους. Αὕτη τὰς λαμπάδας ἡμῶν οὐκ ἀφίησι σβεσθῆναι, οὐδὲ ῥυπαρὰ ἔχοντας ἱμάτια φανῆναι ἐν τῷ γάμω, ἀλλὰ πλύνει, καὶ χίονος καθαρώτερα ἐργάζεται.

Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, Οὐκ ἀφίησιν ἡμᾶς ἐμπεσεῖν ἔνθα ὁ πλούσιος ἐκεῖνος, οὐδὲ ἀκοῦσαι τῶν φοβερῶν ῥημάτων, ἀλλ᾽ εἰς κόλπους χειραγωγεῖ τοῦ Ἀβραάμ. Καίτοι τῶν τεχνῶν τῶν βιωτικῶν ἓν ἑκάστη ἀπολαβοῦσα ἔχει κατόρθωμα· οἷον ἡ γεωργία, τὸ τρέφειν ἡ ὑφαντικὴ, τὸ ἐνδύειν· μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀρκεῖ μόνη τὰ παρ᾽ ἑαυτῆς ἡμῖν συνεισενεγκεῖν.

δʹ. Καὶ εἰ βούλει, τὴν γεωργικὴν ἐξετάσωμεν πρώτην. Ἂν γὰρ μὴ ἔχῃ τὴν χαλκευτικὴν, ἵνα δίκελλαν καὶ ὕνην καὶ δρεπάνην καὶ πέλεκυν, καὶ ἕτερα πλείονα δανείζηται παρ᾽ αὐτῆς· καὶ τὴν τεκτονικὴν, ὥστε καὶ ἄροτρον πῆξαι, καὶ ζεύγλην κατασκευάσαι, καὶ ἅμαξαν, ὥστε τρίβειν ἀστάχυας· καὶ τὴν σκυτοτομικὴν, ὥστε καὶ ἱμάντα ἐργάσασθαι· καὶ τὴν οἰκοδομικὴν, ὥστε καὶ τοῖς ἀροτριῶσι ταύροις βοοστάσιον οἰκοδομῆσαι, καὶ τοῖς σπείρουσι γεωργοῖς οἰκίας· καὶ τὴν δρυμοτομικὴν, ὥστε ξύλα τέμνειν· καὶ τὴν ἀρτοποιητικὴν μετὰ ταῦτα πάντα, οὐδαμοῦ φαίνεται. Οὕτω καὶ ἡ ὑφαντικὴ, ὅταν τι ποιῇ, πολλὰς μεθ᾽ ἑαυτῆς καλεῖ τέχνας, ὥστε αὐτῇ συνεφάψασθαι τῶν προκειμένων· κἂν μὴ παραγένωνται καὶ χεῖρα ὀρέξωσιν, ἕστηκε καὶ αὕτη κατ᾽ ἐκείνην ἀπορουμένη. Καὶ ἑκάστη δὲ τῶν τεχνῶν τῆς ἑτέρας δεῖται. Ὅταν δὲ ἐλεῆσαι δέῃ, οὐδενὸς ἡμῖν δεῖ ἑτέρου, ἀλλὰ γνώμης δεῖται μόνον. Εἰ δὲ λέγοις, ὅτι χρημάτων δεῖται, καὶ οἰκημάτων, καὶ ἱματίων, καὶ ὑποδημάτων, ἀνάγνωθι τὰ ῥήματα τοῦ Χριστοῦ ἐκεῖνα, ἃ περὶ τῆς χήρας εἶπε, καὶ παῦσαι ταύτης τῆς ἀγωνία· Κἂν γὰρ σφόδρα πένης ᾖς, καὶ τῶν προσαιτούντων, δύο λεπτὰ ἂν βάλῃς, τὸ πᾶν ἀπήρτισας· κἂν δῷς μάζαν, ταύτην ἔχων μόνον, πρὸς τὸ τέλος ἦλθες τῆς τέχνης. Ταύτην τοίνυν δεξώμεθα τὴν ἐπιστήμην, καὶ κατορθώσωμεν. Καὶ γὰρ βέλτιον ταύτην εἰδέναι, ἢ βασιλέα εἶναι, καὶ διάδημα περικεῖσθαι.

Οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ πλεονέκτημα αὐτῆς μόνον, ὅτι οὐ δεῖται ἑτέρων, ἀλλὰ καὶ ποικίλων πραγμάτων ἐστὶν ἀνυστικὴ, καὶ πολλῶν καὶ παντοδαπῶν. Καὶ γὰρ οἰκίας οἰκοδομεῖ τὰς ἀεὶ μενούσας ἐν οὐρανοῖς, καὶ διδάσκει τοὺς κατωρθωκότας αὐτὴν, πῶς ἂν τὸν ἀθάνατον θάνατον διαφύγοιεν· καὶ θησαυρούς σοι δωρεῖται μηδέποτε δαπανωμένους, ἀλλὰ πᾶσαν διαφεύγοντας βλάβην, καὶ τὴν ἀπὸ λῃστῶν, καὶ τὴν ἀπὸ σκωλήκων, καὶ τὴν ἀπὸ σητῶν, καὶ τὴν ἀπὸ τοῦ χρόνου. Καίτοιγε εἰ ἐπὶ πυρῶν φυλακῇ τοῦτο μόνον σέ τις ἐδίδαξε, τί οὐκ ἂν ἔδωκας, ὥστε σε δυνηθῆναι ἐπὶ πολλοῖς ἔτεσιν ἀνάλωτον διατηρῆσαι τὸν σῖτον; Ἀλλ᾽ ἰδού σε αὕτη οὐκ ἐπὶ πυροῦ μόνον, ἀλλ᾽ ἐπὶ πάντων παιδεύει, καὶ πῶς ἂν καὶ τὰ ὑπάρχοντα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀνάλωτα μένοιεν δείκνυσι. Καὶ τί δεῖ κατὰ μέρος ἅπαντα λέγειν τῆς τέχνης ταύτης τὰ κατορθώματα;

Αὕτη γάρ σε διδάσκει, πῶς ἂν γένοιο Θεῷ ὅμοιος, ὃ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. Ὁρᾷς πῶς οὐχ ἓν αὐτῆς τὸ ἔργον, ἀλλὰ πολλά; Οὐ δεομένη τέχνης ἑτέρας, οἰκίας οἰκοδομεῖ, ἱμάτια ὑφαίνει. θησαυροὺς ἀναλώτους κατασκευάζει, θανάτου περιγενέσθαι ποιεῖ, διαβόλου κρατεῖν, Θεῷ κατασκευάζει ὁμοίους. Τί τοίνυν τῆς τέχνης ταύτης χρησιμώτερον γένοιτ᾽ ἄν; Αἱ μὲν γὰρ ἄλλαι, μετὰ τῶν εἰρημένων, καὶ τῷ παρόντι συγκαταλύονται βίῳ, καὶ νοσούντων τῶν τεχνιτῶν οὐδαμοῦ φαίνονται, καὶ τὰ ἔργα αὐτῶν διακρατεῖν οὐκ ἰσχύουσι, καὶ πόνου δέονται καὶ χρόνου πολλοῦ, καὶ μυρίων ἑτέρων· αὕτη δὲ, ὅταν ὁ κόσμος παρέλθῃ, τότε μάλιστα φαίνεται· ὅταν ἀποθάνωμεν, τότε μάλιστα διαλάμπει, καὶ τὰ ἔργα αὐτῆς τὰ γεγενημένα δείκνυσι· καὶ οὔτε χρόνου, οὔτε πόνου, οὔτε ἄλλης τινὸς δεῖται ἐργωδίας τοιαύτης ἀλλὰ καὶ νοσοῦντός σου ἐνεργεῖ, καὶ γεγηρακότος, καὶ πρὸς τὴν μέλλουσάν σοι ζωὴν συναποδημεῖ, καὶ οὐδέποτέ σε ἀπολιμπάνει. Αὕτη σε καὶ σοφιστῶν καὶ ῥητόρων δυνατώτερον κατασκευάζει. Οἱ μὲν γὰρ ἐν ἐκείναις εὐδοκιμοῦντες ταῖς τέχναις, πολλοὺς ἔχουσι τοὺς φθονοῦντας· οἱ δὲ ἐν ταύτῃ λάμποντες, μυρίους τοὺς εὐχομένους.

Κἀκεῖνοι μὲν ἀνθρώπων παρεστήκασι βήματι, συνηγοροῦντες τοῖς ἀδικουμένοις, πολλάκις δὲ καὶ τοῖς ἀδικοῦσιν αὕτη δὲ βήματι παρέστηκε τοῦ Χριστοῦ, οὐ μόνον συνηγοροῦσα, ἀλλὰ καὶ αὐτὸν τὸν δικάζοντα πείθουσα συνηγορεῖν τῷ κρινομένῳ, καὶ τὰς ψήφους ὑπὲρ αὐτοῦ φέρειν· κἂν μυρία ἡμαρτηκὼς ᾖ, καὶ στεφανοῖ καὶ ἀνακηρύττει.

Δότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐν γὰρ τῷ παρόντι βίῳ εἰ τοὺς ἀνθρώπους ἐροίμεθα, τί βούλονται μᾶλλον, σοφιστὰς εἶναι πολλοὺς καὶ ῥήτορας, ἢ ἐλεήμονας καὶ φιλανθρώπους, ἀκούσῃ τὸ δεύτερον αἱρουμένους· καὶ μάλα εἰκότως. Εὐγλωττίας μὲν γὰρ ἀναιρεθείσης, οὐδὲν ὁ βίος βλαβήσεται· καὶ γὰρ καὶ πρὸ ταύτης συνειστήκει χρόνον πολύν· ἐὰν δὲ τὸ ἐλεεῖν περιέλῃς, πάντα οἴχεται καὶ ἀπόλωλε. Καὶ καθάπερ τὴν θάλατταν οὐκ ἔνι πλεῖσθαι, λιμένων καὶ ὅρμων προσκεχωσμένων, οὕτως οὐδὲ τὸν βίον συνεστηκέναι τοῦτον, ἂν ἔλεον καὶ συγγνώμην καὶ φιλανθρωπίαν ἀνέλῃς εʹ. Διὰ τοῦτο οὐδὲ λογισμῷ μόνον αὐτὰ ἐπέτρεψεν ὁ Θεὸς, ἀλλὰ πολλὰ μέρη αὐτοῦ καὶ τῇ τῆς φύσεως ἐνέσπειρε τυραννίδι. Οὕτω καὶ πατέρες παῖδας ἐλεοῦσιν, οὕτω μητέρες, οὕτω τέκνα γονεῖς· οὐκ ἐπ᾽ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων ἁπάντων· οὕτως ἀδελφοὺς ἀδελφοὶ, καὶ συγγενεῖς, καὶ προσήκοντες· οὕτως ἄνθρωπος ἄνθρωπον. Ἔχομεν γάρ τι καὶ ἀπὸ φύσεως πρὸς ἔλεον ἐπιῤῥεπές. Διὸ καὶ ὑπὲρ τῶν ἀδικουμένων ἀγανακτοῦμεν, καὶ σφαττομένους ὁρῶντες ἐπικαμπτόμεθα, καὶ πενθοῦντας βλέποντες δακρύομεν. Ἐπειδὴ γὰρ σφόδρα αὐτὸ κατορθοῦσθαι βούλεται ὁ Θεὸς, ἐκέλευσε τῇ φύσει πολλὰ εἰς τοῦτο συνεισενεγκεῖν, δεικνὺς ὅτι σφόδρα αὐτῷ τοῦτό ἐστι περισπούδαστον.

Ταῦτ᾽ οὖν ἐννοοῦντες, καὶ ἡμᾶς αὐτοὺς καὶ τὰ παιδία καὶ τοὺς προσήκοντας εἰς τὸ τῆς ἐλεημοσύνης ἀγάγωμεν διδασκαλεῖον, καὶ τοῦτο πρὸ πάντων ἄνθρωπος μανθανέτω, ἐπειδὴ καὶ τοῦτο ἄνθρωπος. Μέγα γὰρ ἄνθρωπος· καὶ τίμιον ἀνὴρ ἐλεήμων· ὡς ἂν μὴ τοῦτο ἔχῃ, καὶ τοῦ εἶναι ἄνθρωπος ἐξέπεσε. Τοῦτο σοφοὺς ἐργάζεται. Καὶ τί θαυμάζεις, εἰ τοῦτο ἄνθρωπος; Τοῦτο Θεός. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Μάθωμεν τοίνυν εἶναι ἐλεήμονες ἁπάντων ἕνεκα· μάλιστα δὲ, ὅτι καὶ ἡμεῖς πολλοῦ δεόμεθα ἐλέους. Καὶ μηδὲ ζῇν ἡγώμεθα τὸν καιρὸν ἐκεῖνον, ὅταν μὴ ἐλεῶμεν. Ἐλεημοσύνην δὲ λέγω τὴν πλεονεξίας καθαράν. Εἰ γὰρ ὁ τοῖς αὐτοῦ ἀρκούμενος καὶ μηδενὶ μεταδιδοὺς, οὐκ ἐλεήμων· ὁ τὰ ἑτέρων λαμβάνων πῶς ἐλεήμων, κἂν μυρία δῷ;

Εἰ γὰρ τὸ ἀπολαύειν μόνον τῶν ὄντων, ἀπανθρωπίας, πολλῷ μᾶλλον τὸ ἑτέρους ἀφαιρεῖσθαι. Εἰ οἱ μηδὲν ἀδικήσαντες κολάζονται, ὅτι οὐ μετέδωκαν, πολλῷ μᾶλλον οἱ καὶ τὰ ἑτέρων λαμβάνοντες. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ἄλλος ἠδίκηται, καὶ ἄλλος ἐλεεῖται. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν Ἔδει γὰρ τὸν ἀδικούμενον αὐτὸν εἶναι καὶ τὸν ἐλεούμενον· νυνὶ δὲ ἑτέρους τραυματίζων, οὓς οὐκ ἐτραυμάτισας θεραπεύεις, δέον ἐκείνους θεραπεύειν· μᾶλλον δὲ μηδὲ τραυματίζειν. Φιλάνθρωπος γὰρ οὐχ ὁ πλήττων καὶ θεραπεύων, ἀλλ᾽ ὁ τοὺς παρ᾽ ἑτέρων πληγέντας ἰώμενος. Τὰ σαυτοῦ τοίνυν ἴασαι κακὰ, μὴ τὰ ἑτέρου· μᾶλλον δὲ μηδὲ πλῆττε, μηδὲ κατάβαλλε (τοῦτο γὰρ παίζοντός ἐστιν), ἀλλ᾽ ἀνάστησον τοὺς καταβληθέντας.

Οὐδὲ γὰρ δυνατὸν τῷ αὐτῷ μέτρῳ τῆς ἐλεημοσύνης θεραπεῦσαι τὸ ἀπὸ τῆς πλεονεξίας κακόν. Ἂν γὰρ πλεονεκτήσῃς ὀβολὸν, οὐκ ὀβολοῦ σοι δεῖ πάλιν εἰς ἐλεημοσύνην, ἵνα ἀνέλῃς τὸ ἀπὸ τῆς πλεονεξίας ἕλκος, ἀλλὰ ταλάντου. Διὰ τοῦτο ὁ κλέπτης ἁλοὺς τετραπλάσιον καταβάλλει· τοῦ δὲ κλέπτοντος ὁ ἁρπάζων χείρων. Εἰ δὲ ἐκεῖνον τετραπλασίονα δοῦναι δεῖ ὧν ἔκλεψε, τὸν ἁρπάζοντα δεκαπλασίονα καὶ πολλῷ πλέον· καὶ ἀγαπητὸν τὸ καὶ οὕτω δυνηθῆναι τὴν ἀδικίαν ἐξιλεώσασθαι· ἐλεημοσύνης γὰρ οὐδὲ τότε λήψεται καρπόν. Διὰ τοῦτο ὁ Ζακχαῖος, Ἀποτίσω, φησὶν, ὧν ἐσυκοφάντησα τετραπλασίονα, καὶ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω πτωχοῖς. Εἰ δὲ ἐν τῷ νόμῳ τετραπλασίονα δοῦναι δεῖ, πολλῷ μᾶλλον ἐν τῇ χάριτι· εἰ τὸν κλέπτοντα, πολλῷ μᾶλλον τὸν ἁρπάζοντα. Μετὰ γὰρ τῆς ζημίας ἐνταῦθα καὶ ἡ ὕβρις πολλή. Ὥστε κἂν ἑκατονταπλασίονα δῷς, οὐδέπω τὸ πᾶν ἔδωκας. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, Κἂν ὀβολὸν ἁρπάσῃς καὶ τάλαντον ἐπιδῷς, μόλις καὶ οὕτω θεραπεύεις; Εἰ δὲ τοῦτο ποιῶν, μόλις· ὅταν ἀντιστρέψῃς τὴν τάξιν, καὶ ἁρπάσῃς μὲν οὐσίας ὁλοκλήρους, ὀλίγα δὲ παράσχῃς, καὶ μηδὲ ἐκείνοις τοῖς ἀδικηθεῖσιν, ἀλλ᾽ ἑτέροις ἀντ᾽ ἐκείνων, ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; ποίαν σωτηρίας ἐλπίδα; Βούλει μαθεῖν ὅσον ἐργάζῃ κακὸν οὕτως ἐλεῶν;

Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὡς ὁ ἀποκτένων τὸν υἱὸν ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Ταύτην τοίνυν τὴν ἀπειλὴν ἐγγράψαντες τῇ διανοίᾳ, ἀπέλθωμεν· ταύτην ἐν τοῖς τοίχοις, ταύτην ἐν ταῖς χερσὶ, ταύτην ἐν τῷ συνειδότι, ταύτην πανταχοῦ· ἵνα κἂν ὁ φόβος οὗτος ἀκμάζων ἡμῶν ἐν τῇ διανοίᾳ κωλύῃ τὰς χεῖρας ἡμῶν καθημερινῶν φόνων.

Φόνου γὰρ ἁρπαγὴ χαλεπώτερον, κατὰ μικρὸν τὸν πένητα ἀναλίσκουσα. Ἵν᾽ οὖν καθαρεύωμεν τοῦ μιάσματος τούτου, μελετῶμεν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ταῦτα. Οὕτω γὰρ καὶ πρὸς ἔλεον ἐσόμεθα προθυμότεροι, καὶ καθαροὺς τοὺς ἐπὶ ταύτῃ ληψόμεθα μισθοὺς, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.