Ἐπειδὴ γὰρ ἐδόκουν πολλὰ διαθρυλλεῖν, ἰδίᾳ θορυβούμενοι πρὸς τὸ εἰρημένον, φησίν· Οὐ χρεία θορύβου καὶ ταραχῆς. Εἰ μὴ νομίζετε μυρίων ἀγαθῶν αἴτιον εἶναι τὸ εἰρημένον, καὶ ἐφ᾽ ὑμῶν συμβαῖνον, οὐ βιάζομαι, οὐδὲ ἀναγκάζω, ἀλλ᾽ εἴ τις θέλει ἀκολουθεῖν, τοῦτον καλῶ. Μὴ γὰρ δὴ τοῦτο νομίζετε εἶναι τὴν ἀκολούθησιν, ὃ ποιεῖτε νῦν ἑπόμενοί μοι. Πολλῶν ὑμῖν δεῖ πόνων, πολλῶν κινδύνων, εἰ μέλλοιτε ὀπίσω μου ἰέναι. Οὐ γὰρ δὴ, ὦ Πέτρε, ἐπειδὴ Υἱόν με ὡμολόγησας Θεοῦ, διὰ τοῦτο μόνον προσδοκᾷν ὀφείλεις στεφάνους, καὶ νομίζειν ἀρκεῖν εἰς σωτηρίαν σοι τοῦτο, καὶ ἀδείας λοιπὸν ἀπολαύειν, ὡς τὸ πᾶν ἐργασάμενος. Δύναμαι μὲν γὰρ, ἅτε Υἱὸς ὢν Θεοῦ, μηδὲ ἀφεῖναί σε πεῖραν τῶν δεινῶν λαβεῖν· οὐ βούλομαι δὲ διὰ σὲ, ἵνα καὶ αὐτός τι συνεισενέγκῃς, καὶ δοκιμώτερος γένῃ. Οὐδὲ γὰρ εἴ τις ἀγωνοθέτης εἴη, καὶ φίλον ἀθλητὴν ἔχοι, βουληθείη ἂν χάριτι αὐτὸν στεφανῶσαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων πόνων· καὶ διὰ τοῦτο μάλιστα, ἐπειδὴ αὐτὸν φιλεῖ. Οὕτω καὶ ὁ Χριστός· οὓς μάλιστα φιλεῖ, τούτους μάλιστα βούλεται καὶ οἴκοθεν εὐδοκιμεῖν, οὐκ ἀπὸ τῆς αὐτοῦ βοηθείας μόνης. Ὅρα δὲ πῶς καὶ ἀνεπαχθῆ ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἰς αὐτοὺς περιίστησι μόνους τὰ δεινὰ, ἀλλὰ καὶ κοινὸν τὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι λέγων· Εἴ τις θέλει· κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν ὁδόν.