Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι, λέγει· Τῷ πιστεύοντι πάντα δυνατὰ, πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν ὁ λεπρός· Εἰ θέλεις, δύνασαί με καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπαινῶν αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον, ἔλεγε· Θέλω, καθαρίσθητι. Ὅτε δὲ οὗτος οὐδὲν ἄξιον τῆς αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών· Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον. Τί γάρ φησιν; Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοσαύτη παρ᾽ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν ταῦτα θαυματουργεῖν. Ὥστε ἂν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησὶ, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπὼν, ἀπήλλαξε τὸν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἂν ἀπολώλει. Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν ἔβαλλε, φησὶ, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἂν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ οὖν καὶ ἐπ᾽ ἐκείνων τῶν γυμνῶν, τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων.