Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Ο Έλεγχος των Φαρισαίων και των Σαδδουκαίων (Ομιλίες ΟΑ΄-ΟΔ΄)

Οι ερωτήσεις για τον φόρο του Καίσαρα και την ανάσταση, η μεγάλη εντολή, και η σφοδρή κριτική του Χριστού κατά της υποκρισίας των Γραμματέων και Φαρισαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 17 από 20

ΟΜΙΛΙΑ ΟΑʹ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό· καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

αʹ. Πάλιν τὴν αἰτίαν τίθησιν ὁ εὐαγγελιστὴς, δι᾽ ἢν ἔδει σιγῆσαι, καὶ τὴν θρασύτητα τὴν ἐκείνων κἀντεῦθεν ἐνδείκνυται. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπιστομισθέντων ἐκείνων οὗτοι πάλιν ἐπιτίθενται. Δέον γὰρ κἀντεῦθεν ἡσυχάζειν, οἱ δὲ ἐπαγωνίζονται τοῖς προτέροις, καὶ προβάλλονται τὸν νομικὸν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· καὶ ἐρωτῶσι, Ποία ἐντολὴ πρώτη;

Ἐπειδὴ γὰρ ἡ πρώτη αὕτη ἦν, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· προσδοκῶντές τινα λαβὴν παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ αὐτὸν δεικνύναι ἑαυτὸν Θεὸν, προβάλλονται τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅθεν ἦλθον ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ τήκεσθαι, ἀπὸ τοῦ ζηλοτυπίᾳ ἁλίσκεσθαι, φησίν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· αὕτη πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Διατί δὲ, Ὁμοία ταύτης; Ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ᾽ αὐτῆς συγκροτεῖται πάλιν. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τί ἀπὸ τούτου; Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως· καὶ, Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. Αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ τοίνυν τὸ ἀγαπᾷν τὸν Θεὸν ἀγαπᾷν τὸν πλησίον ἐστίν· Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, ποίμαινε τὰ πρόβατά μου· τὸ δὲ ἀγαπᾷν τὸν πλησίον τῶν ἐντολῶν ἐργάζεται φυλακὴν, εἰκότως φησίν· Ἐν ταύταις ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Διὰ δὴ τοῦτο ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ.

Καὶ γὰρ ἐκεῖ ἐρωτηθεὶς περὶ τρόπου ἀναστάσεως, καὶ ἀνάστασιν ἐδίδαξε, πλέον οὗ ἐπύθοντο παιδεύων αὐτούς· καὶ ἐνταῦθα τὴν πρώτην ἐρωτηθεὶς, καὶ τὴν δευτέραν λέγει, οὐ σφόδρα ἐκείνης ἀποδέουσαν· (δευτέρα μὲν γὰρ, ὁμοία δὲ ἐκείνης·) αἰνιττόμενος αὐτοῖς, ὅθεν ἡ ἐρώτησις γέγονεν, ὅτι ἐξ ἀπεχθείας.

Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ. Ἀπὸ τούτου δείκνυσιν ἑαυτὸν καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις πειθόμενον. Ἀλλὰ τίνος ἕνεκεν ὁ μὲν Ματθαῖός φησιν, ὅτι πειράζων ἠρώτησεν, ὁ δὲ Μάρκος τοὐναντίον; Εἰδὼς γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. Ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχήν· ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς ἐπῃνέθη. Οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν· ἀλλ᾽ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλέον ἐστὶ τῶν ὁλοκαυτωμάτων, τότε φησίν· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας· ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. Καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπά.

Καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον συνέθηκεν, ἀλλ᾽ ἔτι λείποντα. Τὸ γὰρ εἰπεῖν, Οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. Εἰ δὲ εἰπόντα αὐτὸν, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος, ἐπῄνεσε, μὴ θαυμάσῃς· ἀλλὰ καὶ ἐντεῦθεν κατάμαθε, πῶς πρὸς τὴν ὑπόληψιν ἀποκρίνεται τῶν προσιόντων. Κἂν γὰρ μυρία περὶ τοῦ Χριστοῦ λέγωσιν ἀνάξια τῆς δόξης αὐτοῦ, ἀλλὰ τοῦτό γε οὐ τολμήσουσιν εἰπεῖν, ὅτι καθόλου οὐκ ἔστι Θεός. Τίνος οὖν ἕνεκεν ἐπαινεῖ τὸν εἰρηκότα, ὅτι πλὴν τοῦ Πατρὸς οὐκ ἔστιν ἄλλος Θεός; Οὐχ ἑαυτὸν ἐξάγων τοῦ Θεὸς εἶναι· ἄπαγε· ἀλλ᾽ ἐπειδὴ οὐδέπω καιρὸς ἦν ἐκκαλύψαι αὐτοῦ τὴν θεότητα, ἐκεῖνον ἀφίησιν ἐπὶ τοῦ προτέρου δόγματος μένειν, καὶ ἐπαινεῖ τὰ παλαιὰ εἰδότα καλῶς, ὥστε ἐπιτήδειον αὐτὸν καὶ πρὸς τὴν τῆς Καινῆς ποιῆσαι διδασκαλίαν, κατὰ καιρὸν αὐτὴν εἰσάγων. Ἄλλως δὲ καὶ τὸ, Εἷς Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι· καὶ ἐν τῇ Παλαιᾷ καὶ πανταχοῦ, οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν εἰδώλων. Ὥστε καὶ τοῦτον ἐπαινῶν οὕτως εἰρηκότα, ταύτῃ ἐπαινεῖ τῇ γνώμῃ.

Εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ Δαυΐδ. Ὅρα μετὰ πόσα θαύματα, μετὰ πόσα σημεῖα, μετὰ πόσας ἐρωτήσεις, μετὰ πόσην ἐπίδειξιν ὁμονοίας τῆς πρὸς τὸν Πατέρα, τὴν διὰ λόγων, τὴν δι᾽ ἔργων, μετὰ τὸ ἐπαινέσαι τοῦτον τὸν εἰρηκότα, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, ἐρωτᾷ· ἵνα μὴ ἔχωσι λέγειν, ὅτι Θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιος ἦν. Διὰ τοῦτο μετὰ τοσαῦτα ταῦτα ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. Καὶ τοὺς μὲν μαθητὰς πρῶτον ἠρώτησε, τί οἱ ἄλλοι λέγουσι, καὶ τότε αὐτούς· τούτους δὲ οὐχ οὕτως· ἦ γὰρ ἂν καὶ πλάνον εἶπον καὶ πονηρὸν, ἅτε ἀδεῶς ἅπαντα φθεγγόμενοι. Διὰ δὴ τοῦτο τὴν αὐτῶν ἐκείνων ψῆφον ἐξετάζει.

βʹ. Ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἔμελλεν ἰέναι λοιπὸν, τίθησι τὴν σαφῶς Κύριον αὐτὸν ἀνακηρύττουσαν προφητείαν, ἀλλ᾽ οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως ἐπὶ τοῦτο ἐλθὼν, ἀλλ᾽ ἀπὸ αἰτίας εὐλόγου. Ἐρωτήσας γὰρ αὐτοὺς πρότερος, ἐπειδὴ οὐκ ἀπεκρίναντο τἀληθῆ περὶ αὐτοῦ (ἄνθρωπον γὰρ αὐτὸν ἔφησαν εἶναι ψιλὸν), ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, οὕτως εἰσάγει τὸν Δαυῒδ, ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζον, ὅτι ψιλὸς ἄνθρωπος ἦν, διὸ καὶ ἔλεγον, Τοῦ Δαυΐδ· αὐτὸς δὲ τοῦτο διορθούμενος παράγει τὸν προφήτην, καὶ τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς υἱότητος, καὶ τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα μαρτυροῦντα.

Καὶ οὐδὲ μέχρι τούτου ἵσταται· ἀλλ᾽ ὥστε καὶ φοβῆσαι καὶ τὸ ἑξῆς ἐπάγει λέγων· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. Καὶ ἵνα μὴ λέγωσιν, ὅτι κολακεύων αὐτὸν οὕτως ἐκάλεσε, καὶ ἀνθρωπίνη ἡ ψῆφος αὕτη, ὅρα τί φησι· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; Ὅρα πῶς ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ ψῆφον καὶ δόξαν. Πρότερον εἶπε, Τί ὑμῖν δοκεῖ; τίνος υἱός ἐστιν; ὥστε δι᾽ ἐρωτήσεως εἰς ἀπόκρισιν αὐτοὺς ἀγαγεῖν. Εἶτα ἐπειδὴ εἶπον, Τοῦ Δαυῒδ, οὐκ εἶπε· Καὶ μὴν ὁ Δαυῒδ τάδε φησὶν, ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; ὥστε μὴ προσστῆναι αὐτοῖς τὰ λεγόμενα. Διὸ οὐδὲ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, Περὶ τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑφειμένως διελέγοντο, λέγοντες· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου Δαυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ αὐτὸς ὁμοίως διὰ τοῦτο ὡς ἐν ἐρωτήσεως τάξει καὶ συλλογισμοῦ τὸ δόγμα εἰσάγει, λέγων· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοῦ υἱὸς, ἄπαγε· οὐ γὰρ ἂν Πέτρῳ ἐπετίμησε διὰ τοῦτο· ἀλλὰ τὴν ἐκείνων ὑπόνοιαν διορθούμενος.

Ὥστε ὅταν λέγῃ, Πῶς υἱὸς αὐτοῦ ἐστι; τοῦτο λέγει· Οὐχ οὕτως ὡς ὑμεῖς φατε. Ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι μόνον υἱὸς αὐτοῦ ἐστι, καὶ οὐχὶ καὶ Κύριος. Καὶ τοῦτο μετὰ τὴν μαρτυρίαν, καὶ τότε ὑφειμένως· Εἰ οὖν Δαυῒδ Κύριον αὐτὸν καλεῖ, πῶς υἱὸς αὐτοῦ ἐστιν;

Ἀλλ᾽ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. Διὸ αὐτὸς ἐπάγει λέγων, ὅτι Κύριος αὐτοῦ ἐστι. Μᾶλλον δὲ οὐδὲ τοῦτο αὐτὸ ἀπολελυμένως, ἀλλὰ τὸν προφήτην μεθ᾽ ἑαυτοῦ παραλαβὼν, διὰ τὸ σφόδρα ἀπιστεῖσθαι ὑπ᾽ αὐτῶν, καὶ διαβεβλῆσθαι παρ᾽ αὐτοῖς. Ὃ δὴ μάλιστα χρὴ σκοποῦντας, κἂν ταπεινὸν καὶ ὑφειμένον τι λέγηται παρ᾽ αὐτοῦ, μὴ σκανδαλίζεσθαι· ἡ γὰρ αἰτία αὕτη, μετὰ καὶ ἑτέρων πλειόνων, τὸ συγκαταβαίνοντα ἐκείνοις διαλέγεσθαι.

Διὸ καὶ νῦν ἐν τάξει μὲν πεύσεως καὶ ἀποκρίσεως δογματίζει· αἰνίττεται δὲ καὶ οὕτω τὴν ἀξίαν αὐτοῦ. Οὐ γὰρ ἦν ἴσον ἀκοῦσαι Ἰουδαίων Κύριον, καὶ τοῦ Δαυΐδ. Σὺ δέ μοι σκόπει καὶ τὸ εὔκαιρον. Ὅτε γὰρ εἶπεν, Εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι, καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον. Καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον αὐτοὺς τὸν Πατέρα· Ἕως ἂν θῶ γὰρ, φησὶ, τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πολλὴν κἀντεῦθεν ὁμόνοιαν τοῦ γεγεννηκότος πρὸς αὐτὸν καὶ τιμήν. Καὶ τοῦτο τὸ τέλος ἐπιτίθησι τῶν πρὸς αὐτοὺς διαλέξεων, ὑψηλὸν καὶ μέγα καὶ ἱκανὸν αὐῶν ἀποῤῥάψαι τὰ στόματα. Καὶ γὰρ ἐσίγησαν ἐξ ἐκείνου, οὐχ ἑκόντες, ἀλλὰ τῷ μηδὲν ἔχειν εἰπεῖν· καὶ οὕτω καιρίαν ἐδέξαντο πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὑτοῖς ἐπιχειρῆσαι λοιπόν. Οὐδεὶς γὰρ, φησὶν, ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπερωτῆσαι αὐτόν. Οὐ μικρὸν δὲ τοῦτο τοὺς ὄχλους ὠφέλει. Διὸ καὶ πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον, ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς.

Ἐκεῖνοι γὰρ οὐδὲν ἐκέρδαινον, ὑπὸ κενοδοξίας ἁλόντες, καὶ εἰς τὸ δεινὸν τοῦτο πάθος ἐμπεσόντες. Δεινὸν γὰρ τὸ πάθος καὶ πολυκέφαλον· οἱ μὲν γὰρ ἀρχῆς διὰ ταύτην. οἱ δὲ χρημάτων, οἱ δὲ ἰσχύος ἐρῶσιν. Ὁδῷ δὲ βαδίζουσα καὶ ἐπὶ ἐλεημοσύνην ἔρχεται, καὶ νηστείαν, καὶ εὐχὰς, καὶ διδασκαλίαν· καὶ πολλαὶ αἱ τοῦ θηρίου τούτου κεφαλαί. Ἀλλὰ τὸ μὲν ἐπὶ τοῖς ἄλλοις ἐκείνοις κενοδοξεῖν, θαυμαστὸν οὐδέν· τὸ δὲ ἐπὶ νηστείᾳ καὶ εὐχῇ, τοῦτό ἐστι τὸ ξένον καὶ δακρύων μεστόν. Ἀλλ᾽ ἵνα μὴ πάλιν ἐγκαλῶμεν μόνον, φέρε καὶ τὸν τρόπον, δι᾽ οὗ ταύτην φευξόμεθα, εἴπωμεν. Πρὸς τίνας οὖν ἀποδυσόμεθα πρώτους; πρὸς τοὺς ἐπὶ χρήμασιν ἢ τοὺς ἐπὶ ἱματίοις, ἢ τοὺς ἐπὶ ἀρχαῖς, ἢ τοὺς ἐπὶ διδασκαλίαις. ἢ τοὺς ἐπὶ τέχναις, ἢ τοὺς ἐπὶ σώματι, ἢ τοὺς ἐπὶ κάλλει, ἢ τοὺς ἐπὶ καλλωπισμοῖς, ἢ τοὺς ἐπὶ ὠμότητι, ἢ τοὺς ἐπὶ φιλανθρωπίᾳ καὶ ἐλεημοσύνῃ, ἢ τοὺς ἐπὶ πονηρίᾳ, ἢ τοὺς ἐπὶ τελευτῇ, ἢ τοὺς μετὰ τελευτὴν κενοδοξοῦντας; Καὶ γὰρ, ὅπερ ἔφην, πολλὰς ἔχει τὰς πλεκτάνας τοῦτο τὸ πάθος, καὶ περαιτέρω τῆς ζωῆς ἡμῶν πρόεισι. Καὶ γὰρ ὁ δεῖνα, φησὶν, ἀπέθανε· καὶ ἵνα θαυμασθῇ, τὰ καὶ τὰ ἐπέσκηψε γενέσθαι· καὶ διὰ τοῦτο ὁ δεῖνα πένης, καὶ ὁ δεῖνα πλούσιος. Τὸ γὰρ χαλεπὸν τοῦτο, ὅτι καὶ ἀπὸ τῶν ἐναντίων συνέστηκε.

γʹ. Πρὸς τίνας οὖν στησόμεθα καὶ παραταξόμεθα πρώτους; οὐ γὰρ ἀρκεῖ πρὸς πάντας εἷς καὶ ὁ αὐτὸς λόγος. Βούλεσθε οὖν πρὸς τοὺς ἐπὶ ἐλεημοσύνῃ κενοδοξοῦντας; Ἔμοιγε δοκεῖ· καὶ γὰρ σφόδρα τὸ πρᾶγμα τοῦτο φιλῶ, καὶ ἀλγῶ λυμαινόμενον ὁρῶν, καὶ καθάπερ τινὶ βασιλικῇ κόρῃ τροφὸν προαγωγὸν ἐπιβουλεύουσαν τὴν κενοδοξίαν. Τρέφει μὲν γὰρ αὐτὴν, ἐπ᾽ αἰσχύνῃ δὲ καὶ ζημίᾳ, μαστροπεύουσα, καὶ τοῦ μὲν πατρὸς κελεύουσα καταφρονεῖν, καλλωπίζεσθαι δὲ πρὸς μιαρῶν καὶ καταπτύστων πολλάκις ἀνδρῶν ἀρέσκειαν· καὶ τοιοῦτον αὐτῇ περιτίθησι κόσμον, οἷον οἱ ἔξω βούλονται, αἰσχρὸν καὶ ἄτιμον, οὐχ οἷον ὁ πατήρ. Φέρε δὴ οὖν πρὸς τούτους ἀποτεινώμεθα, καὶ ἔστω τις ἐλεημοσύνη γινομένη μετὰ δαψιλείας πρὸς τὴν τῶν πολλῶν ἐπίδειξιν. Οὐκοῦν πρῶτον αὐτὴν ἐξάγει τοῦ θαλάμου τοῦ πατρικοῦ.

Καὶ ὁ μὲν πατὴρ οὐδὲ τῇ ἀριστερᾷ φαίνεσθαι κελεύει· αὕτη δὲ αὐτὴν τοῖς δούλοις ἐπιδείκνυσι καὶ τοῖς τυχοῦσι καὶ οὐδὲ εἰδόσιν αὐτήν. Εἶδες πόρνην καὶ μαστροπὸν εἰς ἔρωτα αὐτὴν ἐμβάλλουσαν ἀτόπων ἀνθρώπων, ἵνα ὡς ἂν ἐκεῖνοι κελεύωσιν, οὕτως αὕτη ῥυθμίζηται; Βούλει ἰδεῖν πῶς οὐ πόρνην μόνον, ἀλλὰ καὶ μανικὴν ποιεῖ τὴν τοιαύτην ψυχήν; Οὐκοῦν καταμάνθανε αὐτῆς τὴν γνώμην Ὅταν γὰρ τὸν οὐρανὸν ἀφεῖσα τρέχῃ ὀπίσω δραπετῶν καὶ οἰκοτρίβων, κατὰ τὰ ἄμφοδα καὶ τοὺς στενωποὺς διώκουσα τοὺς μισοῦντας αὐτὴν, τοὺς αἰσχροὺς καὶ δυσειδεῖς, τοὺς οὐδὲ ἰδεῖν αὐτὴν βουλομένους, τοὺς, ἐπειδὴ περικαίεται αὐτῶν, μισοῦντας αὐτὴν, τί γένοιτ᾽ ἂν τούτου μανικώτερον; Οὐδένα γὰρ οὕτω μισοῦσιν οἱ πολλοὶ, ὡς τοὺς δεομένους τῆς παρ᾽ αὐτῶν δόξης. Μυρίας γοῦν κατηγορίας κατ᾽ αὐτῶν πλέκουσι, καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρθένον καὶ θυγατέρα βασιλέως ἀπὸ τοῦ θρόνου κατενεγκὼν τοῦ βασιλικοῦ, κελεύοι μονομάχοις ἀνδράσι καὶ διαπτύουσιν αὐτὴν ἑαυτὴν ἐκδιδόναι. Οὗτοι μὲν οὖν, ὅσον αὐτοὺς διώκεις, τοσοῦτόν σε ἀποστρέφονται· ὁ δὲ Θεὸς, ἂν τὴν παρ᾽ αὐτοῦ δόξαν ζητῇς, τοσούτῳ μᾶλλον καὶ ἐφέλκεταί σε καὶ ἐπαινεῖ, καὶ πολλὴν ἀποδίδωσί σοι τὴν ἀμοιβήν.

Εἰ δὲ βούλει καὶ ἑτέρωθεν αὐτῆς τὴν ζημίαν καταμαθεῖν, ὅταν δῷς πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν, ἀναλόγισαι πόση σε λοιπὸν ἐπεισέρχεται ἡ λύπη, καὶ πῶς διηνεκὴς ἡ ἀθυμία, ἐνηχοῦντός σοι τοῦ Χριστοῦ, καὶ λέγοντος, ὅτι Πάντα ἀπώλεσάς σου τὸν μισθόν. Πανταχοῦ μὲν γὰρ κενοδοξία κακὸν, μάλιστα δὲ ἀπὸ φιλανθρωπίας, ὅτι ἐσχάτη ἐστὶν ὠμότης, τὰς ἀλλοτρίας ἐκπομπεύουσα συμφορὰς, καὶ μόνον οὐχὶ ὀνειδίζουσα τοὺς ἐν πτωχείᾳ. Εἰ γὰρ τὸ τὰς ἰδίας λέγειν εὐεργεσίας ὀνειδίζειν ἐστὶ, τὸ καὶ εἰς ἑτέρους πολλοὺς ταύτας ἐξάγειν, τί οἴει εἶναι; Πῶς οὖν διαφευξόμεθα τὸ δεινόν; Ἂν μάθωμεν ἐλεεῖν, ἂν ἴδωμεν τίνων τὴν δόξαν ἐπιζητοῦμεν. Εἰπὲ γάρ μοι, τίς ὁ τῆς ἐλεημοσύνης τεχνίτης ἐστίν; Ὁ τὸ πρᾶγμα καταδείξας Θεὸς δηλονότι, ὁ μάλιστα πάντων αὐτὸ εἰδὼς, καὶ πρὸς ἄπειρον αὐτὸ μεταχειρίζων. Τί οὖν; ἂν παλαιστὴς μανθάνῃς, πρὸς τίνας ὁρᾷς, ἤ τίσιν ἐπιδείκνυσαι ἐν τῇ παλαίστρᾳ, τῷ λάχανα πωλοῦντι καὶ τοὺς ἰχθύας, ἢ τῷ παιδοτρίβῃ; Καὶ μὴν οἱ μὲν εἰσὶ πολλοὶ, ὁ δὲ εἷς. Τί οὖν, ἂν ἐκείνου θαυμάζοντος ἄλλοι καταγελῶσιν, οὐχὶ καὶ σὺ καταγελάσῃ μετ᾽ ἐκείνου αὐτούς; Τί δὲ, ἂν πυκτεύειν μανθάνῃς; οὐχ ὁμοίως πρὸς ἐκεῖνον ὄψει τὸν τοῦτο παιδεύειν εἰδότα; Ἂν δὲ λόγους μετίῃς, οὐχὶ τοῦ ῥήτορος τοὺς ἐπαίνους καταδέξῃ, καὶ τῶν ἄλλων καταφρονήσεις;

Πῶς οὖν οὐκ ἄτοπον, ἐν μὲν ταῖς ἄλλαις τέχναις πρὸς τὸν διδάσκαλον ὁρᾷν μόνον, ἐνταῦθα δὲ τοὐναντίον ποιεῖν; καίτοιγε οὐκ ἴση ἡ ζημία. Ἐκεῖ μὲν γὰρ, ἂν πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς παλαίῃς, καὶ μὴ πρὸς τὸ τῷ διδασκάλῳ, ἐν τῇ πάλῃ ἡ ζημία· ἐνταῦθα δὲ ἐν αἰωνίῳ ζωῇ. Γέγονας ὅμοιος Θεῷ κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι.

Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τί τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδὲν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι, οὓς εἰς μαρτυρίαν καλεῖς, λῃσταὶ γίνονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ᾽ ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορπίζοντες τὰ ἄνω κείμενα. Ὢ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους! Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει.

Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος ὁ κλέπτης τῆς εὐπορίας τῆς ἐν οὐρανοῖς· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον· τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι καὶ λῃσταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον.

δʹ. Ἀλλὰ δόξης ἐπιθυμεῖς; Εἶτα οὐκ ἀρκεῖ σοι ἡ παρ᾽ αὐτοῦ τοῦ λαμβάνοντος, ἡ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀλλὰ καὶ τῆς παρὰ ἀνθρώπων ἐρᾷς; Ὅρα μὴ τοὐναντίον ὑπομείνῃς· μή τίς σου καταγνῷ ὡς οὐκ ἐλεοῦντος, ἀλλ᾽ ἐκπομπεύοντος καὶ φιλοτιμουμένου, ὡς ἐκτραγῳδοῦντος τὰς ἀλλοτρίας συμφοράς. Καὶ γὰρ μυστήριόν ἐστιν ἡ ἐλεημοσύνη. Κλεῖσον τοίνυν τὰς θύρας, ἵνα μή τις ἴδῃ ἅπερ ἐπιδεῖξαι οὐ θέμις. Καὶ γὰρ τὰ μυστήρια τὰ ἡμέτερα τοῦτο μάλιστά ἐστιν, ἐλεημοσύνη καὶ φιλανθρωπία Θεοῦ. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ὄντας ἡμᾶς ἀπειθεῖς ἠλέησε. Καὶ ἡ πρώτη δὲ δέησις ἐλέους γέμει, ὅταν ὑπὲρ τῶν ἐνεργουμένων παρακαλῶμεν· καὶ ἡ δευτέρα πάλιν, ὑπὲρ ἑτέρων τῶν ἐν μετανοίᾳ, πολὺ τὸ ἔλεος ἐπιζητοῦσα· καὶ ἡ τρίτη δὲ πάλιν, ὑπὲρ ἡμῶν αὐτῶν, καὶ αὕτη τὰ παιδία τὰ ἄμωμα τοῦ δήμου προβάλλεται, τὸν Θεὸν ἐπὶ ἔλεον παρακαλοῦντα.

Ἐπειδὴ γὰρ αὐτοὶ κατεγνώκαμεν ἑαυτῶν ἁμαρτήματα, ὑπὲρ μὲν τῶν πολλὰ ἡμαρτηκότων καὶ ἐγκληθῆναι ὀφειλόντων αὐτοὶ βοῶμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν οἱ παῖδες, ὧν τῆς ἁπλότητος τοὺς ζηλωτὰς ἡ βασιλεία τῶν οὐρανῶν μένει. Ὁ γὰρ τύπος οὗτος τοῦτο ἐνδείκνυται, ὅτι οἱ κατ᾽ ἐκείνους τοὺς παῖδας ταπεινοὶ καὶ ἄπλαστοι, οὗτοι μάλιστα δύνανται ἐξαιτεῖσθαι τοὺς ὑπευθύνους.

Αὐτὸ δὲ τὸ μυστήριον πόσου ἐλέου, πόσης φιλανθρωπίας, ἴσασιν οἱ μεμνημένοι. Καὶ σὺ τοίνυν κατὰ δύναμιν τὴν σὴν ἐλεῶν ἄνθρωπον, ἀπόκλεισον τὰς θύρας· αὐτὸς ὁ ἐλεούμενος ἰδέτω μόνος· εἰ δὲ οἷόν τε, μηδὲ οὗτος.

Ἂν δὲ ἀναπετάσῃς, ἐκπομπεύεις σου τὸ μυστήριον. Ἐννόησον ὅτι καὶ αὐτὸς ἐκεῖνος, οὗ τὴν δόξαν ἐπιζητεῖς, καὶ αὐτός σου καταγνώσεται· κἂν μὲν φίλος ᾖ, παρ᾽ ἑαυτῷ σου κατηγορήσει· ἂν δὲ ἐχθρὸς, καὶ παρ᾽ ἑτέροις σε κωμῳδήσει. Καὶ τἀναντία ὑπομενεῖς ὧν ἐπιθυμεῖς.

Σὺ μὲν γὰρ ἐπιθυμεῖς, ἵνα εἴπῃ; ὅτι Ὁ ἐλεήμων· αὐτὸς δὲ οὐκ ἐρεῖ τοῦτο, ἀλλ᾽ ὁ κενόδοξος, ὁ ἀνθρωπάρεσκος, καὶ ἕτερα πολὺ τούτων χαλεπώτερα. Ἂν δὲ κρύψῃς, πάντα ἐρεῖ τἀναντία τούτοις, Ὁ φιλάνθρωπος, ὁ ἐλεήμων. Οὐ γὰρ ἀφίησιν ὁ Θεὸς κρυβῆναι· ἀλλ᾽ ἐὰν σὺ κρύψῃς, ἐκεῖνος κατάδηλον ποιήσει, καὶ μεῖζον τὸ θαῦμα, καὶ πλέον τὸ κέρδος. Ὥστε καὶ πρὸς τοῦτο αὐτὸ τὸ δοξάζεσθαι ἐναντίον ἡμῖν τὸ ἐπιδείκνυσθαι· πρὸς γὰρ ὃ σπεύδομεν καὶ ἐπειγόμεθα, πρὸς τοῦτο μάλιστα ἡμῖν αὑτὸ τοῦτο ἀνθίσταται. Οὐ γὰρ μόνον ἐλεήμονος δόξαν οὐ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐναντίαν· καὶ πρὸς ταύτῃ πολλὴν καὶ τὴν ζημίαν ὑπομένομεν. Πάντων οὖν ἕνεκεν ἀπεχώμεθα ταύτης, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐρῶμεν μόνης. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἐπιτευξόμεθα δόξης, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΔΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.

αʹ. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν ἐπὶ τὸν νόμον ἀνατρέχει.

Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν.

Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. Διορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ τῶν διδασκάλων μὴ καταφρονεῖν, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει.

Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις οὐδεμίαν παραλιμπάνων παρακοῆς πρόφασιν.

Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐπειδὴ φαῦλος ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα· καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε.

Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος, ὅπου γε καὶ ἐντεῦθεν αὐτοὺς αἰδεσίμους ποιεῖ. Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῶν ἐγχωρούντων τοῦτο ποιεῖ, τῆς καθέδρας καὶ τῆς ἐκείνου διαδοχῆς.

Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθεσίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ Πάντα φησὶ τὰ διορθοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαίνοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ᾽ ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω καιρὸς ἦν πρὸ τοῦ σταυροῦ ταῦτα σαφῶς διαλέγεσθαι.

Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προοικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγορεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι᾽ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς λοιπὸν ἀποτείνει λόγους κατ᾽ αὐτῶν;

Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι· ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. Διὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι κατηγορίαν ποιεῖται. Τί γὰρ διδασκάλου γένοιτ᾽ ἂν ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ διασώζῃ;

Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. Διὰ τοῦτο καὶ εἰς τὰς κατ᾽ αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ᾽ ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστησαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης κατηγορία. Θέα δὲ πόθεν ἄρχεται, καὶ πόθεν αὔξει τὰ ἐγκλήματα; Ὅτι λέγουσι, φησὶ, καὶ οὐ ποιοῦσιν. Ἕκαστος μὲν γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ καὶ τριπλῇ δίκαιος κατακρίνεσθαι.

Δι᾽ ἓν μὲν, ὅτι παραβαίνει· δι᾽ ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων διορθοῦν, εἶτα χωλεύων, μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων καὶ ἕτερον αὐτῶν πάλιν λέγει κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις.

Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. Διπλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν· ὧν τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ᾽ ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον ἐποίουν.

βʹ. Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι᾽ ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶπεν, Οὐ δύνανται, ἀλλ᾽ Οὐ θέλουσι· καὶ οὐκ εἶπε.

Βαστάσαι, ἀλλὰ Δακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις.

Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐτὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ᾽ ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ᾽ ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ᾽ ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα.

Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν.

Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ᾽ αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν;

Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐντεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται ταῦτα παρ᾽ ἡμῶν μαθεῖν. Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας ἐκράτει· ἔνθα ἐκελεύοντο μὴ κενοδοξεῖν, ἐν ταῖς συναγωγαῖς· ἔνθα εἰσῄεσαν ῥυθμίζοντες ἑτέρους. Τὸ μὲν γὰρ ἐπὶ τῶν δείπνων τοῦτο παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δοκεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυμάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ. Καὶ καθάπερ ὁ ἄνθρωπος, ὅπουπερ ἂν φανῇ, δῆλός ἐστι τῶν ἀλόγων διεστηκώς· οὕτω καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον, καὶ σιγῶντα, καὶ ἀριστοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ κατῃσχύνοντο, μελετῶντες ἃ φεύγειν ἔδει.

Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν;

γʹ. Τὰ μὲν οὖν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς μικρὰ καὶ εὐτελῆ, καὶ μὴ δεομένων τῶν μαθητῶν καὶ ὑπὲρ τούτων διορθωθῆναι· ὃ δὲ πάντων αἴτιον ἦν τῶν κακῶν, ἡ φιλαρχία, καὶ τὸ τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικὸν, τοῦτο εἰς μέσον ἀγαγὼν διορθοῦται σπουδαίως, ὑπὲρ τούτου σφόδρα καὶ αὐτοῖς εὐτόνως ἐπισκήπτων. Τί γάρ φησιν; Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί. Εἶτα καὶ ἡ αἰτία· Εἷς γὰρ ὑμῶν ἐστιν ὁ Διδάσκαλος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, κατὰ τὸ μηδὲν εἰδέναι παρ᾽ ἑαυτοῦ. Διὸ καὶ Παῦλος λέγει· Τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, τίς δὲ Κηφᾶς, ἀλλ᾽ ἢ διάκονοι; Οὐκ εἶπε, Διδάσκαλοι. Καὶ πάλιν· Μὴ καλέσητε πατέρα· οὐχ ἵνα μὴ καλέσωσιν, ἀλλ᾽ ἵνα εἰδῶσιν ὃν κυρίως πατέρα καλεῖν χρή. Καθάπερ γὰρ ὁ διδάσκαλος οὐκ ἔστι διδάσκαλος προηγουμένως· οὕτως οὐδὲ ὁ πατήρ. Ἐκεῖνος γὰρ πάντων αἴτιος, καὶ τῶν διδασκάλων, καὶ τῶν πατέρων. Καὶ πάλιν ἐπάγει· Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστι καθηγητὴς, ὁ Χριστός· καὶ οὐκ εἶπεν, Ἐγώ. Ὥσπερ ἀνωτέρω εἶπε, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; καὶ οὐκ εἶπε, Περὶ ἐμοῦ· οὕτω καὶ ἐνταῦθα. Ἀλλ᾽ ἡδέως ἂν ἐροίμην ἐνταῦθα, τί ἂν εἴποιεν οἱ τὸ Εἷς καὶ Εἷς πολλάκις ἁρμόζοντες τῷ Πατρὶ μόνῳ, ἐπὶ ἀθετήσει τοῦ Μονογενοῦς.

Καθηγητὴς ὁ Πατήρ; Ἅπαντες ἂν εἴποιεν, καὶ οὐδεὶς ἀντερεῖ. Καὶ μὴν εἷς, φησὶν, ἐστὶν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος ὁ Χριστὸς οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ εἶναι καθηγητήν· οὕτω καὶ εἷς διδάσκαλος λεγόμενος ὁ Πατὴρ οὐκ ἐκβάλλει τὸν Υἱὸν τοῦ εἶναι διδάσκαλον. Τὸ γὰρ Εἷς καὶ Εἷς πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων εἴρηται, καὶ τῆς λοιπῆς κτίσεως. Ἀπαγορεύσας τοίνυν αὐτοῖς τὸ χαλεπὸν τοῦτο νόσημα καὶ διορθωσάμενος, παιδεύει καὶ πῶς ἂν αὐτὸ διαφύγοιεν· διὰ ταπεινοφροσύνης. Διὸ καὶ ἐπάγει· Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.

Ὅστις γὰρ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· διὸ καὶ συνεχῶς αὐτοὺς ὑπομιμνήσκει ταύτης τῆς ἀρετῆς, καὶ ὅτε τὰ παιδία εἰς μέσον ἤγαγε, καὶ νῦν· καὶ ἀρχόμενος ἐπὶ τοῦ ὄρους τῶν μακαρισμῶν, ἐντεῦθεν ἤρξατο· καὶ ἐνταῦθα πρόῤῥιζον αὐτὸ ἀνασπᾷ ἐντεῦθεν λέγων· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Εἶδες πῶς ἐκ διαμέτρου πρὸς τοὐναντίον ἀπάγει τὸν ἀκροατήν; Οὐ γὰρ δὴ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν.

Οὕτω γὰρ τεύξῃ τῆς ἐπιθυμίας, φησί. Διὸ χρὴ τῶν πρωτείων τὴν ἐπιθυμίαν διώκοντα, τὴν ἐσχάτην διώκειν τάξιν. Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, ὑψωθήσεται. Καὶ ποῦ τὴν ταπεινοφροσύνην ταύτην εὑρήσομεν; Βούλεσθε πάλιν ἐπὶ τὴν πόλιν τῆς ἀρετῆς ἴωμεν, τὰς τῶν ἁγίων σκηνὰς, τὰ ὄρη λέγω, καὶ τὰς νάπας; Καὶ γὰρ ἐκεῖ τὸ ὕψος τῆς ταπεινοφροσύνης ὀψόμεθα τοῦτο. Ἄνθρωποι γὰρ οἱ μὲν ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, οἱ δὲ καὶ ἀπὸ χρημάτων ὄντες λαμπροὶ, πάντοθεν ἑαυτοὺς καταστέλλουσιν, ἀπὸ τῆς ἐσθῆτος, ἀπὸ τῆς οἰκίας, ἀπὸ τῶν διακονουμένων· καὶ καθάπερ ἐν γράμμασι διὰ πάντων τὴν ταπεινοφροσύνην γράφουσι. Καὶ ἅπερ ἐστὶν ὑπεκκαύματα ἀλαζονείας, τὸ καλῶς ἀμφιέννυσθαι, καὶ τὸ λαμπρῶς οἰκοδομεῖν, καὶ τὸ πολλοὺς ἔχειν διακόνους, ἃ καὶ ἄκοντας πολλάκις εἰς ἀλαζονείαν ἐμβάλλει, ταῦτα ἐκεῖ ἅπαντα ἀνῄρηται. Καὶ αὐτοὶ καίουσι πῦρ, αὐτοὶ διακλῶσι ξύλα, αὐτοὶ ἕψουσιν, αὐτοὶ τοῖς ἐρχομένοις διακονοῦνται. Οὐκ ἔστιν ὑβρίζοντος ἀκοῦσαί τινος ἐκεῖ, οὐδὲ ὑβριζόμενον ἰδεῖν, οὐδὲ ἐπιταττόμενον, οὐδὲ ἐπιτάττοντα· ἀλλὰ πάντες τῶν διακονουμένων εἰσι, καὶ ἕκαστος τοὺς πόδας νίπτει τῶν ξένων, καὶ πολλὴ περὶ τούτου μάχη. Καὶ ποιεῖ τοῦτο, οὐκ ἐξετάζων ὅστις ἐστὶν, οὔτε εἰ δοῦλος, οὔτε εἰ ἐλεύθερος· ἀλλ᾽ ἐπὶ παντὸς τὴν διακονίαν ταύτην πληροῖ. Οὐδεὶς ἐκεῖ οὐ μέγας, οὐδὲ μικρός. Τί οὖν; σύγχυσις; Μὴ γένοιτο· ἀλλ᾽ ἡ πρώτη εὐταξία.

Κἂν γὰρ ᾖ τις μικρὸς, ὁ μέγας οὐχ ὁρᾷ τοῦτο, ἀλλὰ καὶ ἐκείνου πάλιν καταδεέστερον ἑαυτὸν εἶναι νενόμικε, καὶ ταύτῃ γίνεται μείζων. Μία τράπεζα πᾶσι, καὶ τοῖς διακονουμένοις, καὶ τοῖς διακονοῦσι, τὰ αὐτὰ ἐδέσματα, τὰ αὐτὰ ἐνδύματα, τὰ αὐτὰ οἰκήματα, ἡ αὐτὴ δίαιτα. Μέγας ἐκεῖ ὁ τὸ εὐτελὲς ἔργον ἁρπάζων. Οὐκ ἔστι τὸ Ἐμὸν καὶ τὸ Σόν· ἀλλ᾽ ἐξώρισται τοῦτο τὸ ῥῆμα, τὸ μυρίων αἴτιον πολέμων.

δʹ. Καὶ τί θαυμάζεις, εἰ δίαιτα καὶ τράπεζα καὶ στολὴ μία πᾶσιν, ὅπου γε καὶ ψυχὴ μία πᾶσιν, οὐ κατὰ τὴν οὐσίαν μόνον (τοῦτο γὰρ καὶ ἐπὶ πάντων), ἀλλὰ κατὰ τὴν ἀγάπην; πῶς οὖν ἂν αὐτὴ καθ᾽ ἑαυτῆς ἐπαρθείη ποτέ; Οὐκ ἔστιν ἐκεῖ πενία καὶ πλοῦτος, δόξα καὶ ἀτιμία· πῶς οὖν ἂν εὕροι παρείσδυσιν ἀπόνοια καὶ ἀλαζονεία;

Εἰσὶ μὲν γὰρ καὶ μικροὶ καὶ μεγάλοι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ᾽ ὅπερ ἔφην, οὐδεὶς τοῦτο ὁρᾷ. Ὁ μικρὸς οὐκ ἀλγεῖ ὡς καταφρονούμενος· οὔτε γὰρ ὁ καταφρονῶν τίς ἐστι· κἂν διαπτύσῃ δέ τις, τοῦτο μάλιστα παιδεύονται, καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων· καὶ πτωχοῖς καὶ ἀναπήροις συναναστρέφονται, καὶ αἱ τράπεζαι αὐτοῖς τούτων γέμουσι τῶν δαιτυμόνων· διὰ δὴ τοῦτο καὶ τῶν οὐρανῶν εἰσιν ἄξιοι. Καὶ ὁ μὲν θεραπεύει τραύματα τῶν λώβην ἐχόντων, ὁ δὲ χειραγωγεῖ τὸν τυφλὸν, ὁ δὲ βαστάζει τὸν τὸ σκέλος πεπηρωμένον.

Οὐκ ἔνι κολάκων ἐκεῖ πλῆθος, οὐδὲ παρασίτων· μᾶλλον δὲ οὐδὲ ὅ τί ποτέ ἐστι κολακεία ἴσασι· πόθεν οὖν ἂν ἐπαρθεῖέν ποτε; Καὶ γὰρ πολλὴ παρ᾽ αὐτοῖς ἰσότης· διὸ καὶ εὐκολία πολλὴ τῆς ἀρετῆς. Καὶ γὰρ τούτοις μᾶλλον οἱ καταδεέστεροι παιδεύονται, ἢ εἰ ἀναγκάζοιντο αὐτοῖς παραχωρεῖν τῶν πρωτείων. Ὥσπερ γὰρ τὸν θρασὺν ὁ πληττόμενος καὶ παραχωρῶν παιδεύει· οὕτω τὸν φιλότιμον ὁ μὴ ἀντιποιούμενος δόξης, ἀλλὰ καταφρονῶν.

Τοῦτο δὲ μετὰ δαψιλείας ἐκεῖ ποιοῦσι· καὶ ὅση μάχη παρ᾽ ἡμῖν ὑπὲρ τοῦ τυχεῖν τῶν πρωτείων, τοσοῦτος ἀγὼν παρ᾽ ἐκείνοις ὑπὲρ τοῦ μὴ τυχεῖν, ἀλλὰ διακρούσασθαι, καὶ πολλὴ σπουδὴ, τίς πλεονεκτήσει τιμῶν, ἀλλ᾽ οὐ τιμώμενος.

Ἄλλως δὲ καὶ αὐτὰ τὰ ἔργα μετριάζειν πείθει, καὶ οὐκ ἀφίησι φλεγμαίνειν. Τίς γὰρ, εἰπέ μοι, γῆν σκάπτων καὶ ἄρδων καὶ φυτεύων, ἢ πλέκων σπυρίδας, καὶ σάκκον ὑφαίνων, ἢ ἄλλα τινὰ μεταχειρίζων, μέγα φρονήσει ποτέ; τίς δὲ πενίᾳ συζῶν, καὶ λιμῷ παλαίων, τοῦτο νοσήσει τὸ νόσημα; Οὐκ ἔστιν οὐδείς. Διὰ τοῦτο εὔκολος αὐτοῖς ἡ ταπεινοφροσύνη. Καὶ ὥσπερ ἐνταῦθα χαλεπὸν τὸ μετριάζειν διὰ τὸ πλῆθος τῶν κροτούντων καὶ θαυμαζόντων· οὕτως ἐκεῖ σφόδρα εὔκολον. Καὶ γὰρ τῇ ἐρημίᾳ προσέχει μόνον ἐκεῖνος, καὶ ὄρνιθας ἱπταμένας ὁρᾷ, καὶ δένδρα σειόμενα, καὶ ζέφυρον πνέοντα, καὶ ῥύακας διὰ φαράγγων φερομένους. Πόθεν οὖν ἂν ἐπαρθείη ὁ ἐρημίᾳ τοσαύτῃ συζῶν; Οὐ μὴν διὰ τοῦτο ἀπολογίαν ἐντεῦθεν ἡμεῖς ἕξομεν, ἐπειδὴ ἐν μέσοις στρεφόμενοι μέγα φρονοῦμεν. Καὶ γὰρ ὁ Ἀβραὰμ μεταξὺ Χαναναίων ὢν ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ ὁ Δαυῒδ ἐν μέσοις στρατοπέδοις, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ ὁ Ἀπόστολος ἐν μέσῃ τῇ οἰκουμένῃ· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.

Ποία τοίνυν ἡμῖν ἔσται παραμυθία, ποία δὲ ἀπολογία, ὅταν μηδὲ τοσαῦτα ἔχοντες παραδείγματα μετριάζωμεν; Ὥσπερ γὰρ ἐκεῖνοι μυρίων στεφάνων ἄξιοι, πρῶτοι τῆς ἀρετῆς τὴν ὁδὸν ἐλθόντες· οὕτως ἡμεῖς μυρίων τιμωριῶν ὑπεύθυνοι, μηδὲ μετ᾽ ἐκείνους τοὺς ἀπελθόντας καὶ ἐν τοῖς γράμμασι κειμένους, μηδὲ μετὰ τούτους τοὺς ζῶντας καὶ διὰ τῶν πραγμάτων θαυμαζομένους, ἐπὶ τὸν ἴσον ἑλκόμενοι ζῆλον. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, μὴ διορθούμενος;

Οὐκ οἶσθα γράμματα, οὐδὲ Γραφαῖς ἐνέκυψας, ἵνα μάθῃς τῶν παλαιῶν τὰς ἀρετάς; Μάλιστα μὲν καὶ τοῦτο ἔγκλημα, τῆς ἐκκλησίας διηνεκῶς ἀνεῳγμένης, μὴ εἰσιέναι καὶ μετέχειν τῶν καθαρῶν ἐκείνων ναμάτων. Πλὴν ἀλλ᾽ εἰ καὶ τοὺς ἀπελθόντας οὐκ ἔγνως διὰ τῶν Γραφῶν, τοὺς ζῶντας τούτους ἰδεῖν ἐχρῆν. Ἀλλ᾽ οὐδεὶς ὁ χειραγωγῶν; Ἐλθὲ πρός με, καὶ ἐγώ σοι δείξω τὰ καταγώγια τῶν ἁγίων τούτων· ἐλθὲ, καὶ μάθε τί παρ᾽ αὐτῶν χρήσιμον. Λύχνοι πανταχοῦ τῆς γῆς εἰσιν οὗτοι λάμποντες· τείχη ταῖς πόλεσι περικάθηνται.

Διὰ ταῦτα τὰς ἐρημίας κατέλαβον, ἵνα καὶ σὲ παιδεύσωσι τῶν ἐν τῷ μέσῳ θορύβων καταφρονεῖν. Οἱ μὲν γὰρ, ἅτε ἰσχυροὶ ὄντες, καὶ ἐν μέσῳ τῷ κλύδωνι δύνανται γαλήνης ἀπολαύειν· σοὶ δὲ τῷ περιαντλουμένῳ πανταχόθεν ἡσυχίας δεῖ, καὶ τοῦ μικρὸν ἀναπνεῦσαι ἐκ τῶν ἐπαλλήλων κυμάτων. Βάδιζε τοίνυν ἐκεῖ συνεχῶς, ἵνα τὴν διηνεκῆ κηλῖδα καθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραινέσεσι, καὶ τὸν ἐνταῦθα ἄριστα διαγάγῃς βίον, καὶ τῶν μελλόντων ἐπιτύχῃς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΓʹ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. αʹ. Ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν αὐτοὺς κωμῳδεῖ· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλ᾽ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἢν διορθοῦσθαι ἔδει. Οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ κατήσθιον. Εἶτα καὶ ὁ τρόπος τῆς καπηλείας χαλεπώτερος· Προφάσει μακρὰ προσευχόμενοι. Πᾶς μὲν γὰρ ἄξιος τιμωρίας ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τούτῳ χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας ὑπεύθυνος κολάσεως. Καὶ τίνος ἕνεκεν οὐκ ἀπεχειροτόνησεν αὐτούς;

Ὅτι ὁ καιρὸς οὐκ ἐπέτρεπεν οὐδέπω. Διὰ δὴ τοῦτο ἀφίησι μὲν αὐτοὺς τέως· διὰ δὲ ὧν λέγει, κατασκευάζει τὸ ἀνεξαπάτητον τῷ δήμῳ, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν εἰς τὸν αὐτὸν ἕλκωνται ζῆλον. Ἐπειδὴ γὰρ εἶπεν, Ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· δείκνυσιν ὅσα παραποιοῦσιν, ἵνα μὴ ἐξ ἐκείνου νομισθῇ παρὰ τοῖς ἀνοήτοις πάντα ἐπιτρέπειν αὐτοῖς. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν ἔμπροσθεν τῶν ἀνθρώπων.

Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Εἰ δὲ τὸ μηδένα ὠφελεῖν κατηγορία, τὸ καὶ βλάπτειν καὶ κωλύειν ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι, Τοὺς εἰσερχομένους; Τοὺς ἐπιτηδείους. Ὅτε μὲν γὰρ ἐπιτάξαι ἑτέροις ἔδει, ἀφόρητα ἐποίουν τὰ φορτία· ὅτε δὲ αὐτοὺς ποιῆσαί τι τῶν δεόντων, τὸ ἐναντίον, οὐ μόνον οὐδὲν ἐποίουν αὐτοὶ, ἀλλ᾽ ὃ πολλῷ πλέον ἐστὶν εἰς κακίαν, καὶ ἑτέρους διέφθειρον.

Οὗτοί εἰσιν οἱ λεγόμενοι λοιμοὶ, οἱ ἔργον τιθέμενοι τὴν ἑτέρων ἀπώλειαν, ἐκ διαμέτρου πρὸς τοὺς διδασκάλους ἑστῶτες. Εἰ γὰρ διδασκάλου τὸ σώζειν τὸν ἀπολλύμενον, τὸ ἀπολλύναι τὸν σώζεσθαι μέλλοντα, λυμεῶνος. Εἶτα πάλιν ἕτερον ἔγκλημα· Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν· τουτέστιν, οὐδὲ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων, φείδεσθαι αὐτοῦ παρασκευάζει ὑμᾶς· καίτοιγε τῶν μόλις κτηθέντων φειδόμεθα μειζόνως· ὑμᾶς δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐργάζεται.

Ἐνταῦθα δύο αὐτοῖς ἐγκαλεῖ· ἓν μὲν, ὅτι ἄχρηστοι πρὸς σωτηρίαν τῶν πολλῶν, καὶ πολλοῦ δέονται τοῦ ἱδρῶτος, ὥστε κἂν ἕνα ἐφελκύσασθαι· ἕτερον δὲ, ὅτι ῥᾴθυμοι πρὸς τὴν φυλακὴν τοῦ κτηθέντος· μᾶλλον δὲ οὐ ῥᾴθυμοι μόνον, ἀλλὰ καὶ προδόται διὰ τῆς κατὰ τὸν βίον πονηρίας διαφθείροντες αὐτὸν καὶ χείρω ποιοῦντες. Ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ τοιούτους ὁ μαθητὴς, χείρων γίνεται. Οὐ γὰρ ἵσταται μέχρι τῆς τοῦ διδασκάλου κακίας· ἀλλ᾽ ὅταν μὲν ἐνάρετος ᾖ, μιμεῖται· ὅταν δὲ φαῦλος, καὶ ὑπερβαίνει διὰ τὴν εὐκολίαν τὴν ἐπὶ τὸ χεῖρον.

Υἱὸν δὲ γεέννης φησὶ, τουτέστιν, αὐτογέενναν. Εἶπε δὲ, Διπλότερον ὑμῶν ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσί. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ πλείονα τοῖς μαθηταῖς ἐντιθέναι σπουδάζουσι τὴν κακίαν, ἐπιτρίβοντες αὐτοὺς ἐπὶ πολλῷ μείζονα φαυλότητα ἧς ἔχουσιν· ὅπερ μάλιστα ψυχῆς διεφθαρμένης ἐστίν. Εἶτα καὶ εἰς ἄνοιαν αὐτοὺς σκώπτει, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν.

Καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, ὅτι Δεσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα. Ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν, καὶ πάντα ἔπραττον εἰς τὴν τῶν ὑπηκόων διαφθορὰν, ἐν τοῖς μικροῖς ζητοῦντες τὴν ἀκρίβειαν, καὶ τῶν μεγάλων καταφρονοῦντες. Ἀποδεκατοῦτε γὰρ, φησὶ, τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστὶ καὶ ἐλεημοσύνη· τί γὰρ βλάπτει τὸ ἐλεημοσύνην διδόναι; Ἀλλ᾽ οὐχ ὡς νόμον τηροῦντας· οὐδὲ γὰρ αὐτὸς οὕτως φησί. Διὰ δὴ τοῦτο ἐνταῦθα μὲν λέγει· Ταῦτα ἔδει ποιῆσαι· ἔνθα δὲ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλέγεται, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ, καὶ δείκνυσιν ἐξ ἀνάγκης τῇ ἔνδον καθαρότητι καὶ τὴν ἔξωθεν ἑπομένην· τοὐναντίον δὲ οὐκέτι.

Ὅπου μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, ἀδιαφόρως αὐτὸ παρατρέχει, διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν διαῤῥήδην καὶ σαφῶς τὰ νομικὰ ἀνελεῖν· ἔνθα δὲ παρατήρησις σωματικῶν καθαρμῶν, σαφέστερον ἀνατρέπει. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησί· Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως· ἀλλὰ τί; Καθαρίζετε, φησὶ, τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος· ἔσωθεν δὲ γέμει ἁρπαγῆς καὶ ἀδικίας. Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν.

Καὶ ἔλαβεν αὐτὸ ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ ποτηρίου καὶ παροψίδος. βʹ. Εἶτα δεικνὺς, ὅτι οὐδεμία βλάβη ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρμῶν, μεγίστη δὲ τιμωρία ἐκ τοῦ μὴ φροντίζειν τῶν τῆς ψυχῆς καθαρσίων, ἅπερ ἐστὶν ἀρετὴ, κώνωπα ἐκάλεσε ταῦτα, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ ἐκεῖνα, ἀφόρητα γὰρ ἦν. Διὸ καί φησι· Τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες.

Καὶ γὰρ καὶ ἐκεῖνα διὰ ταῦτα νενομοθέτηται, διὰ τὸν ἔλεον καὶ τὴν κρίσιν· ὥστε οὐδὲ τότε ὠφέλει μόνα γινόμενα. Ὅτε γὰρ τὰ μικρὰ διὰ τὰ μεγάλα ἦν εἰρημένα, εἶτα ἐκεῖνα μὲν ἠμελεῖτο, ταῦτα δὲ ἐσπουδάζετο μόνα, οὐδὲν ἦν πλέον οὐδὲ τότε ἐντεῦθεν. Τούτοις μὲν γὰρ ἐκεῖνα οὐχ εἵπετο· ἐκεῖνα δὲ τούτοις πάντως.

Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι καὶ πρὶν ἢ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδάστων ταῦτα ἦν, ἀλλ᾽ ἕτερα ἦν τὰ ζητούμενα. Εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα ἦν, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων ταῦτα ἀνόνητα, καὶ καθόλου μετιέναι αὐτὰ οὐκ ἐχρῆν. Πανταχοῦ μὲν οὖν κακία χαλεπόν· μάλιστα δὲ ὅταν μηδὲ νομίζῃ δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι χαλεπώτερον, ὅταν καὶ ἑτέρους ἀρκεῖν οἴηται διορθοῦν· ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλούς. Εἰ γὰρ τὸ μὴ νομίζειν δεῖσθαι ὁδηγοῦ τυφλὸν, ἐσχάτη συμφορὰ καὶ ἀθλιότης· τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους, ὅρα ἐπὶ πόσον ἄγει τὸ βάραθρον. Ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν.

Τοῦτο γὰρ αἴτιον πάντων τῶν κακῶν αὐτοῖς γέγονε, τὸ πρὸς ἐπίδειξιν πάντα ποιεῖν. Τοῦτο καὶ τῆς πίστεως αὐτοὺς ἀπήγαγε, καὶ τῆς ὄντως ἀρετῆς ἀμελεῖν παρεσκεύασε, καὶ περὶ καθάρσια ἀσχολεῖσθαι σωματικὰ μόνα ἔπειθε, τῶν τῆς ψυχῆς καθαρμῶν ἀμελοῦντας. Διὰ δὴ τοῦτο ἄγων αὐτοὺς εἰς τὴν ὄντως ἀρετὴν, καὶ τὰ καθάρσια τῆς ψυχῆς, ἐλέου καὶ κρίσεως καὶ πίστεως μέμνηται.

Ταῦτα γὰρ τὰ συνέχοντα ἡμῶν τὴν ζωὴν, ταῦτα τὰ καθαίροντα τὴν ψυχὴν, δικαιοσύνη, φιλανθρωπία, ἀλήθεια· ἡ μὲν εἰς συγγνώμην ἡμᾶς ἄγουσα, καὶ μὴ ἀφιεῖσα χαλεποὺς μεθ᾽ ὑπερβολῆς εἶναι τοῖς ἁμαρτάνουσι, καὶ ἀσυγγνώστους· (οὕτω γὰρ διπλῇ κερδανοῦμεν, φιλάνθρωποί τε γινόμενοι, καὶ φιλανθρωπίας ἐντεῦθεν πολλῆς καὶ αὐτοὶ παρὰ τοῦ τῶν ὅλων ἀπολαύοντες Θεοῦ·) καὶ παρασκευάζουσα συναλγεῖν τε τοῖς ἐπηρεαζομένοις καὶ ἀμύνειν αὐτοῖς· ἡ δὲ οὐκ ἐῶσα ἀπατεῶνας εἶναι καὶ ὑπούλους. Ἀλλ᾽ οὔτε ὅταν λέγῃ, Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι, ὡς νομικὴν παρατήρησιν εἰσάγων λέγει· ἄπαγε· τοῦτο γὰρ ἀπεδείξαμεν ἔμπροσθεν· οὔτε ἐπὶ τῆς παροψίδος καὶ τοῦ ποτηρίου εἰπὼν, Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρὸν, ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἄγει μικρολογίαν· ἀλλὰ τοὐναντίον μὲν οὖν, ἅπαντα ποιεῖ δεικνὺς αὐτὴν περιττὴν οὖσαν. Οὐ γὰρ εἶπε, Καὶ τὸ ἔξωθεν καθαρίσατε, ἀλλὰ, Τὸ ἔνδον· καὶ πάντως ἕπεται τούτῳ ἐκεῖνο. Ἄλλως δὲ, οὐδὲ περὶ ποτηρίου καὶ παροψίδος λέγει, ἀλλὰ περὶ ψυχῆς καὶ σώματος διαλέγεται· τὸ μὲν ἔξω τὸ σῶμα καλῶν, τὸ δὲ ἔνδον τὴν ψυχήν. Εἰ δὲ ἐπὶ τῆς παροψίδος τοῦ ἔνδον χρεία, πολλῷ μᾶλλον ἐπὶ σοῦ.

Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, φησί· τὰ μικρὰ καὶ ἔξω φυλάττοντες, τῶν μεγάλων καὶ ἔνδον ἀμελεῖτε· ὅθεν μεγίστη γίνεται βλάβη, ὅτι νομίζοντες τὸ πᾶν κατωρθωκέναι, τῶν λοιπῶν καταφρονεῖτε· καταφρονοῦντες δὲ, οὐδὲ σπουδάζετε ἢ ἐπιχειρεῖτε αὐτὰ κατορθοῦν. Εἶτα πάλιν εἰς κενοδοξίαν αὐτοὺς σκώπτει, τάφους κεκονιαμένους καλῶν, καὶ πᾶσιν ἐπιλέγων, Ὑποκριταί· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, καὶ ἀπωλείας αὐτοῖς ὑπόθεσις.

Οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους ἐκάλεσεν, ἀλλὰ καὶ ἀκαθαρσίας γέμειν καὶ ὑποκρίσεως ἔφησε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς τὴν αἰτίαν, δι᾽ ἣν οὐκ ἐπίστευσαν, ὅτι μεστοὶ ἦσαν ὑποκρίσεως καὶ ἀνομίας. Ταῦτα δὲ οὐχ ὁ Χριστὸς μόνον, ἀλλὰ καὶ οἱ προφῆται συνεχῶς ἐγκαλοῦσιν, ὅτι ἁρπάζουσιν, ὅτι οὐ κρίνουσιν οἱ ἄρχοντες αὐτῶν κατὰ τὸν τοῦ δικαίου λόγον· καὶ πανταχοῦ εὕροις ἂν τὰς μὲν θυσίας ἐκβαλλομένας, ταῦτα δὲ ἐπιζητούμενα.

Ὥστε οὐδὲν ξένον, οὐδὲ καινὸν, οὔτε τῆς νομοθεσίας, οὔτε τῆς κατηγορίας· ἀλλ᾽ οὐδὲ τὸ τῆς εἰκόνος τοῦ τάφου. Μέμνηται γὰρ αὐτῆς ὁ προφήτης, οὐδὲ αὐτὸς ἁπλῶς τάφον καλέσας, ἀλλὰ Τάφον ἀνεῳγμένον τὸν λάρυγγα αὐτῶν. Τοιοῦτοι καὶ νῦν εἰσι πολλοὶ ἄνθρωποι, καλλωπιζόμενοι μὲν ἔξωθεν, πάσης δὲ ἀνομίας ἔνδον πεπληρωμένοι. Καὶ γὰρ καὶ νῦν τῶν μὲν ἔξωθεν καθαρμῶν πολὺς ὁ τρόπος, πολλὴ ἡ φροντίς· τῶν δὲ κατὰ ψυχὴν οὐδὲ εἷς. Ἀλλ᾽ εἴγε τὸ ἑκάστου συνειδὸς ἀναῤῥήξειέ τις, πολλοὺς τοὺς σκώληκας καὶ τὸν ἰχῶρα εὑρήσει, καὶ δυσωδίαν ἄφατον· ἐπιθυμίας ἀτόπους λέγω καὶ πονηρίας, αἳ σκωλήκων εἰσὶν ἀκαθαρτότεραι.

γʹ. Ἀλλὰ τὸ μὲν ἐκείνους τοιούτους εἶναι, οὐχ οὕτω δεινὸν, καίπερ ὃν δεινόν· τὸ δὲ ὑμᾶς, τοὺς καταξιωθέντας ναοὺς γενέσθαι Θεοῦ, τάφους ἐξαίφνης γενέσθαι, τοσαύτην ἔχοντας δυσωδίαν, τοῦτο ἀθλιότητος ἐσχάτης.

Ἔνθα ὁ Χριστὸς κατοικεῖ, καὶ Πνεῦμα ἅγιον ἐνήργησε, καὶ μυστήρια τοσαῦτα, τάφον εἶναι τοῦτον, πόσης τοῦτο ἀθλιότητος; πόσων θρήνων καὶ ὀδυρμῶν, ὅταν τὰ μέλη τοῦ Χριστοῦ τάφος ἀκαθαρσίας γένηται; Ἐννόησον πῶς ἐγεννήθης, τίνων κατηξιώθης, οἵαν ἔλαβες στολὴν, πῶς ναὸς κατεσκευάσθης ἀῤῥαγὴς, πῶς καλός· οὐ χρυσῷ καλλωπισθεὶς, οὐδὲ μαργαρίταις, ἀλλὰ τῷ τούτων τιμιωτέρῳ πνεύματι. Ἐννόησον ὅτι οὐδεὶς τάφος ἐν πόλει κατασκευάζεται· οὐκοῦν οὐδὲ σὺ εἰς τὴν ἄνω φανῆναι δυνήσῃ πόλιν. Εἰ γὰρ ἐνταῦθα τοῦτο ἀπείρηται, πολλῷ μᾶλλον ἐκεῖ. Μᾶλλον δὲ καὶ ἐνταῦθα πᾶσιν εἶ καταγέλαστος, νεκρὰν περιφέρων ψυχήν· οὐ καταγέλαστος δὲ μόνον, ἀλλὰ καὶ φευκτός. Εἰπὲ γάρ μοι, εἴ τις περιῄει νεκρὸν εἴδωλον περιφέρων, οὐκ ἂν πάντες ἀπεπήδησαν; οὐκ ἂν πάντες ἔφυγον; Τοῦτο καὶ νῦν λογίζου. Καὶ γὰρ τούτου πολὺ χαλεπώτερον περιέρχῃ θέαμα περιφέρων, ψυχὴν ὑπὸ ἁμαρτιῶν νενεκρωμένην, ψυχὴν παρειμένην. Τίς οὖν ἐλεήσει τὸν τοιοῦτον; Ὅταν γὰρ σὺ τὴν σαυτοῦ ψυχὴν μὴ ἐλεῇς, πῶς ἕτερος ἐλεήσει τὸν οὕτως ὠμὸν καὶ πολέμιον ὄντα ἑαυτῷ καὶ ἐχθρόν; Εἴ τις ἔνθα ἐκάθευδες καὶ ἐδείπνεις, κατώρυξε σῶμα νεκρὸν, τί οὐκ ἂν ἐποίησας; σὺ δὲ ψυχὴν νεκρὰν κατορύττεις, οὐκ ἔνθα ἀριστοποιῇ, οὐδὲ ἔνθα καθεύδεις, ἀλλ᾽ ἐν τοῖς μέλεσι τοῦ Χριστοῦ, καὶ οὐ δέδοικας μὴ μυρίοι κατενεχθῶσιν ἄνωθεν ἐπὶ τὴν σὴν κεφαλὴν σκηπτοὶ καὶ κεραυνοί;

Πῶς δὲ καὶ τολμᾷς ἐκκλησίαις ἐπιβαίνειν Θεοῦ, καὶ ναοῖς ἁγίοις, ἔνδον τοσαύτης βδελυγμίας ὄζων; Εἰ γὰρ εἰς τὰ βασίλεια φέρων τις νεκρὸν καὶ κατορύξας, τὴν ἐσχάτην ἂν ἔδωκε δίκην· σὺ τῶν ἱερῶν ἐπιβαίνων περιβόλων, καὶ τοσαύτης δυσωδίας πληρῶν τὸν οἶκον, ἐννόησον ὅσην ὑποστήσῃ τιμωρίαν. Μίμησαι τὴν πόρνην ἐκείνην, ἣ μύρῳ ἔχρισε τοῦ Χριστοῦ τοὺς πόδας, καὶ τὴν οἰκίαν ἅπασαν ἐπλήρωσεν εὐωδίας· οὗ σὺ τοὐναντίον ποιεῖς εἰς τὸν οἶκον.

Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνῃ σὺ τῆς δυσωδίας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ χαλεπὸν τοῦ νοσήματος· διὸ καὶ ἀνίατα νοσεῖς, καὶ χαλεπώτερα τῶν τὰ σώματα λελωβημένων τε καὶ ὀδωδότων. Ἐκείνη μὲν γὰρ ἡ νόσος καὶ αἴσθησιν τοῖς κάμνουσι παρέχει, καὶ οὐδὲν ἔγκλημα ἔχει, ἀλλὰ καὶ ἐλέους ἐστὶν ἀξία· αὕτη δὲ μίσους καὶ κολάσεως.

Ἐπεὶ οὖν καὶ ταύτῃ χαλεπωτέρα, καὶ τῷ μηδὲ αἰσθάνεσθαι αὐτῆς ὡς χρὴ τὸν νοσοῦντα, φέρε, ἐπίδος σαυτὸν τῷ λόγῳ, ἵνα σε διδάξω σαφῶς αὐτῆς τὴν λύμην. Πρῶτον δὲ ἄκουσον τί ψάλλων λέγεις· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὅταν οὖν μὴ θυμίαμα, ἀλλὰ καπνὸς ἀπὸ σοῦ καὶ τῶν σῶν πράξεων ἀναβαίνῃ δυσώδης, ποίαν δίκην οὐκ ἄξιος εἶ ὑποστῆναι; Τίς οὖν ὁ καπνὸς ὁ δυσώδης; Πολλοὶ εἰσίασι κάλλη γυναικῶν περιβλέποντες· ἄλλοι παίδων ὥρας περιεργαζόμενοι. Εἶτα οὐ θαυμάζεις, πῶς οὐ σκηπτοὶ φέρονται, καὶ πάντα ἐκ βάθρων ἀνασπᾶται;

Καὶ γὰρ ἄξια μὲν σκηπτῶν καὶ γεέννης τὰ γινόμενα· ἀλλ᾽ ὁ Θεὸς, μακρόθυμος ὢν καὶ πολυέλεος, ἀνέχει τέως τὴν ὀργὴν, εἰς μετάνοιάν σε καλῶν καὶ διόρθωσιν. Τί ποιεῖς, ἄνθρωπε; κάλλη γυναικῶν περιεργάζῃ, καὶ οὐ φρίττεις οὕτως ἐνυβρίζων εἰς τὸν ναὸν τοῦ Θεοῦ; Πορνεῖον εἶναί σοι δοκεῖ ἡ ἐκκλησία, καὶ τῆς ἀγορᾶς ἀτιμοτέρα;

Ἐν ἀγορᾷ μὲν γὰρ δέδοικας καὶ αἰσχύνῃ φανῆναι γυναῖκα περιεργαζόμενος· ἐν δὲ τῷ ναῷ τοῦ Θεοῦ, αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου σοι καὶ ἀπειλοῦντος ὑπὲρ τούτων, πορνεύεις καὶ μοιχεύεις κατ᾽ αὐτὸν τὸν καιρὸν, καθ᾽ ὃν ἀκούεις μὴ ταῦτα ποιεῖν· καὶ οὐ φρίττεις, οὐδὲ ἐξέστηκας; Ταῦτα ὑμᾶς τὰ θέατρα τῆς ἀσελγείας διδάσκει, ὁ λοιμὸς ὁ δυσκατάλυτος, τὰ δηλητήρια φάρμακα, αἱ χαλεπαὶ τῶν ἀναπεπτωκότων πάγαι, ἡ μεθ᾽ ἡδονῆς τῶν ἀκολάστων ἀπώλεια. Διὰ τοῦτο καὶ ὁ προφήτης ἐγκαλῶν ἔλεγεν· Οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή. Βέλτιον τοὺς τοιούτους πηροὺς εἶναι· βέλτιον νοσεῖν, ἢ εἰς ταῦτα κατακεχρῆσθαι τοῖς ὀφθαλμοῖς. Ἐχρῆν μὲν οὖν ἔνδον ἔχειν τὸ τεῖχος τὸ διεῖργον ὑμᾶς τῶν γυναικῶν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀναγκαῖον ἐνόμισαν εἶναι οἱ Πατέρες, κἂν ταῖς σανίσιν ὑμᾶς ταύταις διατειχίσαι· ὡς ἔγωγε ἀκούω τῶν πρεσβυτέρων, ὅτι τὸ παλαιὸν οὐδὲ ταῦτα ἦν τὰ τειχία.

Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐδὲ θῆλυ. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ ὁμοῦ καὶ ἄνδρες καὶ γυναῖκες ἦσαν. Καὶ γὰρ οἱ ἄνδρες, ἄνδρες ἦσαν, καὶ αἱ γυναῖκες, γυναῖκες· νῦν δὲ πᾶν τοὐναντίον, αἱ μὲν γυναῖκες εἰς τὰ τῶν ἑταιρίδων ἑαυτὰς ἐξώθησαν ἤθη· οἱ δὲ ἄνδρες ἵππων μαινομένων οὐδὲν ἄμεινον διάκεινται. Οὐκ ἠκούσατε, ὅτι ἦσαν συνηγμένοι ἄνδρες καὶ γυναῖκες ἐν τῷ ὑπερῴῳ, καὶ τῶν οὐρανῶν ἐκεῖνος ὁ σύλλογος ἄξιος ἦν;

Καὶ μάλα εἰκότως. Πολλὴν γὰρ καὶ γυναῖκες τότε φιλοσοφίαν ἤσκουν, καὶ ἄνδρες σεμνότητα καὶ σωφροσύνην. Ἀκούσατε γοῦν τῆς πορφυροπώλιδος λεγούσης· Εἰ κεκρίκατέ με ἀξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ᾽ ἐμοί. Ἀκούσατε τῶν γυναικῶν, αἳ περιῆγον μετὰ τῶν ἀποστόλων, ἀνδρεῖον ἀναλαβοῦσαι φρόνημα, τῆς Πρισκίλλης, τῆς Περσίδος, τῶν ἄλλων· ὧν αἱ παροῦσαι γυναῖκες τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ ἄνδρες τῶν ἀνδρῶν.

δʹ. Τότε μὲν γὰρ καὶ ἀποδημοῦσαι οὐκ ἐλάμβανον δόξαν πονηράν· νῦν δὲ καὶ ἐν θαλάμῳ τρεφόμεναι μόλις ταύτην διαφεύγουσι τὴν ὑποψίαν. Ταῦτα δὲ ἀπὸ τῶν καλλωπισμῶν γίνεται καὶ τῆς τρυφῆς. Τότε ἐκείναις ἔργον ἦν, αὐξῆσαι τὸ κήρυγμα· νῦν δὲ εὐειδεῖς καὶ καλὰς φανῆναι, καὶ εὐπροσώπους. Τοῦτο ἡ δόξα αὐταῖς, τοῦτο ἡ σωτηρία· τὰ δὲ ὑψηλὰ καὶ μεγάλα κατορθώματα οὐδὲ ὄναρ φροντίζουσι. Τίς γυνὴ σπουδὴν ἐποιήσατο ἄνδρα βελτίω ποιῆσαι; τίς ἀνὴρ ταύτην ἔθετο τὴν φροντίδα, ὥστε γυναῖκα διορθώσασθαι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ τῇ μὲν γυναικὶ πᾶσα σπουδὴ περὶ χρυσίων ἐπιμέλειαν, καὶ ἱματίων, καὶ τῶν λοιπῶν τοῦ σώματος καλλωπισμῶν, καὶ ὥστε τὴν οὐσίαν αὐξῆσαι· τῷ δὲ ἀνδρὶ καὶ αὕτη καὶ ἕτεραι πλείους, πᾶσαι μέντοι βιωτικαί. Τίς μέλλων γαμεῖν, τρόπον ἐξήτασε καὶ ἀνατροφὴν κόρης;

Οὐδείς· ἀλλὰ χρήματα εὐθέως καὶ κτήματα, καὶ μέτρα οὐσίας ποικίλης καὶ διαφόρου, καθάπερ τι πρίασθαι μέλλων, ἢ συνάλλαγμά τι κοινὸν ἐπιτελεῖν. Διὰ τοῦτο καὶ οὕτω καλοῦσι τὸν γάμον. Πολλῶν γὰρ ἤκουσα λεγόντων· Συνήλλαξεν ὁ δεῖνα τῇ δεῖνι, τουτέστιν, Ἔγημε.

Καὶ εἰς τὰς τοῦ Θεοῦ δωρεὰς ἐνυβρίζουσι, καὶ ὥσπερ ὠνούμενοι καὶ πωλοῦντες, οὕτω γαμοῦσι καὶ γαμοῦνται. Καὶ γραμματεῖα πλείονος ἀσφαλείας δεόμενα, ἢ τὰ περὶ πράσεως καὶ ἀγορασίας. Μάθετε πῶς οἱ παλαιοὶ ἐγάμουν, καὶ ζηλώσατε. Πῶς οὖν ἐγάμουν ἐκεῖνοι;

Τρόπους ἐζήτουν καὶ ἤθη, καὶ ψυχῆς ἀρετήν. Διὰ τοῦτο γραμμάτων αὐτοῖς οὐκ ἔδει, οὐδὲ τῆς ἀπὸ χάρτου καὶ μέλανος ἀσφαλείας· ἤρκει γὰρ ἀντὶ πάντων αὐτοῖς ὁ τῆς νύμφης τρόπος. Παρακαλῶ τοίνυν καὶ ὑμᾶς, μὴ χρήματα ἐπιζητεῖν καὶ περιουσίαν, ἀλλὰ τρόπον καὶ ἐπιείκειαν.

Ζήτησον εὐλαβῆ καὶ φιλόσοφον κόρην· καὶ μυρίων ταῦτά σοι βελτίω θησαυρῶν ἔσται. Ἂν τὰ τοῦ Θεοῦ ζητῇς, καὶ ταῦτα ἥξει· ἂν δὲ ἐκεῖνα παραδραμὼν ἐπὶ ταῦτα τρέχῃς, οὐδὲ ταῦτα ἕψεται. Ἀλλ᾽ ὁ δεῖνα, φησὶν, ἀπὸ γυναικὸς εὔπορος γέγονεν. Οὐκ αἰσχύνῃ τοιαῦτα παραδείγματα φέρων; Μυριάκις γενοίμην πένης, πολλῶν ἤκουσα λεγόντων, ἢ παρὰ γυναικὸς λάβοιμι πλοῦτον.

Τί γὰρ ἀηδέστερον ἐκείνου τοῦ πλούτου; τί δὲ ταύτης πικρότερον τῆς εὐπορίας; τί δὲ αἰσχρότερον τοῦ ἐπίσημον εἶναι ἐντεῦθεν, καὶ λέγεσθαι παρὰ πάντων, Ὁ δεῖνα ἀπὸ γυναικὸς εὔπορος γέγονε; Τὰς γὰρ ἔνδον ἀηδίας ἀφίημι, ὅσα ἐκ τούτου συμβαίνειν ἀνάγκη· τὸ φρόνημα τῆς γυναικὸς, τὴν δουλοπρέπειαν, τὰς μάχας, τὰ τῶν οἰκετῶν ὀνείδη· Ὁ πένης, ὁ ῥακοδύτης, ὁ ἄτιμος καὶ ἐξ ἀτίμων· τί γὰρ ἔχων ἦλθεν; οὐ γὰρ πάντα τῆς κυρίας; Ἀλλ᾽ οὐδέν σοι μέλει τῶν ῥημάτων τούτων· οὐδὲ γὰρ ἐλεύθερος εἶ. Ἐπεὶ καὶ οἱ παράσιτοι τούτων καταδεέστερα ἀκούουσι, καὶ οὐκ ἀλγοῦσιν· οὐκοῦν οὐδὲ οὗτοι, ἀλλὰ καὶ ἐγκαλλωπίζονται τῇ αἰσχύνῃ· καὶ ὅταν ταῦτα λέγωμεν αὐτοῖς, Ἔστω, φησὶν, ἡδύ τι καὶ γλυκὺ, καὶ ἀποπνιγέτω με. Ὢ τοῦ διαβόλου! οἵας παροιμίας εἰσήγαγε τῷ βίῳ, ὁλόκληρον τὴν ζωὴν τῶν τοιούτων ἀνατρέψαι δυναμένας! Ὅρα γοῦν αὐτὴν ταύτην τὴν διαβολικὴν καὶ ὀλέθριον ῥῆσιν, ὅσης γέμει τῆς ἀπωλείας.

Οὐδὲν γὰρ ἄλλο φησὶν, ἀλλ᾽ ἢ ταυτὶ τὰ ῥήματα· Μηδείς σοι τοῦ σεμνοῦ, μηδείς σοι τοῦ δικαίου λόγος ἔστω· πάντα ἐῤῥίφθω ἐκεῖνα· ἓν μόνον ζήτησον, τὴν ἡδονήν. Κἂν ἄγχῃ σε τὸ πρᾶγμα, αἱρετὸν ἔστω· κἂν πάντες ἐμπτύωσιν οἱ ἀπαντῶντες, κἂν τῇ ὄψει προστρίβωνται βόρβορον, κἂν ὡς κύνα ἐλαύνωσι, πάντα φέρε. Καὶ τί ἂν ἄλλο χοῖροι φωνὴν λαβόντες εἶπον; τί δὲ κύνες οἱ ἀκάθαρτοι; Τάχα δὲ οὐδ᾽ ἂν ἐκεῖνοι τοιαῦτα ἐφθέγξαντο, οἷα ἀνθρώπους ἔπεισεν ὁ διάβολος λυττᾷν.

Διὸ παρακαλῶ, τὴν ἀναισθησίαν συνειδότας τῶν τοιούτων ῥημάτων, φεύγειν τὰς τοιαύτας παροιμίας, καὶ τὰς ἀπὸ τῆς Γραφῆς ἐκλέγειν ἀπεναντίας αὐταῖς οὔσας. Τίνες δέ εἰσιν αὗται; Μὴ πορεύου, φησὶν, ὀπίσω τῆς ἐπιθυμίας τῆς ψυχῆς σου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου.

Καὶ περὶ πόρνης πάλιν φησὶν ἀπεναντίας τῇ παροιμίᾳ ταύτῃ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τούτων τοίνυν ἀκούωμεν, μὴ ἐκείνων.

Καὶ γὰρ ἐντεῦθεν οἱ ἀνελεύθεροι, ἐντεῦθεν οἱ δουλοπρεπεῖς λογισμοὶ φύονται, ἐντεῦθεν ἄλογα οἱ ἄνθρωποι γίνονται, ὅτι πανταχοῦ τὴν ἡδονὴν διώκειν ἐθέλουσι κατὰ τὴν παροιμίαν ταύτην, ἣ καὶ χωρὶς τῶν ἡμετέρων λόγων αὐτόθεν ἐστὶ καταγέλαστος. Μετὰ γὰρ τὸ ἀποπνιγῆναι, τί τὸ κέρδος τῆς γλυκύτητος; Παύσασθε τοίνυν τοσοῦτον κατασκευάζοντες γέλωτα, καὶ γέενναν ἀνάπτοντες καὶ πῦρ ἄσβεστον· καὶ διαβλέψωμεν κἂν ὀψέ ποτε ὡς χρὴ πρὸς τὰ μέλλοντα, τὴν τῶν ὀφθαλμῶν λήμην ἀποβαλόντες, ὅπως καὶ τὸν ἐνταῦθα βίον κοσμίως καὶ μετὰ πολλῆς τῆς σεμνότητος καὶ εὐλαβείας παρέλθωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΔʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.

αʹ. Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ᾽ ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ᾽ ὅτι καὶ ταύτῃ καὶ δι᾽ ὧν λέγουσι, καταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν. Ὅτι γὰρ προσποίησις ἦν ἡ κατάγνωσις, ὁ Λουκᾶς φησιν, Ὅτι καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε.

Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν. Ἐνταῦθα γὰρ τὴν γνώμην αὐτῶν διαβάλλει, μεθ᾽ ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ᾽ ὡς ἐμπομπεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι τοῖς ἐκείνων τολμήμασι καὶ ἐπιδεικνύμενοι.

Τὰ γὰρ νῦν τολμώμενα παρ᾽ ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐτῶν κοινωνοί· ἀλλ᾽ ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. Διὸ καὶ ἐκκαλύπτων αὐτὴν, αἰνιγματωδῶς μὲν, εἴρηκε δ᾽ οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν· ἐπήγαγεν· Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ποῖον ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου, ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρός; Οὐδέν. Ὅθεν δῆλον, ὅτι δι᾽ αὐτὸ τοῦτο αὐτοῖς προφέρει, τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος. Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε γοῦν· Ὄφεις, γεννήματα ἐχιδνῶν.

Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖσαν, καὶ ἀφ᾽ ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων, κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, δηλῶν ὅτι τὴν κατὰ πονηρίαν συγγένειαν λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ, ἐπήγαγε· Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν· οὐκ ἐπιτάττων, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν ἑαυτοῦ σφαγήν. Διὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, οἷον ὅτι Οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν· (οἱ γὰρ τοῦ Δεσπότου μὴ ἀπεχόμενοι, πῶς ἂν τῶν δούλων ἀπέσχοντο;) καταφορικωτέρῳ τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα ἐχιδνῶν, καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε.

Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν Δεσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ νικώντων τοὺς πατέρας τοῖς τολμήμασι. Πρὸς δὲ τοῖς εἰρημένοις δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις φιλοσοφοῦντες μόνον, ἐν δὲ τοῖς ἔργοις τὰ ἐναντία πράττουσιν. Ὄφεις, γεννήματα ἐχιδνῶν· τουτέστι, Πονηροὶ πονηρῶν παῖδες, καὶ τῶν γεννησαμένων πονηρότεροι.

Δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας, τῷ τε μετ᾽ ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ χαλεπώτερα ἐκείνων, καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν ποτε τοῖς αὐτοῖς περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι. καὶ τὴν κορωνίδα τῶν κακῶν. Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. Διὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου κατηγορίας ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος οὕτως αὐτοὺς ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως.

Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

βʹ. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι᾽ ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι.

Εἶπεν, ὅτι Οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται, καὶ φόβον ἐντεῦθεν αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς καὶ παρόντα τὰ δεινά· Ἥξει γὰρ ταῦτα πάντα, φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους.

Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα πάσχουσι πάντων; Εἴποιμεν ἂν, ὅτι καὶ πάντων χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε;

Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ᾽ ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ᾽ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, καὶ ἐκείνων τὰς τιμωρίας ὑποσχεῖν ὄντων δικαίων.

Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνησε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην δίκην; Μὴ γὰρ οὐκ ἠκούσατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις μυρίαις ἐξεδόθησαν;

Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω τὰς κολάσεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύτην ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχαρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλμημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. Ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Τούτους δὲ ἐφόβει, προλέγων ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. Διὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν.

Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν αἱμάτων εἰς τοῦτο ἦγε. Διὸ καὶ προεῖπεν, ὅτι Διὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω.

Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵματα ἐφ᾽ αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱμάτων εἰσί. Διὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε προσφέρεσθαι, δεικνὺς ὅτι εἰ ἐπὶ ἀλόγου οὕτω τίμιον, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς διαταττόμενον· διὸ οὐδὲ πνικτὸν ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ὅτι καὶ προειδὼς οὐδὲν κερδανοῦντας, τὰ αὐτοῦ ὅμως ἐποίει! Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συναγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας ἀνεῖλον, ἀλλὰ προφήτας καὶ σοφοὺς, ὥστε μηδὲν αὐτοῖς ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ᾽ ἐκείνους· καὶ γὰρ πολλοὶ προεφήτευον.

Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην· τουτέστιν, Εἰς κεφαλὰς ὑμῶν πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην. Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα ἂν ἐκέρδανε τοῖς, ἑτέρων παραδείγμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κολασθέντων ἀπολελαυκὼς, καὶ οὐδὲν καρπωσάμενος.

γʹ. Εἶτα πρὸς τὴν πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασιασμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος. Ὥσπερ γὰρ πρὸς ἐρωμένην, φιληθεῖσαν μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολογεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις με ἀπέστρεψας, οὐδὲ ἀπέστησας τῆς περὶ σὲ πολλῆς εὐνοίας, ἀλλ᾽ ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει, δηλῶν ὅτι ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων.

Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδείκνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτερύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη. Ἀλλ᾽ οὐκ ἠθελήσατε, φησίν. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· γυμνὸς τῆς παρ᾽ ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων καὶ διακρατῶν· ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων ἀεί.

Καὶ τίθησι τιμωρίαν, ἣν ἀεὶ ἐδεδοίκεισαν μεθ᾽ ὑπερβολῆς· αὕτη γὰρ πᾶσαν αὐτῶν τὴν ἀνατροπὴν τῆς πολιτείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων ἐπισπωμένου, οὐκ ἀπὸ παρελθόντων μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα λέγει. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἔκτοτε; Ἀλλ᾽ οὐχὶ τὴν ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν, ὅτι ἀντίθεός τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. Διὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. Διὰ δὲ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς τοῦτο ἐδήλωσε;

Πολλὰ εἰπὼν πρότερον ἐσόμενα· ὅτι ἀποστελεῖ προφήτας· ὅτι ἀναιρήσουσιν αὐτούς· ὅτι ἐν ταῖς συναγωγαῖς· ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημωθήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπόδειξιν.

Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν ταῖς συναγωγαῖς; ἀφέθη ὁ οἶκος αὐτῶν ἔρημος; ἦλθε πάντα ἐπὶ τὴν γενεὰν ἐκείνην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβήσεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ᾽ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. Διόπερ ἕως ἐστὶ καιρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ κυβερνήτῃ, τῆς θαλάσσης ὑπερενεχθείσης τοῦ σκάφους παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν, οὐκ ἰατρῷ, τοῦ κάμνοντος ἀπελθόντος, ἔσται τι πλέον· ἀλλ᾽ ἕκαστον τούτων πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μηδενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλίσκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάντες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρόνοιαν, ὅταν αὐτῶν τὰ σώματα κάμνῃ, τοσαύτην περὶ ἡμᾶς αὐτοὺς ἐπιδειξώμεθα, τῆς ψυχῆς ἡμῶν νοσούσης.

Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ᾽ ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰσενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελθόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι εἰς ἀπολογίας λόγον.

δʹ. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μηδὲ τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτως ἐσμὲν ἄτιμοι παρ᾽ ἡμῖν αὐτοῖς, ὡς καὶ τῶν οἰκετῶν μᾶλλον ἑαυτῶν καταφρονεῖν. Τῶν μὲν γὰρ οἰκετῶν πυρεττόντων, καὶ ἰατροὺς καλοῦμεν, καὶ οἰκίαν ἀφορίζομεν, καὶ τοῖς νόμοις πείθεσθαι τῆς τέχνης ἐκείνης καταναγκάζομεν· καὶ ἀμελουμένων τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυμίαν ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκομεν, ἀλλ᾽ ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ᾽ ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσασθαι ἐπιμέλειαν. Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν.

Ἐπίδειξον αὐτὴν Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην. Ἄκουσον παρ᾽ αὐτῶν τί δεῖ ποιεῖν τὸν οὕτω κάμνοντα· πάντως ἐροῦσι, καὶ οὐκ ἀποκρύψονται. Οὐ γὰρ δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται. Ἀλλ᾽ οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη;

Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγειρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα τοῖς ἰατροῖς καταθεῖναι τούτοις· οὔτε γὰρ αὐτοὶ μισθὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν, οὔτε ὑπὲρ φαρμάκων, ὧν κατασκευάζουσιν, εἰς ἀνάγκην σε δαπάνης ἐμβάλλουσι, πλὴν τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων· ὅταν ἀπέχεσθαι μέθης, εὐπορώτερόν σε ποιοῦσιν. Εἶδες ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ᾽ αὐτῶν τοῦ νοσήματός σου τὴν φύσιν. Οἷον, ἐρᾷς χρημάτων πολλάκις καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.

Ἀλλ᾽ ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος· Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν ἕτερά τινα ἐπινοοῦσιν, οὕτω καὶ οὗτος μετοχετεύει τὴν ἐπιθυμίαν. Βούλει πλουτεῖν; φησίν.

Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐδὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ αὐτὸς, συντομώτερον μὲν, ἅτε βραχυλογίας ἐπιμελούμενος, σαφέστερον δὲ πολλῷ καὶ δυνατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορισμὸς μέγας, φησὶν, ἡ αὐτάρκεια μετ᾽ εὐσεβείας.

Εἰ δὲ δυσανασχετεῖς, καὶ πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως ἀῤῥώστῳ, καὶ τούτοις πῶς χρήσασθαι δεῖ. Ἵνα οἱ χαίροντες ἐπὶ κτήμασιν, ὡς μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. Εἶδες οἷα ἐπιτάττει;

Βούλει καὶ ἕτερον ἐπεισαγάγω τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις ἀντιφιλοτιμούμενοι ἀλλήλοις κατέδυσαν τὸν ἀῤῥωστοῦντα. Ἀλλ᾽ οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται Διδάσκαλος ὁ Χριστός.

εʹ. Ὅρα γοῦν εἰσελθόντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ τοῦ νοσήματος τούτου· μᾶλλον δὲ τὸν Διδάσκαλον δι᾽ αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσιν.

Εἶδες πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν λυμαινομένων, ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα ἀνάλωτα; Ἂν γὰρ μεταθῆτε τὸν πλοῦτον ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐπορίᾳ.

Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέσον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ᾽ ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα κύριον. Εἶτα δεικνὺς ὅτι εὔκολα τὰ ἐπιτάγματα, φησὶν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ.

Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώσκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι χρημάτων, καὶ πλεονεξίας ἐραστήν.

Πῶς οὖν δυνατὸν τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος ἐπιθυμίαν ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα τὴν ἀναγκαίαν.

Δείκνυσί σοι μετὰ τούτων καὶ τοῦτον αὐτὸν τὸν τελώνην, τὸν σφόδρα κατεχόμενον τῷ πυρετῷ τῆς πλεονεξίας, ταχέως ἀπαλλαγέντα. Τί γὰρ τελώνου καπηλικώτερον; ἀλλ᾽ ὅμως γέγονεν ἀκτήμων ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθητὰς τοιούτους ἔχει, ταῦτα νοσήσαντας τὰ νοσήματα ἅπερ ἡμεῖς, καὶ ὑγιάναντας ταχέως. Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων ὧν ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν Ἰησοῦν. Ἀλλ᾽ ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρημάτων;

Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλασίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων οὐκ ἐφιέμενος, ἀλλ᾽ οὐδὲ τῶν ἀναγκαίων πολλάκις.

Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος καὶ στεφανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν, ἂν γευσώμεθα ὡς χρὴ τῶν καρπῶν τῶν πνευματικῶν, λοιπὸν οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ μέθῃ καλλίστῃ τῇ τῶν μελλόντων ἐπιθυμίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.