εʹ. Ἆρ᾽ οὖν οὐ δικαίως ἡμᾶς ἀποστρέφεται καὶ κολάζει, ὅταν εἰς πάντα ἡμῖν ἑαυτὸν παρέχῃ, ἡμεῖς δὲ ἀντιπίπτωμεν; Παντί που δῆλον. Εἴτε γὰρ καλλωπίσασθαι θέλεις, φησὶ, τὸν ἐμὸν καλλωπισμόν· εἴτε ὁπλισθῆναι, τὰ ἐμὰ ὅπλα· εἴτε ἐνδύσασθαι, τὸ ἱμάτιον τὸ ἐμόν· εἴτε τραφῆναι, τὴν τράπεζαν τὴν ἐμήν· εἴτε ὁδεῦσαι, τὴν ὁδὸν τὴν ἐμήν· εἴτε κληρονομῆσαι, τὴν κληρονομίαν τὴν ἐμήν· εἴτε εἰς πατρίδα εἰσελθεῖν, εἰς τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ἐγώ· εἴτε οἰκοδομῆσαι οἰκίαν, ἐν ταῖς σκηναῖς ταῖς ἐμαῖς. Ἐγὼ γὰρ ὧν δίδωμι οὐκ ἀπαιτῶ σε μισθὸν, ἀλλὰ καὶ αὐτοῦ τούτου μισθόν σοι προσοφείλω, ἂν τοῖς ἐμοῖς χρήσασθαι βουληθῇς ἅπασι. Τί ταύτης γένοιτ᾽ ἂν ἴσον τῆς φιλοτιμίας; Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις;