Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Εσχατολογική Ομιλία: Η Καταστροφή των Ιεροσολύμων και η Τελική Κρίση (Ομιλίες ΟΕ΄-ΟΘ΄)

Προφητείες για το τέλος του κόσμου, τα σημεία της Δευτέρας Παρουσίας και οι παραβολές των δέκα παρθένων, των ταλάντων και της εσχάτης κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 18 από 20

ΟΜΙΛΙΑ ΟΕʹ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.

Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ μυρία ἔμπροσθεν προανεφώνησεν αὐτοῖς χαλεπά· εἶτα οἱ μαθηταὶ ταῦτα ἀκούσαντες, ὥσπερ θαυμάζοντες προσῆλθον ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐκέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήττεσθε;

Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφασις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ, ταῦτα ἔλεγεν· ἢ κατ᾽ ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν προσῆλθον οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Διὰ τοῦτο κατ᾽ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέτρον καὶ Ἰωάννην, ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι.

Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων.

Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν, καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν, καὶ κελεύων διπλῇ νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλογιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος τῶν καταληψομένων κακῶν βιασθῆναι. Διπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ᾽ ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ ταραχῇ πραγμάτων, καὶ φοβουμένων καὶ ταραττομένων ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀνθεῖν, καὶ πόλεων ἁλισκομένων, καὶ στρατοπέδων καὶ ὅπλων κινουμένων, καὶ πολλῶν εὐκόλως πιστευομένων.

Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μακρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν καὶ ταῦτα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, προλέγει ταῦτα πάντα. Εἶτα δεικνὺς ὅτι καὶ αὐτὸς συνεπιθήσεται Ἰουδαίοις καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν τοῖς ἀνθρώποις οὖσαν συνήθειαν, ἀλλ᾽ ἐκ τῆς ἄνωθεν ὀργῆς.

Διὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς.

Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες, νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα, ἐπήγαγεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέσθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ᾽ ἐμοῦ εἰρημένων· ἀλλ᾽ ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα ἐπειδὴ εἶπε τοῖς Ἰουδαίοις· Οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ᾤοντο δὲ οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ καὶ τὴν συντέλειαν ἔσεσθαι. καὶ ταύτην διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν· Ἀλλ᾽ οὔπω τὸ τέλος. Ὅτι γὰρ οὕτως ὡς ἔφην ὑπώπτευον, ἐκ τῆς ἐρωτήσεως αὐτῶν μάνθανε. Τί γὰρ ἠρώτησαν;

Πότε ταῦτα ἔσται; τουτέστι, Πότε τὰ Ἱεροσόλυμα ἀπολεῖται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς δὲ οὐδὲν εὐθέως πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο ταύτην, ἀλλὰ πρότερον ἐκεῖνα τὰ κατεπείγοντα λέγει, καὶ ἃ πρῶτα μαθεῖν ἐχρῆν. Οὔτε γὰρ περὶ Ἱεροσολύμων εὐθέως, οὔτε περὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας εἴρηκεν· ἀλλὰ περὶ τῶν ἐπὶ θύραις ἀπαντησομένων κακῶν. Διὸ καὶ ἐναγωνίους αὐτοὺς ποιεῖ λέγων· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός. Εἶτα διεγείρας αὐτοὺς εἰς τὴν περὶ τούτων ἀκρόασιν· (Βλέπετε γὰρ, φησὶ, μή τις ὑμᾶς πλανήσῃ·) καὶ ἐναγωνίους ποιήσας, καὶ νήφειν παρασκευάσας, καὶ εἰπὼν τοὺς ψευδοχρίστους πρότερον, τότε τὰ τῶν Ἱεροσολύμων λέγει κακὰ, ἀπὸ τῶν ἤδη γενομένων καὶ τὰ μέλλοντα ἀεὶ καὶ παρὰ τοῖς ἀνοήτοις καὶ φιλονείκοις πιστούμενος.

βʹ. Πολέμους δὲ καὶ ἀκοὰς πολέμων, ὅπερ καὶ ἔμπροσθεν εἶπον, τὰς αὐτοῖς ἐπιούσας φησὶ ταραχάς. Εἶτα ἐπειδὴ, καθὼς καὶ προεῖπον, ἐνόμιζον μετ᾽ ἐκεῖνον τὸν πόλεμον ἥξειν τὸ τέλος, ὅρα πῶς αὐτοὺς ἀσφαλίζεται λέγων· Ἀλλ᾽ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ, φησὶν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν.

Τὰ προοίμια λέγει τῶν Ἰουδαϊκῶν κακῶν. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· τουτέστι, τῶν συμβαινόντων αὐτοῖς. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι Διὰ τὸ ὄνομά μου. Ἔσεσθε γὰρ, φησὶ, μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι· καὶ πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοῦτο μεῖζον κακὸν, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ· πολλοὶ γὰρ ψευδάδελφοι γεγόνασιν. Εἶδες τριπλοῦν τὸν πόλεμον ὄντα, τὸν ἀπὸ τῶν πλάνων, τὸν ἀπὸ τῶν πολεμίων, τὸν ἀπὸ τῶν ψευδαδέλφων; Ὅρα καὶ Παῦλον τὰ αὐτὰ ἀποδυρόμενον καὶ λέγοντα· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κίνδυνοι ἐν ψευδαδέλφοις· καὶ πάλιν· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Εἶτα πάλιν τὸ πάντων χαλεπώτερον, ὅτι οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν. Εἶτα δεικνὺς ὅτι τὸν γενναῖον καὶ καρτερικὸν οὐδὲν ταῦτα λυμανεῖται, Μὴ φοβεῖσθε, φησὶ, μηδὲ ταράττεσθε. Ἂν γὰρ τὴν προσήκουσαν ὑπομονὴν ἐπιδείξησθε, οὐ περιέσται ὑμῶν τὰ δεινά.

Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ πάντως κηρυχθῆναι τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης· οὕτως ὑψηλότεροι ἔσεσθε τῶν δεινῶν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς οὖν ζησόμεθα; τὸ πλέον εἶπεν, ὅτι Καὶ ζήσεσθε καὶ διδάξετε πανταχοῦ.

Διὸ καὶ ἐπήγαγε· Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος· τῆς συντελείας τῶν Ἱεροσολύμων. Ὅτι γὰρ ἐκεῖνο ἔλεγε, καὶ πρὸ τῆς ἁλώσεως τὸ Εὐαγγέλιον ἐκηρύχθη, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ πάλιν, Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Καὶ ὁρᾷς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Σπανίαν τρέχοντα. Εἰ δὲ εἷς τοσοῦτον μέρος κατέλαβεν, ἐννόησον καὶ οἱ λοιποὶ πόσα εἰργάσαντο. Καὶ γὰρ καὶ ἑτέροις γράφων πάλιν ὁ Παῦλος ἔλεγε περὶ τοῦ Εὐαγγελίου, ὅτι Ἔστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τί δέ ἐστιν, Εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν; Ἐπειδὴ ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ, Εἰς μαρτύριον, φησὶ, τοῖς ἀπιστήσασι· τουτέστιν, εἰς ἔλεγχον, εἰς κατηγορίαν, εἰς μαρτυρίαν· οἱ γὰρ πιστεύσαντες καταμαρτυρήσουσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. Διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. Οἱ γὰρ ἰδόντες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην, ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες;

Ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως, ὅτι ἐν εἴκοσι ἢ καὶ τριάκοντα ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. Μετὰ τοῦτο οὖν, φησὶν, ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων.

Ὅτι γὰρ τοῦτο αἰνίττεται, τὸ ἑξῆς ἐδήλωσεν. Ἐπήγαγε γὰρ καὶ προφητείαν, πιστούμενος αὐτῶν τὸν ἀφανισμὸν, καὶ λέγων· Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Παρέπεμψεν αὐτοὺς ἐπὶ τὸν Δανιήλ. Βδέλυγμα δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος φησὶν, ὃ ὁ ἐρημώσας τὴν πόλιν καὶ τὸν ναὸν ἔστησεν ἔνδον· διὸ καὶ ἐρημώσεως αὐτὸ καλεῖ. Εἶτα, ἵνα μάθωσιν, ὅτι καὶ ζώντων ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο ἔλεγεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως.

γʹ. Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον αὐτοῖς, ὅτε ὁ Καῖσαρ ἐκέλευσεν ἅπαντας ἀπελαύνεσθαι. Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων ἐπαλλήλων γινομένων, καὶ πάντων ἄνωθεν τῶν συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων, καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων, καὶ πειρατῶν ὄντων, καὶ τῶν ἔνδον ἀλλήλοις ἐπιβουλευόντων, ἀνθρώπους ἀπείρους τοῦ πλεῖν καὶ οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως ὡς εἶπον ταραττομένῳ, καταδύειν καὶ χειροῦσθαι. Καὶ γὰρ ὑπὸ ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰουδαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκόπελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις· καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάντα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παραστῆναι μὴ δυναμένη.

Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων ἀρχῇ μισητὸν τὸ Ἰουδαίων γένος ἦν, ἅτε μυρία πράγματα αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ᾽ ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύριστο, καὶ μυρία τοὺς οἰκοῦντας διέθηκε κακά· οἱ δὲ ἐντεῦθεν ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Μυριάδας ἀπείρους Ἰουδαίων τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ δώδεκα ἀνδρῶν οὐ περιεγένοντο, γυμνῶν, ἀόπλων μαχομένων αὐτοῖς. Τίς παραστῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιοπίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομένων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λεγόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούντων ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο, ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν φιλουμένων ἀπῆγον, καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, ταραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν εἰρημένων ἦν, ἱκανῶς πάντα διαταράξαι.

Εὔκαιρον εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν τοὺς καθ᾽ ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ᾽ εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι᾽ αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν, καταλεύοντες αὐτὸν ἀναιρήσουσιν· Ἂν δὲ καὶ εὐκαταφρόνητος ᾖ, καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν τοὺς τρυφῶντας κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται; Ἀλλ᾽ ὅμως τοῦτο, ὅπερ ἀδύνατον ἐν οἰκίᾳ γενέσθαι μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων.

Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς σεισμοὺς, τὰς ἄλλας τραγῳδίας, τὴν ἱστορίαν τὴν περὶ τούτων Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας τῷ φόβῳ τῶν εἰρημένων, συστρέφει λέγων, ὅτι κἂν μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος.

δʹ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδοπροφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς ἐπάγων· τέταρτος, ὁ τοὺς λοιμοὺς καὶ σεισμούς· πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· ἕβδομος, Παραδώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐνταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελφοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παράδοξα;

Ἀλλ᾽ ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πόλεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς γενέσεως τὴν τυραννίδα ἐπιτειχίζοντες, καὶ τῶν καιρῶν τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον;

Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν παρῆλθον· ἀλλὰ τοῦτο οὐδὲ πλάσασθαι δύνανται. Ποίαν τοίνυν περιφορὰν εἴποιτ᾽ ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε.

Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔδωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα ὁ δαίμων, καὶ μετατίθησιν.

Ἀλλ᾽ οὐκ ἐπὶ τῶν ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ᾽ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γένεσις;

Οὐδὲν ἕτερον ἀλλ᾽ ἢ ἀδικία καὶ σύγχυσις, καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα.

Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρεσθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων, οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν. Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμμένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκεχαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξαλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων τοῦ τὰ βλάπτοντα προσάγοντος πολλῷ βελτίων ἐστί· καὶ ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ᾽ ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοίνυν ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ᾽ ἀνεχώμεθά τινα καὶ ἀγνοεῖν· ἵν᾽ ὅταν εὕρωμεν διδάσκαλον, μὴ διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν, τῷ περιπεσεῖν ἁπλῶς πονηροῖς δόγμασιν. Οὐδὲ γὰρ ὅμοιος ὁ ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι. Ἐκεῖ μὲν γὰρ ἀνατρέψαι δεῖ πρότερον, καὶ τότε ἕτερα ἐνθεῖναι· ἐνταῦθα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ;

Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ Θεοῦ διδόντος, πολλοὶ δὲ συγχωροῦντος, πλοῦτον ἐκτήσαντο. Οὗτος γὰρ σύντομος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγχωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν;

Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ᾽ ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλουσίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος τῷ Λαζάρῳ; Ἀλλ᾽ ὅμως ἁπάντων ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι᾽ αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ᾽ ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ᾽ ὁ εὐπορώτερος χαλεπώτερον.

εʹ. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἀδίκως πλουτοῦντα εὐημεροῦντα, στέναξον, δάκρυσον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος Δαυῒδ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο μάλιστα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου, καὶ πάντα τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν ἐναντίον μου; Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων.

Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα ἓν, ἡ πορνεία, καὶ σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ᾽ ἐμαυτοῦ, ἀλλ᾽ ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως κολάζεται· καὶ τοῦτο ὁ Παῦλος δείκνυσιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται.

Ἐπόρνευσέ τις μετὰ τὸν νόμον; χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νόμου κριθήσονται. Ἐπόρνευσέ τις ἱερεὺς ὤν; προσθήκην ἀπὸ τῆς ἀξίας εἰς τὴν τιμωρίαν λαμβάνει μεγίστην. Διὰ δὴ τοῦτο αἱ μὲν ἄλλαι ἀνῃροῦντο πορνευόμεναι· αἱ δὲ τῶν ἱερέων θυγατέρες κατεκαίοντο, τοῦ νομοθέτου ἐκ περιουσίας δηλοῦντος, ὅση τὸν ἱερέα μένει κόλασις τοῦτο ἁμαρτάνοντα. Εἰ γὰρ τὴν θυγατέρα μείζονα ἀπῄτησε δίκην διὰ τὸ ἱερέως εἶναι θυγατέρα, πολλῷ μᾶλλον αὐτὸν τὸν ἱερωμένον. Ἐπορνεύθη τις βιαίως; αὕτη καὶ ἀπήλλακται κολάσεως· ἐπορνεύθη τις πλουτοῦσα, ἑτέρα δὲ πενομένη; πάλιν καὶ ἐνταῦθα διαφορά. Καὶ τοῦτο δῆλον, ἀφ᾽ ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ τοῦ Δαυΐδ. Ἐπόρνευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ; ἂν ἀμύητος ἀπέλθῃ, πάντων ἐκείνων χαλεπωτέραν δώσει δίκην.

Ἐπόρνευσέ τις μετὰ τὸ λουτρόν; ἐνταῦθα οὐδὲ παραμυθία λοιπὸν τῷ ἁμαρτήματι λείπεται. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Ἐπόρνευσέ τις ἱερωμένος νῦν; αὕτη μάλιστα πάντων ἡ κορυφὴ τῶν κακῶν. Εἶδες ἑνὸς ἁμαρτήματος πόσαι διαφοραί; Ἑτέρα ἡ πρὸ τοῦ νόμου, ἄλλη ἡ μετὰ τὸν νόμον, ἡ τοῦ ἱερωμένου ἄλλη, ἡ τῆς πλουτούσης καὶ τῆς πενομένης, τῆς κατηχουμένης καὶ τῆς πιστῆς, τῆς τοῦ ἱερέως. Καὶ ἀπὸ συνέσεως δὲ πολλὴ ἡ διαφορά· Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς.

Καὶ τὸ μετὰ τὰ παραδείγματα ἁμαρτάνειν πλείονα φέρει τὴν τιμωρίαν. Διὰ τοῦτό φησιν· Ὑμεῖς δὲ οὐδὲ ἰδόντες ὕστερον μετενοήσατε, καίτοι πολλῆς ἀπολαύσαντες θεραπείας. Διὰ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ τοῦτο ὀνειδίζει λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; Καὶ τὸ ἐν τρυφῇ ὄντας· τοῦτο δὴ τὸ τοῦ Λαζάρου. Καὶ ἀπὸ τοῦ τόπου δὲ χαλεπώτερον τὸ ἁμάρτημα γίνεται· ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγε· Μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ ἀπὸ τῆς ποιότητος δὲ αὐτῶν τῶν πλημμελημάτων· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· καὶ πάλιν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο ὑπὲρ πάσας τὰς πορνείας σου καὶ τὰ βδελύγματά σου. Καὶ ἀπὸ τῶν προσώπων πάλιν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ τις εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ὅταν τοὺς πολλῷ χείρονάς τις ὑπερβαίνῃ τῇ ῥᾳθυμίᾳ· ὅπερ καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐγκαλεῖ· Οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐποίησας. Καὶ ὅταν μηδὲ τοῖς ἑτέρων παραδείγμασι σωφρονισθῇ τις· Εἶδε τὴν ἀδελφὴν αὐτῆς, φησὶ, καὶ ἐδικαίωσεν αὐτήν. Καὶ ὅταν πλείονος ἀπολαύσῃ ἐπιμελείας· Εἰ γὰρ ἐν Τύρῳ, φησὶ, καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αὗται, πάλαι ἂν μετενόησαν· πλὴν ἀνεκτότερον ἔσται Τύρῳ καὶ Σιδῶνι, ἢ τῇ πόλει ἐκείνῃ. Εἶδες ἀκρίβειαν ἀπηρτισμένην, καὶ πάντας τῶν αὐτῶν ἁμαρτημάτων οὐ τὴν αὐτὴν διδόντας δίκην;

Καὶ γὰρ ὅταν μακροθυμίας ἀπολαύσαντες μηδὲν κερδάνωμεν, χείρονα πεισόμεθα. Καὶ τοῦτο δηλοῖ Παῦλος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ταῦτ᾽ οὖν εἰδότες, μὴ σκανδαλιζώμεθα, μηδὲ θορυβώμεθα μηδενὶ τῶν γινομένων, μηδὲ τὴν τῶν λογισμῶν ἐπεισάγωμεν ζάλην· ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας παραχωροῦντες, ἀρετῆς ἐπιμελώμεθα, καὶ φεύγωμεν κακίαν· ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Οϛʹ. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον. Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη. Τότε, πότε;

Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ. Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν. Φεύγετε τοίνυν τότε, φησίν· οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν. Ἐπειδὴ γὰρ συνέβη πολλάκις αὐτοὺς ἀνενεγκεῖν ἐν πολέμοις χαλεποῖς, οἷον ἐπὶ τοῦ Σεναχηρεὶμ, ἐπὶ Ἀντιόχου πάλιν· (καὶ γὰρ καὶ τότε στρατοπέδων ἐπεισελθόντων καὶ τοῦ ναοῦ προκαταληφθέντος, συστραφέντες οἱ Μακκαβαῖοι μετέστησαν εἰς τὸ ἐναντίον τὰ πράγματα·) ἵνα οὖν μὴ καὶ νῦν τοῦτο ὑποπτεύσωσιν, ὅτι ἔσται τις μεταβολὴ τοιαύτη, πᾶν τὸ τοιοῦτον αὐτοῖς ἀπαγορεύει. Ἀγαπητὸν γὰρ, φησὶ, τὸ γυμνῷ τῷ σώματι σωθῆναι λοιπόν. Διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια, τὰ ἄφευκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφοράν· καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. Διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ προστίθησι λέγων, Μηδὲ οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις· ταῖς μὲν, διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμένας· ταῖς δὲ, διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα.

Χρημάτων μὲν γὰρ καὶ καταφρονῆσαι εὔκολον καὶ προνοῆσαι ῥᾴδιον, καὶ ἱματίων· τὰ δὲ ἀπὸ τῆς φύσεως πῶς ἄν τις διαφύγοι; πῶς ἂν ἡ ἔγκυος γένοιτο κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος ὑπεριδεῖν; Εἶτα πάλιν δεικνὺς τὸ μέγεθος τῆς συμφορᾶς, φησί· Προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ ἐν σαββάτῳ. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Ὁρᾷς ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται;

Οὐ γὰρ δὴ οἱ ἀπόστολοι ἔμελλον Σάββατον τηρεῖν, ἢ ἐκεῖ ἔσεσθαι, ἡνίκα Οὐεσπασιανὸς ταῦτα ἔπραξε. Καὶ γὰρ ἔφθασαν προαπελθόντες οἱ πλείους· εἰ δέ τις ἀπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε μέρεσι τότε.

Διατί δὲ μηδὲ χειμῶνος, μηδὲ Σαββάτου; Χειμῶνος μὲν, διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· Σαββάτου δὲ, διὰ τὴν αὐθεντίαν τὴν ἀπὸ τοῦ νόμου. Ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν Σαββάτῳ τότε Ἰουδαῖοι φεύγειν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι τὸ τοιοῦτον εὔκολον, διὰ τοῦτο, Προσεύχεσθε, φησίν. Ἔσται γὰρ τότε θλῖψις, οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ μή τις νομίσῃ τοῦτο ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ᾽ ἐντυχὼν τοῖς Ἰωσήπου γράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι πιστὸς ὢν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν. Καὶ γὰρ καὶ Ἰουδαῖος ἦν, καὶ σφόδρα Ἰουδαῖος, καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. Τί οὖν οὗτός φησιν;

Ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. Τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν παιδοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι· πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναῤῥήγνυσθαι τὰς γαστέρας ἔφη.

Ἡδέως ἂν οὖν ἐροίμην Ἰουδαίους, πόθεν οὕτω θεήλατος ὀργὴ καὶ ἀφόρητος ἦλθεν ἐπ᾽ αὐτοὺς, καὶ πασῶν ἔμπροσθεν γενομένων, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης χαλεπωτέρα; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ τοῦ σταυροῦ τόλμημα καὶ τὴν ἀπόφασιν ταύτην; Ἅπαντες εἴποιεν ἂν, καὶ μετὰ πάντων καὶ πρὸ πάντων αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια. Θέα δέ μοι τὴν ὑπερβολὴν τῶν κακῶν, ὅταν μὴ πρὸς τὸν ἔμπροσθεν χρόνον παραβαλλόμενα χαλεπώτερα φαίνηται, ἀλλὰ καὶ πρὸς τὸν ἐπιόντα ἅπαντα. Οὔτε γὰρ ἐν τῇ οἰκουμένῃ πάσῃ, οὔτε ἐν τῷ χρόνῳ παντὶ, τῷ γενομένῳ τῷ τε ἐσομένῳ, δυνήσεταί τις εἰπεῖν τοιαῦτα κακὰ γεγενημένα. Καὶ μάλα εἰκότως.

Οὐδὲ γὰρ ἐτόλμησέ τις ἀνθρώπων, οὐ τῶν πώποτε, οὐ τῶν μετὰ ταῦτα, τόλμημα οὕτω παράνομον καὶ φρικῶδες. Διὰ τοῦτό φησιν· Ἔσται θλῖψις οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.

Ἀπὸ τούτων δείκνυσιν αὐτοὺς χαλεπωτέρας τιμωρίας ἀξίους ὄντας τῆς εἰρημένης, ἡμέρας νῦν λέγων τὰς τοῦ πολέμου καὶ τῆς πολιορκίας ἐκείνης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἐπὶ πλέον ἐκράτησε, φησὶν, ὁ πόλεμος Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι (πᾶσαν γὰρ σάρκα ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγει)· καὶ οἱ ἔξω, καὶ οἱ ἔνδον. Οὐ γὰρ δὴ μόνον τοῖς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττόν τε καὶ ἤλαυνον, διὰ τὸ πρὸς ἐκείνους μῖσος.

βʹ. Τίνας δὲ ἐνταῦθά φησι τοὺς ἐκλεκτούς; Τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα καὶ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν ταῦτα γέγονε τὰ κακὰ, δείκνυσιν ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ᾽ εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόῤῥιζοι ἂν ἀπώλοντο ἅπαντες. Εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον, οὐδ᾽ ἂν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ᾽ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. Διὰ τοῦτό φησι· Διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται. Ταῦτα δὲ ἔλεγε, καταλιμπάνων παραμυθίαν τοῖς ἐν μέσῳ ἀπειλημμένοις αὐτῶν, καὶ διδοὺς ἀναπνεῦσαι, ἵνα μὴ φοβῶνται ὡς συναπολούμενοι. Εἰ δὲ ἐνταῦθα τοσαύτη αὐτῶν πρόνοια, ὡς δι᾽ αὐτοὺς καὶ ἑτέρους σώζεσθαι, καὶ τῶν ἀπίστων λείψανα γίνεσθαι Ἰουδαίων διὰ Χριστιανοὺς, πόση ἐν τῷ καιρῷ τῶν στεφάνων ἡ τιμή; Ἐντεῦθεν αὐτοὺς καὶ παρεμυθεῖτο μὴ ἀλγεῖν ἐπὶ τοῖς οἰκείοις κινδύνοις, ὅπου γε καὶ ἐκεῖνοι τοιαῦτα πάσχουσι, καὶ ἐπ᾽ οὐδενὶ κέρδει, ἀλλ᾽ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς.

Οὐ παρεμυθεῖτο δὲ μόνον, ἀλλὰ καὶ ἀπῆγε τῶν Ἰουδαϊκῶν ἐθῶν λοιπὸν λανθανόντως καὶ ἀνυπόπτως. Εἰ γὰρ οὐκ ἔσται μεταβολὴ λοιπὸν, οὐδὲ ὁ ναὸς στήσεται, εὔδηλον ὅτι καὶ ὁ νόμος παυθήσεται. Ἀλλὰ φανερῶς μὲν τοῦτο οὐκ εἶπε, διὰ δὲ τῆς παντελοῦς αὐτῶν ἀπωλείας τοῦτο ᾐνίξατο. Φανερῶς δὲ οὐκ εἶπεν, ἵνα μὴ πρὸ καιροῦ πλήξῃ. Διὸ οὐδὲ ἀρχόμενος προηγουμένως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον· ἀλλὰ ταλανίσας πρῶτον τὴν πόλιν, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τῆς τε ἐπιδείξεως τῶν λίθων καὶ τῆς ἐρωτήσεως, ἵνα ὡς αὐτοῖς ἀποκρινόμενος πρὸς τὴν ἐρώτησιν ἅπαντα προαναφωνήσῃ τὰ μέλλοντα. Σὺ δέ μοι σκόπει Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν· (καὶ γὰρ καὶ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν·) ἀλλ᾽ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες, καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσιν, ὥστε πανταχόθεν διαλάμπειν τῆς προῤῥήσεως τὴν ἰσχύν.

Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἰδοὺ προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτῆς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν καὶ τοῖς μεθ᾽ ἡμᾶς ἐσομένοις πᾶσι. Τότε, πότε; Ἐνταῦθα, ὃ πολλάκις εἶπον, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων τὸ, Τότε· ὅπου γοῦν ἀκολουθίαν ἐβούλετο εἰπεῖν, ἐπήγαγεν, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ, Τότε· οὐ τὰ μετὰ ταῦτα εὐθέως δηλῶν, ἀλλὰ τὰ ἐν τῷ καιρῷ, ᾧ μέλλει ταῦτα γίνεσθαι, ἅπερ ἔμελλε λέγειν. Οὕτω καὶ ὅταν λέγῃ, Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, οὐ τὸν ἑξῆς εὐθέως λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ᾽ ὃν ταῦτα ἐγίνετο, ἅπερ ἐρεῖν ἔμελλε.

Καὶ γὰρ περὶ τῆς γεννήσεως διαλεχθεὶς τοῦ Ἰησοῦ, καὶ τῆς τῶν μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως φησίν· Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής· καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη. Ἀλλ᾽ ἔθος τοῦτο τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας, λέγει τὸν ὀλίγῳ πρὸ τῆς συντελείας. Τότε οὖν ἐάν τις ὑμῖν εἴπῃ, φησὶν, Ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ. παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. Οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτω καὶ τότε φησίν· ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ μὴ λανθανόντως παραγίνεσθαι.

Σκόπει δὲ πῶς ἐνταῦθα οὐδὲν περὶ πολέμου διαλέγεται· τὸν γὰρ περὶ τῆς παρουσίας αὐτοῦ διευκρινεῖ λόγον· ἀλλὰ περὶ τῶν ἀπατᾷν ἐπιχειρούντων. Οἱ μὲν γὰρ ἐπὶ τῶν ἀποστόλων τοὺς πολλοὺς ἠπάτων· Ἐλεύσονται γὰρ, φησὶ, καὶ ἀπατήσουσι πολλούς· οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ἦσαν πικρότεροι. Δώσουσι γὰρ, φησὶ, σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς.

Ἐνταῦθα τὸν ἀντίχριστόν φησι, καὶ δείκνυσί τινας καὶ διακονησομένους αὐτῷ· περὶ οὗ καὶ Παῦλος οὕτω φησί. Καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν· Οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Καὶ ὅρα πῶς ἀσφαλίζεται.

Μὴ ἐξέλθητε, φησὶ, εἰς τὴν ἔρημον, μὴ εἰσέλθητε εἰς τὰ ταμεῖα. Οὐκ εἶπεν, Ἀπέλθετε καὶ μὴ πιστεύσητε· ἀλλὰ, Μὴ ἐξέλθητε, μηδὲ ἀπέλθητε. Καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη, διὰ τὸ καὶ σημεῖα γίνεσθαι ἀπάτης. γʹ. Εἰπὼν τοίνυν πῶς ἐκεῖνος παραγίνεται, οἷον ὅτι ἐν τόπῳ, λέγει πῶς καὶ αὐτός. Πῶς οὖν αὐτός; Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Πῶς οὖν ἡ ἀστραπὴ φαίνεται; Οὐ δεῖται ἀπαγγέλλοντος, οὐ δεῖται κήρυκος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ ταῖς ἐν θαλάμοις, ἐν ἀκαριαίᾳ ῥοπῇ κατὰ τὴν οἰκουμένην δείκνυται πᾶσαν.

Οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. Λέγει δὲ καὶ ἕτερον σημεῖον· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί· τὸ πλῆθος τῶν ἀγγέλων, τῶν μαρτύρων, τῶν ἁγίων ἁπάντων δηλῶν. Εἶτα λέγει θαύματα φοβερά. Τίνα δέ ἐστι τὰ θαύματα; Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, φησὶν, ὁ ἥλιος σκοτισθήσεται. Θλῖψιν ποίων λέγει ἡμερῶν; Τοῦ ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν.

Θλῖψις γὰρ τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. Ἀλλ᾽ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. Εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. Διὰ τοῦτο οὐκ εἶπε, μετὰ τὴν θλῖψιν, ἀλλ᾽, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται. Οἵ τε γὰρ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς παρέσται.

Καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην. Πῶς δὲ παραγίνεται; Μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ Ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· Καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης;

Καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ μάλα εἰκότως, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην. Εἰ γὰρ ὅτε ἐγένετο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν· (Ὅτε γὰρ ἐγενήθη ἄστρα, ᾔνεσάν με, φησὶ, φωνῇ μεγάλῃ πάντες ἄγγελοι·) πολλῷ μᾶλλον ὁρῶντες πάντα μεταῤῥυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἐκ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους λόγον ἀπαιτουμένους ἁπάντων ὧν ἔπραξαν, πῶς οὐ φρίξουσι καὶ σαλευθήσονται;

Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· τουτέστιν, ὁ σταυρὸς, τοῦ ἡλίου φαιδρότερος ὤν· εἴγε ἐκεῖνος μὲν σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φαίνεται· οὐκ ἂν φανεὶς, εἰ μὴ πολλῷ τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερος ἦν. Τίνος δὲ ἕνεκεν τὸ σημεῖον φαίνεται; Ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τῶν Ἰουδαίων τὴν ἀναισχυντίαν. Καὶ γὰρ δικαίωμα μέγιστον ἔχων τὸν σταυρὸν, οὕτω παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον, ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνύς.

Τότε κόψονται αἱ φυλαί. Οὐ γὰρ χρεία κατηγορίας, ὅταν ἴδωσι τὸν σταυρόν· καὶ κόψονται, ὅτι ἀποθανόντος οὐδὲν ὠφελήθησαν, ὅτι ἐσταύρωσαν ὃν προσκυνῆσαι ἔδει. Εἶδες πῶς ὑπέγραψε τὴν παρουσίαν αὐτοῦ φοβερῶς; πῶς ἀνέστησε τὰ φρονήματα τῶν μαθητῶν; Διά τοι τοῦτο πρότερον τὰ λυπηρὰ τίθησι, καὶ τότε τὰ χρηστὰ, ἵνα καὶ ταύτῃ αὐτοὺς παραμυθήσηται καὶ ἀναπαύσῃ.

Καὶ περὶ τοῦ πάθους δὲ αὐτοὺς ὑπομιμνήσκει πάλιν καὶ τῆς ἀναστάσεως, καὶ μετὰ λαμπροῦ τοῦ σχήματος μέμνηται τοῦ σταυροῦ, ὥστε μὴ αἰσχύνεσθαι αὐτοὺς, μηδὲ ὀδυνᾶσθαι, ὅπου γε ἀντὶ σημείου τότε ἔρχεται προβαλλόμενος αὐτόν. Ἄλλος δέ φησιν, ὅτι Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Διὰ δὴ τοῦτο κόψονται, ἰδοῦσαι ὅτι οὗτος ἐκεῖνός ἐστιν. Ἐπειδὴ δὲ καὶ σταυροῦ ἀνέμνησε, προσέθηκεν ὅτι Ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον, οὐκέτι ἐπὶ τοῦ σταυροῦ, ἀλλ᾽ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Μὴ γὰρ ἐπειδὴ τὸν σταυρὸν ἤκουσας, φησὶ, νομίσῃς πάλιν σκυθρωπὸν εἶναί τι· μετὰ γὰρ δυνάμεως ἥξει καὶ δόξης πολλῆς. Φέρει δὲ αὐτὸν, ἵνα αὐτοκατάκριτος αὐτῶν γένηται ἡ ἁμαρτία· ὥσπερ ἂν εἴ τις λίθῳ πληγεὶς, αὐτὸν ἐπιδείξειε τὸν λίθον, ἢ τὰ ἱμάτια ᾑμαγμένα.

Καὶ ἐν νεφέλῃ ἔρχεται, ὡς ἀνελήφθη· καὶ ταῦτα ὁρῶσαι θρηνοῦσιν αἱ φυλαί. Οὐ μὴν μέχρι θρήνων στήσεται αὐτοῖς τὰ δεινά· ἀλλ᾽ ὁ μὲν θρῆνος ἔσται, ἵνα οἴκοθεν τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσι· τότε δὲ πάλιν Ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων τῶν οὐρανῶν ἕως ἄκρων αὐτῶν. Ὅταν δὲ τοῦτο ἀκούσῃς, ἐννόει τῶν μενόντων τὴν κόλασιν. Οὐδὲ γὰρ ἐκείνην δώσουσι τὴν δίκην μόνον, ἀλλὰ καὶ ταύτην. Καὶ ὥσπερ ἀνωτέρω ἔλεγεν, ὅτι ἐροῦσιν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· οὕτως ἐνταῦθα, ὅτι Κόψονται. Ἐπειδὴ γὰρ περὶ πολέμων αὐτοῖς διελέχθη χαλεπῶν, ἵνα μάθωσιν, ὅτι μετὰ τῶν ἐνταῦθα δεινῶν καὶ τὰ ἐκεῖ αὐτοὺς ἀναμένει βασανιστήρια, καὶ κοπτομένους εἰσάγει, καὶ χωριζομένους τῶν ἐκλεκτῶν, καὶ γεέννῃ παραδιδομένους· κἀντεῦθεν πάλιν τοὺς μαθητὰς διεγείρων, καὶ δεικνὺς, ὅσων μὲν ἀπαλλαγήσονται κακῶν, ὅσων δὲ ἀπολαύσονται ἀγαθῶν.

δʹ. Καὶ τί δήποτε δι᾽ ἀγγέλων αὐτοὺς καλεῖ, εἰ οὕτω φανερῶς ἔρχεται; Τιμῶν αὐτοὺς καὶ ταύτῃ. Ὁ δὲ Παῦλος, ὅτι ἁρπαγήσονται ἐν νεφέλαις. Εἶπε δὲ καὶ τοῦτο, ὅτε περὶ ἀναστάσεως διελέγετο. Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος καταβήσεται ἀπ᾽ οὐρανοῦ ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Ὥστε ἀναστάντας μὲν συλλέξουσιν ἄγγελοι, συλλεγέντας δὲ ἁρπάσουσιν αἱ νεφέλαι· καὶ ταῦτα πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ. Οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ᾽ αὐτὸς ἔρχεται ἐν σάλπιγγι.

Καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; Πρὸς διανάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῆς τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. Οἴμοι ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. Δέον ἡμᾶς χαίρειν ὅταν ταῦτα ἀκούωμεν, ἀλγοῦμεν, καὶ κατηφεῖς ἐσμεν, καὶ σκυθρωπάζομεν. Ἢ μόνος ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει; Ὡς ἔμοιγε καὶ φρίκη τις ὑπεισέρχεται λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας. Οὐδὲν γὰρ τούτων πρὸς ἐμὲ, ἀλλ᾽ ἐκείνων τῶν μετὰ ταῦτα λεχθέντων, τῶν πρὸς τὰς παρθένους, τῶν πρὸς τὸν καταχώσαντα τὸ τάλαντον ὅπερ ἔλαβε, τῶν πρὸς τὸν πονηρὸν δοῦλον. Διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς καὶ εἰς ἀεὶ, ἵνα μὴ μικρὸν σπουδάσωμεν. Εἰ μὲν γὰρ πόνος πολὺς ἦν καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτω πάντα ποιεῖν· πλὴν ἀλλὰ κἂν πρόφασίν τινα ἐδόκουν ἔχειν πολλοὶ τῶν ῥᾳθύμων, ψυχρὰν μὲν, ἐδόκουν δ᾽ οὖν ἔχειν, τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων, καὶ ὅτι μέγας ὁ πόνος, καὶ ἄπειρος ὁ χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτον ἔστι προβάλλεσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα, τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες καὶ τὰ ἀπόῤῥητα ἀγαθά.

Καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν. Ἐν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανοῖς ὁ στέφανος· ὑπὸ ἀνθρώπων κολάζῃ, καὶ ὑπὸ Θεοῦ τιμᾶσαι· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀπείρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ αἱ τιμαί. Καὶ χωρὶς δὲ τούτων κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι κἂν μὴ διὰ τὸν Χριστὸν ἑλώμεθά τι παθεῖν τῶν ὀδυνηρῶν, ἀνάγκη αὐτὰ καὶ ἄλλως ὑπομεῖναι πάντως. Οὐδὲ γὰρ ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ· οὐδὲ ἂν διὰ τὸν Χριστὸν μὴ ῥίψῃς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Τοσοῦτον δὲ ἀπαιτεῖ προσεῖναι μόνον, τὸ δι᾽ αὐτὸν γίνεσθαι· ὡς τό γε συμβῆναι ταῦτα καὶ παρελθεῖν, καὶ ἀπὸ τῆς κατὰ τὴν φύσιν ἀνάγκης γίνεται.

Εἶδες πῶς εὔκολος ὁ ἀγών; Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἑλοῦ παθεῖν δι᾽ ἐμέ· τοῦτο προσκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ὃ ἑτέρῳ μέλλεις δανείζειν χρυσίον, τοῦτο δάνεισον ἐμοὶ, καὶ ἐπὶ πλείοσι, καὶ ἐπὶ ἀσφαλείᾳ μείζονι· ὃ ἑτέρῳ μέλλεις στρατεύειν σῶμα, τοῦτο στράτευσον ἐμοί· καὶ γὰρ ὑπερβαίνω σου τοὺς πόνους ταῖς ἀντιδόσεσιν ἐκ πολλῆς τῆς περιουσίας. Σὺ δὲ ἐν μὲν τοῖς ἄλλοις τὸν τὸ πλέον παρέχοντα προτιμᾷς, καὶ ἐν δανείσμασι, καὶ ἐν ἀγορασίᾳ, καὶ ἐν στρατείᾳ· τὸν δὲ Χριστὸν μόνον πλέον ἁπάντων παρέχοντα, καὶ ἀπείρως πλέον, τοῦτον οὐ καταδέχῃ. Καὶ τίς ὁ τοσοῦτος πόλεμος; τίς ἡ τοσαύτη ἀπέχθεια; Πόθεν λοιπὸν ἕξεις συγγνώμην καὶ ἀπολογίαν, οὐδὲ ἀφ᾽ ὧν ἀνθρώπους προτιμᾷς ἀνθρώπων, ἀπὸ τούτων ἀνεχόμενος τὸν Θεὸν προτιμῆσαι τῶν ἀνθρώπων; Τί τῇ γῇ παραδίδως τὸν θησαυρόν;

Δὸς τῇ ἐμῇ χειρὶ, φησίν. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς Δεσπότης; Ἐκείνη τὸ καταβληθὲν ἀποδίδωσι, πολλάκις δὲ οὐδὲ τοῦτο· αὐτὸς δὲ καὶ μισθούς σοι ἀποδίδωσι τῆς φυλακῆς. Καὶ γὰρ σφόδρα ἡμῶν ἐρᾷ. Διὰ τοῦτο κἂν δανεῖσαι θέλῃς, ἕστηκεν ἕτοιμος· κἂν σπεῖραι, αὐτὸς ὑποδέχεται· κἂν οἰκοδομῆσαι θέλῃς, ἕλκει σε πρὸς ἑαυτὸν, Ἐν τοῖς ἐμοῖς, λέγων, οἰκοδόμει. Τί τρέχεις πρὸς τοὺς πένητας, πρὸς ἀνθρώπους τοὺς πτωχεύοντας; Δράμε πρὸς τὸν Θεὸν, τὸν ὑπὲρ μικρῶν μεγάλα σοι παρέχοντα πράγματα. Ἀλλ᾽ ὅμως οὐδὲ ταῦτα ἀκούοντες ἀνεχόμεθα, ἀλλ᾽ ἔνθα μάχαι, καὶ πόλεμοι, καὶ παγκράτια, καὶ δίκαι καὶ συκοφαντίαι, ἐκεῖ σπεύδομεν.

εʹ. Ἆρ᾽ οὖν οὐ δικαίως ἡμᾶς ἀποστρέφεται καὶ κολάζει, ὅταν εἰς πάντα ἡμῖν ἑαυτὸν παρέχῃ, ἡμεῖς δὲ ἀντιπίπτωμεν; Παντί που δῆλον. Εἴτε γὰρ καλλωπίσασθαι θέλεις, φησὶ, τὸν ἐμὸν καλλωπισμόν· εἴτε ὁπλισθῆναι, τὰ ἐμὰ ὅπλα· εἴτε ἐνδύσασθαι, τὸ ἱμάτιον τὸ ἐμόν· εἴτε τραφῆναι, τὴν τράπεζαν τὴν ἐμήν· εἴτε ὁδεῦσαι, τὴν ὁδὸν τὴν ἐμήν· εἴτε κληρονομῆσαι, τὴν κληρονομίαν τὴν ἐμήν· εἴτε εἰς πατρίδα εἰσελθεῖν, εἰς τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ἐγώ· εἴτε οἰκοδομῆσαι οἰκίαν, ἐν ταῖς σκηναῖς ταῖς ἐμαῖς. Ἐγὼ γὰρ ὧν δίδωμι οὐκ ἀπαιτῶ σε μισθὸν, ἀλλὰ καὶ αὐτοῦ τούτου μισθόν σοι προσοφείλω, ἂν τοῖς ἐμοῖς χρήσασθαι βουληθῇς ἅπασι. Τί ταύτης γένοιτ᾽ ἂν ἴσον τῆς φιλοτιμίας; Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις;

τί εἰς πίθον ἀντλεῖς τετρημένον; Τοῦτο γάρ ἐστιν εἰς τὸν παρόντα βίον πονεῖσθαι. Τί εἰς πῦρ ξαίνεις; τί τῷ ἀέρι πυκτεύεις; τί εἰκῆ τρέχεις; Οὐχὶ ἑκάστη τέχνη τέλος ἔχει; Παντί που δῆλον. Δεῖξόν μοι καὶ σὺ τῆς σπουδῆς τῆς βιωτικῆς τὸ τέλος. Ἀλλ᾽ οὐκ ἔχεις.

Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἴωμεν εἰς τοὺς τάφους, δεῖξόν μοι τὸν πατέρα, δεῖξόν μοι τὴν γυναῖκα. Ποῦ ὁ χρυσᾶ ἐνδεδυμένος ἱμάτια; ὁ ἐπὶ τοῦ ὀχήματος καθήμενος; ὁ στρατόπεδα ἔχων, ὁ τὴν ζώνην, ὁ τοὺς κήρυκας; ὁ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ ἐμβάλλων εἰς δεσμωτήριον; ὁ ἀποκτέννων οὓς ἐβούλετο, καὶ ἀπαλλάττων οὓς ἤθελεν;

Οὐδὲν ὁρῶ πλὴν ὀστέων, καὶ σητὸς, καὶ ἀράχνης· πάντα ἐκεῖνα γῆ, πάντα ἐκεῖνα μῦθος, πάντα ὄναρ καὶ σκιὰ, καὶ διήγημα ψιλὸν, καὶ γραφή· μᾶλλον δὲ οὐδὲ γραφή. Τὴν μὲν γὰρ γραφὴν κἂν ἐν εἰκόνι ὁρῶμεν· ἐνταῦθα δὲ οὐδὲ εἰκόνα. Καὶ εἴθε μέχρι τούτων τὰ δεινά! Νυνὶ δὲ τὰ μὲν τῆς τιμῆς, καὶ τῆς τρυφῆς, καὶ τῆς περιφανείας, μέχρι σκιᾶς, μέχρι ῥημάτων· τὰ δὲ ἀπ᾽ αὐτῶν οὐκέτι μέχρι σκιᾶς καὶ ῥημάτων, ἀλλὰ μένει καὶ διαβήσεται μεθ᾽ ἡμῶν ἐκεῖ, καὶ πᾶσιν ἔσται δῆλα· αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, αἱ πορνεῖαι, αἱ μοιχεῖαι, τὰ μυρία δεινά· ταῦτα οὐκ ἐν εἰκόνι, οὐδὲ ἐν τέφρᾳ, ἀλλὰ γεγραμμένα ἄνω καὶ ῥήματα καὶ πράγματα. Ποίοις οὖν ὀψόμεθα τὸν Χριστὸν ὀφθαλμοῖς; Εἰ γὰρ πατέρα τις οὐκ ἂν ἤνεγκεν ἰδεῖν, συνειδὼς ἑαυτῷ ἡμαρτηκότι εἰς αὐτὸν, τὸν πατρὸς μᾶλλον ἀπείρως πραότερον ὄντα πῶς ἀντιβλέψομεν τότε; πῶς οἴσομεν; Καὶ γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ πάντων ἀκριβὴς ἔσται ἐξέτασις.

Εἰ δέ τις ἀπιστεῖ τῇ μελλούσῃ κρίσει, ὁράτω τὰ ἐνταῦθα, τοὺς ἐν τοῖς δεσμωτηρίοις, τοὺς ἐν τοῖς μετάλλοις, τοὺς ἐν ταῖς κοπρίαις, τοὺς δαιμονῶντας, τοὺς παραπαίοντας, τοὺς νόσοις ἀνιάτοις παλαίοντας, τοὺς πενίᾳ διηνεκεῖ πυκτεύοντας, τοὺς λιμῷ συζῶντας, τοὺς πένθεσιν ἀνηκέστοις βεβλημένους, τοὺς ἐν αἰχμαλωσίαις.

Οὐ γὰρ ἂν οὗτοι ταῦτα ἔπαθον νῦν, εἰ μὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς τὰ τοιαῦτα ἡμαρτηκότας ἔμελλεν ἀναμένειν τιμωρία καὶ κόλασις. Εἰ δὲ μηδὲν ἐνταῦθα ὑπέμειναν οἱ λοιποὶ, τοῦτο μὲν οὖν αὐτὸ σημεῖόν σε ποιεῖσθαι δεῖ τοῦ πάντως εἶναί τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Οὐ γὰρ ἂν ἁπάντων ὁ αὐτὸς ὢν Θεὸς τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἀφῆκεν ἀτιμωρήτους, τὰ αὐτὰ ἢ καὶ χαλεπώτερα πεπλημμεληκότας, εἰ μή τινα ἔμελλεν ἐκεῖ αὐτοῖς τιμωρίαν ἐπάγειν. Ἀπὸ τούτων τοίνυν τῶν λογισμῶν καὶ τῶν παραδειγμάτων καὶ ἡμεῖς ταπεινώσωμεν ἑαυτοὺς, καὶ οἱ τῇ κρίσει διαπιστοῦντες πιστευέτωσαν λοιπὸν, καὶ βελτίους γινέσθωσαν· ἵνα ἀξίως ἐνταῦθα τῆς βασιλείας βιώσαντες, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΖʹ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

αʹ. Ἐπειδὴ εἶπεν, ὅτι εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, αὐτοὶ δὲ τοῦτο ἐζήτουν μεθ᾽ ὅσον χρόνον, καὶ αὐτὴν κυρίως τὴν ἡμέραν ἐπεθύμουν εἰδέναι, διὰ τοῦτο καὶ τὸ παράδειγμα τίθησι τῆς συκῆς, δεικνὺς ὅτι οὐ πολὺ τὸ μέσον, ἀλλ᾽ ἐφεξῆς καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ οὖν οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων ἐδήλωσεν εἰπών· Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος πνευματικὸν, καὶ γαλήνην κατ᾽ ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ τοῦ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. Οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικεν, ἵνα τὸ διάστημα δηλώσῃ· ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι· ἀλλ᾽ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. Ὥσπερ γὰρ τοῦτο ἀνάγκη εἶναι, οὕτω καὶ ἐκεῖνο. Καὶ γὰρ ὅπουπερ ἂν ἐθέλῃ τὸ πάντως ἀποβησόμενον λέγειν, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει, καὶ αὐτὸς, καὶ ὁ μακάριος Παῦλος αὐτὸν μιμούμενος.

Διὰ τοῦτο καὶ περὶ ἀναστάσεως διαλεγόμενός φησιν· Ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅθεν καὶ ὁ μακάριος Παῦλος παιδευθεὶς, τῷ αὐτῷ κέχρηται ὑποδείγματι, Κορινθίοις περὶ ἀναστάσεως διαλεγόμενος. Ἄφρων γὰρ, φησὶ, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἶτα ἵνα μὴ ταχέως πάλιν ἐπ᾽ αὐτὸ ἔλθωσι, καὶ ἐρωτήσωσι, Πότε; εἰς μνήμην αὐτοὺς τῶν παρελθόντων ἐνάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Ταῦτα πάντα, ποῖα; εἰπέ μοι. Τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ τῶν λιμῶν, τὰ τῶν λοιμῶν, τὰ τῶν σεισμῶν, τὰ τῶν ψευδοχρίστων, τὰ τῶν ψευδοπροφητῶν, τὸ πανταχοῦ σπαρῆναι τὸ Εὐαγγέλιον, τὰς στάσεις, τὰς ταραχὰς, τὰ ἄλλα πάντα, ἅπερ εἰρήκαμεν μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. Πῶς οὖν, φησὶν, εἶπεν, ἡ γενεὰ αὕτη; Οὐ περὶ τῆς τότε λέγων, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. Οἶδε γὰρ γενεὰν οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ὅπερ γὰρ ἄνω ἔλεγε· Δεῖ γὰρ πάντα γενέσθαι· καὶ πάλιν, Κηρυχθήσεται τὸ Εὐαγγέλιον· τοῦτο καὶ ἐνταῦθα δηλοῖ λέγων, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη.

Ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται, καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται, ταύτης δὲ οὐδὲν περιέσται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδιδόντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. Εἶτα καὶ μᾶλλον αὐτοὺς εἰς πίστιν ἐνάγων, φησίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. Καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ εὑρὼν ἀληθῆ (εὑρήσει γὰρ πάντως), ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω, καὶ πάντα ἐξεταζέτω μετὰ ἀκριβείας, καὶ ὄψεται τῶν πραγμάτων τὸ τέλος μαρτυροῦν τῇ τῆς προφητείας ἀληθείᾳ. Τὰ δὲ στοιχεῖα εἰς μέσον τέθεικεν, ὁμοῦ μὲν δηλῶν, ὅτι προτιμοτέρα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία· ὁμοῦ δὲ δημιουργὸν ἑαυτὸν καὶ ἐντεῦθεν δεικνὺς τοῦ παντός.

Ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον ἤγαγε, τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον ἐνδεικνύμενος, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας δηλῶν, ὅτι Δεσπότης ἐστὶ τοῦ παντὸς, καὶ ἐκ τούτων καὶ τοῖς σφόδρα ἀμφιβάλλουσιν ἀξιόπιστα τὰ εἰρημένα κατασκευάζων.

Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Τῷ μὲν εἰπεῖν, οὐδὲ οἱ ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τῷ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. Ὅτι γὰρ διὰ τοῦτο τοῦτο εἴρηκεν, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους, πῶς ἐπεστόμισε μειζόνως. Νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς.

Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοι· φησὶν, Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ γὰρ σφόδρα ἔμελεν αὐτῷ τοῦ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι. Διὰ τοῦτο αὐτὸ τῷ Πατρὶ αὐτοῦ ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἀποτειχίζων τῇ πεύσει τὸ εἰρημένον· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ᾽ ἀγνοεῖ, πότε εἴσεται; Ἆρα μεθ᾽ ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴποι;

Καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς, ὡς ἐκεῖνος τὸν Υἱόν· τὴν δὲ ἡμέραν ἀγνοεῖ; Εἶτα, τὸ μὲν Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν τῆς κρίσεως οἶδεν; Ἀλλὰ τὸ μὲν πῶς δεῖ κρίνειν οἶδε, καὶ τὰ ἑκάστου ἀπόῤῥητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν;

Πῶς δὲ, εἰ Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὴν ἡμέραν ἠγνόησεν; Ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν· πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ;

βʹ. Καὶ ὑμεῖς μὲν αὐτοῦ καὶ τὴν οὐσίαν εἰδέναι φατὲ, τὸν δὲ Υἱὸν οὐδὲ τὴν ἡμέραν, τὸν Υἱὸν, τὸν διαπαντὸς ἐν τῷ κόλπῳ ὄντα τοῦ Πατρός; καίτοι πολλῷ μείζων ἡ οὐσία τῶν ἡμερῶν, καὶ ἀπείρως μείζων. Πῶς οὖν τὸ μεῖζον ἑαυτοῖς διδόντες, οὐδὲ τὸ ἔλαττον συγχωρεῖτε τῷ Υἱῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι; Ἀλλ᾽ οὔτε ὑμεῖς ἴστε τί τὴν οὐσίαν ὁ Θεὸς, κἂν μυριάκις ταῦτα μαίνησθε· οὔτε ὁ Υἱὸς ἀγνοεῖ τὴν ἡμέραν, ἀλλὰ καὶ σφόδρα ἐπίσταται.

Διά τοι τοῦτο πάντα εἰπὼν, καὶ τοὺς χρόνους, καὶ τοὺς καιροὺς, καὶ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀγαγὼν, (Ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις, φησίν·) ἀπεσίγησε τὴν ἡμέραν. Εἰ μὲν γὰρ ἡμέραν ζητοίης καὶ ὥραν, οὐκ ἀκούσῃ παρ᾽ ἐμοῦ, φησίν· εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ πάντα σοι μετὰ ἀκριβείας. Ὅτι μὲν γὰρ οὐκ ἀγνοῶ, διὰ πολλῶν ἔδειξα, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ ὅσον ἀπὸ τοῦδε τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς· (τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολή·) καὶ ἐπὶ τὰ πρόθυρά σε ἤγαγον αὐτά· εἰ δὲ μὴ ἀνοίγω σοι τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο προστίθησι σημεῖον· Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ταῦτα δὲ εἶπε, δηλῶν ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων. Καὶ γὰρ ὁ Παῦλος τοῦτό φησιν, οὕτω γράφων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος· καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων;

Εἰ γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις;

Τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ᾽, Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων. Ἀλλ᾽ οὐχ οἱ δίκαιοι, ἀλλ᾽ ἐν θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι. Διὸ καὶ μάλιστα ὑπόδειγμα τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον, φησὶν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν, φανεῖται μὲν ὁ ἀντίχριστος, μεθ᾽ ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ, καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων. Διὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, οὕτως αὐτοῖς παραστήσεται τὰ φοβερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι ἀπιστηθέν. Διὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν.

Μετὰ δὲ τῶν εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν ἄλλο σημεῖον τίθησι, δι᾽ ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέραν, κατάδηλον ποιεῖ. Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. Διὰ γὰρ τοῦτο εἶπε καὶ τὰς ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλίνης, τοῦτο δηλῶν, ὅτι οὕτως ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλήθουσαι, ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων. Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται καὶ παραλαμβάνονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ᾽ ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησιν.

Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ᾽, Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς. Διὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτι διὰ τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Διὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται, πάντως ἂν κατ᾽ ἐκείνην τὴν ὥραν ἐσπούδασαν.

γʹ. Ἵν᾽ οὖν μὴ ἐκείνην μόνον σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. Διὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκήσωσι, γρηγοροῦσι, καὶ οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυληθῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως ἥξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμένοι, ὥστε μὴ ἀπαρασκευάστως ἐντεῦθεν ἀπενεχθῆναι.

Διὰ τοῦτο ἐπ᾽ ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων. Ὥσπερ γὰρ ἐκεῖνος, εἰ ᾔδει, διέφυγεν ἄν· οὕτω καὶ ὑμεῖς, ἐὰν ἦτε ἕτοιμοι, διαφεύξεσθε. Εἶτα ἐπειδὴ εἰς τὴν τῆς κρίσεως ἐνέβαλε μνήμην, καὶ πρὸς τοὺς διδασκάλους τρέπει τὸν λόγον λοιπὸν, περὶ κολάσεως καὶ τιμῶν διαλεγόμενος· καὶ προτέρους θεὶς τοὺς κατορθοῦντας, εἰς τοὺς διαμαρτάνοντας τελευτᾷ, πρὸς τὸ φοβερὸν κατακλείων τὸν λόγον.

Διὸ πρῶτον τοῦτό φησι· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ αὐτῶν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Μὴ καὶ τοῦτο ἀγνοοῦντός ἐστιν; εἰπέ μοι. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Οὐδὲ ὁ Υἱὸς οἶδεν, ἀγνοεῖν αὐτὸν φῄς· ἐπειδὴ εἶπε, Τίς ἄρα, τί ἂν εἴποις; ἢ καὶ τοῦτο ἀγνοεῖν αὐτὸν φῄς; Ἄπαγε. Οὐδὲ γὰρ τῶν ἐξεστηκότων τοῦτο ἄν τις εἴποι· καίτοιγε ἐκεῖ καὶ αἰτίαν ἔστιν εἰπεῖν, ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Τί δὲ ὅταν λέγῃ, Πέτρε, φιλεῖς με; ἐρωτῶν, οὐδὲ τοῦτο ᾔδει; ἢ ὅταν λέγῃ, Ποῦ τεθείκατε αὐτόν; Καὶ ὁ Πατὴρ δὲ εὑρεθήσεται τοιαῦτα φθεγγόμενος. Καὶ γὰρ καὶ αὐτός φησιν· Ἀδὰμ, ποῦ εἶ; καὶ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ, Ἴσως ἐντραπήσονται τὸν υἱόν μου· ἅπερ ἅπαντα ἀγνοίας ῥήματα ἦν.

Ἀλλ᾽ οὐκ ἀγνοῶν ταῦτα ἔλεγεν, ἀλλ᾽ οἰκονομῶν τὰ αὐτῷ πρέποντα· ἐπὶ μὲν τοῦ Ἀδὰμ, ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· ἐπὶ δὲ τῶν Σοδομιτῶν, ἵνα ἡμᾶς παιδεύσῃ μηδέποτε ἀποφαίνεσθαι, πρὶν ἂν αὐτοῖς παραγενώμεθα τοῖς πράγμασιν· ἐπὶ δὲ τοῦ προφήτου, ἵνα μὴ δοκῇ ἡ πρόῤῥησις παρὰ τοῖς ἀνοήτοις ἀναγκαστική τις εἶναι τῆς παρακοῆς· ἐπὶ δὲ τῆς παραβολῆς τοῦ Εὐαγγελίου, ἵνα δείξῃ ὅτι ὤφειλον τοῦτο ποιῆσαι καὶ ἐντραπῆναι τὸν υἱόν· ἐνταῦθα δὲ, καὶ ἵνα μὴ περιεργάζωνται, μηδὲ πολυπραγμονῶσι πάλιν, καὶ ἵνα δείξῃ τὸ σπάνιον καὶ πολύτιμον. Καὶ ὅρα πόσης ἀγνοίας ἐνδεικτικὸν τὸ ῥῆμα, εἴγε καὶ τὸν καθιστάμενον ἀγνοεῖ. Μακαρίζει μὲν γὰρ αὐτόν· Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος· οὐ λέγει δὲ, τίς ἐστιν οὗτος. Τίς γάρ ἐστι, φησὶν, ἄρα, ὃν καταστήσει ὁ κύριος αὐτοῦ; καὶ, Μακάριος ὃν εὑρήσει ποιοῦντα οὕτως. Ταῦτα δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου, καὶ περὶ δυνάμεως, καὶ περὶ χαρισμάτων, καὶ περὶ πάσης οἰκονομίας, ἧς ἕκαστος ἐνεχειρίσθη. Αὕτη καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν ἡ παραβολή. Ἕκαστον γὰρ οἷς ἔχει πρὸς τὸ κοινῇ συμφέρον ἀποκεχρῆσθαι δεῖ.

Κἂν σοφίαν ἔχῃς, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπ᾽ ἀπωλείᾳ ἑαυτοῦ. Διὰ δὴ τοῦτο ἀμφότερα ἀπαιτεῖ παρ᾽ αὐτοῦ, φρόνησιν καὶ πίστιν. Καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀνοίας γίνεται.

Πιστὸν μὲν οὖν αὐτόν φησιν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ παρανάλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην· φρόνιμον δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. Καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. Ἂν δὲ θάτερον ἀπῇ, τὸ ἕτερον χωλεύει. Ἄν τε γὰρ πιστὸς ᾖ καὶ μὴ κλέπτῃ, ἀπολλύῃ δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα· ἄν τε εἰδῇ καλῶς οἰκονομεῖν, νοσφίζηται δὲ, πάλιν οὐχ ἡ τυχοῦσα κατηγορία. Ἀκούσωμεν καὶ οἱ τὰ χρήματα ἔχοντες ταῦτα. Οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν. Ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν πλοῦτον· τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. Ὅταν οὖν τῶν διδασκόντων σκορπιζόντων τὰ μείζονα, ὑμεῖς μηδὲ ἐν τοῖς ἐλάττοσι βούλησθε τὴν μεγαλοψυχίαν ἐπιδείκνυσθαι, μᾶλλον δὲ οὐδὲ μεγαλοψυχίαν, ἀλλ᾽ εὐγνωμοσύνην· (τὰ γὰρ ἀλλότρια δίδοτε·) ποία ἔσται ἀπολογία; Ἀλλὰ τέως, πρὸ τῆς κολάσεως τῶν τὰ ἐναντία ποιούντων, τὴν τιμὴν τοῦ εὐδοκιμοῦντος ἀκούσωμεν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τί ταύτης ἴσον γένοιτ᾽ ἂν τῆς τιμῆς; ποῖος παραστῆσαι δυνήσεται λόγος τὴν ἀξίαν, τὴν μακαριότητα, ὅταν ὁ τῶν οὐρανῶν Βασιλεὺς, καὶ τὰ πάντα ἔχων, ἄνθρωπον ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καθιστᾷν μέλλῃ;

Διὸ καὶ φρόνιμον αὐτὸν καλεῖ, ὅτι ἔγνω μὴ τῶν μικρῶν τὰ μεγάλα προέσθαι, ἀλλὰ σωφρονήσας ἐνταῦθα, τῶν οὐρανῶν ἔτυχεν.

δʹ. Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, οὐκ ἀπὸ τῆς τοῖς ἀγαθοῖς κειμένης τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τοῖς πονηροῖς ἠπειλημένης κολάσεως διορθοῦται τὸν ἀκροατήν. Διὸ καὶ ἐπήγαγεν· Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἰ δὲ λέγοι τις· Εἶδες οἷος ἐπεισῆλθε λογισμὸς, διὰ τὸ μὴ εἶναι τὴν ἡμέραν γνώριμον; Χρονίζει γὰρ ὁ κύριός μου, φησί· εἴποιμεν ἂν, οὐ διὰ τὸ μὴ εἶναι γνώριμον τὴν ἡμέραν, ἀλλὰ διὰ τὸ πονηρὸν εἶναι τὸν οἰκέτην. Ἐπεὶ τῷ φρονίμῳ καὶ πιστῷ τίνος ἕνεκεν οὐκ ἐπεισῆλθεν αὕτη ἡ ἔννοια; Τί γὰρ, εἰ καὶ χρονίζει ὁ δεσπότης, ἄθλιε, ὅλως προσδοκᾷς αὐτὸν ἥξειν; Τί οὖν οὐ μεριμνᾷς; Ἐντεῦθεν οὖν μανθάνομεν, ὅτι οὐδὲ χρονίζει. Αὕτη γὰρ οὐ τοῦ δεσπότου, ἀλλὰ τῆς τοῦ πονηροῦ οἰκέτου γνώμης ἡ ψῆφος· διὸ καὶ διὰ τοῦτο ἐγκαλεῖται. Ὅτι γὰρ οὐ χρονίζει, ἄκουσον Παύλου λέγοντος· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.

Σὺ δὲ καὶ τῶν ἑξῆς ἄκουε, καὶ μάνθανε πῶς συνεχῶς ὑπομιμνήσκει τῆς ἀγνοίας τῆς ἡμέρας, δηλῶν τοῖς οἰκέταις τοῦτο χρήσιμον ὂν, καὶ ἱκανὸν ἀφυπνίσαι αὐτοὺς καὶ διαναστῆσαι. Τί γὰρ εἰ καὶ μηδέν τινες ἐντεῦθεν ἐκέρδαναν; Οὐδὲ γὰρ ἀπὸ τῶν ἄλλων τῶν ὠφελούντων ὠφελήθησάν τινες, ἀλλ᾽ ὅμως οὗτος οὐ παύεται τὰ αὐτοῦ ποιῶν. Τί οὖν φησι τὰ ἑξῆς; Ἐλεύσεται γὰρ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ τὰ ἔσχατα αὐτὸν διαθήσει. Ὁρᾷς πῶς καὶ πανταχοῦ τοῦτο τίθησι, τὸ τῆς ἀγνοίας, δεικνὺς χρήσιμον ὂν, καὶ ταύτῃ ποιῶν ἐναγωνίους ἀεί; Τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον, τὸ ἀεὶ ἡμᾶς ἐγρηγορέναι· καὶ ἐπειδὴ ἀεὶ ἐν ταῖς τρυφαῖς ἀναπίπτομεν, ἐν δὲ ταῖς συμφοραῖς μᾶλλον συστελλόμεθα, διὰ τοῦτο πανταχοῦ τοῦτο λέγει, ὅτι ὅταν ἄνεσις ᾖ, τότε ἔρχεται τὰ δεινά.

Καὶ ὥσπερ ἀνωτέρω διὰ τοῦ Νῶε τοῦτο ἐδήλωσεν, οὕτω καὶ ἐνταῦθά φησιν, Ὅταν ὁ δοῦλος ἐκεῖνος μεθύῃ, ὅταν τύπτῃ, καὶ ἡ κόλασις ἀφόρητος. Ἀλλὰ μὴ τὴν κόλασιν ἴδωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ αὐτοὶ τὰ αὐτὰ πράττοντες λανθάνωμεν.

Καὶ γὰρ τούτῳ ἐοίκασιν οἱ χρήματα ἔχοντες, καὶ μὴ διδόντες τοῖς δεομένοις. Καὶ γὰρ καὶ σὺ οἰκονόμος εἶ τῶν σαυτοῦ χρημάτων, οὐχ ἧττον ἢ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν. Ὥσπερ οὖν ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα παρ᾽ ὑμῶν εἰς πένητας ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι, ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφήν· οὕτως οὐδὲ σὺ τὰ σά. Εἰ γὰρ καὶ πατρῷον διεδέξω κλῆρον, καὶ οὕτως ἔχεις πάντα ἃ ἔχεις· καὶ οὕτω τοῦ Θεοῦ πάντα ἐστίν. Εἶτα, σὺ μὲν ὅπερ ἔδωκας, οὕτω βούλει μετὰ ἀκριβείας οἰκονομεῖσθαι· τὸν δὲ Θεὸν οὐκ οἴει τὰ αὐτοῦ μετὰ πλείονος ἀπαιτήσειν ἡμᾶς τῆς σφοδρότητος, ἀλλὰ ἀνέχεσθαι ἁπλῶς αὐτῶν ἀπολλυμένων; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ διὰ τοῦτο καὶ παρὰ σοὶ ταῦτα εἴασεν, ὥστε δοῦναι τὴν τροφὴν αὐτοῖς ἐν καιρῷ. Τί ἐστιν, ἐν καιρῷ; Τοῖς δεομένοις, τοῖς πεινῶσιν. Ὥσπερ γὰρ σὺ τῷ συνδούλῳ ἔδωκας οἰκονομῆσαι, οὕτω καὶ σὲ ὁ Δεσπότης βούλεται εἰς δέον ταῦτα δαπανᾷν. Διὰ τοῦτο καὶ δυνάμενος αὐτὰ ἀφελέσθαι, ἀφῆκεν, ἵνα ἔχῃς ἀφορμὴν ἀρετὴν ἐπιδείξασθαι· ἵνα ἀλλήλων εἰς χρείαν καταστήσας τὴν πρὸς ἀλλήλους ἀγάπην θερμοτέραν ἐργάσηται.

Σὺ δὲ λαβὼν, οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ τύπτεις. Καίτοιγε εἰ τὸ μὴ δοῦναι ἔγκλημα, τὸ τυπτῆσαι ποίαν φέρει συγγνώμην; εʹ. Τοῦτο δέ μοι δοκεῖ λέγειν, τοὺς ὑβριστὰς καὶ τοὺς πλεονέκτας αἰνιττόμενος, καὶ πολλὴν ἐνδεικνύμενος τὴν κατηγορίαν, ὅταν οὓς τρέφειν ἐκελεύσθησαν, τούτους τύπτωσι. Δοκεῖ δέ μοι καὶ τοὺς τρυφῶντας ἐνταῦθα αἰνίττεσθαι· καὶ γὰρ καὶ τρυφῆς μεγάλη κεῖται κόλασις.

Ἐσθίει γὰρ καὶ πίνει, φησὶ, μετὰ τῶν μεθυόντων, τὴν γαστριμαργίαν δηλῶν. Οὐ γὰρ διὰ τοῦτο ἔλαβες, ἵνα εἰς τρυφὴν δαπανήσῃς, ἀλλ᾽ ἵνα εἰς ἐλεημοσύνην ἀναλώσῃς. Μὴ γὰρ τὰ σαυτοῦ ἔχεις; Τὰ τῶν πενήτων ἐνεπιστεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς. Μὴ γὰρ οὐκ ἠδύνατο ταῦτα ὁ Θεὸς ἀφελέσθαι σου; Ἀλλ᾽ οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας. Σὺ δέ μοι σκόπει, πῶς διὰ πασῶν τῶν παραβολῶν κολάζει τοὺς εἰς τοὺς δεομένους τοῖς χρήμασι χρωμένους τοῖς ἰδίοις. Οὔτε γὰρ αἱ παρθένοι ἥρπασαν τὰ ἀλλότρια, ἀλλ᾽ οὐκ ἔδωκαν τὰ ἴδια· οὔτε ὁ τὸ ἓν τάλαντον κατορύξας ἐπλεονέκτησεν, ἀλλ᾽ οὐκ ἐδιπλασίασεν· οὔτε οἱ πεινῶντας παριδόντες, ἐπειδὴ τὰ ἀλλότρια ἥρπασαν, κολάζονται, ἀλλ᾽ ἐπειδὴ τὰ αὐτῶν οὐκ ἐσκόρπισαν, καθάπερ καὶ ὁ δοῦλος οὗτος. Ἀκούσωμεν τοίνυν ὅσοι γαστριζόμεθα, ὅσοι εἰς δεῖπνα πολυτελῆ τὸν πλοῦτον ἀναλίσκομεν τὸν οὐδὲν ἡμῖν προσήκοντα, ἀλλὰ τῶν δεομένων ὄντα. Μὴ γὰρ ἐπειδὴ ἀπὸ φιλανθρωπίας πολλῆς ὡς ἐκ τῶν σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο καὶ σαυτοῦ νομίσῃς εἶναι ταῦτα. Ἔχρησέ σοι, ἵνα δυνηθῇς εὐδοκιμῆσαι.

Μὴ τοίνυν σὰ εἶναι νόμιζε, τὰ αὐτοῦ αὐτῷ διδούς. Οὐδὲ γὰρ εἰ σὺ ἐδάνεισάς τινι, ἵνα ἀπελθὼν δυνηθῇ τινας ἀφορμὰς λαβεῖν πόρων, ἐκείνου τὰ χρήματα ἔφης ἂν εἶναι. Καὶ σοὶ τοίνυν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐμπορεύσῃ τὸν οὐρανόν. Μὴ τοίνυν τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀγνωμοσύνης ποιήσῃς. Ἐννόησον ὅσης εὐχῆς ἄξιον ἦν, τὸ δυνηθῆναι μετὰ τὸ βάπτισμα εὑρεῖν ὁδὸν λύουσαν ἁμαρτήματα. Εἰ μὴ τοῦτο εἶπε, Δὸς ἐλεημοσύνην, πόσοι ἂν εἶπον, Εἴθε ἦν δυνατὸν χρήματα δοῦναι, καὶ ἀπαλλαγῆναι τῶν κακῶν τῶν μελλόντων;

Ἐπειδὴ δὲ δυνατὸν τοῦτο γέγονε, πάλιν γεγόνασιν ὕπτιοι. Ἀλλὰ δίδωμι, φησί. Καὶ τί τοῦτο; Οὐδέπω γὰρ ἔδωκας ὅσον ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· μᾶλλον δὲ οὐδὲ τὸ ἥμισυ, οὐδὲ τὸ πολλοστὸν ἐκείνης, ἀλλὰ τὰ πλείονα εἰς ἀνονήτους ἐκβάλλεις δαπάνας, εἰς συμπόσια καὶ μέθην καὶ ἀσωτίαν ἐσχάτην· νῦν μὲν καλῶν, νῦν δὲ καλούμενος· νῦν μὲν ἀναλίσκων, νῦν δὲ ἑτέρους ἀναλίσκειν ἀναγκάζων· ὥστε καὶ διπλῆν σοι γενέσθαι τὴν κόλασιν, καὶ ἀφ᾽ ὧν αὐτὸς ποιεῖς, καὶ ἀφ᾽ ὧν ἑτέρους προτρέπεις. Ὅρα γοῦν καὶ τοῦτον αὐτὸν τοῦτο ἐγκαλούμενον τὸν οἰκέτην. Ἐσθίει γὰρ, φησὶ, καὶ πίνει μετὰ τῶν μεθυόντων. Οὐδὲ γὰρ τοὺς μεθύοντας μόνον, ἀλλὰ καὶ τοὺς μετ᾽ αὐτῶν ὄντας κολάζει· καὶ μάλα εἰκότως, ὅτι μετὰ τῆς οἰκείας διαφθορᾶς καὶ τῆς τῶν πλησίον ὑπερορῶσι σωτηρίας. Τὸν δὲ Θεὸν οὐδὲν οὕτω παροξύνει, ὡς τὸ ὑπεροπτικῶς ἔχειν τῶν τῷ πλησίον προσηκόντων. Διὸ καὶ τὸν θυμὸν ἐνδεικνύμενος, διχοτομηθῆναι αὐτὸν ἐκέλευσε. Διὰ τοῦτο καὶ τὴν ἀγάπην γνώρισμα τῶν αὐτοῦ μαθητῶν ἔφησεν εἶναι· ἐπειδὴ πᾶσα ἀνάγκη, τὸν ἀγαπῶντα τὰ τοῦ ἀγαπωμένου μεριμνᾷν.

Ταύτης τοίνυν ἐχώμεθα τῆς ὁδοῦ· καὶ γὰρ αὕτη μάλιστά ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀνάγουσα, ἡ τοῦ Χριστοῦ μιμητὰς ἐργαζομένη, ἡ τοῦ Θεοῦ κατὰ δύναμιν ὁμοίους ποιοῦσα. Ὅρα γοῦν καὶ τὰς ἀρετὰς ταύτας οὔσας ἀναγκαιοτέρας, αἳ παρὰ ταύτην ἐσκήνωνται τὴν ὁδόν. Καὶ εἰ βούλεσθε, ποιήσωμεν αὐτῶν ἐξέτασιν, καὶ τὰς ψήφους ἀπὸ τῆς τοῦ Θεοῦ ἐνέγκωμεν γνώμης.

Ἔστωσαν τοίνυν δύο ζωῆς ἀρίστης ὁδοί· καὶ ἡ μὲν μία αὐτῶν αὐτὸν κατασκευαζέτω καλὸν τὸν μετιόντα· ἡ δὲ ἑτέρα, καὶ τὸν πλησίον. Ἴδωμεν ποία μᾶλλον εὐδοκιμεῖ, καὶ πρὸς τὴν κορυφὴν ἡμᾶς ἄγει τῆς ἀρετῆς. Οὐκοῦν ἐκεῖνος μὲν ὁ τὰ ἑαυτοῦ μόνον ζητῶν, καὶ ἀπὸ τοῦ Παύλου μυρίας δέξεται αἰτίας· ὅταν δὲ ἀπὸ τοῦ Παύλου εἴπω, τοῦ Χριστοῦ λέγω· οὗτος δὲ ἐγκώμια καὶ στεφάνους.

Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί μὲν τούτῳ διαλέγεται, τί δὲ ἐκείνῳ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ πλησίον ἕκαστος. Ὁρᾷς πῶς τὸ μὲν ἐξέβαλε, τὸ δὲ εἰσήγαγε; Πάλιν, Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Εἶτα καὶ ὁ ἔπαινος ἄφατος μετὰ παραινέσεως· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Ἱκαναὶ μὲν οὖν καὶ αὗται αἱ ψῆφοι δεῖξαι τὴν νίκην· ἵνα δὲ καὶ ἐκ περιουσίας τοῦτο γένηται, ἴδωμεν τί μὲν τῶν κατορθωμάτων μέχρις ἡμῶν ἵσταται, τί δὲ ἀφ᾽ ἡμῶν καὶ εἰς ἑτέρους διαβαίνει.

Οὐκοῦν τὸ μὲν νηστεῦσαι, καὶ χαμευνῆσαι, καὶ παρθενίαν ἀσκῆσαι, καὶ σωφρονῆσαι, ταῦτα αὐτοῖς τοῖς ἐργαζομένοις φέρει τὸ κέρδος· τὰ δὲ ἀφ᾽ ἡμῶν εἰς τὸν πλησίον διαβαίνοντα, ἐλεημοσύνη, διδασκαλία, ἀγάπη.

Οὐκοῦν κἀνταῦθα ἄκουσον Παύλου λέγοντος, ὅτι Κἂν ψωμίσω μου τὰ ὑπάρχοντα, κἂν παραδῶ τὸ σῶμα μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ϛʹ. Ὁρᾷς αὐτὴν καθ᾽ ἑαυτὴν λαμπρῶς ἀνακηρυττομένην καὶ στεφανουμένην; Εἰ δὲ βούλεσθε, καὶ ἐκ τρίτου συμβάλωμεν. Καὶ ὁ μὲν νηστευέτω, καὶ σωφρονείτω, καὶ μαρτυρείτω, καὶ κατακαιέσθω· ἕτερος δέ τις ἀναβαλλέσθω τὸ μαρτύριον διὰ τὴν τοῦ πλησίον οἰκοδομὴν, καὶ μὴ μόνον ἀναβαλλέσθω, ἀλλὰ καὶ ἀπερχέσθω μαρτυρίου χωρίς· τίς μᾶλλον εὐδοκιμήσει μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Οὐ δεῖ πολλῶν ἐνταῦθα λόγων ἡμῖν, οὐδὲ μακρᾶς τῆς περιόδου. Ἐφέστηκε γὰρ ὁ μακάριος Παῦλος τὴν ψῆφον φέρων καὶ λέγων· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, κρεῖσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ, ἀναγκαιότερον δι᾽ ὑμᾶς· καὶ τῆς πρὸς τὸν Χριστὸν ἀποδημίας προετίμησε τοῦ πλησίον τὴν οἰκοδομήν. Τοῦτο γὰρ μάλιστά ἐστι συνεῖναι Χριστῷ, τὸ τὸ θέλημα αὐτοῦ ποιεῖν· θέλημα δὲ αὐτοῦ οὐδὲν οὕτως ἐστὶ, ὡς τὸ συμφέρον τῷ πλησίον. Βούλει καὶ τετάρτην εἴπω τούτου ἀπόδειξιν; Πέτρε, φιλεῖς με; φησί· ποίμαινε τὰ πρόβατά μου· καὶ τρίτον αὐτὸν ἐρωτήσας, τοῦτο ἔφησε φιλίας εἶναι τεκμήριον. Οὐ πρὸς ἱερέας δὲ τοῦτο εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον ἡμῶν, τῶν καὶ μικρὸν ἐμπεπιστευμένων ποίμνιον. Μὴ γὰρ ἐπειδὴ μικρόν ἐστι, καταφρονήσῃς· Ὁ γὰρ Πατήρ μου, φησὶν, εὐδόκησεν ἐν αὐτοῖς.

Ἔχει ἕκαστος ἡμῶν πρόβατον· τοῦτο ἐπὶ τὰς προσηκούσας ἀγέτω νομάς. Καὶ ὁ ἀνὴρ ἀναστὰς ἀπὸ τῆς εὐνῆς μηδὲν ἄλλο ζητείτω, ἀλλ᾽ ἢ ὅπως ἐργάσηταί τι καὶ εἴπῃ, δι᾽ ὧν ἅπασαν εὐλαβεστέραν ποιήσει τὴν οἰκίαν. Ἡ γυνὴ πάλιν ἔστω μὲν οἰκουρὸς, πρὸ δὲ ταύτης τῆς ἐπιμελείας ἑτέραν ἀναγκαιοτέραν ἐχέτω φροντίδα, τὰ τῶν οὐρανῶν ὅπως ἅπασα ἐργάζηται ἡ οἰκία. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς, πρὸ τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τὰ δημόσια σπουδάζομεν καταθεῖναι ὀφλήματα, ὥστε μὴ διὰ τὴν ἐν τούτοις ἀγνωμοσύνην δέρεσθαι καὶ ἕλκεσθαι ἐπ᾽ ἀγορᾶς, καὶ μυρία ἀσχημονεῖν· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν, τὰ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ καταθεῖναι πρότερον, ἵνα μὴ ἔλθωμεν ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἱ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ᾽ ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη, τοιοῦτον ἡ εὐχή· μᾶλλον δὲ καὶ αὕτη παρ᾽ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται. Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐντεῦθεν τὰ νεῦρα ἔχει. Κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται· ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος, καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον. Καὶ τί λέγω νηστείαν;

Κἂν γὰρ σωφρονῇς, κἂν παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσύνην οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον, ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμου ἦλθεν ἀνάγκην διὰ τὸ ὑπερέχον; ἀλλ᾽ ὅμως ἐκβάλλεται, ὅταν τὴν ἐλεημοσύνην μὴ ἔχῃ. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην οὐκ εἶχον μετὰ δαψιλείας τῆς προσηκούσης, τίς δυνήσεται ταύτης ἄνευ συγγνώμης τυχεῖν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ᾽ ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειροτέχνης, καὶ στρατιώτης, καὶ γεωργὸς, καὶ ἔμπορος, πρὸς τὸ κοινῇ συμφέρον καὶ τὸ τῷ πλησίον ὠφέλιμον συντελοῦσιν ἅπαντες· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν. Τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅγε ἑαυτῷ ζῶν μόνον, καὶ πάντων ὑπερορῶν, περιττός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμετέρου.

Τί οὖν, φησὶν, ἂν τὰ καθ᾽ ἑαυτὸν παρίδω. τὰ τῶν ἄλλων ἐπιζητῶν; Οὐκ ἔστι τὰ τῶν ἄλλων ἐπιζητοῦντα τὰ ἑαυτοῦ παριδεῖν. Ὁ γὰρ τὰ τῶν ἄλλων ἐπιζητῶν, οὐδένα λυπεῖ, ἀλλ᾽ ἐλεεῖ πάντας, ὠφελεῖ εἰς δύναμιν τὴν ἑαυτοῦ· οὐδένα ἁρπάσεται, οὐδένα πλεονεκτήσει, οὐ κλέψει, οὐ ψευδομαρτυρήσει· πάσης ἀφέξεται κακίας, πάσης ἐπιλήψεται ἀρετῆς, καὶ ὑπερεύξεται τῶν ἐχθρῶν, καὶ εὐεργετήσει τοὺς ἐπιβουλεύοντας· καὶ οὔτε λοιδορήσεταί τινι, οὔτε κακῶς ἐρεῖ, κἂν μυρία ἀκούσῃ κακῶς, ἀλλ᾽ ἐρεῖ τὰ ἀποστολικά· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἐν δὲ τῷ τὰ ἡμέτερα σκοπεῖν οὐ πάντως καὶ τὰ τῶν ἄλλων ἕψεται. Ἐκ τούτων ἁπάντων πεισθέντες, ὡς οὐκ ἔνι σωθῆναι μὴ τὸ κοινῇ συμφέρον σκοποῦντα, καὶ τὸν διχοτομηθέντα τοῦτον ἰδόντες, καὶ τὸν τὸ τάλαντον κατορύξαντα, ταύτην ἑλώμεθα τὴν ὁδὸν, ἵνα καὶ τῆς αἰωνίου τύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν φρόνιμοι, καὶ πέντε μωραὶ, αἵτινες οὐκ ἔλαβον, φησὶν, ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, καὶ τὰ ἑξῆς.

αʹ. Αὗται αἱ παραβολαὶ τῇ προτέρᾳ ἐοίκασι τῇ τοῦ πιστοῦ δούλου, καὶ τοῦ ἀγνώμονος καὶ τὰ δεσποτικὰ κατεδηδοκότος. Τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι· λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ διὰ πάντων, ὧν ἂν δυνώμεθα, τὸν πλησίον ὠφελεῖν, ὡς οὐκ ἐνὸν σωθῆναι ἑτέρως. Ἀλλ᾽ ἐνταῦθα μὲν περὶ πάσης ὠφελείας λέγει καθολικώτερον, ἢν εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή· ἐπὶ δὲ τῶν παρθένων περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι λέγει, καὶ σφοδρότερον ἢ ἐπὶ τῆς προτέρας παραβολῆς. Ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα, καὶ μεθύοντα, καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλύντα κολάζει· ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις τὰ ὄντα κενοῦντα. Εἶχον μὲν γὰρ ἔλαιον, οὐ δαψιλὲς δέ· διὸ καὶ κολάζονται. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ προσώπου τῶν παρθένων ταύτην προάγει τὴν παραβολὴν, καὶ οὐχ ἁπλῶς ὁτιδήποτε ὑποτίθεται πρόσωπον;

Μεγάλα περὶ παρθενίας διελέχθη εἰπών· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οἶδε καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων μεγάλην περὶ αὐτῆς δόξαν ἔχοντας. Καὶ γάρ ἐστι φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ Παλαιᾷ ὑπὸ τῶν παλαιῶν καὶ ἁγίων ἀνδρῶν ἐκείνων κατωρθώθη, καὶ ἐν τῇ Καινῇ δὲ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου. Οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε. Διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ἐπαινῶ μὲν γὰρ τὸν κατορθοῦντα, οὐκ ἀναγκάζω δὲ τὸν μὴ βουλόμενον, οὐδὲ ἐπίταγμα τὸ πρᾶγμα ποιῶ. Ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τοῦτο κατορθῶν, ὡς τὸ πᾶν κατωρθωκὼς διακέηται, καὶ τῶν λοιπῶν ἀμελῇ, τίθησι ταύτην τὴν παραβολὴν, ἱκανὴν πεῖσαι, ὅτι παρθενία, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ τῶν πόρνων ἐκβάλλεται· καὶ τὸν ἀπάνθρωπον καὶ τὸν ἀνελεήμονα ἵστησι μετ᾽ αὐτῶν.

Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθη, αἱ δὲ χρημάτων. Οὐκ ἔστι δὲ ἴσον σωμάτων ἔρως καὶ χρημάτων· ἀλλ᾽ ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος. Ὅσῳ οὖν ἀσθενέστερος ὁ ἀνταγωνιστὴς, τοσούτῳ ἀσύγγνωστοι μᾶλλον αἱ νικηθεῖσαι.

Διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζονα ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πᾶν προὔδωκαν. Λαμπάδας δὲ ἐνταῦθά φησιν αὐτὸ τὸ τῆς παρθενίας χάρισμα, τὸ καθαρὸν τῆς ἁγιωσύνης· ἔλαιον δὲ, τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τοὺς δεομένους βοήθειαν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Δείκνυσιν οὐκ ὀλίγον τὸν χρόνον ἐσόμενον πάλιν τὸν μεταξὺ, τοὺς μαθητὰς ἀπάγων τοῦ προσδοκᾷν αὐτίκα μάλα φανεῖσθαι τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ τοῦτο ἤλπιζον· διὰ τοῦτο καὶ συνεχῶς αὐτοὺς ἀναχαιτίζει τῆς ἐλπίδος ταύτης. Μετὰ δὲ τούτου κἀκεῖνο ἐμφαίνει, ὅτι ὕπνος ὁ θάνατός ἐστιν.

Ἐκάθευδον γὰρ, φησί. Περὶ δὲ μέσας νύκτας κραυγὴ γέγονεν. Ἤτοι τῇ παραβολῇ ἐπέμεινεν, ἢ πάλιν δείκνυσιν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται. Τὴν δὲ κραυγὴν καὶ ὁ Παῦλος ἐνδείκνυται, λέγων· Ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ᾽ οὐρανοῦ. Καὶ τί βούλονται αἱ σάλπιγγες; τί δὲ ἡ κραυγὴ λέγει; Ὁ νυμφίος ἔρχεται.

Ἐπεὶ οὖν ἐκόσμησαν τὰς λαμπάδας, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Πάλιν αὐτὰς μωρὰς καλεῖ, δεικνὺς ὅτι οὐδὲν μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, καὶ γυμνῶν ἀπιόντων ἐκεῖσε, ἔνθα μάλιστα φιλανθρωπίας ἡμῖν χρεία, ἔνθα πολλοῦ τοῦ ἐλαίου. Οὐ ταύτῃ δὲ μόνον μωραὶ, ἀλλ᾽ ὅτι καὶ προσεδόκησαν ἐκεῖθεν λήψεσθαι, καὶ ἀκαίρως ἐζήτησαν· καίτοιγε οὐδὲν ἐκείνων φιλανθρωπότερον ἦν τῶν παρθένων, αἳ διὰ τοῦτο μάλιστα εὐδοκίμησαν. Καὶ οὐδὲ τὸ πᾶν ζητοῦσι· Δότε γὰρ ἡμῖν, φησὶν, ἐκ τοῦ ἐλαίου ὑμῶν· καὶ τὸ ἀναγκαῖον τῆς χρείας ἐπιδείκνυνται· σβέννυνται γὰρ, φησὶν, αἱ λαμπάδες ἡμῶν. Ἀλλὰ καὶ οὕτως ἀπέτυχον· καὶ οὔτε ἡ φιλανθρωπία τῶν αἰτουμένων, οὔτε τὸ εὔκολον τῆς αἰτήσεως, οὔτε τὸ ἀναγκαῖον καὶ χρειῶδες ἐποίησεν αὐτὰς ἐπιτυχεῖν. Ἀλλὰ τί δὴ ἐντεῦθεν μανθάνομεν; Ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ, τῶν ἐκ τῶν ἔργων προδοθέντων, προστῆναι δυνήσεται· οὐκ ἐπειδὴ οὐ βούλεται, ἀλλ᾽ ἐπειδὴ οὐ δύναται. Καὶ γὰρ καὶ αὗται ἐπὶ τὸ ἀδύνατον καταφεύγουσι. Τοῦτο καὶ ὁ μακάριος Ἀβραὰμ ἐδήλωσεν εἰπὼν, ὅτι Χάσμα μέγα ἐστὶ μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πορεύεσθε δὲ πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Οἱ πένητες.

Καὶ ποῦ οὗτοι; Ἐνταῦθα· καὶ τότε ζητῆσαι ἐχρῆν, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. βʹ. Ὁρᾷς ὁπόση γίνεται ἀπὸ τῶν πενήτων ἡμῖν ἡ πραγματεία; κἂν τούτους ἀνέλῃς, τὴν πολλὴν τῆς σωτηρίας ἡμῶν ἀνεῖλες ἐλπίδα. Διόπερ ἐνταῦθα τὸ ἔλαιον συνάγειν χρὴ, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ καιρὸς τῆς συλλογῆς. ἀλλ᾽ οὗτος. Μὴ τοίνυν ἀνάλισκε μάτην τὰ ὄντα εἰς τρυφὰς καὶ κενοδοξίας. Πολλοῦ γάρ σοι ἐκεῖ χρεία τοῦ ἐλαίου.

Ταῦτα ἀκούσασαι ἐκεῖναι ἀπῆλθον, ἀλλ᾽ οὐδὲν ὤνησαν. Τοῦτο δέ φησιν, ἢ τῇ παραβολῇ παραμένων, καὶ ὑφαίνων αὐτήν· ἢ καὶ διὰ τούτων δεικνὺς, ὅτι κἂν φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν. Οὐκοῦν οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία· ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας, ἀλλ᾽ ἐκεῖ· οὔτε τῷ πλουσίῳ, ὅτε οὕτω φιλάνθρωπος γέγονεν, ὡς καὶ ὑπὲρ τῶν αὐτῷ προσηκόντων μεριμνᾷν. Ὁ γὰρ τὸν ἐν τῷ πυλῶνι κείμενον παρατρέχων, τοὺς οὐδὲ ὁρωμένους ἐξαρπάσαι τῶν κινδύνων καὶ τῆς γεέννης ἐπείγεται, καὶ παρακαλεῖ πεμφθῆναί τινας τοὺς ταῦτα ἀπαγγελοῦντας αὐτοῖς. Ἀλλ᾽ ὅμως οὐδὲν ἐκεῖνος ἐντεῦθεν ἀπώνατο, ὥσπερ οὐδὲ αὗται. Ἐπειδὴ γὰρ ταῦτα ἀκούσασαι ἀπῆλθον, ἦλθεν ὁ νυμφίος· καὶ αἱ μὲν ἕτοιμοι, συνεισῆλθον αἱ δὲ ἀπεκλείσθησαν. Μετὰ τοὺς πολλοὺς πόνους, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν ἀφόρητον μάχην ἐκείνην, καὶ τὰ τρόπαια ἃ κατὰ τῆς φύσεως λυττώσης ἀνέστησαν, καταισχυνθεῖσαι καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω κύπτουσαι.

Οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας, ἔλεον μὴ ἐχούσης· οὕτω καὶ οἱ πολλοὶ τοὺς ἀνελεήμονας εἰώθασι καλεῖν σκοτεινούς. Ποῦ τοίνυν τῆς παρθενίας ὄφελος, ὅτε τὸν νυμφίον οὐκ εἶδον, καὶ οὐδὲ κρούσασαι ἤνυσαν, ἀλλὰ τὸ φοβερὸν ἐκεῖνο ἤκουσαν ῥῆμα, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς; Ὅταν δὲ αὐτὸς εἴπῃ τοῦτο, οὐδὲν ἕτερον ἢ γέεννα καταλιμπάνεται καὶ ἡ ἀφόρητος κόλασις· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον. Τοῦτο τὸ ῥῆμα καὶ τοῖς τὴν ἀνομίαν ἐργαζομένοις εἶπε.

Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ὁρᾷς πῶς συνεχῶς τοῦτο ἐπιλέγει, χρησίμην δεικνὺς τὴν ἄγνοιαν τῆς ἐξόδου τῆς ἐντεῦθεν; Ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς μὲν τοῦ βίου ῥᾴθυμοι, ὅταν δὲ ἐγκαλῶνται παρ᾽ ἡμῶν, λέγοντες, ὅτι Ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις; Ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν. Καὶ γὰρ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πολλοὶ ἐξέπεσον τούτου, ἀθρόον ἀναρπασθέντες, καὶ οὐδὲ ἐπισκῆψαι συγχωρηθέντες τοῖς οἰκείοις ὑπὲρ ὧν ἐβούλοντο. Αὕτη μὲν οὖν ἡ παραβολὴ τῆς διὰ χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ μετὰ ταύτην, πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ ὁτῳοῦν ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἀποκρύπτοντας. Καὶ τί δήποτε αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἐκείνη δὲ νυμφίον; Ἵνα μάθῃς πῶς οἰκείως ἔχει πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς ἀποδυομένας τὰ ὄντα· τοῦτο γὰρ καὶ παρθενία. Διὸ καὶ Παῦλος τοῦτον τίθησιν ὅρον τοῦ πράγματος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, φησί· καὶ, Πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ταῦτα παραινοῦμεν, φησίν. Εἰ δὲ ἐν τῷ Λουκᾷ ἑτέρως κεῖται ἡ τῶν ταλάντων παραβολὴ, ἐκεῖνο λεκτέον, ὅτι ἄλλη αὕτη, καὶ ἑτέρα ἐκείνη.

Ἐν ἐκείνῃ μὲν γὰρ ἀπὸ ἑνὸς κεφαλαίου διάφοροι γεγόνασιν αἱ πρόσοδοι· ἀπὸ γὰρ μιᾶς μνᾶς ὁ μὲν πέντε, ὁ δὲ δέκα προσήνεγκαν, διὸ οὐδὲ τῶν αὐτῶν ἔτυχον· ἐνταῦθα δὲ τοὐναντίον, διὸ καὶ ὁ στέφανος ἴσος.

Ὁ γὰρ δύο λαβὼν, δύο ἔδωκε, καὶ ὁ τὰ πέντε πάλιν ὁμοίως· ἐκεῖ δὲ, ἐπειδὴ ἐκ τῆς αὐτῆς ὑποθέσεως ὁ μὲν πλείονα, ὁ δὲ ἐλάττονα πρόσοδον ἐποιήσατο, εἰκότως καὶ ἐν τοῖς ἐπάθλοις οὐχ ὁμοίως ἀπολαύουσιν. Ὅρα δὲ αὐτὸν πανταχοῦ οὐκ εὐθέως ἀπαιτοῦντα. Καὶ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος ἐξέδοτο γεωργοῖς, καὶ ἀπεδήμησε· καὶ ἐνταῦθα ἐνεπίστευσε, καὶ ἀπεδήμησεν, ἵνα μάθῃς αὐτοῦ τὴν μακροθυμίαν. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀνάστασιν αἰνιττόμενος ταῦτα λέγειν. Ἀλλ᾽ ἐνταῦθα οὐκέτι γεωργοὶ καὶ ἀμπελὼν, ἀλλὰ πάντες ἐργάται. Οὐ γὰρ πρὸς ἄρχοντας μόνον, οὐδὲ πρὸς Ἰουδαίους, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται. Καὶ οἱ μὲν προσφέροντες ὁμολογοῦσιν εὐγνωμόνως καὶ τὰ αὐτῶν καὶ τὰ τοῦ δεσπότου. Καὶ ὁ μὲν λέγει, Κύριε, πέντε τάλαντά μοι ἔδωκας· ὁ δὲ λέγει, δύο· δεικνύντες ὅτι παρ᾽ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβον τῆς ἐργασίας, καὶ πολλὴν χάριν ἴσασι, καὶ τὸ πᾶν αὐτῷ λογίζονται. Τί οὖν ὁ δεσπότης; Εὖ, δοῦλε ἀγαθὲ, φησὶ (τοῦτο γάρ ἐστιν ἀγαθοῦ, τὸ εἰς τὸν πλησίον ὁρᾷν), καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· τὴν πᾶσαν μακαριότητα διὰ τοῦ ῥήματος τούτου δεικνύς. Ἀλλ᾽ οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ πῶς; ᾜδειν ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἔκρυψα τὸ τάλαντόν σου· ἴδε, ἔχεις τὸ σόν. Τί οὖν ὁ δεσπότης;

Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, τουτέστιν, εἰπεῖν ἐχρῆν, παραινέσαι, συμβουλεῦσαι. Ἀλλ᾽ οὐ πείθονται; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο πρὸς σέ. Τί τούτου γένοιτ᾽ ἂν ἡμερώτερον; γʹ. Ἄνθρωποι μὲν γὰρ οὐχ οὕτω ποιοῦσιν, ἀλλ᾽ αὐτὸν τὸν δανείσαντα, αὐτὸν καὶ ὑπεύθυνον τῆς ἀπαιτήσεως καθιστῶσιν.

Αὐτὸς δὲ οὐχ οὕτως· ἀλλὰ, σὲ ἔδει καταβαλεῖν, φησὶ, καὶ τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι. Κἀγὼ μετὰ τόκου ἂν ἀπῄτησα· τόκον λέγων ἀκροάσεως τὴν τῶν ἔργων ἐπίδειξιν. Σὲ ἔδει τὸ εὐκολώτερον ποιῆσαι, ἐμοὶ δὲ τὸ δυσκολώτερον ἀφεῖναι. Ἐπεὶ οὖν τοῦτο οὐκ ἐποίησε, Λάβετε, φησὶν, ἀπ᾽ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ τὰ δέκα τάλαντα ἔχοντι. Τῷ γὰρ ἔχοντι δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Τί δὴ τοῦτό ἐστιν;

Ὁ χάριν λόγου καὶ διδασκαλίας εἰς τὸ ὠφελεῖν ἔχων, καὶ μὴ χρώμενος αὐτῇ, καὶ τὴν χάριν ἀπολεῖ· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσεται τὴν δωρεάν· ὥσπερ οὖν ἐκεῖνος καὶ ὃ ἔλαβεν ἀπόλλυσιν. Ἀλλ᾽ οὐ μέχρι τούτου ἡ ζημία τῷ ἀργοῦντι, ἀλλὰ καὶ ἀφόρητος ἡ κόλασις, καὶ μετὰ τῆς κολάσεως ἡ ἀπόφασις πολλῆς γέμουσα τῆς κατηγορίας. Τὸν γὰρ ἀχρεῖον δοῦλον ἐκβάλετε, φησὶν, εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰ μὴ ποιῶν κολάζεται κόλασιν τὴν ἐσχάτην; Ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων.

Ὡς ἔστι καιρὸς, ἀντιλαβώμεθα τῆς σωτηρίας τῆς ἡμετέρας, λάβωμεν ἔλαιον εἰς τὰς λαμπάδας, ἐργασώμεθα εἰς τὸ τάλαντον. Ἂν γὰρ ὀκνήσωμεν καὶ ἐν ἀργίᾳ διατρίβωμεν ἐνταῦθα, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρηνῶμεν. Κατέγνω ἑαυτοῦ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἔχων, καὶ οὐδὲν ὠφέλησεν. Ἀπέδωκε καὶ ἣν ἐπιστεύθη παρακαταθήκην ὁ τὸ ἓν τάλαντον, καὶ οὕτω κατεκρίθη. Παρεκάλεσαν καὶ αἱ παρθένοι, καὶ προσῆλθον, καὶ ἔκρουσαν, καὶ πάντα εἰκῆ καὶ μάτην. Ταῦτ᾽ οὖν εἰδότες, καὶ χρήματα, καὶ σπουδὴν, καὶ προστασίαν, καὶ πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν.

Τάλαντα γὰρ ἐνταῦθά ἐστιν ἡ ἑκάστου δύναμις, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἵῳ δήποτε πράγματι τοιούτῳ. Μηδεὶς λεγέτω, ὅτι Ἓν τάλαντον ἔχω, καὶ οὐδὲν δύναμαι ποιῆσαι. Δύνασαι γὰρ καὶ δι᾽ ἑνὸς εὐδοκιμῆσαι. Οὐ γὰρ εἶ τῆς χήρας ἐκείνης πενέστερος, οὐκ εἶ Πέτρου καὶ Ἰωάννου ἀγροικότερος, οἳ καὶ ἰδιῶται καὶ ἀγράμματοι ἦσαν, ἀλλ᾽ ὅμως ἐπειδὴ προθυμίαν ἐπεδείξαντο, καὶ πρὸς τὸ κοινῇ συμφέρον πάντα ἐποίουν, τῶν οὐρανῶν ἐπελάβοντο.

Οὐδὲν γὰρ οὕτως ἐστὶ τῷ Θεῷ φίλον, ὡς τὸ κοινωφελῶς ζῇν. Διὰ τοῦτο λόγον ἡμῖν ἔδωκεν ὁ Θεὸς, καὶ χεῖρας, καὶ πόδας, καὶ σώματος ἰσχὺν, καὶ νοῦν, καὶ σύνεσιν, ἵνα πᾶσι τούτοις καὶ εἰς τὴν ἡμῶν αὐτῶν σωτηρίαν καὶ εἰς τὴν τῶν πλησίον ὠφέλειαν χρησώμεθα. Οὐδὲ γὰρ εἰς ὕμνον ἡμῖν ὁ λόγος καὶ εὐχαριστίας χρήσιμος μόνον, ἀλλὰ καὶ εἰς διδασκαλίαν λυσιτελὴς καὶ παραίνεσιν. Κἂν μὲν εἰς τοῦτο χρησώμεθα, τὸν Δεσπότην ἐζηλώσαμεν· ἂν δὲ εἰς τἀναντία, τὸν διάβολον. Ἐπεὶ καὶ Πέτρος, ὅτε μὲν ὡμολόγησε τὸν Χριστὸν, ἐμακαρίζετο ὡς τὰ τοῦ Πατρὸς εἰρηκώς· ὅτε δὲ παρῃτεῖτο τὸν σταυρὸν καὶ ἀπηγόρευσεν, ἐπετιμᾶτο σφοδρῶς, ὡς τὰ τοῦ διαβόλου φρονῶν. Εἰ δὲ ἔνθα ἀγνοίας ἦν. τὸ εἰρημένον, τοσαύτη ἡ κατηγορία· ὅταν ἑκόντες πολλὰ ἁμαρτάνωμεν, ποίαν ἕξομεν συγγνώμην;

Τοιαῦτα τοίνυν φθεγγώμεθα, ἵνα αὐτόθεν ᾖ δῆλα τὰ ῥήματα τοῦ Χριστοῦ ὄντα. Οὐδὲ γὰρ ἂν εἴπω μόνον, Ἔγειραι καὶ περιπάτει, οὐδὲ ἂν εἴπω, Ταβιθὰ, ἀνάστηθι, τότε τὰ τοῦ Χριστοῦ λαλῶ· ἀλλὰ πολλῷ μᾶλλον ἂν λοιδορηθεὶς εὐλογήσω, ἂν ἐπηρεασθεὶς εὔξωμαι ὑπὲρ τοῦ ἐπηρεάζοντος. Πρώην μὲν οὖν ἔλεγον, ὅτι χείρ ἐστιν ἡ γλῶττα ἡμῶν, τῶν τοῦ Θεοῦ ἁπτομένη ποδῶν· νῦν δὲ πολλῷ πλέον λέγω, ὅτι γλῶττά ἐστιν ἡ γλῶττα ἡμῶν, τὴν τοῦ Χριστοῦ μιμουμένη, ἐὰν τὴν προσήκουσαν ἀκρίβειαν ἐπιδείξηται, ἂν ἐκεῖνα φθεγγώμεθα, ἅπερ ἐκεῖνος βούλεται. Τί δέ ἐστιν ἃ ἐκεῖνος ἡμᾶς βούλεται φθέγγεσθαι; Τὰ ἐπιεικείας γέμοντα ῥήματα καὶ πραότητος· ὥσπερ οὖν καὶ αὐτὸς ἐφθέγγετο, λέγων τοῖς ὑβρίζουσιν αὐτὸν, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· καὶ πάλιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ.

Ἐὰν οὕτω καὶ σὺ λέγῃς, ἐὰν εἰς διόρθωσιν τῶν πλησίον λαλῇς, κέκτησαι γλῶτταν ἐοικυῖαν ἐκείνῃ. Καὶ ταῦτα αὐτός φησιν ὁ Θεός· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται, φησίν. Ὅταν οὖν ἡ γλῶττά σου ὡς ἡ γλῶττα ᾖ τοῦ Χριστοῦ, καὶ τὸ στόμα σου γένηται στόμα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ναὸς ᾖς, ποία ταύτης λοιπὸν ἴση γένοιτ᾽ ἂν τιμή; Οὐδὲ γὰρ εἰ ἀπὸ χρυσίου συνέκειτό σου τὸ στόμα, οὐδὲ εἰ ἀπὸ λίθων τιμίων, οὕτως ἔμελλε λάμπειν ὡς νῦν, τῷ κόσμῳ τῆς ἐπιεικείας καταυγαζόμενον. Τί γὰρ στόματος ποθεινότερον οὐκ εἰδότος ὑβρίζειν, ἀλλ᾽ εὐλογεῖν [καὶ χρηστολογεῖν] μεμελετηκότος; Εἰ δὲ οὐκ ἀνέχῃ εὐλογεῖν τὸν καταρώμενον, σίγησον, καὶ τοῦτο τέως κατόρθωσον· καὶ ὁδῷ προβαίνων καὶ σπουδάζων ὡς χρὴ, καὶ ἐπ᾽ ἐκεῖνο ἥξεις, καὶ κτήσῃ στόμα τοιοῦτον οἷον εἰρήκαμεν.

δʹ. Καὶ μὴ νομίσῃς τολμηρὸν εἶναι τὸ λεχθέν. Φιλάνθρωπος γάρ ἐστιν ὁ Δεσπότης, καὶ τῆς ἀγαθότητος αὐτοῦ τὸ δῶρον γίνεται. Τολμηρόν ἐστι, διαβόλῳ στόμα ἔχειν ἐοικὸς, δαίμονος πονηροῦ κεκτῆσθαι γλῶτταν ὁμοίαν, μάλιστα τὸν μυστηρίων τοιούτων μετέχοντα, καὶ αὐτῇ κοινωνοῦντα τῇ σαρκὶ τοῦ Δεσπότου. Ταῦτ᾽ οὖν ἀναλογιζόμενος, γενοῦ κατ᾽ ἐκεῖνον εἰς δύναμιν τὴν σήν. Οὐκέτι σοι λοιπὸν ὁ διάβολος οὐδὲ ἀντιβλέψαι τοιούτῳ γενομένῳ δυνήσεται. Καὶ γὰρ ἐπιγινώσκει τὸν χαρακτῆρα τὸν βασιλικόν· οἶδε τοῦ Χριστοῦ τὰ ὅπλα, δι᾽ ὧν ἡττήθη. Τίνα δὲ ταῦτά ἐστιν; Ἐπιείκεια καὶ πραότης.

Καὶ γὰρ ὅτε ἐν τῷ ὄρει προσβάλλοντα αὐτὸν κατέῤῥαξε καὶ ἐξέτεινεν, οὐχὶ γνωριζόμενος ὅτι Χριστὸς ἦν, ἀλλ᾽ ἀπὸ τῶν ῥημάτων αὐτὸν ἐσαγήνευσε τούτων, ἀπὸ ἐπιεικείας εἷλεν, ἀπὸ πραότητος ἐτροπώσατο. Τοῦτο καὶ σὺ ποίησον· ἂν ἴδῃς ἄνθρωπον διάβολον γενόμενον, καὶ προσιόντα σοι, οὕτω καὶ σὺ νίκησον. Ἔδωκέ σοι ὁ Χριστὸς ἐξουσίαν γενέσθαι κατ᾽ αὐτὸν εἰς δύναμιν τὴν σήν.

Μὴ φοβηθῇς τοῦτο ἀκούων. Φόβος ἐστὶ, τὸ μὴ γενέσθαι κατ᾽ αὐτόν. Φθέγγου τοίνυν κατ᾽ ἐκεῖνον, καὶ γέγονας κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. Διὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφητεύων.

Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ ἱδρώς. Δίδαξον τὴν ψυχὴν διαπλάττειν σοι στόμα στόματι Χριστοῦ ἐοικός. Δύναται γὰρ τοιαῦτα δημιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται τοιοῦτον στόμα; φησί· διὰ ποίων χρωμάτων; διὰ ποίας ὕλης; Διὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάττεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν πλάττεται; Διὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι᾽ ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου φθέγγηταί τις, τὴν ἐκείνου γλῶτταν λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώμην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι Δεσποτικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην;

Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν Δεσπότην μιμεῖσθαι τὸν ἑαυτῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ.

Ἂν μή τις οὕτως εἰδῇ λαλεῖν, οὐδὲ ἀκούσεται αὐτοῦ ὁ δικαστής. Καθάπερ γὰρ, ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου τοῦ οὐκ εἰδότος οὕτω φθέγγεσθαι· οὕτω καὶ ὁ Χριστὸς, ἂν μὴ κατὰ τὸν αὐτοῦ τρόπον λαλῇς, οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθωμεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτταν.

Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς, ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει.

Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς τὰ μέτρα, καὶ τοὺς δοθέντας σοι μὴ διαφθείρῃς κανόνας.

Οὕτω δυνήσῃ στόμα ἔχειν ἐοικὸς ἐκείνου τῷ στόματι· οὕτως ἐπὶ γῆς βαδίζων, τοῦ ἄνω καθημένου γλῶτταν ἡμῖν ἐπιδείξεις ὁμοίαν, τὰ μέτρα τὰ ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει, τὰ ἐν ἀγωνίᾳ διατηρῶν. Πόσοι ὑμῶν εἰσιν οἱ ἐπιθυμοῦντες αὐτοῦ τὴν μορφὴν ἰδεῖν;

Ἰδοὺ οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ γενέσθαι κατ᾽ αὐτὸν δυνατὸν, ἂν σπουδάζωμεν. Μὴ ἀναβαλλώμεθα τοίνυν. Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν, ἄνθρωπος πραότατος παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς·) οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰπεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλάλει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπιτάξεις δαίμοσι νῦν, ἀλλ᾽ ἐπιτάξεις τότε τῷ τῆς γεέννης πυρὶ, ἐὰν ἔχῃς τῷ στόματι τοῦ Χριστοῦ τὸ στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΘʹ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν ἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα συνήγαγον, καὶ γυμνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

αʹ. Τῆς περικοπῆς ταύτης τῆς ἡδίστης, ἣν συνεχῶς στρέφοντες οὐ διαλιμπάνομεν, ἀκούσωμεν νῦν μετὰ σπουδῆς καὶ κατανύξεως πάσης, εἰς ἣν καὶ ἐσχάτην ὁ λόγος ἐτελεύτησεν· εἰκότως. Καὶ γὰρ πολὺς αὐτῷ φιλανθρωπίας καὶ ἐλεημοσύνης ὁ λόγος. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ταύτης διελέχθη διαφόρως, καὶ ἐνταῦθα λοιπὸν σαφέστερόν πως καὶ εὐτονώτερον, οὐ δύο πρόσωπα καὶ τρία, οὐδὲ πέντε τιθεὶς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν· εἰ καὶ τὰ μάλιστα καὶ αἱ πρότεραι, αἱ διὰ τῶν δύο προσώπων, οὐ δύο πρόσωπα ἐδήλουν, ἀλλὰ μέρη δύο, τὸ μὲν παρακουόντων, τὸ δὲ ὑπακουόντων. Ἀλλ᾽ ἐνταῦθα καὶ φρικωδέστερον μεταχειρίζει τὸν λόγον, καὶ τηλαυγέστερον.

Διόπερ οὐδὲ λέγει, Ὡμοιώθη ἡ βασιλεία. λοιπὸν, ἀλλ᾽ ἐκκεκαλυμμένως ἑαυτὸν δείκνυσι, λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Νῦν γὰρ ἐν ἀτιμίᾳ παραγέγονε, νῦν ἐν ὕβρεσι καὶ ὀνείδεσι· τότε δὲ καθεδεῖται ἐπὶ θρόνου δόξης αὐτοῦ.

Καὶ συνεχῶς μνημονεύει δόξης. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, διὰ τοῦτο ἐπαίρει τὸν ἀκροατὴν, καὶ ὑπ᾽ ὄψιν αὐτῷ τὸ δικαστήριον ἄγει, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν. Καὶ οὐ ταύτῃ μόνον φοβερὸν ποιεῖ τὸν λόγον, ἀλλὰ καὶ τῷ δεικνύναι τοὺς οὐρανοὺς κενουμένους. Πάντες γὰρ οἱ ἄγγελοι παρέσονται μετ᾽ αὐτοῦ, φησὶ, καὶ αὐτοὶ μαρτυροῦντες ὅσα διηκονήσαντο πεμπόμενοι παρὰ τοῦ Δεσπότου πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν. Καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα τότε ἐκείνη. Εἶτα Συναχθήσεται, φησὶ, πάντα τὰ ἔθνη, τουτέστι, πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα. Νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφωρισμένοι, ἀλλὰ ἀναμὶξ ἅπαντες· ἡ δὲ διαίρεσις τότε ἔσται μετὰ ἀκριβείας ἁπάσης. Καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκάστου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρόβατα, ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ· οὐδεὶς γὰρ ἀπὸ ἐρίφων καρπὸς γένοιτ᾽ ἄν· τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ τῶν προβάτων ἡ πρόσοδος, ἀπό τε ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων, ὧν ἁπάντων ἔρημον ἔριφος. Ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον καὶ τὸ ἔγκαρπον· ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· διὸ καὶ κολάζονται ἐκεῖνοι, καὶ στεφανοῦνται οὗτοι.

Καὶ οὐ πρότερον αὐτοὺς κολάζει, ἕως ἂν δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήματα. Οἱ δὲ μετὰ ἐπιεικείας φθέγγονται, ἀλλ᾽ οὐδὲν αὐτοῖς ὄφελος λοιπόν· καὶ μάλα εἰκότως, ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον. Καὶ γὰρ καὶ οἱ προφῆται ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ὁ νομοθέτης διὰ πάντων εἰς τοῦτο ἐνῆγε, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· καὶ αὐτὴ ἡ φύσις τοῦτο ἐπαίδευσε. Σκόπει δὲ αὐτοὺς οὐχ ἑνὸς καὶ δύο μόνον, ἀλλὰ πάντων ἐρήμους ὄντας. Οὐ γὰρ δὴ μόνον πεινῶντα οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν οὐ περιέβαλον· ἀλλ᾽ οὐδὲ ὃ κουφότερον ἦν, οὐδὲ ἄῤῥωστον ἐπεσκέψαντο.

Καὶ σκόπει πῶς κοῦφα ἐπιτάττει. Οὐκ εἶπεν, Ἐν φυλακῇ ἤμην, καὶ ἀπηλλάξατέ με· ἄῤῥωστος ἤμην, καὶ ἀνεστήσατέ με· ἀλλ᾽, Ἐπεσκέψασθέ με, καὶ, Ἤλθετε πρός με. Καὶ οὐδὲ ἐν τῷ πεινῇν ἐπαχθὲς τὸ κελευόμενον.

Οὐδὲ γὰρ πολυτελῆ ἐζήτει τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνον, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἐζήτει ἐν ἱκέτου σχήματι. Ὥστε πάντα αὐτοὺς ἱκανὰ κολάσαι· τὸ εὔκολον τῆς αἰτήσεως, ἄρτος γὰρ ἦν· τὸ ἐλεεινὸν τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τῆς ἐπαγγελίας, βασιλείαν γὰρ ἐπηγγείλατο· τὸ φοβερὸν τῆς κολάσεως, γέενναν γὰρ ἠπείλησε· τὸ ἀξίωμα τοῦ λαμβάνοντος, Θεὸς γὰρ ἦν ὁ διὰ τῶν πτωχῶν λαμβάνων· τὸ ὑπερβάλλον τῆς τιμῆς, ὅτι τοσοῦτον καταβῆναι κατηξίωσε· τὸ δίκαιον τῆς παροχῆς, ἀπὸ γὰρ τῶν ἑαυτοῦ ἐλάμβανεν. Ἀλλὰ πρὸς ἅπαντα ταῦτα ἡ φιλαργυρία καθάπαξ ἐπήρωσε τοὺς ἁλόντας, καὶ ταῦτα τοσαύτης ἀπειλῆς κειμένης. Καὶ γὰρ καὶ ἀνωτέρω φησὶ, τοὺς οὐ δεχομένους τοὺς τοιούτους τῶν Σοδόμων χαλεπώτερα πείσεσθαι· καὶ ἐνταῦθά φησιν· Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν ἐλαχίστων τούτων τῶν ἀδελφῶν μου, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τί λέγεις; ἀδελφοί σού εἰσι· καὶ πῶς ἐλαχίστους καλεῖς; Διὰ γὰρ τοῦτο ἀδελφοὶ, ἐπειδὴ ταπεινοὶ, ἐπειδὴ πτωχοὶ, ἐπειδὴ ἀπεῤῥιμμένοι. Τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνῶτας, τοὺς εὐκαταφρονήτους· οὐχὶ τοὺς μοναχοὺς λέγων τούτους μόνον, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ᾽ ἕκαστον πιστόν· κἂν βιωτικὸς ᾖ, πεινῶν δὲ ᾖ καὶ λιμώττων, καὶ γυμνὸς, καὶ ξένος, πάσης αὐτὸν τῆς ἐπιμελείας ταύτης ἀπολαύειν βούλεται.

Ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν θείων μυστηρίων κοινωνία.

βʹ. Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς τὸ δίκαιον τῆς ἀποφάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει· ὥσπερ τὰς παρθένους ἀπὸ τῶν παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων, καὶ ἕκαστον τῶν διαμαρτανόντων ἀπὸ τῶν κατωρθωκότων. Καὶ αὕτη ποτὲ μὲν ἐξ ἴσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε· καὶ ἀπὸ τοῦ ἰσάζοντος δὲ πάλιν, ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν ἀπὸ τοῦ πλεονάζοντος· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτιγε βιωτικά; Καὶ ἐνταῦθα μέντοι ἀπὸ τοῦ ἰσάζοντος· καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει.

Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως ἐκφερομένην, τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι ἐν τοῖς αὐτοῖς ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον ἰδεῖν, ἐν τῷ ἄῤῥωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατωρθωκότας, δείκνυσιν ὅσον ἄνωθεν ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Πόσων ἀγαθῶν τοῦτο τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογημένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένους; Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ῥήματα;

Καὶ οὐκ εἶπε, λάβετε, ἀλλὰ, κληρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλόμενα. Πρὶν ἢ γὰρ ὑμᾶς γενέσθαι, φησὶ, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. Καὶ ἀντὶ τίνων τοσαῦτα λαμβάνουσιν;

Ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ τῆς χρείας ἐστίν· ἔστι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος τοῦτο ἐπιζητεῖ μόνον, ἀλλ᾽ ὁ μὲν λυθῆναι, ὁ δὲ ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας.

Ἀλλ᾽ αὐτὸς, ἥμερος ὢν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. Ἐκείνοις δὲ, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλὰ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἡτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε.

Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπολογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἰ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιὼν, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατακλάσαι καὶ ἐπικάμψαι, λιμὸς, καὶ κρυμὸς, καὶ δεσμὰ, καὶ γυμνότης, καὶ ἀῤῥωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον ταῦτα ἐποίησατε, καὶ φίλον, καὶ εὐεργέτην καὶ Δεσπότην ὄντα. Καὶ κύνα μὲν ἂν ἴδωμεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἂν θεασώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ Δεσπότην ὁρῶν οὐκ ἐπικάμπτῃ; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦτο μόνον ἦν, οὐχ ἱκανὸν εἰς ἀντίδοσιν; οὐ λέγω τὸ ἀκοῦσαι φωνῆς τοιαύτης ἐπὶ τῆς οἰκουμένης παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ᾽ αὐτὸ τὸ ἐργάσασθαι οὐχ ἱκανὸν εἰς ἀμοιβήν; Νυνὶ δὲ καὶ τῆς οἰκουμένης παρούσης, καὶ τῆς ἀῤῥήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιαῦτα λέγων, ἵνα σοι λαμπρότερον ποιήσῃ τὸν στέφανον. Διὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν. Κἂν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτιμία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦτον καὶ βασιλείαν καὶ τηλικαύτην αὐτοῖς δοθῆναι τιμήν.