Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Δίκη ενώπιον του Πιλάτου, η Σταύρωση και η Ανάσταση (Ομιλίες ΠΕ΄-Ϟ΄)

Ο χλευασμός, η καταδίκη από τον Πιλάτο, η σταύρωση, ο θάνατος, η ταφή, και ο θρίαμβος της Αναστάσεως με την τελική ιεραποστολική εντολή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 20 από 20

ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐῤῥάπισαν, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; αʹ. Διατί ταῦτα ἐποίουν, ἀναιρεῖν μέλλοντες; τίς χρεία τῆς κωμῳδίας ταύτης ἦν; Ἵνα μάθῃς αὐτῶν τὸν ἀκόλαστον τρόπον διὰ πάντων· καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐνεδείκνυντο παροινίαν, καὶ τῆς μανίας ἐνεφοροῦντο, ἑορτὴν ταύτην ποιούμενοι, καὶ μεθ᾽ ἡδονῆς ἐπιόντες, καὶ τὸν φονικὸν αὐτῶν ἐνδεικνύμενοι τρόπον. Σὺ δέ μοι θαύμασον τῶν μαθητῶν τὴν φιλοσοφίαν, μεθ᾽ ὅσης αὐτὰ ἀκριβείας ἀπαγγέλλουσιν.

Ὅθεν τὸ φιλάληθες αὐτῶν ἦθος διαδείκνυται, ὅτι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα ἐξηγοῦνται μετὰ ἀληθείας ἁπάσης, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι μεγίστην, ὥσπερ οὖν καὶ ἦν, τὸ τὸν Δεσπότην τῆς οἰκουμένης ὑπὲρ ἡμῶν τοιαῦτα πάσχοντα ἀνέχεσθαι. Τοῦτο καὶ τὴν αὐτοῦ κηδεμονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγγνωστον, οἳ ταῦτα ἐτόλμων εἰς τὸν οὕτως ἥμερον καὶ πρᾶον, καὶ τοιαῦτα κατεπᾴδοντα, οἷα καὶ λέοντα ἀρνίον ποιῆσαι ἱκανὰ ἦν. Οὐδὲν γὰρ οὔτε αὐτὸς ἐνέλιπεν ἡμερότητος, οὔτε αὐτοὶ ὕβρεως καὶ ἀπηνείας, δι᾽ ὧν ἐποίουν, δι᾽ ὧν ἔλεγον. Ἅπερ ἅπαντα καὶ ὁ προφήτης Ἡσαΐας προὔλεγεν, οὕτω προαναφωνῶν, καὶ ἑνὶ ῥήματι πᾶσαν ταύτην ἐμφαίνων τὴν ὕβριν. Ὃν τρόπον γὰρ ἐκστήσονται πολλοὶ ἐπὶ σὲ, φησὶν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων.

Τί γὰρ τῆς ὕβρεως ταύτης ἴσον γένοιτ᾽ ἄν· Εἰς τὸ πρόσωπον ἐκεῖνο, ὃ ἡ θάλασσα ἰδοῦσα ᾐδέσθη, ὃ ἐπὶ σταυροῦ θεασάμενος ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν, ἐνέπτυον καὶ ἐῤῥάπιζον, καὶ ἐπὶ τῆς κεφαλῆς ἔτυπτον, ἐμφορούμενοι μετὰ δαψιλείας ἁπάσης τῆς ἑαυτῶν μανίας. Καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προσετίθεσαν ὕβριν. Καὶ ῥήματα πάλιν πολλῆς γέμοντα κωμῳδίας ἐφθέγγοντο λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; ἐπειδὴ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοί.

Ἕτερος δέ φησιν, ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριωβολιμαῖον εἰς μέσον λαβόντες. Καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε. Ταῦτα ἀναγινώσκωμεν συνεχῶς, ταῦτα ἀκούωμεν ὡς χρὴ, ταῦτα ἐγγράφωμεν ἡμῶν τῇ διανοίᾳ· καὶ γὰρ ταῦτα ἡμῶν τὰ σεμνά. Ἐπὶ τούτοις ἐγὼ μέγα φρονῶ, οὐ μόνον ἐπὶ τοῖς μυρίοις νεκροῖς οἷς ἀνέστησεν, ἀλλὰ καὶ ἐπὶ τοῖς παθήμασιν οἷς ἔπαθε. Ταῦτα ἄνω καὶ κάτω Παῦλος στρέφει· τὸν σταυρὸν, τὸν θάνατον, τὰ πάθη, τὰς λοιδορίας, τὰς ὕβρεις, τὰ σκώμματα. Καὶ νῦν μέν φησιν, Ἐξερχώμεθα πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· νῦν δὲ, Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ὁ δὲ Πέτρος ἐκάθητο ἐν τῇ αὐλῇ ἔξω· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου.

Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταθεματίζειν, καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὅτε μὲν κατεχόμενον εἶδε τὸν Διδάσκαλον μόνον, οὕτως ἔζεεν, ὡς καὶ τὴν μάχαιραν σπάσασθαι, καὶ ἐκκόψαι τὸ ὠτίον· ὅτε δὲ μᾶλλον ἀγανακτῆσαι εἰκὸς ἦν, καὶ πυρωθῆναι καὶ ἐκκαυθῆναι, λοιδοριῶν τοιούτων ἀκούοντα, τότε ἔξαρνος γίνεται. Τίνα γὰρ οὐκ ἂν ἐξῆψεν εἰς μανίαν τὰ τότε γινόμενα; Ἀλλ᾽ ὅμως ὁ μαθητὴς ὑπὸ τοῦ δέους καταγωνισθεὶς οὐ μόνον οὐκ ἐνδείκνυται ἀγανάκτησιν, ἀλλὰ καὶ ἀρνεῖται, καὶ κορασίου ταλαιπώρου καὶ εὐτελοῦς ἀπειλὴν οὐ φέρει· καὶ οὐδὲ ἅπαξ μόνον. ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἀρνεῖται, καὶ ἐν χρόνῳ βραχεῖ, καὶ οὐδὲ ἐπὶ δικαστῶν· ἔξω γὰρ ἦν· ἐξελθόντα γὰρ αὐτὸν εἰς τὸν πυλῶνα ἠρώτησαν· καὶ οὐδὲ ᾔσθετο ταχέως τοῦ πτώματος. Καὶ τοῦτο ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, δεικνὺς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ᾽ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἀλλ᾽ ἐδεήθη τῆς τοῦ Διδασκάλου πάλιν ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονεν ἀντὶ φωνῆς· οὕτω περιδεὴς ἦν.

Ὁ δὲ Μάρκος φησὶν, ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ᾽ αὐτοῦ τοῦ Διδασκάλου μαθών· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. Ὅθεν μάλιστα ἄν τις αὐτὸν ἐκπλαγείη, ὅτι οὐ μόνον οὐκ ἔκρυψε τὸ ἐλάττωμα τοῦ Διδασκάλου, ἀλλὰ καὶ τῶν ἄλλων σαφέστερον ἀπήγγειλεν, αὐτῷ τούτῳ τῷ μαθητὴς εἶναι.

βʹ. Πῶς οὖν ἀληθὲς τὸ εἰρημένον, τοῦ μὲν Ματθαίου λέγοντος, ὅτι εἶπεν, Ἀμὴν λέγω σοι, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; τοῦ δὲ Μάρκου μετὰ τὸ τρίτον λέγοντος, ὅτι Ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε;

Σφόδρα μὲν οὖν καὶ ἀληθὲς, καὶ σύμφωνον. Ἐπειδὴ γὰρ καθ᾽ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· Ὥστε ἀμφότερα ἀληθῆ. Πρὶν ἢ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Καὶ οὐδὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, κλαῦσαι ἐτόλμα φανερῶς, μὴ κατηγορηθῇ διὰ τῶν δακρύων· ἀλλ᾽ Ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ γενομένης ἡμέρας ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα ἐπὶ τὸν Πιλάτον. Ἐπειδὴ γὰρ ἠβούλοντο αὐτὸν ἀνελεῖν, αὐτοὶ δὲ οὐκ ἴσχυον διὰ τὴν ἑορτὴν, ἐπὶ τὸν ἡγεμόνα ἄγουσι. Σὺ δέ μοι σκόπει πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι. Οὕτω γὰρ ἄνωθεν προδιετετύπωτο. Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια. Τοῦτο καὶ ἐκείνου καὶ τούτων κατηγορία· τοῦ μὲν, οὐχ ὅτι μετεμελήθη, ἀλλ᾽ ὅτι ὀψὲ καὶ βραδέως, καὶ αὐτοκατάκριτος γέγονεν· ὅτι γὰρ παρέδωκεν, αὐτὸς ὡμολόγησε· τῶν δὲ, ὅτι κύριοι ὄντες μεταθέσθαι, οὐ μετενόησαν. Σκόπει δὲ πότε μεταμελεῖται.

Ὅτε ἀπηρτίσθη καὶ τέλος ἔλαβεν ἡ ἁμαρτία. Τοιοῦτος γὰρ ὁ διάβολος· οὐκ ἀφίησι τοὺς μὴ νήφοντας ἰδεῖν πρὸ τούτου τὸ κακὸν, ἵνα μὴ μετανοήσῃ ὁ ἁλούς. Τοσαῦτα γοῦν λέγοντος τοῦ Ἰησοῦ, οὐκ ἐπεκάμφθη· ἐπειδὴ δὲ ἀπηρτίσθη τὸ πλημμέλημα, τότε ἐπεισῆλθεν αὐτῷ ἡ μετάνοια· καὶ οὐδὲ τότε χρησίμως. Τὸ μὲν γὰρ καταγνῶναι, καὶ τὸ ῥῖψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον. Προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται· καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖ, πείσας ἑαυτὸν ἀπολέσαι. Σὺ δέ μοι σκόπει πανταχόθεν τὴν ἀλήθειαν λάμπουσαν, καὶ δι᾽ ὧν οἱ ἐναντίοι καὶ ποιοῦσι καὶ πάσχουσι. Καὶ γὰρ καὶ αὐτὴ τοῦ προδότου ἡ τελευτὴ τῶν κατακρινάντων αὐτὸν ἀποῤῥάπτει τὰ στόματα, καὶ οὐκ ἀφίησιν αὐτοὺς οὐδὲ σκιάν τινα ἀναισχύντου γοῦν ἀπολογίας ἔχειν. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι, ὅταν ὁ προδότης τοιαῦτα καθ᾽ ἑαυτοῦ ψηφιζόμενος φαίνηται;

Ἴδωμεν δὲ καὶ τὰ ῥήματα, ἅ φησιν. Ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι, καὶ λέγει· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. Οὐδὲ γὰρ ἤνεγκε τὸ συνειδὸς μαστίζον αὐτόν. Σκόπει δέ μοι καὶ τοὺς Ἰουδαίους τὰ αὐτὰ πάσχοντας. Καὶ γὰρ καὶ οὗτοι ἀφ᾽ ὧν ἔπαθον ὀφείλοντες διορθωθῆναι, οὐ πρότερον ἵστανται, ἕως ἂν τὴν ἁμαρτίαν πληρώσωσιν. Ἡ μὲν γὰρ τούτου πεπλήρωτο ἁμαρτία· προδοσία γὰρ ἦν· ἡ δὲ ἐκείνων οὐδέπω. Ὅτε δὲ καὶ ἐκεῖνοι ἀπήρτισαν, καὶ προσήλωσαν αὐτὸν, τότε καὶ αὐτοὶ ταράττονται· νῦν μὲν λέγοντες, Μὴ γράφε, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων (καίτοιγε τί δεδοίκατε, τί θορυβεῖσθε, νεκροῦ σώματος ἐπὶ σταυροῦ προσηλωμένου;) νῦν δὲ φυλάττουσιν αὐτὸν, λέγοντες· Μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, καὶ εἴπωσιν ὅτι ἀνέστη· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Καὶ μὴν ἐὰν εἴπωσιν, ἐλέγχεται τὸ πρᾶγμα, ἐὰν μὴ ἀληθὲς ᾖ.

Πῶς δὲ ἐροῦσιν οἱ μηδὲ στῆναι τολμήσαντες, κατασχεθέντος αὐτοῦ, ὁ δὲ κορυφαῖος καὶ τρὶς ἠρνήσατο, κορασίου μὴ φέρων ἀπειλήν; Ἀλλ᾽ ὅπερ ἔφην, ἐταράττοντο λοιπόν. Ὅτι γὰρ ᾔδεσαν παρανομίαν τὸ πρᾶγμα, δῆλον ἐξ ὧν ἔλεγον, Σὺ ὄψει.

Ἀκούσατε, οἱ φιλάργυροι, ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος· πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ. Τοιαύτη τῆς φιλαργυρίας ἡ τυραννίς. Οὐδὲ τοῦ ἀργυρίου ἀπώνατο, οὐδὲ τῆς παρούσης ζωῆς, οὐδὲ τῆς μελλούσης, ἀλλὰ πάντα ἀθρόον ἀπέβαλε, καὶ δόξαν λαβὼν πονηρὰν παρ᾽ αὐτοῖς ἐκείνοις, οὕτως ἀπήγξατο.

Ἀλλ᾽, ὅπερ ἔφην, μετὰ τὸ πρᾶξαι, τότε τινὲς διαβλέπουσιν. Ὅρα γοῦν καὶ τούτους τέως οὐκ ἐθέλοντας αἰσθάνεσθαι σαφῶς τοῦ τολμήματος, ἀλλὰ λέγοντας, Σὺ ὄψει· ὃ καὶ αὐτὸ μέγιστον ἦν αὐτῶν ἔγκλημα. Τοῦτο γὰρ μαρτυρούντων μὲν ἔστι τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὑπὸ δὲ τοῦ πάθους μεθυόντων, καὶ οὐκ ἐθελόντων ἀποσχέσθαι τῆς σατανικῆς ἐγχειρήσεως, ἀλλὰ πεπλασμένης ἀγνοίας παραπετάσματι περιστέλλοντας ἑαυτοὺς ἀνοήτως. Εἰ μὲν γὰρ μετὰ τὸν σταυρὸν ταῦτα ἐλέγετο, καὶ τὸ ἀναιρεθῆναι αὐτὸν, μάλιστα μὲν οὐδὲ τότε λόγον εἶχε τὸ λεγόμενον, πλὴν ἀλλ᾽ οὐχ οὕτως αὐτοὺς κατέκρινε· νυνὶ δὲ ἔτι παρ᾽ ὑμῖν αὐτὸν ἔχοντες, καὶ κύριοι ὄντες ἀφεῖναι, πῶς ἂν δύναισθε ταῦτα λέγειν; Ἡ γὰρ ἀπολογία αὕτη κατηγορία ἂν ὑμῶν γένοιτο μεγίστη. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπὶ τὸν προδότην ὅλον τὸ ἔγκλημα φέροντες, (Σὺ γὰρ ὄψει, φησί·) δυνάμενοι αὐτοὶ τῆς Χριστοκτονίας ἀπαλλαγῆναι, ἀφέντες αὐτὸν καὶ ἐπηγωνίσαντο τῷ τολμήματι, τῇ προδοσίᾳ τὸν σταυρὸν προσθέντες. Τί γὰρ ἐκώλυεν εἰπόντας ἐκείνῳ, Σὺ ὄψει, αὐτοὺς ἀποστῆναι τοῦ τολμήματος; Νῦν δὲ καὶ τοὐναντίον ἐργάζονται, προστιθέντες τὴν σφαγὴν, καὶ πανταχοῦ, καὶ δι᾽ ὧν ποιοῦσι, καὶ δι᾽ ὧν λέγουσιν, ἀφύκτοις ἐμπλέκοντες ἑαυτοὺς κακοῖς.

Καὶ γὰρ μετὰ ταῦτα, ἐπιτρέψαντος τοῦ Πιλάτου, τὸν μὲν λῃστὴν εἵλοντο ἀφεθῆναι μᾶλλον, ἢ τὸν Ἰησοῦν· τὸν δὲ οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ τοσαῦτα εὐεργετηκότα, ἀνῄρουν.

γʹ. Τί οὖν ἐκεῖνος; Ὡς εἶδεν ἀνόνητα πονῶν, καὶ οὐκ ἀνεχομένους δέξασθαι τὰ ἀργύρια, Ἔῤῥιψεν αὐτὰ εἰς τὸν ναὸν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβονᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Καὶ συμβούλιον λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον.

Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντες· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Εἶδες πάλιν αὐτόθεν κατακρινομένους ὑπὸ τοῦ συνειδότος;

Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι τὸν φόνον ἠγόρασαν, οὐκ ἔβαλον εἰς τὸν κορβονᾶν, ἀλλ᾽ ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τοῖς ξένοις. Ἐγίνετο δὲ καὶ τοῦτο μαρτύριον κατ᾽ αὐτῶν, καὶ τῆς προδοσίας ἔλεγχος. Τὸ γὰρ ὄνομα τοῦ χωρίου σάλπιγγος λαμπρότερον πᾶσιν ἀνεκήρυττε τὴν μιαιφονίαν αὐτῶν. Καὶ οὐδὲ ἁπλῶς αὐτὸ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαβόντες, καὶ πανταχοῦ οὕτως, ἵνα μηδεὶς ἀθῶος ᾖ τοῦ τολμήματος, ἀλλὰ πάντες ὑπεύθυνοι. Ταῦτα δὲ ἄνωθεν προὔλεγεν ἡ προφητεία.

Ὁρᾷς οὐχὶ τοὺς ἀποστόλους μόνον, ἀλλὰ καὶ τοὺς προφήτας τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγουμένους, καὶ πάντοθεν τὸ πάθος ἀνακηρύττοντας καὶ προεμφαίνοντας; Τοῦτο καὶ Ἰουδαῖοι μὴ συνειδότες ὑπέμενον.

Εἰ γὰρ εἰς τὸν κορβονᾶν ἐνέβαλον, οὐκ ἂν οὕτω τὸ πρᾶγμα κατάδηλον ἐγένετο· νυνὶ δὲ χωρίον ὠνησάμενοι, καὶ ταῖς μετέπειτα γενεαῖς δῆλον ἐποίησαν τὸ πᾶν. Ἀκούσατε ὅσοι ἀπὸ φόνων δοκεῖτε εὐποιΐας ποιεῖν, καὶ τιμὴν λαμβάνετε ψυχῶν ἀνθρώπων. Ἰουδαϊκαὶ αὗται αἱ ἐλεημοσύναι, μᾶλλον δὲ σατανικαί. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν, οἳ μυρία ἑτέρων ἁρπάζοντες, ὑπὲρ τοῦ παντὸς ἀπολογεῖσθαι νομίζουσι, ἂν δέκα χρυσίνους ἢ ἑκατὸν καταβάλωσι. Περὶ ὧν καὶ ὁ προφήτης φησίν· Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου. Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐ δέχεται ταύτην τὴν τροφήν. Τί τὸν Δεσπότην ὑβρίζεις, ἀκάθαρτα προσάγων αὐτῷ; Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων. Ἐκεῖνο ὠμοῦ, τοῦτο καὶ ὠμοῦ καὶ ὑβριστοῦ. Βέλτιον μηδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις.

Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα, εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας, περιέβαλες τὸν γυμνὸν, ἆρ᾽ οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ ἄλογα προσφέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς τῷ Κυρίῳ ὁ κλέπτης ἔτι ἀδικεῖ, καὶ οὕτως ἀδικεῖ, ὡς τετραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμενος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι διδοὺς, ἀλλ᾽ ἀντ᾽ ἐκείνου ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ᾽ ἐν τῇ Καινῇ πολιτευόμενος, ἐννόησον ὅσον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν συνάγει τὸ πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν δίκην, δι᾽ αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν θρήνησον, ὅτι μείζονα ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; Δοκεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ᾽ οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε.

Μετανοήσωμεν τοίνυν καὶ δῶμεν ἐλεημοσύνην πλεονεξίας καθαρὰν, καὶ πολλὴν ἔχουσαν τὴν δαψίλειαν. Ἐννοήσατε ὅτι Ἰουδαῖοι Λευΐτας ὀκτακισχιλίους ἔτρεφον, καὶ μετὰ τῶν Λευϊτῶν καὶ χήρας καὶ ὀρφανοὺς, καὶ πολλὰ ἕτερα ἐλειτούργουν, καὶ μετὰ τούτου καὶ ἐστρατεύοντο· νυνὶ δὲ ἀγροὶ, καὶ οἰκίαι, καὶ μισθώματα οἰκημάτων, καὶ ὀχήματα, καὶ ὀρεωκόμοι, καὶ ἡμίονοι, καὶ πολλὴ τοιαύτη παράταξις ἐν τῇ Ἐκκλησίᾳ δι᾽ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀπανθρωπίαν. Καὶ γὰρ ἐχρῆν παρ᾽ ὑμῖν εἶναι τὸν θησαυρὸν τοῦτον τῆς Ἐκκλησίας, καὶ πρόσοδον αὐτῇ τὴν ὑμετέραν γίνεσθαι προθυμίαν· νυνὶ δὲ δύο τὰ ἄτοπα γίνεται, καὶ ὑμεῖς ἄκαρποι μένετε, καὶ οἱ τοῦ Θεοῦ ἱερεῖς τὰ προσήκοντα οὐ μεταχειρίζουσι. Μὴ γὰρ οὐκ ἦν δυνατὸν ἐπὶ τῶν ἀποστόλων τὰς οἰκίας μένειν καὶ τοὺς ἀγρούς; Τίνος οὖν ἕνεκεν ἐπώλουν καὶ ἐδίδοσαν; Ὅτι τοῦτο βέλτιον ἦν.

δʹ. Ἀλλὰ νῦν δέος ἔλαβε τοὺς πατέρας ὑμῶν, οὕτω πρὸς τὰ βιωτικὰ μαινομένων ὑμῶν, καὶ διὰ τὸ συλλέγειν, ἀλλὰ μὴ σκορπίζειν, μὴ λιμῷ διαφθαρῶσιν οἱ τῶν χηρῶν καὶ ὀρφανῶν καὶ τῶν παρθένων χοροί· διὰ τοῦτο ταῦτα κατασκευάσαι ἠναγκάσθησαν. Οὐδὲ γὰρ ἠβούλοντο ἑαυτοὺς εἰς τοιαύτην ἀσχημοσύνην ἐμβαλεῖν, ἀλλ᾽ ἐπεθύμουν τὴν ὑμετέραν γνώμην αὐτοῖς πρόσοδον εἶναι, καὶ τοὺς καρποὺς ἐντεῦθεν τρυγᾷν, καὶ αὐτοὺς εὐχαῖς προσέχειν μόναις. Νυνὶ δὲ αὐτοὺς ἠναγκάσατε τῶν τὰ πολιτικὰ πραττόντων πράγματα τὰς οἰκίας μιμεῖσθαι· ὅθεν πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ ὑμεῖς καὶ ἡμεῖς τοῖς αὐτοῖς ἐνεχώμεθα, τίς ὁ ἐξιλεούμενος τὸν Θεόν; Διὰ ταῦτα οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, ὅτι οὐδὲν τῶν βιωτικῶν ἀνδρῶν ἄμεινον ἡ Ἐκκλησία διάκειται. Οὐκ ἠκούσατε, ὅτι οὐδὲ τὰ ἀπραγμόνως συλλεγόμενα χρήματα διανέμειν κατεδέξαντο οἱ ἀπόστολοι; Νυνὶ δὲ ἐπιτρόπους καὶ οἰκονόμους καὶ καπήλους παρῆλθον ἡμῖν οἱ ἐπίσκοποι τῇ περὶ ταῦτα φροντίδι· καὶ δέον αὐτοὺς ὑπὲρ τῶν ψυχῶν μεριμνᾷν καὶ φροντίζειν τῶν ὑμετέρων, οἱ δὲ, ὑπὲρ ὧν ὑποδέκται καὶ φορολόγοι καὶ λογισταὶ καὶ ταμίαι μεριμνῶσιν, ὑπὲρ τούτων καθ᾽ ἑκάστην κόπτονται τὴν ἡμέραν.

Ταῦτα οὐχ ἁπλῶς ἀποδυρόμενος λέγω, ἀλλ᾽ ὥστε γενέσθαι τινὰ διόρθωσιν καὶ μεταβολὴν, ὥστε ἡμᾶς ἐλεηθῆναι χαλεπὴν δουλεύοντας δουλείαν, ὥστε ὑμᾶς γενέσθαι πρόσοδον καὶ θησαυρὸν τῆς Ἐκκλησίας. Εἰ δὲ μὴ βούλεσθε, ἰδοὺ οἱ πένητες πρὸ τῶν ὑμετέρων ὀφθαλμῶν· ὅσοις μὲν δυνατὸν ἡμῖν ἀρκέσαι, οὐ διαλείψομεν τρέφοντες· οὓς δὲ οὐ δυνατὸν, ὑμῖν ἀφήσομεν, ἵνα μὴ τῶν ῥημάτων ἐκείνων ἀκούσητε κατὰ τὴν φοβερὰν ἡμέραν, τῶν πρὸς τοὺς ἀνελεεῖς καὶ ὠμοὺς λεγομένων, ὅτι Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Καὶ γὰρ μεθ᾽ ὑμῶν ἡμᾶς καταγελάστους ἡ ἀπανθρωπία αὕτη ποιεῖ, ὅτι τὰς εὐχὰς ἀφέντες, καὶ τὴν διδασκαλίαν, καὶ τὴν ἄλλην ἁγιωσύνην, οἱ μὲν οἰνοπώλαις, οἱ δὲ σιτοπώλαις, οἱ δὲ τοῖς τὰ ἕτερα καπηλεύουσιν ὤνια, τὸν πάντα πυκτεύομεν χρόνον. Ἐντεῦθεν μάχαι καὶ φιλονεικίαι, καὶ καθημεριναὶ λοιδορίαι, καὶ ὀνείδη καὶ σκώμματα, καὶ ἑκάστῳ τῶν ἱερέων ὀνόματα ἐπίκειται, βιωτικαῖς μᾶλλον πρέποντα οἰκίαις· δέον ἀντὶ τούτων ἕτερα ἀνταλλάξασθαι, καὶ ἐντεῦθεν καλεῖσθαι, ἀφ᾽ ὧν καὶ οἱ ἀπόστολοι ἐνομοθέτουν, ἀπὸ τῆς τῶν πενήτων διατροφῆς, ἀπὸ τῆς τῶν ἀδικουμένων προστασίας, ἀπὸ τῆς τῶν ξένων ἐπιμελείας, ἀπὸ τῆς τῶν ἐπηρεαζομένων βοηθείας, ἀπὸ τῆς τῶν ὀρφανῶν προνοίας, ἀπὸ τῆς τῶν χηρῶν συμμαχίας, ἀπὸ τῆς τῶν παρθένων ἐπιστασίας, καὶ ταύτας ἀντὶ τῆς τῶν χωρίων καὶ τῶν οἰκημάτων φροντίδος διανέμεσθαι τὰς οἰκονομίας.

Ταῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κειμήλια· οὗτοι οἱ πρέποντες αὐτῇ θησαυροὶ, καὶ πολλὴν καὶ ἡμῖν εὐκολίαν. καὶ ὑμῖν ὠφέλειαν παρέχοντες, μᾶλλον δὲ καὶ ὑμῖν εὐκολίαν μετὰ τῆς ὠφελείας. Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι εἰς δέκα μυριάδων ἀριθμὸν οἶμαι τοὺς ἐνταῦθα συναγομένους τελεῖν· καὶ εἰ ἑνὸς ἄρτου μετεδίδου τινὶ τῶν πενήτων ἕκαστος, ἅπαντες ἦσαν ἂν ἐν εὐπορίᾳ· εἰ ἐξ ἑνὸς ὀβολοῦ μόνον, οὐδεὶς ἂν ἦν πένης, οὐκ ἂν τοσαῦτα ὑπεμείναμεν ὀνείδη καὶ σκώμματα ἀπὸ τῆς περὶ τὰ κτήματα προνοίας. Καὶ γὰρ τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ δεῦρο ἀκολούθει μοι, καὶ πρὸς τοὺς τῆς Ἐκκλησίας προέδρους ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων καιρὸν ἂν ἔχοι λέγεσθαι.

Ἄλλως γὰρ ἀκολουθῆσαι ὡς χρὴ οὐκ ἔνι, μὴ πάσης φροντίδος ἀπηλλαγμένον παχυτέρας καὶ βιωτικωτέρας. Νυνὶ δὲ οἱ τοῦ Θεοῦ ἱερεῖς τρυγητῷ καὶ ἀμητῷ παρακάθηνται, καὶ πράσει καὶ ἀγορασίᾳ προσόδων· καὶ οἱ μὲν τῇ σκιᾷ λατρεύοντες, πᾶσαν τῶν τοιούτων ἀτέλειαν εἶχον, καίτοι σωματικωτέραν λειτουργίαν ἐγκεχειρισμένοι· ἡμεῖς δὲ οἱ πρὸς αὐτὰ τῶν οὐρανῶν τὰ ἄδυτα καλούμενοι, καὶ εἰς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων εἰσιόντες, ἐμπόρων καὶ παλιγκαπήλων ἀναδεχόμεθα φροντίδας. Ἐντεῦθεν καὶ Γραφῶν ἀμέλεια πολλὴ, καὶ εὐχῶν ῥᾳθυμία, καὶ ἡ περὶ τὰ ἄλλα πάντα ὀλιγωρία. Οὐδὲ γὰρ δυνατὸν εἰς ἀμφότερα σχίζεσθαι μετὰ τῆς προσηκούσης σπουδῆς. Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὰς ἡμῖν πάντοθεν ἀναβλύσαι πηγὰς, καὶ τὴν ἅλω καὶ τὴν ληνὸν τὴν ὑμετέραν γενέσθαι προθυμίαν ἡμῖν. Οὕτω γὰρ καὶ οἱ πένητες διατραφήσονται εὐκολώτερον, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ ὑμεῖς ἐπὶ πλέον ἐπιδώσετε φιλανθρωπίας, καὶ τῶν αἰωνίων ἀπολαύσεσθε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Πϛʹ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.

αʹ. Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον. Ἐπειδὴ γὰρ εἶδον τὸν Πιλάτον οὐδένα ποιούμενον λόγον τῶν νομικῶν, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέγοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰησοῦν, ὡς περὶ ἀνθρώπου τινὸς ψιλοῦ διαλεγόμενοι, καὶ τυραννίδος ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλαγῆναι, σκῆψις ἦν. Πάντα δὲ ἐκύκων καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. Τοῦτο γοῦν καὶ ὁ Πιλάτος ἠρώτησε τότε. Τί οὖν ὁ Χριστός; Σὺ εἶπας. Ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε, πρὸς τὸν Πιλάτον ἀποκρινόμενος, ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἵνα μηδὲ ἐκεῖνοι, μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες. Καὶ λογισμὸν ἀντίῤῥητον τίθησι λέγων· Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. Διά τοι τοῦτο, ὥστε ταύτην ἀποκρούσασθαι τὴν ὑποψίαν, καὶ φόρον κατέβαλε, καὶ ἑτέρους καταβαλεῖν ἐκέλευσε· καὶ ἡνίκα ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, ἔφυγε. Τί οὖν οὐ ταῦτα προήνεγκεν εἰς μέσον, φησὶ, τότε, ἐγκαλούμενος ἐπὶ τυραννίδι;

Διότι μυρίας ἔχοντες τὰς ἀπὸ τῶν πραγμάτων ἀποδείξεις τῆς δυνάμεως, τῆς πραότητος, τῆς ἐπιεικείας, ἑκόντες ἐτύφλωττον καὶ ἐκακούργουν, καὶ διεφθαρμένον τὸ δικαστήριον ἦν. Διὰ δὴ ταῦτα πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ, καὶ βραχέα ἀποκρινόμενος, ὥστε μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς αὐθαδείας δόξαν λαβεῖν, ὅτε ὥρκισεν ὁ ἀρχιερεὺς, ὅτε ὁ ἡγεμὼν ἤρετο· πρὸς δὲ τὰς κατηγορίας αὐτῶν οὐδὲν οὐκέτι φησίν· οὐ γὰρ δὴ πείσειν ἔμελλεν. Ὥσπερ καὶ ὁ προφήτης ἄνωθεν τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπὶ τούτοις ὁ ἡγεμὼν ἐθαύμαζε.

Καὶ γὰρ θαύματος ἄξιον ἦν ἰδεῖν τοσαύτην ἐπιείκειαν ἐπιδεικνύμενον, καὶ σιγῶντα, τὸν μυρία ἔχοντα εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τοῦ συνειδέναι τι πονηρὸν αὐτῷ κατηγόρουν, ἀλλ᾽ ἀπὸ βασκανίας καὶ φθόνου μόνον. Ὅτε γοῦν ἔστησαν ψευδομάρτυρας, διατί μηδὲν ἐχόντων εἰπεῖν ἐπέκειντο ἔτι, καὶ τὸν Ἰούδαν ἀποπνεύσαντα ἰδόντες, οὐ κατενύγησαν, καὶ τὸν Πιλάτον τὰς χεῖρας ἀπονιψάμενον; Καὶ γὰρ πολλὰ καὶ παρ᾽ αὐτὸν τὸν καιρὸν ἐποίησεν, ὥστε αὐτοὺς ἀνανῆψαι· ἀλλ᾽ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Τί οὖν ὁ Πιλάτος; Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν οὗτοι; Ἠβούλετο μὲν γὰρ αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὸ καὶ ταῦτα ἔλεγεν· ἐπειδὴ δὲ οὐδὲν ἀπεκρίνατο, καὶ ἕτερόν τι μηχανᾶται. Ποῖον δὴ τοῦτο; Ἔθος ἦν αὐτοῖς ἀφιέναι ἕνα τῶν καταδίκων, καὶ ἐντεῦθεν αὐτὸν ἐξελέσθαι ἐπεχείρησεν. Εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὡς ἀθῶον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ. Εἶδες τάξιν ἀντεστραμμένην; Τὴν μὲν γὰρ αἴτησιν τὴν ὑπὲρ τῶν καταδίκων, τοῦ δήμου ἔθος ἦν εἶναι, τὴν δὲ δόσιν τοῦ ἄρχοντος· νῦν δὲ τοὐναντίον γέγονε, καὶ ὁ ἄρχων αἰτεῖ τὸν δῆμον, καὶ οὐδὲ οὕτω γίνονται ἥμεροι, ἀλλ᾽ ἐκθηριοῦνται μειζόνως καὶ φονῶσιν, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι.

Οὐδὲ γὰρ εἶχον ὅ τι κατηγορήσουσιν αὐτοῦ, καὶ ταῦτα σιγῶντος, ἀλλ᾽ ἠλέγχοντο καὶ οὕτω διὰ τὴν τῶν δικαιωμάτων περιουσίαν, καὶ σιγῶν ἐνίκα τοὺς μυρία λέγοντας καὶ μαινομένους.

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. Ὅρα οἷον γίνεται πάλιν, ἱκανὸν πάντας αὐτοὺς ἀνακαλέσασθαι. Μετὰ γὰρ τῆς ἀπὸ τῶν πραγμάτων ἀποδείξεως, καὶ τὸ ὄναρ οὐ μικρὸν ἦν. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ὁρᾷ; Ἢ ὅτι ἐκείνη ἀξία ἦν μᾶλλον· ἢ ὅτι αὐτὸς εἰ εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ᾽ ἂν ἐξεῖπε. Διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσι. Καὶ οὐχ ἁπλῶς ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδεν. Ἀλλ᾽ οὐκ ἦν αὐτῷ ἀσφαλὲς, φησὶν, ἀφεῖναι, ἐπειδὴ εἶπον, ὅτι βασιλέα ἑαυτὸν ἐποίει. Ἐχρῆν οὖν ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, καὶ ὅσα τυραννίδος ἐστὶ τεκμήρια· οἷον, εἰ στρατόπεδα κατέλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, εἰ ἄλλο τι τοιοῦτον ἐπεχείρει. Ὁ δὲ ἁπλῶς παρασύρεται· διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων, λέγων· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι.

Ὥστε μαλακίας ἦν ἡ συγχώρησις, καὶ τὸ μαστίξαντα ἐκδοῦναι. Οὗτος μὲν οὖν ἄνανδρος καὶ μαλακός· οἱ δὲ ἀρχιερεῖς πονηροὶ καὶ κακοῦργοι. Ἐπειδὴ γὰρ εὗρέ τινα ἐπίνοιαν, τὸν τῆς ἑορτῆς νόμον τὸν κελεύοντα ἀφεῖναι κατάδικον, τί πρὸς τοῦτο μηχανῶνται; Ἔπεισαν τὸν ὄχλον, φησὶν, ἵνα τὸν Βαραββᾶν αἰτήσωσιν.

βʹ. Εἶδες πόσην αὐτὸς πρόνοιαν ποιεῖται, ὥστε αὐτοὺς ἀπαλλάξαι ἐγκλημάτων, καὶ πόσην αὐτοὶ σπουδὴν, ὥστε μηδὲ σκιὰν ἑαυτοῖς ἀπολογίας καταλιπεῖν; Τί γὰρ ἔδει; τὸν ὡμολογημένον, ἢ τὸν ἀμφισβητούμενον ἀφεῖναι· Εἰ γὰρ ἐπὶ τοῖς ὡμολογημένοις ἀφίεσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἀμφιβόλοις. Οὐ γὰρ δήπου ὡμολογημένων ἀνδροφόνων χείρων αὐτοῖς οὗτος ἐδόκει εἶναι.

Διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Εἶχον λῃστὴν, ἀλλ᾽, Ἐπίσημον· τουτέστι, Περιβόητον ἐν κακίᾳ, μυρίους ἐργασάμενον φόνους. Ἀλλ᾽ ὅμως κἀκεῖνον τοῦ τῆς οἰκουμένης Σωτῆρος προὔθηκαν· καὶ οὔτε τὸν καιρὸν ᾐδέσθησαν ὅτι ἅγιος ἦν, οὐ τοὺς τῆς φιλανθρωπίας νόμους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπαξ αὐτοὺς ὁ φθόνος ἀπετύφλωσε. Καὶ μετὰ τῆς οἰκείας κακία καὶ τὸν δῆμον διαφθείρουσιν, ἵνα καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην δῶσι δίκην. Ἐπεὶ οὖν ἐκεῖνον ᾐτήσαντο, λέγει· Τί οὖν ποιήσω τὸν Χριστόν, καὶ ταύτῃ πάλιν ἐντρέψαι βουλόμενος, τῷ ποιῆσαι κυρίους τῆς αἱρέσεως, ἵνα κἂν αἰσχυνθέντες αἰτήσωσι, καὶ τῆς αὐτῶν φιλοτιμίας γένηται τὸ πᾶν. Τὸ μὲν γὰρ λέγειν, Οὐχ ἥμαρτε, φιλονεικοτέρους ἐποίει· τὸ δὲ ἐκ φιλανθρωπίας ἀξιοῦν σωθῆναι, ἀναντίῤῥητον ἔχει τὴν πειθὼ καὶ τὴν αἴτησιν. Οἱ δὲ καὶ οὕτως ἔλεγον· Σταύρωσον.

Ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, Σταυρωθήτω. Ὁ δὲ ἰδὼν, ὅτι οὐδὲν ὠφελεῖ, ἐνίψατο τὰς χεῖρας, λέγων, ὅτι Ἀθῶός εἰμι. Τί οὖν παραδίδως; τί δὲ οὐκ ἐξήρπασας, καθάπερ τὸν Παῦλον ὁ ἑκατοντάρχης; Καὶ γὰρ ἐκεῖνος ᾔδει χαριζόμενος τοῖς Ἰουδαίοις· καὶ στάσις ἐγένετο δι᾽ αὐτὸν καὶ θόρυβος· ἀλλ᾽ ὅμως ἔστη πρὸς πάντα. Ἀλλ᾽ οὐχ οὗτος, ἀλλὰ ἄνανδρος σφόδρα καὶ μαλακός· καὶ πάντες ὁμοῦ διεφθείροντο. Οὔτε γὰρ οὗτος πρὸς τὸ πλῆθος ἔστη, οὔτε τὸ πλῆθος πρὸς τοὺς Ἰουδαίους· καὶ πανταχόθεν αὐτῶν ἡ ἀπολογία ἀνῄρητο. Καὶ γὰρ Περισσῶς ἔκραζον, τουτέστι, μᾶλλον ἔκραζον, Σταυρωθήτω. Οὐ γὰρ ἀνελεῖν μόνον ἤθελον, ἀλλὰ καὶ ἐπὶ πονηρᾷ αἰτίᾳ, καὶ τοῦ δικάζοντος ἀντιλέγοντος ἐπέμενον τὰ αὐτὰ βοῶντες.

Εἶδες πόσα ἐποίησεν ὁ Χριστὸς, ὥστε αὐτοὺς ἀνακτήσασθαι; Καθάπερ γὰρ τὸν Ἰούδαν ἀνεκρούετο πολλάκις, οὕτω καὶ τούτους ἀνέστελλε, διά τε παντὸς τοῦ εὐαγγελίου, καὶ παρ᾽ αὐτὸν τὸν καιρὸν τῆς κρίσεως. Καὶ γὰρ ὅτε εἶδον τὸν ἄρχοντα καὶ δικάζοντα ἀπονιψάμενον καὶ λέγοντα, Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου, ἔδει κατανυγῆναι καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων· καὶ ὅτε τὸν Ἰούδαν ἀπαγξάμενον, καὶ ὅτε αὐτὸν παρακαλοῦντα, ἕτερον ἀντ᾽ αὐτοῦ λαβεῖν.

Ὅταν γὰρ ὁ κατήγορος καὶ προδότης ἑαυτὸν καταδικάζῃ, καὶ ὁ ψηφιζόμενος ἀποδύηται τὰ ἐγκλήματα, καὶ ὄψις τοιαύτη κατ᾽ αὐτὴν τὴν νύκτα φαίνηται, καὶ ὡς κατάδικον αὐτὸν ἐξαιτῆται, ποίαν ἕξουσιν ἀπολογίαν;

Εἰ γὰρ μὴ ἐβούλοντο ἀθῶον εἶναι. ἀλλ᾽ οὐχὶ καὶ λῃστὴν αὐτοῦ προτιμῆσαι ἔδει, τὸν ὡμολογημένον καὶ σφόδρα ἐπίσημον ὄντα. Τί οὖν ἐκεῖνοι; Ἐπειδὴ τὸν δικαστὴν εἶδον νιπτόμενον τὰς χεῖρας, καὶ λέγοντα, Ἀθῶός εἰμι, ἔκραζον· Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τί τέκνα ἡμῶν. Τότε δὴ λοιπὸν, ὅτε καθ᾽ ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν, συνεχώρησε πάντα γενέσθαι. Θέα δὲ καὶ ἐνταῦθα τὴν πολλὴν παραπληξίαν. Τοιαύτη γὰρ ἡ ὁρμὴ, καὶ ἡ πονηρὰ ἐπιθυμία· οὐκ ἀφίησί τι τῶν δεόντων ἰδεῖν. Ἔστω γὰρ, ὑμῖν αὐτοῖς ἐπαρᾶσθε· τί καὶ ἐπὶ τὰ τέκνα τὴν ἀρὰν ἕλκετε; Ἀλλ᾽ ὅμως ὁ φιλάνθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ᾽ ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐ μόνον ἐπὶ τῶν παίδων, ἀλλ᾽ οὐδὲ ἐπ᾽ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύμοις, (Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων·) ἐκ τούτων ἦσαν. Εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Καὶ διὰ τί ἐφραγέλλωσεν; Ἢ ὡς κατάδικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἢ ἐκείνοις χαρίσασθαι. Καίτοιγε ἐνστῆναι ἐχρῆν.

Καὶ γὰρ καὶ πρὸ τούτου εἶπε· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Καὶ πολλὰ ἦν τὰ δυνάμενα αὐτὸν κἀκείνους ἀναχαιτίσαι, καὶ τὰ σημεῖα, καὶ τὰ θαύματα, καὶ ἡ πολλὴ τοῦ ταῦτα πάσχοντος ἀνεξικακία, καὶ ἡ σιγὴ μάλιστα ἡ ἄφατος. Ἐπειδὴ γὰρ καὶ δι᾽ ὧν ἀπελογήσατο καὶ δι᾽ ὧν ηὔξατο τὸ ἀνθρώπινον ἔδειξε, πάλιν τὸ ὑψηλὸν καὶ μεγαλοφυὲς καὶ διὰ τῆς σιγῆς καὶ διὰ τοῦ καταφρονεῖν τῶν λεγομένων ἐπιδείκνυται, διὰ πάντων αὐτοὺς πρὸς τὸ οἰκεῖον ἐνάγων θαῦμα.

Ἀλλ᾽ οὐδενὶ τούτων εἶξαν. γʹ. Ὅταν γὰρ ἅπαξ, καθάπερ ὑπὸ μέθης ἢ μανίας τινὸς ἀτόπου κατασχεθῶσιν οἱ λογισμοὶ, δύσκολον ἀνενεγκεῖν μὴ σφόδρα γενναίαν οὖσαν τὴν καταπίπτουσαν ψυχήν. Δεινὸν γὰρ, δεινὸν τοῖς πονηροῖς πάθεσι τούτοις δοῦναι χώραν· διὸ χρὴ παντὶ τρόπῳ διακρούεσθαι καὶ ἐξωθεῖν αὐτῶν τὴν εἴσοδον. Ὅταν γὰρ ἐπιλάβωνται τῆς ψυχῆς, καὶ κρατήσωσι, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσὸν, οὕτω λαμπρὰν τὴν φλόγα ἀνάπτουσι. Διὸ παρακαλῶ πάντα ποιεῖν, ὥστε ἀποτειχίζειν αὐτοῖς τὴν εἴσοδον· μηδὲ τούτῳ τῷ λογισμῷ τῷ ψυχρῷ παραμυθουμένους ἑαυτοὺς, πᾶσαν ἐπεισάγειν πονηρίαν, λέγοντας· Τί παρὰ τοῦτο, καὶ τί παρ᾽ ἐκεῖνο; τὰ γὰρ μυρία κακὰ ἐντεῦθεν τίκτεται. Ὁ γὰρ διάβολος μιαρὸς ὢν, πολλῇ κέχρηται τῇ [κακουργίᾳ καὶ εὐτονίᾳ καὶ] συγκαταβάσει πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, καὶ ἀπὸ τῶν μικροτέρων προσβάλλει. Σκόπει δέ. Ἠβούλετο τὸν Σαοὺλ εἰς ἐγγαστριμύθου ληρωδίαν ἐμβαλεῖν. Ἀλλὰ τοῦτο εἰ παρὰ τὴν ἀρχὴν συνεβούλευσεν, οὐκ ἂν προσέσχεν ἐκεῖνος· πῶς γὰρ, ὁ καὶ ἐλαύνων αὐτάς; Διὰ τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτὸν εἰσάγει. Ἐπειδὴ γὰρ παρήκουσε τοῦ Σαμουὴλ, καὶ παρεσκεύασε μὴ παραγενομένου ἀνενεχθῆναι τὴν ὁλοκαύτωσιν, ἐγκαλούμενός φησιν, Ἡ ἀνάγκη τῶν πολεμίων ἐγένετο μείζων· καὶ δέον θρηνῆσαι, ὡς οὐδὲν ἐργασάμενος διετέθη.

Πάλιν ἐκέλευσε τὰ κατὰ τοὺς Ἀμαληκίτας ὁ Θεός· ὁ δὲ καὶ ταῦτα παρέβη. Ἐντεῦθεν εἰς τὰ κατὰ τὸν Δαυῒδ ἐξέβη τολμήματα, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ὀλισθαίνων οὐκ ἔστη, ἕως εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον ἐλθὼν ἐνέβαλεν ἑαυτόν. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν· οὐκ εὐθέως παρώρμησεν ἀνελεῖν τὸν ἀδελφὸν, ἐπεὶ οὐκ ἂν ἔπεισεν· ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει τὰ φαυλότερα προσενεγκεῖν, λέγων· Οὐδὲν τοῦτό ἐστιν ἁμάρτημα· δεύτερον, φθόνον καὶ βασκανίαν ἀνῆψεν, Οὐδὲν οὐδὲ παρὰ τοῦτο, λέγων· τρίτον, ἀνελεῖν ἔπεισε καὶ ἀρνήσασθαι τὴν μιαιφονίαν· καὶ οὐ πρότερον ἀπέστη, ἕως τὸν κολοφῶνα ἐπέθηκε τῶν κακῶν.

Διὸ χρὴ τὰς ἀρχὰς ἀνακρούεσθαι. Μάλιστα μὲν γὰρ εἰ καὶ ἐφ᾽ ἑαυτῶν τὰ πρῶτα ἁμαρτήματα εἱστήκει, οὐδὲ οὕτω καταφρονεῖν ἐχρῆν τῶν πρώτων πλημμελημάτων· νυνὶ δὲ καὶ ἐπὶ μεῖζον ἄνεισιν, ὅταν ἀμελῇ ἡ διάνοια.

Διὸ χρὴ πάντα ποιεῖν, ὥστε τὰς ἀρχὰς αὐτῶν ἀναιρεῖν. Μὴ γὰρ δὴ πρὸς τὴν φύσιν ἴδῃς τοῦ ἁμαρτήματος, ὅτι μικρὰ, ἀλλ᾽ ὅτι μεγάλου γίνεται ῥίζα ἀμελουμένη. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσαύτης δεῖται σπουδῆς τὰ μεγάλα ἁμαρτήματα, ὡς τὰ μικρὰ καὶ εὐτελῆ.

Ἐκεῖνα μὲν γὰρ αὐτὴ ἡ φύσις τῆς ἁμαρτίας ἀποστρέφεσθαι παρασκευάζει· τὰ δὲ μικρὰ αὐτῷ τούτῳ εἰς ῥᾳθυμίαν ἐμβάλλει, καὶ οὐκ ἀφίησι γενναίως διαναστῆναι πρὸς τὴν αὐτῶν ἀναίρεσιν. Διὸ καὶ ταχέως γίνεται μεγάλα, καθευδόντων ἡμῶν. Τοῦτο καὶ ἐν τοῖς σώμασι συμβαῖνον ἴδοι τις ἄν. Οὕτω καὶ ἐπὶ τοῦ Ἰούδα τὸ μέγα τοῦτο ἐτέχθη κακόν. Εἰ γὰρ μὴ ἔδοξεν αὐτῷ μικρὸν εἶναι τὸ κλέπτειν τῶν πενήτων τὰ χρήματα, οὐκ ἂν εἰς ταύτην ἐξηνέχθη τὴν προδοσίαν. Εἰ μὴ μικρὸν ἔδοξεν εἶναι τοῖς Ἰουδαίοις τὸ ὑπὸ κενοδοξίας ἁλίσκεσθαι, οὐκ ἂν ἐξώλισθον εἰς τὸ Χριστοκτόνοι γενέσθαι. Καὶ πάντα δὲ τὰ κακὰ ἐκ τούτου ἴδοι τις ἂν γινόμενα.

Οὐδεὶς γὰρ ταχέως καὶ ἀθρόον ἐπὶ τὴν κακίαν ἐκπηδᾷ. Ἔχει γὰρ, ἔχει τινὰ αἰσχύνην ἐγκειμένην ἡμῖν ἡ ψυχὴ, καὶ τὴν πρὸς τὰ καλὰ αἰδῶ, καὶ ἀθρόον οὐκ ἂν τοσοῦτον ἀναισχυντήσειεν, ὡς ὑφ᾽ ἓν ἅπαντα ῥῖψαι, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρὸν ἀπόλλυται, ὅταν ἀμελῇ. Οὕτω καὶ εἰδωλολατρεία εἰσῆλθεν, τῶν ἀνθρώπων ὑπὲρ μέτρον τιμωμένων, καὶ τῶν ζώντων καὶ τῶν παρελθόντων οὕτω καὶ ξόανα προσεκυνήθη· οὕτω καὶ πορνεία ἐκράτησε, καὶ τὰ ἄλλα κακά. Σκόπει δέ. Ἐγέλασέ τις ἀκαίρως· ἐνεκάλεσεν ἕτερος· ἄλλος ἐξέλυσε τὸν φόβον εἰπὼν, Οὐδὲν παρὰ τοῦτο. Τί γάρ ἐστι τὸ γελᾷν; τί γὰρ παρὰ τοῦτο γένοιτ᾽ ἄν; Ἀπὸ τούτου εὐτραπελία ἐτέχθη, ἐντεῦθεν αἰσχρολογία, εἶτα πρᾶξις αἰσχρά. Πάλιν ἕτερος ἐγκαλούμενος ἐπὶ τῷ διαβάλλειν τὸν πλησίον καὶ λοιδορεῖσθαι καὶ κακηγορεῖν, κατεφρόνησεν εἰπών· Οὐδέν ἐστι τὸ κακῶς λέγειν. Ἀπὸ τούτου μῖσος ἔτεκεν ἄφατον, ἔχθραν ἄσπονδον, λοιδορίας ἀπείρους· ἀπὸ τῶν λοιδοριῶν πληγάς· ἀπὸ τῶν πληγῶν φόνον πολλάκις.

δʹ. Ἀπὸ μὲν οὖν τῶν μικρῶν οὕτω τὰ μεγάλα εἰσάγει ὁ πονηρὸς δαίμων ἐκεῖνος· ἀπὸ δὲ τῶν μεγάλων τὸ ἀπογινώσκειν, ἄλλην ταύτην μέθοδον οὐκ ἐλάττονα τῆς προτέρας εὑρών. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν, ὡς τὸ ἀπογινώσκειν ἀπόλλυσιν. Ὁ μὲν γὰρ πλημμελήσας, ἂν νήφῃ, ταχέως μετανοήσας διορθοῦται τὸ γεγενημένον· ὁ δὲ ἀπαγορεύσας καὶ μὴ μετανοῶν, διὰ τοῦτο ἐκπίπτει τῆς διορθώσεως ταύτης, οὐκ ἐπιτιθεὶς τὰ ἀπὸ τῆς μετανοίας φάρμακα. Ἔχει καὶ τρίτην ἐνέδραν χαλεπήν· οἶον ὅταν εὐλαβείας σχῆμα περιθῇ τῷ ἁμαρτήματι. Καὶ ποῦ τοσοῦτον ἴσχυσεν ὁ διάβολος, φησὶν, ὥστε μέχρι τούτων ἀπατῆσαι; Ἄκουε, καὶ φυλάττου αὐτοῦ τὰ νοήματα. Προσέταξεν ὁ Χριστὸς διὰ Παύλου γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, καὶ μὴ ἀποστερεῖν ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου· ἀλλά τινες ἔρωτι δῆθεν ἐγκρατείας ἀποστᾶσαι τῶν ἰδίων ἀνδρῶν, ὡς εὐλαβές τι ποιοῦσαι, ὤθησαν αὐτοὺς ἐπὶ μοιχείαν. Ἐννόησον οὖν ἡλίκον κακὸν, πόνον τοσοῦτον ὑπομενούσας, ὡς τὰ μέγιστα ἠδικηκυίας ἐγκαλεῖσθαι, καὶ τὴν ἐσχάτην τίνειν δίκην, καὶ εἰς βάραθρον ἀπωλείας τοὺς συνοικοῦντας ὠθεῖν. Ἕτεροι πάλιν νόμῳ νηστείας ἀπεχόμενοι σιτίων, κατὰ μικρὸν προῆλθον ἐπὶ τὸ βδελύττεσθαι ταῦτα· ὃ καὶ αὐτὸ μεγίστην φέρει τὴν κόλασιν. Τοῦτο δὲ γίνεται, ὅταν τινὲς τὰς οἰκείας προλήψεις παρὰ τὰ ταῖς Γραφαῖς δοκοῦντα κρατύνωσιν.

Ἐνόμισαν καὶ οἱ παρὰ Κορινθίοις τελειότητος εἶναι τὸ πάντων ἀδιαφόρως ἀπογεύεσθαι, καὶ τῶν κεκωλυμένων· ἀλλ᾽ ὅμως οὐκ ἦν τελειότητος τοῦτο, ἀλλὰ καὶ ἐσχάτης παρανομίας. Διὰ τοῦτο καὶ σφοδρῶς αὐτοῖς ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τῆς ἐσχάτης ἔλεγεν ὑπευθύνους εἶναι δίκης. Ἕτεροι πάλιν εὐλαβείας εἶναι νομίζουσι τὸ κομᾷν τὰς κεφαλάς. Καὶ τοῦτο δὲ τῶν κεκωλυμένων ἐστὶ, καὶ πολλὴν ἔχον τὴν αἰσχύνην.

Πάλιν ἕτεροι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἁμαρτήμασιν ἀμέτρως ὡς κερδαλέον διώκουσιν· ἀλλὰ καὶ αὐτὸ μεθοδείας διαβολικῆς, καὶ ἐδήλωσεν ὁ Ἰούδας· ἐντεῦθεν γοῦν καὶ ἀπήγξατο. Διὰ τοῦτο καὶ Παῦλος ὑπὲρ τοῦ πεπορνευκότος ἐδεδοίκει, μή τι τοιοῦτον πάθῃ, καὶ παρῄνει Κορινθίοις ταχέως αὐτὸν ἐξαρπάσαι, Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἶτα δεικνὺς ὅτι τὸ τοιοῦτον τῆς ἐνέδρας ἐστὶ τῆς ἐκείνου, φησί· Μήπως πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, ὅτι μετὰ δόλου πολλοῦ προσβάλλει, φησίν. Ἐπεὶ εἰ μετὰ παῤῥησίας καὶ φανερῶς ἐπολέμει, εὔκολος ἦν καὶ ῥᾳδία ἡ νίκη· μᾶλλον δὲ καὶ νῦν, ἐὰν νήφωμεν, εὔκολος ἔσται. Καὶ γὰρ πρὸς ἑκάστην τῶν ὁδῶν τούτων καθώπλισεν ἡμᾶς ὁ Θεός. Πείθων γὰρ μηδὲ τῶν μικρῶν τούτων καταφρονεῖν, ἄκουσον τί παραινεῖ λέγων· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν· καὶ, Ὁ ὀφθαλμοῖς ἀκολάστοις ἰδὼν, μοιχός ἐστιν ἀπηρτισμένος. Καὶ τοὺς γελῶντας ταλανίζει, καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰ σπέρματα ἀναιρεῖ τῶν κακῶν, καὶ περὶ ἀργοῦ ῥήματός φησι διδόναι λόγον. Διὰ τοῦτο καὶ ὁ Ἰὼβ καὶ τὰς ἐννοίας τῶν παίδων ἐθεράπευεν. Ὑπὲρ δὲ τοῦ μὴ ἀπογινώσκειν φησὶ, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;

καὶ πάλιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· καὶ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ ῥήματα καὶ παραδείγματα κεῖται ἐν τῇ Γραφῇ. Πρὸς δὲ τὸ σχήματι εὐλαβείας μὴ ἀπόλλυσθαι, ἄκουσον Παύλου λέγοντος· Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτ᾽ οὖν εἰδότες, πάσαις ἐπιτειχίζωμεν ταῖς ὁδοῖς ταῖς παρατρεπούσαις τοὺς ῥᾳθύμους τὴν ἀπὸ τῶν Γραφῶν σύνεσιν. Μηδὲ λέγε· Τί γάρ ἐστιν, ἐὰν ἴδω γυναῖκα καλὴν περιέργως; Ἂν γὰρ τὴν ἐν καρδίᾳ μοιχείαν ἐργάσῃ, ταχέως καὶ τὴν ἐν σαρκὶ τολμήσεις.

Μὴ εἴπῃς· Τί γάρ ἐστι, ἐὰν τὸν πένητα τοῦτον παραδράμω; Ἂν γὰρ τοῦτον παρέλθῃς, καὶ τὸν ἕτερον· ἂν ἐκεῖνον, καὶ τὸν ἄλλον. Μηδ᾽ αὖ πάλιν· Τί γὰρ, ἐὰν ἐπιθυμήσω τῶν τοῦ πλησίον; Τοῦτο γὰρ, τοῦτο ἐποίησε τὸν Ἀχαὰβ ἀπολέσθαι, καίτοι τιμὴν κατέβαλεν, ἀλλὰ παρὰ ἄκοντος ἔλαβεν. Οὐ γὰρ βιαζόμενον δεῖ ὠνεῖσθαι, ἀλλὰ πείθοντα. Εἰ δὲ ὁ τὴν προσήκουσαν τιμὴν καταβαλὼν, οὕτως ἐκολάζετο, ἐπειδὴ παρὰ ἄκοντος ἔλαβεν· ὁ μηδὲ τοῦτο ποιῶν, καὶ παρὰ ἄκοντος ἁρπάζων, καὶ ταῦτα ἐν τῇ χάριτι πολιτευόμενος, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ἵν᾽ οὖν μὴ κολαζώμεθα, βίας ἁπάσης καὶ ἁρπαγῆς ἑαυτοὺς καθαροὺς διατηροῦντες, καὶ μετὰ τῶν ἁμαρτημάτων καὶ τὰς ἀρχὰς αὐτῶν φυλαττόμενοι, μετὰ πολλῆς τῆς σπουδῆς ἐπιμελώμεθα ἀρετῆς· οὕτω γὰρ καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ.

Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. αʹ. Ὥσπερ ἔκ τινος συνθήματος ὁ διάβολος εἰς πάντας τότε ἐχόρευεν. Ἔστω γὰρ, Ἰουδαῖοι φθόνῳ καὶ βασκανίᾳ τηκόμενοι ἐπαροίνουν εἰς αὐτόν· οἱ στρατιῶται πόθεν καὶ ἐκ ποίας αἰτίας; Οὐκ εὔδηλον ὅτι ὁ διάβολος ἦν ὁ τότε βακχεύων εἰς πάντας; Καὶ γὰρ τέρψεις ἐποίουν τὰς εἰς αὐτὸν ὕβρεις, ὠμοὶ καὶ ἀνήμεροί τινες ὄντες. Δέον γὰρ συσταλῆναι, δέον δακρῦσαι, ὅπερ καὶ ὁ δῆμος ἔπασχε, τοῦτο μὲν οὐκ ἐποίουν, τοὐναντίον δὲ, ὕβριζον καὶ ἐνήλλοντο, ἴσως καὶ αὐτοὶ χαριζόμενοι τοῖς Ἰουδαίοις, ἢ καὶ κατ᾽ οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. Καὶ αἱ ὕβρεις διάφοροι καὶ ποικίλαι. Τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν καθύβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς. Τίς ἡμῖν ἔσται λόγος λοιπὸν ἐπὶ ὕβρεσι κινουμένοις, μετὰ τὸ τὸν Χριστὸν ταῦτα παθεῖν; Καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμενον ἦν.

Οὐδὲ γὰρ μέλος ἓν, ἀλλ᾽ ἅπαν τὸ σῶμα ὅλον διόλου ὑβρίζετο· ἡ κεφαλὴ διὰ τοῦ στεφάνου καὶ τοῦ καλάμου καὶ τοῦ κολαφίζεσθαι· τὸ πρόσωπον ἐμπτυόμενον· αἱ σιαγόνες ῥαπιζόμεναι· τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως· ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς. Τί τούτων γένοιτ᾽ ἂν χαλεπώτερον; τί ὑβριστικώτερον; Πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. Καθάπερ γὰρ δεδοικότες, μὴ δόξωσιν ἐλλιμπάνειν τι τοῦ τολμήματος, τοὺς μὲν προφήτας οἰκείαις ἀνελόντες χερσὶ, τοῦτον δὲ ψήφῳ δικαστοῦ, οὕτως ἅπαντα πράττουσι· καὶ αὐτόχειρες γίνονται, καὶ κατακρίνουσι, καὶ παρ᾽ ἑαυτοῖς καταδικάζουσι καὶ παρὰ τῷ Πιλάτῳ, λέγοντες, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἐνάλλονται καὶ ὑβρίζουσι δι᾽ ἑαυτῶν, δεσμοῦντες, ἀπάγοντες, καὶ τῶν ὕβρεων τῶν ὑπὸ τῶν στρατιωτῶν αἴτιοι καθίστανται· καὶ προσηλοῦσι, καὶ λοιδοροῦνται, καὶ ἐμπτύουσι, καὶ κωμῳδοῦσιν. Οὐδὲν γὰρ ἐνταῦθα ὁ Πιλάτος εἰσήνεγκεν, ἀλλὰ πάντα αὐτοὶ ἐποίουν, καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα γινόμενοι. Καὶ ταῦτα ἀναγινώσκεται παρ᾽ ἡμῖν, ὅταν πάντες συνέρχωνται.

Ἵνα γὰρ μὴ λέγωσιν Ἕλληνες, ὅτι Τὰ μὲν λαμπρὰ καὶ περιφανῆ, οἷον τὰ σημεῖα καὶ τὰ θαύματα, ἐπιδείκνυσθε τοῖς δήμοις καὶ τοῖς λαοῖς, τὰ δὲ ἐπονείδιστα ταῦτα ἀποκρύπτεσθε· ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις, ἐν πανδήμῳ ἑορτῇ, ὅταν ἄνδρες παμπληθεὶ καὶ γυναῖκες παρῶσι, καὶ πάντες ἁπλῶς κατὰ τὴν μεγάλην τοῦ πάσχα ἑσπέραν, τότε ταῦτα πάντα ἀναγινώσκεσθαι· ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, τότε λαμπρᾷ ταῦτα ἀνακηρύττεται τῇ φωνῇ. Καὶ τούτων ἀναγινωσκομένων, καὶ πᾶσι γνωριζομένων, ὁ Χριστὸς πιστεύεται εἶναι Θεός· καὶ μετὰ τῶν ἄλλων καὶ διὰ ταῦτα προσκυνεῖται, ὅτι τοσοῦτον ὑπὲρ ἡμῶν καταβῆναι κατηξίωσεν, ὡς καὶ ταῦτα παθεῖν, καὶ παιδεῦσαι πᾶσαν ἡμᾶς ἀρετήν. Ταῦτα τοίνυν διαπαντὸς ἀναγινώσκωμεν· καὶ γὰρ πολὺ τὸ κέρδος, μεγίστη ἐντεῦθεν ἡ ὠφέλεια. Ὅταν γὰρ ἴδῃς καὶ σχήμασι καὶ πράγμασιν αὐτὸν χλευαζόμενον, καὶ προσκυνούμενον μετὰ τοσαύτης κωμῳδίας, καὶ κονδυλιζόμενον, καὶ τὰ ἔσχατα πάσχοντα, κἂν αὐτόλιθος ᾖς, κηροῦ γενήσῃ παντὸς ἁπαλώτερος, καὶ πᾶσαν ἐκβαλεῖς ἀπὸ τῆς ψυχῆς φλεγμονήν. Ἄκουε τοίνυν καὶ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐνέπαιξαν, Ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, φησὶ, καὶ γυμνώσαντες ἔλαβον αὐτοῦ τὰ ἱμάτια, καὶ καθήμενοι ἐτήρουν αὐτὸν, πότε ἀποπνεύσει.

Καὶ διανέμονται αὐτοῦ τὰ ἱμάτια· ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπεῤῥιμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, καὶ ἐπ᾽ ἐρημίας ὑπαρχόντων ἁπάσης. Ἐμέριζον τὰ ἱμάτια, δι᾽ ὧν τηλικαῦτα γέγονε θαύματα. Ἀλλ᾽ οὐδὲν ἐνήργει τότε, τοῦ Χριστοῦ κατέχοντος τὴν ἀπόῤῥητον δύναμιν. Οὐ μικρὰ δὲ καὶ αὕτη προσθήκη παροινίας ἦν. Ὡς γὰρ εἰς ἄτιμον καὶ ἀπεῤῥιμμένον, ὅπερ ἔφην, καὶ τὸν πάντων εὐτελέστατον, οὕτω πάντα ἐτόλμων. Εἰς γοῦν τοὺς λῃστὰς οὐδὲν τοιοῦτον εἰργάσαντο, ἀλλ᾽ εἰς τὸν Χριστὸν ἅπαντα ἐτόλμων. Καὶ μέσον αὐτὸν ἐσταύρωσαν, ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ. Καὶ ἔδωκαν αὐτῷ ὄξος πιεῖν, καὶ τοῦτο ἐνυβρίζοντες· ὁ δὲ οὐκ ἠθέλησεν.

Ἕτερος δέ φησιν, ὅτι γευσάμενος εἶπε, Τετέλεσται. Τί δέ ἐστι, Τετέλεσται; Ἡ προφητεία πεπλήρωται ἡ περὶ αὐτοῦ. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Οὐδὲ ἐκεῖνος δὲ δείκνυσιν ὅτι ἔπιεν· οὐδὲν γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν, ἀλλ᾽ ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. Ἀλλ᾽ ὅμως οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς παροινίας, ἀλλὰ καὶ γυμνώσαντες, καὶ σταυρώσαντες, καὶ ὄξος προσενεγκόντες, περαιτέρω προβαίνουσι· καὶ ἐπὶ τοῦ σταυροῦ βλέποντες ἀνεσκολοπισμένον, ὀνειδίζουσι καὶ αὐτοὶ καὶ οἱ παραπορευόμενοι· ἃ πάντων χαλεπώτερα ἦν, τὸ καὶ ἐπὶ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου ταῦτα παθεῖν, καὶ ὡς ἀλαζόνα, καὶ εἰκῆ κομπάζοντα ἅπερ ἔλεγε. Διὰ ταῦτα αὐτὸν καὶ ἐσταύρωσαν δημοσίᾳ, ἵνα πάντων ὁρώντων ἐμπομπεύσωσι· διὰ τοῦτο καὶ χερσὶ ταῖς στρατιωτικαῖς, ἵνα καὶ ἐν δημοσίῳ δικαστηρίῳ τούτων τολμωμένων, τὰ τῆς παροινίας ἐπιτείνηται.

βʹ. Καίτοι τίνα οὐκ ἂν ἔκαμψεν ὁ ὄχλος ὁ ἀκολουθῶν αὐτῷ καὶ θρηνῶν; Ἀλλ᾽ οὐχὶ τοὺς θῆρας τούτους. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἐκείνους μὲν ἀποκρίσεως ἀξιοῖ, τούτους δὲ οὐκέτι. Μετὰ γὰρ τὸ πρᾶξαι ἅπερ ἤθελον, καὶ τὴν δόξαν αὐτοῦ σπουδάζουσι λυμήνασθαι, δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν. Διὰ τοῦτο δημοσίᾳ ταῦτα λέγουσι, καὶ λῃστὰς συνεσταύρωσαν, καὶ βουλόμενοι δεῖξαι ἀπατεῶνα, ἔλεγον· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν, (αὕτη δὲ ἦν τὸ γεγράφθαι, Ὁ βασιλεὺς τῶν Ἰουδαίων·) οὐδὲν ἴσχυσαν, ἀλλ᾽ ἐνεστήκει λέγων ἐκεῖνος, Ὃ γέγραφα, γέγραφα· αὐτοὶ λοιπὸν ἐπειρῶντο, δι᾽ ὧν ἐχλεύαζον, δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. Διὸ καὶ ἐκεῖνα ἔλεγον, καὶ ταῦτα· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβάλλειν· καὶ πάλιν Εἰ Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ θέλει αὐτὸν, σωσάτω αὐτόν. Ὦ μιαροὶ καὶ παμμίαροι! Τί δέ; οἱ προφῆται οὐκ ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι δίκαιοι, ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπασε τῶν κινδύνων ὁ Θεός; Ἀλλὰ μὴν ἦσαν, καὶ ταῦτα πάσχοντες. Τί οὖν ἴσον τῆς ἀνοίας ὑμῶν γένοιτ᾽ ἄν;

Εἰ γὰρ ἐκείνων οὐκ ἐλυμήνατο παρ᾽ ὑμῖν τὴν δόξαν ἡ τῶν κινδύνων ἐπαγωγὴ, ἀλλ᾽ ἦσαν προφῆται καὶ πάσχοντες ἅπερ ἔπασχον· πολλῷ μᾶλλον ἐπὶ τούτου οὐκ ἐχρῆν ὑμᾶς σκανδαλίζεσθαι, καὶ δι᾽ ὧν ἐποίησε καὶ δι᾽ ὧν εἶπεν, ἀεὶ ταύτην ὑμῶν προδιορθωσαμένου τὴν ὑπόνοιαν. Ἀλλ᾽ ὅμως καὶ τούτων λεγομένων καὶ γενομένων οὐδὲν ἴσχυσαν, οὐδὲ παρ᾽ αὐτὸν τὸν καιρόν. Ὁ γοῦν ἐν ἐσχάτῃ πονηρίᾳ κατασαπεὶς, καὶ ἐν φόνοις καὶ τοιχωρυχίαις τὸν ἅπαντα καταναλώσας βίον, ὅτε ταῦτα ἐλέγετο, τότε αὐτὸν ὡμολόγησε, καὶ βασιλείας ἐμνημόνευσε· καὶ ὁ δῆμος αὐτὸν ὠλοφύρετο. Καίτοιγε ἐδόκει τἀναντία μαρτυρεῖν τὰ γινόμενα παρὰ τοῖς οὐκ εἰδόσι τοῦ μυστηρίου τὴν οἰκονομίαν, ὅτι ἀσθενὴς καὶ οὐδὲν δυνάμενος· ἀλλ᾽ ὅμως ἡ ἀλήθεια καὶ διὰ τῶν ἐναντίων ἴσχυσε. Ταῦτ᾽ οὖν ἀκούοντες, ὁπλίζωμεν ἑαυτοὺς κατὰ παντὸς θυμοῦ, κατὰ πάσης ὀργῆς. Κἂν φλεγμαίνουσαν ἴδῃς τὴν καρδίαν σου, σφράγισον τὸ στῆθος, τὸν σταυρὸν ἐπιθείς· ἀνάμνησόν τι τῶν τότε συμβάντων, καὶ ὥσπερ κονιορτὸν ἐκβαλεῖς πάντα θυμὸν τῶν γεγενημένων τῇ μνήμῃ.

Ἐννόησον τὰ ῥήματα, τὰ πράγματα· ἐννόησον ὅτι ἐκεῖνος Δεσπότης, σὺ δὲ δοῦλος· ἐκεῖνος διὰ σὲ, σὺ δὲ διὰ σαυτόν· ἐκεῖνος ὑπὲρ τῶν εὐεργετηθέντων καὶ σταυρωσάντων, σὺ δὲ ὑπὲρ σαυτοῦ· ἐκεῖνος ὑπὲρ τῶν ὑβρικότων, σὺ δὲ πολλάκις ὑπ᾽ αὐτῶν τῶν ἀδικηθέντων· ἐκεῖνος τῆς πόλεως ὁρώσης ἁπάσης, μᾶλλον δὲ τοῦ δήμου παντὸς τῶν Ἰουδαίων, καὶ τῶν ξένων καὶ τῶν ἐπιχωρίων, ἐφ᾽ ὧν τὰ φιλάνθρωπα ἐφθέγξατο ῥήματα, σὺ δὲ ὀλίγων παρόντων· καὶ τὸ μεῖζον εἰς ὕβριν, τὸ καὶ τοὺς μαθητὰς αὐτὸν ἐγκαταλιπεῖν. Οἱ μὲν γὰρ ἔμπροσθεν θεραπεύοντες ἀπεπήδησαν· οἱ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεσκολοπισμένον ἐν μέσῳ λαβόντες ὕβριζον. ἐλοιδόρουν, ἐκωμῴδουν, ἐγέλων, ἐχλεύαζον· Ἰουδαῖοι, στρατιῶται κάτωθεν· ἄνωθεν, ἑκατέρωθεν λῃσταί· καὶ γὰρ οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον ἀμφότεροι.

Πῶς οὖν ὁ Λουκᾶς φησιν, ὅτι ὁ εἷς ἐπετίμα; Ἀμφότερα γέγονε· πρότερον μὲν γὰρ ἀμφότεροι ὠνείδιζον, ὕστερον δὲ οὐκέτι. Ἵνα γὰρ μὴ νομίσῃς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι, μηδὲ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσί σοι, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς ἦν καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη.

Ταῦτ᾽ οὖν ἅπαντα λογιζόμενος φιλοσόφει. Τί γὰρ πάσχεις τοιοῦτον, οἷον ἔπαθεν ὁ Δεσπότης σου; Δημοσίᾳ ὑβρίσθης; Ἀλλ᾽ οὐ τοιαῦτα. Χλευάζῃ; Ἀλλ᾽ οὐ πᾶν τὸ σῶμα, οὐδὲ οὕτω μαστιζόμενος καὶ γυμνούμενος. Εἰ δὲ καὶ ἐκολαφίσθης, ἀλλ᾽ οὐχ οὕτως.

γʹ. Προστίθει δέ μοι, καὶ ὑπὸ τίνων, καὶ διατί, καὶ πότε, καὶ τίς· καὶ τὸ δὴ χαλεπώτατον, ὅτι τούτων γινομένων οὐδεὶς ἐνεκάλει, οὐδεὶς ἐμέμφετο τὰ γινόμενα· ἀλλὰ τοὐναντίον, καὶ ἐπῄνουν ἅπαντες, καὶ συνεχλεύαζον, καὶ συνέσκωπτον, καὶ ὡς ἀλαζόνα καὶ ἀπατεῶνα καὶ πλάνον, καὶ οὐκ ἔχοντα δεῖξαι ἐπὶ τῶν ἔργων ἅπερ εἶπεν, οὕτως αὐτὸν ἐλοιδόρουν. Ὁ δὲ σιγᾷ πρὸς πάντα, φάρμακα μέγιστα κατασκευάζων ἡμῖν μακροθυμίας.

Ἀλλ᾽ ἡμεῖς ταῦτα ἀκούοντες, οὐδὲ πρὸς οἰκέτας καρτεροῦμεν, ἀλλὰ τῶν ἀγρίων ὄνων μείζονα πηδῶμεν καὶ λακτίζομεν· ὑπὲρ μὲν τῶν εἰς ἡμᾶς ὠμοὶ καὶ ἀπάνθρωποι ὄντες, ὑπὲρ δὲ τῶν εἰς Θεὸν οὐ πολὺν ποιούμενοι λόγον. Καὶ περὶ φίλους δὲ ὁμοίως διακείμεθα· κἂν λυπήσῃ τις, οὐ φέρομεν· κἂν ὑβρίσῃ, θηρίων ἀγριαίνομεν μᾶλλον, οἱ καθ᾽ ἑκάστην ταῦτα ἀναγινώσκοντες τὴν ἡμέραν. Ὁ μαθητὴς προέδωκεν· οἱ λοιποὶ καταλιπόντες αὐτὸν ἔφυγον· οἱ εὐεργετηθέντες ἐνέπτυσαν· ὁ δοῦλος τοῦ ἀρχιερέως ἐῤῥάπισεν· οἱ στρατιῶται ἐκολάφιζον· οἱ παριόντες ἔσκωπτον καὶ ἐλοιδόρουν· οἱ λῃσταὶ κατηγόρουν· καὶ πρὸς οὐδένα ἐξέβαλε ῥῆμα, ἀλλὰ τῇ σιγῇ ἅπαντας ἐνίκα, σὲ παιδεύων διὰ τῶν ἔργων, ὅτι ὅσῳ ἂν ἐνέγκῃς πράως, τοσούτῳ μᾶλλον τῶν κακῶς ποιούντων κρατήσεις, καὶ παρὰ πᾶσιν ἔσῃ θαυμαστός. Τίς γὰρ οὐ θαυμάσεται τὸν ἐπιεικῶς φέροντα τὰς παρὰ τῶν ἐπηρεαζόντων ὕβρεις; Ὥσπερ γὰρ κἂν δικαίως πάσχῃ τις, τὸ κακὸν ἐνεγκὼν πράως, νομίζεται παρὰ τοῖς πολλοῖς ἀδίκως πάσχειν· οὕτω κἂν ἀδίκως πάσχῃ, θρασύνηται δὲ, τοῦ δικαίως πάσχειν ὑπόνοιαν λήψεται, καὶ καταγέλαστος ἔσται, ὡς αἰχμάλωτος συρόμενος ὑπὸ τῆς ὀργῆς, καὶ τὴν εὐγένειαν ἀπολλὺς τὴν ἑαυτοῦ. Τὸν γὰρ τοιοῦτον οὐδὲ ἐλεύθερον δεῖ προσειπεῖν, κἂν μυρίων δεσπόζῃ δούλων. Ἀλλὰ σφοδρῶς σε παρώξυνεν ὁ δεῖνα; Καὶ τί τοῦτο;

Τότε γὰρ δεῖ τὴν φιλοσοφίαν ἐνδείκνυσθαι· ὡς ὅταν μηδεὶς ὁ παρακνίζων ᾖ, καὶ τὰ θηρία ὀψόμεθα ἥμερα· οὔτε γὰρ ἐκεῖνα ἀεὶ ἀγριοῦται, ἀλλ᾽ ὅταν αὐτά τις διεγείρῃ.

Καὶ ἡμεῖς τοίνυν, ἐὰν τότε μόνον ἡσυχάζωμεν, ὅταν μηδεὶς ὁ παροξύνων ᾖ, τί τὸ πλέον; Ἐκεῖνα μὲν γὰρ καὶ δικαίως ἀγανακτεῖ πολλάκις, καὶ πολλὴν ἔχει τὴν ἀπολογίαν· καὶ γὰρ κινούμενα καὶ νυττόμενα διεγείρεται· χωρὶς δὲ τούτων, καὶ λογισμῶν ἐστιν ἐστερημένα, καὶ ἐν τῇ φύσει τὸ θηριοῦσθαι ἔχει. Σὺ δὲ πόθεν, εἰπέ μοι, θηριούμενος καὶ ἀγριαίνων δυνήσῃ συγγνώμης τυχεῖν; Τί πέπονθας δεινόν; ἡρπάγης; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο δεῖ ἐνεγκεῖν, ὥστε μειζόνως κερδᾶναι. Ἀλλὰ δόξης ἀπεστερήθης; Καὶ τί τοῦτο; Οὐδὲν γὰρ ἠλάττωται ταύτῃ τὰ κατὰ σὲ, ἐὰν φιλοσοφῇς. Εἰ δὲ οὐδὲν πάσχεις δεινὸν, πόθεν ὀργίζῃ τῷ μηδέν σε διαθέντι κακὸν, ἀλλὰ καὶ ὠφεληκότι; Οἱ μὲν γὰρ τιμῶντες, τοὺς μὴ νήφοντας καὶ χαυνοτέρους ποιοῦσιν· οἱ δὲ ὑβρίζοντες καὶ καταφρονοῦντες, τοὺς ἑαυτοῖς προσέχοντας καρτερικωτέρους ἐργάζονται. Οἱ γὰρ δὴ ῥᾴθυμοι τιμώμενοι μᾶλλον ἀδικοῦνται, ἢ ὑβριζόμενοι. Καὶ οὗτοι μὲν, ἐὰν νήφωμεν, αἴτιοι γίνονται φιλοσοφίας ἡμῖν· ἐκεῖνοι δὲ τὸν τῦφον ἡμῶν ἐπαίρουσιν, ἀλαζονείας, κενοδοξίας, βλακείας πληροῦσι, μαλακωτέραν ἡμῶν ἐργάζονται τὴν ψυχήν. Καὶ μαρτυροῦσιν οἱ πατέρες οἱ τοὺς ἑαυτῶν υἱοὺς οὐ τοσαῦτα κολακεύοντες ὅσα ὑβρίζουσι, δεδοικότες μή τινα ἐντεῦθεν δέξωνται βλάβην· καὶ οἱ διδάσκαλοι τούτῳ πρὸς αὐτοὺς κέχρηνται τῷ φαρμάκῳ.

Ὥστε εἰ χρὴ ἀποστρέφεσθαι, κολακεύοντας μᾶλλον ἢ ὑβρίζοντας χρή· μείζονα γὰρ φέρει λύμην τῆς ὕβρεως τουτὶ τὸ δέλεαρ τοῖς μὴ προσέχουσι, καὶ δυσκολώτερον τούτου κατασχεῖν, ἢ ἐκείνου τοῦ πάθους. Καὶ ὁ μισθὸς δὲ πολλῷ πλείων ἐντεῦθεν, καὶ τὸ θαῦμα πλέον. Καὶ γὰρ θαυμαστότερον ἰδεῖν ἄνθρωπον ὑβριζόμενον καὶ μὴ κινούμενον, ἢ τυπτόμενον καὶ πληττόμενον καὶ μὴ καταπίπτοντα.

Καὶ πῶς δυνατὸν μὴ κινηθῆναι; φησίν. Ὕβρισέ τις; Τὸ σημεῖον ἐπίθες τῷ στήθει· ἀναμνήσθητι πάντων τῶν τότε γενομένων, καὶ πάντα σβέννυται. Μὴ ἐννοήσῃς τὰς ὕβρεις μόνον, ἀλλ᾽ εἰ καί τί σοι χρηστὸν γέγονέ ποτε παρὰ τοῦ ὑβρικότος, καὶ εὐθέως γενήσῃ πρᾶος. Μᾶλλον δὲ ἐννόησον πρὸ πάντων τὸν τοῦ Θεοῦ φόβον, καὶ ταχέως ἔσῃ μέτριος καὶ ἐπιεικής.

δʹ. Μετὰ τούτων καὶ ἀπὸ τῶν οἰκετῶν τῶν σῶν λάμβανε τὴν ὑπὲρ τούτων νουθεσίαν. Καὶ ὅταν ἴδῃς σαυτὸν μὲν ὑβρίζοντα, ἐκεῖνον δὲ σιγῶντα, ἐννόησον ὅτι δυνατὸν φιλοσοφεῖν, καὶ κατάγνωθι σαυτοῦ τραχυνομένου, καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν ὕβρεων παιδεύθητι μὴ ὑβρίζειν, καὶ οὕτως οὐδὲ ὑβριζόμενος ἀλγήσεις.

Ἐννόησον ὅτι ἐξέστηκεν ὁ ὑβρίζων καὶ μαίνεται, καὶ οὐκ ἀγανακτήσεις ὑβριζόμενος· ἐπεὶ καὶ οἱ δαιμονῶντες τύπτουσιν ἡμᾶς, καὶ οὐ μόνον οὐ κινούμεθα, ἀλλὰ καὶ ἐλεοῦμεν αὐτούς. Τοῦτο καὶ σὺ ποίησον· ἐλέησον τὸν ὑβρίζοντα· δεινῷ γὰρ κατέχεται θηρίῳ, τῷ θυμῷ· χαλεπῷ δαίμονι, τῇ ὀργῇ. Λῦσον αὐτὸν ἐνεργούμενον ὑπὸ δαίμονος χαλεποῦ, καὶ ἐν βραχεῖ διαφθειρόμενον.

Τοιοῦτον γὰρ τοῦτο τὸ νόσημα, ὡς μηδὲ χρόνου δεῖσθαι εἰς ἀπώλειαν τοῦ ἁλόντος. Διὸ καί τις ἔλεγεν· Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· τούτῳ αὐτοῦ μάλιστα δεικνὺς τὸ τυραννικὸν, ὅτι ἐν βραχεῖ καιρῷ μεγάλα ἐργάζεται κακὰ, καὶ οὐ δεῖται πολλῆς τῆς διατριβῆς· ὡς εἴγε πρὸς τῇ ἰσχύϊ καὶ μόνιμον εἴη, καὶ δυσκαταγώνιστον ἔσται. Ἠβουλόμην δεῖξαι, τίς μὲν ὁ ὑβρίζων, τίς δὲ ὁ φιλοσοφῶν, καὶ γυμνὴν εἰς μέσον ἀγαγεῖν τὴν ἑκατέρου ψυχήν. Εἶδες γὰρ ἂν τὴν μὲν ἐοικυῖαν πελάγει κλυδωνιζομένῳ, τὴν δὲ λιμένι ταραχῆς ἀπηλλαγμένῳ. Οὔτε γὰρ ταράττεται ὑπὸ τῶν πονηρῶν τούτων πνευμάτων, καὶ αὐτὰ καταλύει ῥᾳδίως. Καὶ γὰρ οἱ ὑβρίζοντες πάντα ποιοῦσιν ὥστε δακεῖν· ὅταν οὖν ταύτης ἐκπέσωσι τῆς ἐλπίδος, καὶ αὐτοὶ λοιπὸν καταλύουσι, καὶ διορθωθέντες ἀπέρχονται. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀργιζόμενον μὴ σφόδρα καταγινώσκειν ἑαυτοῦ· ὥσπερ οὖν οὐκ ἔστι μὴ ὀργιζόμενον καταγινώσκειν ἑαυτοῦ.

Κἂν γὰρ ἐπεξιέναι δέῃ, ἔξεστι χωρὶς ὀργῆς τοῦτο ποιῆσαι, καὶ εὐκολώτερον καὶ συνετώτερον, ἢ μετ᾽ ὀργῆς, καὶ μηδὲν παθεῖν ἀηδές. Ἂν γὰρ ἐθέλωμεν, παρ᾽ ἡμῶν αὐτῶν τὰ ἀγαθὰ ἔσται, καὶ αὐτάρκεις ἐσόμεθα μετὰ τῆς τοῦ Θεοῦ χάριτος πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν καὶ τιμήν.

Τί γὰρ ζητεῖς τὴν παρ᾽ ἑτέρου δόξαν; Σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάσῃς, κἂν ἅπαντές σε τιμῶσιν, οὐ τιμηθήσῃ. Ὥσπερ γὰρ ἐὰν μὴ ἑαυτοὺς κακῶς διαθῶμεν, οὐδεὶς ἡμᾶς ἕτερος διαθήσει· οὕτως ἐὰν μὴ ἑαυτοὺς ὑβρίσωμεν, οὐδεὶς ἡμᾶς ἕτερος καταισχυνεῖ. Ἔστω γάρ τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πάντες αὐτὸν μοιχὸν καλείτωσαν, κλέπτην, τυμβωρύχον, ἀνδροφόνον, λῃστήν· ἐκεῖνος δὲ μήτε παροξυνέσθω, μήτε ἀγανακτείτω, μήτε συνειδέτω τι τούτων ἑαυτῷ· ποίαν ἐντεῦθεν ὕβριν ὑπομενεῖ;

Οὐδεμίαν. Τί οὖν, ἂν πολλοὶ τοιαύτην περὶ αὐτοῦ δόξαν ἔχωσι; φησίν. Οὐδὲ οὕτως ὑβρίσθη, ἀλλ᾽ ἐκεῖνοι ἑαυτοὺς κατῄσχυναν τὸν οὐ τοιοῦτον τοιοῦτον νομίζοντες. Εἰπὲ γάρ μοι, εἴ τις τὸν ἥλιον σκοτεινὸν εἶναι νομίζοι, ἆρα τὸ ἄστρον διέβαλεν, ἢ ἑαυτόν; Ἑαυτὸν δηλονότι, πηροῦ δόξαν ἢ μαινομένου ἑαυτῷ περιθείς.

Οὕτω καὶ οἱ τοὺς πονηροὺς ἀγαθοὺς νομίζοντες, καὶ οἱ τοὐναντίον, ἑαυτοὺς καταισχύνουσι. Διὸ χρὴ πλείονα ποιεῖσθαι σπουδὴν, ὥστε τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρειν, καὶ μηδεμίαν καθ᾽ ἡμῶν αὐτῶν παρέχειν λαβὴν, μηδὲ ὑποψίαν πονηράν· εἰ δὲ ἕτεροι βούλοιντο μαίνεσθαι, καὶ οὕτω διακειμένων ἡμῶν, μὴ σφόδρα φροντίζειν, μηδὲ ἀλγεῖν. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν, ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος, οἷός ἐστιν· ὁ δὲ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην ἐδέξατο λύμην· ὥσπερ οὖν καὶ ὁ πονηρὸς, ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρίμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν.

Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα αὐτοῦ· ὅταν δὲ λανθάνῃ, εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον μὴ κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε διαβλέψαι δυνήσονται οἱ τῇ κακίᾳ συζῶντες; Οὐκ ἀκούεις, ὅτι καὶ Παῦλος τοῦτο ἐγκαλεῖ, ὅτι τὸν πεπορνευκότα οὐ μόνον οὐκ ἠφίεσαν ἐπιγνῶναι τὸ οἰκεῖον ἁμάρτημα Κορίνθιοι, κροτοῦντες, τιμῶντες αὐτὸν, ἀλλὰ καὶ ἐπέτριβον εἰς κακίαν ἐντεῦθεν; Διὸ παρακαλῶ, τὰς τῶν πολλῶν ὑπονοίας ἀφέντες, καὶ τὰς ὕβρεις καὶ τὰς τιμὰς, ἓν σπουδάζωμεν μόνον, τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρὸν, μηδὲ ἑαυτοὺς καθυβρίζειν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολλῆς ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.

αʹ. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον, καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν.

Καὶ πάλιν ἕτερος δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγεγενῆσθαί μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, τὰ Ἰουδαϊκὰ ἐπαύσατο, τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος· καὶ γῆ καὶ θάλαττα, καὶ ἡ οἰκουμένη καὶ ἡ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι.

Ταῦτά τε οὖν φησι, καὶ τὰ παρ᾽ αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ συμβάντα. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γίνεσθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ᾽ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν, ὅπερ ἐζήτουν· καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ᾽ ἢ ἐν Αἰγύπτῳ μόνον, ὅτε τὸ πάσχα τελεῖσθαι ἔμελλε. Καὶ γὰρ ἐκεῖνα τούτων τύπος ἦν. Καὶ σκόπει πότε γίνεται. Ἐν μέσῃ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν· ὅτε πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι. Μετὰ γὰρ πάντα τὰ τῆς παροινίας, καὶ τῆς παρανόμου κωμῳδίας, τοῦτο γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, ὅτε ἀνεπαύσαντο γελῶντες, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο ἅπερ ἠθέλησαν· τότε δείκνυσι τὸ σκότος, ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες κερδάνωσιν ἀπὸ τοῦ θαύματος. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ τοῦτο θαυμαστότερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. Εἴτε γὰρ αὐτὸν αὐτὰ ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν ἐπὶ τοῖς τολμωμένοις τὸ σκότος ἐκεῖνο.

Ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ᾽ ὀργή τε καὶ ἀγανάκτησις, οὐκ ἐντεῦθεν μόνον δῆλον ἦν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ· τρεῖς γὰρ ὥρας παρέμεινεν· ἡ δὲ ἔκλειψις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη. Καὶ πῶς οὐκ ἐθαύμασαν, φησὶν, ἅπαντες, οὐδὲ ἐνόμισαν εἶναι Θεόν; Ὅτι τὸ τῶν ἀνθρώπων γένος τότε ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ κακίᾳ κατείχετο. Καὶ τὸ θαῦμα τοῦτο ἓν ἦν, καὶ γενόμενον εὐθέως παρῆλθε· καὶ οὐδενὶ τὴν αἰτίαν ἐπιζητῆσαι ἐμέλησε καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόληψις καὶ ἡ συνήθεια. Καὶ οὐδὲ ᾔδεσαν τίς ἡ αἰτία τοῦ γινομένου· καὶ ἐνόμιζον ἴσως κατ᾽ ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσικὴν γεγενῆσθαι τοῦτο. Καὶ τί θαυμάζεις περὶ τῶν ἕξω τῶν οὐδὲν εἰδότων, οὐδὲ ἐπιζητησάντων διὰ ῥᾳθυμίαν πολλὴν, ὅπου γε οἱ ἐν αὐτῇ τῇ Ἰουδαία ὄντες, μετὰ τοσαῦτα θαύματα, ἔτι ἐπέμενον ἐνυβρίζοντες, καίτοι σαφῶς αὐτοῖς ἐδείκνυ, ὅτι αὐτὸς τοῦτο εἰργάσατο;

Διὰ γὰρ τοῦτο καὶ μετὰ τοῦτο φθέγγεται, ἵνα μάθωσιν ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένωνται κἀντεῦθεν ἐπιεικέστεροι· καὶ λέγει· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανὶ, ἵνα μέχρις ἐσχάτης ἀναπνοῆς ἴδωσιν ὅτι τιμᾷ τὸν Πατέρα, καὶ οὐκ ἔστιν ἀντίθεος.

Διὸ καὶ προφητικὴν ἀφῆκέ τινα φωνὴν, μέχρις ἐσχάτης ὥρας μαρτυρῶν τῇ Παλαιᾷ· καὶ οὐχ ἁπλῶς προφητικὴν, ἀλλὰ καὶ Ἑβραϊκὴν φωνὴν, ὥστε αὐτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν γεγεννηκότα.

Ἀλλ᾽ ὅρα καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. Ἐνόμισαν Ἠλίαν εἶναι, φησὶ, τὸν καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Ἕτερος δὲ προσελθὼν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε. Τί γένοιτ᾽ ἂν τούτων παρανομώτερον, τί δὲ θηριωδέστερον, οἳ μέχρι τοσούτου τὴν ἑαυτῶν μανίαν ἐξέτειναν, καὶ εἰς νεκρὸν σῶμα λοιπὸν ὑβρίζοντες;

Σὺ δέ μοι σκόπει πῶς ταῖς παρανομίαις αὐτῶν εἰς ἡμετέραν κέχρηται σωτηρίαν. Μετὰ γὰρ τὴν πληγὴν αἱ πληγαὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν ἀνέβλυσαν. Ὁ δὲ Ἰησοῦς, κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Διὰ τοῦτο γὰρ φωνῇ ἔκραξεν, ἵνα δειχθῇ ὅτι κατ᾽ ἐξουσίαν τὸ πρᾶγμα γίνεται. Ὁ γοῦν Μάρκος φησὶν, ὅτι ἐθαύμασεν ὁ Πιλάτος, εἰ ἤδη ἐτεθνήκει· καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ᾽ ἐξουσίας ἀπέθανεν. Αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον.

Ἐποίησε δὲ τοῦτο οὐκ ἐνυβρίζων εἰς τὸν ναόν· (πῶς γὰρ, ὁ λέγων, Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου;) ἀλλ᾽ ἀναξίους αὐτοὺς ἀποφαίνων καὶ τῆς ἐκεῖ διατριβῆς, ὥσπερ οὖν καὶ ὅτε παρέδωκεν αὐτὸν τοῖς Βαβυλωνίοις. Οὐ διὰ τοῦτο δὲ μόνον ταῦτα ἐγίνετο, ἀλλὰ καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν τὸ συμβαῖνον, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως, καὶ τῆς ἰσχύος αὐτοῦ.

βʹ. Μετὰ δὲ τούτων καὶ ἐκ τῶν μετὰ ταῦτα ἑαυτὸν ἐδείκνυ, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως [ἐκ τῆς τοῦ φωτὸς ἀμαυρώσεως, ἐκ τῆς τῶν στοιχείων ἀλλοιώσεως]. Ἐπὶ μὲν γὰρ Ἑλισσαίου νεκρὸς εἷς ἁψάμενος νεκροῦ ἀνέστη· νυνὶ δὲ φωνὴ αὐτοὺς ἤγειρε, τοῦ σώματος ἄνω κειμένου ἐπὶ τοῦ σταυροῦ. Ἄλλως δὲ καὶ ἐκεῖνα τούτου τύπος ἦν. Ἵνα γὰρ τοῦτο πιστευθῇ, διὰ τοῦτο κἀκεῖνο γίνεται. Καὶ οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ ἡ γῆ σείεται, ἵνα μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σκοτίσας. πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο. Ἀλλ᾽ οὐκ ἠθέλησεν, ἀλλ᾽ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο.

Ἀλλ᾽ οὐ καθυφῆκαν τῆς μανίας. Τοιοῦτον γὰρ ὁ φθόνος, τοιοῦτον ἡ βασκανία· οὐχ ἵσταται ῥᾳδίως. Τότε μὲν οὖν καὶ πρὸς αὐτὰ τὰ φαινόμενα ἠναισχύντουν· μετὰ δὲ ταῦτα ὅτε σφραγῖδος ἐπικειμένης καὶ στρατιωτῶν τηρούντων ἀνέστη, καὶ παρ᾽ αὐτῶν ταῦτα ἤκουσαν τῶν φυλάκων, καὶ ἀργύριον ἔδοσαν, ὥστε καὶ ἑτέρους διαφθεῖραι, καὶ κλέψαι τῆς ἀναστάσεως τὸν λόγον. Μὴ τοίνυν θαύμαζε, εἰ καὶ τότε ἠγνωμόνουν, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πάντα ἀναισχυντεῖν· ἀλλ᾽ ἐκεῖνο σκόπει, ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται.

Καὶ οἱ μὲν ἔλεγον, Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω ἀπὸ τοῦ σταυροῦ· αὐτὸς δὲ δείκνυσιν, ὅτι τῆς οἰκουμένης ἁπάσης. Καὶ ἐκεῖνοι μὲν ἔλεγον, Ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· αὐτὸς δὲ δείκνυσιν, ὅτι εἰς τέλος ἐρημωθήσεται. Πάλιν οὗτοι μὲν ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· αὐτὸς δὲ ἐν τῷ σταυρῷ μένων, ἐν τοῖς τῶν δούλων σώμασι τοῦτο ἐκ περιουσίας ἐδείκνυ πολλῆς. Εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πάντας ἀθρόως τοὺς πάλαι κοιμηθέντας φανῆναι ζῶντας· ὃ τῆς ἐσομένης ἀναστάσεως σημεῖον ἦν· Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, φησὶ, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ πολλοῖς ἐνεφανίσθησαν.

Ἵνα γὰρ μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, καὶ πολλοῖς φαίνονται ἐν τῇ πόλει. Καὶ ὁ κεντυρίων δὲ τότε ἐδόξαζε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ οἱ ὄχλοι δὲ, οἱ παραγενόμενοι εἰς τὴν θεωρίαν, τύπτοντες αὐτῶν τὰ στήθη ὑπέστρεφον. Τοσαύτη τοῦ ἐσταυρωμένου ἡ δύναμις, ὡς μετὰ χλευασίας τοσαύτας καὶ κωμῳδίας καὶ σκώμματα, καὶ τὸν κεντυρίωνα κατανυγῆναι, καὶ τὸν δῆμον. Τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριον ἔστι τοῦ κεντυρίωνος τούτου, ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει· Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν διακονοῦσαι αὐτῷ, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Ταῦτα θεωροῦσιν αἱ γυναῖκες γινόμενα, αἱ μάλιστα συμπαθέστεραι, αἱ μάλιστα θρηνοῦσαι. Καὶ σκόπει πόση αὐτῶν ἡ προσεδρεία. Ἠκολούθουν αὐτῷ διακονούμεναι, καὶ μέχρι τῶν κινδύνων παρῆσαν. Διὸ καὶ πάντα ἐθεώρουν, πῶς ἐβόησε, πῶς ἐξέπνευσε, πῶς αἱ πέτραι ἐσχίσθησαν, τὰ ἄλλα πάντα Καὶ αὗται πρῶται ὁρῶσι τὸν Ἰησοῦν, καὶ τὸ μάλιστα γένος κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· τοῦτο μάλιστα ἐπιδείκνυται τὴν ἀνδρείαν. Καὶ οἱ μὲν μαθηταὶ ἔφυγον, αὗται δὲ παρῆσαν. Τίνες δὲ ἦσαν; Ἡ μήτηρ αὐτοῦ· ταύτην γὰρ λέγει τὴν Ἰακώβου· καὶ αἱ λοιπαί. Ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ ἐκόπτοντο πολλοὶ ἐπὶ τοῖς γινομένοις, καὶ τὸ στῆθος ἔτυπτον· ὃ μάλιστα δείκνυσι τῶν Ἰουδαίων τὴν ὠμότητα, ὅτι ἐφ᾽ οἷς ἐθρήνουν ἕτεροι, ἐπὶ τούτοις ἐκόμπαζον οὗτοι, καὶ οὔτε ἐλέῳ ἐκάμφθησαν, οὔτε φόβῳ κατεστάλησαν. Καὶ γὰρ ὀργῆς τὰ γινόμενα ἦν μεγάλης· καὶ οὐχ ἁπλῶς σημεῖα, ἀλλὰ θυμοῦ σημεῖα ἅπαντα· τὸ σκότος, αἱ τεμνόμεναι πέτραι, τὸ καταπέτασμα ῥηγνύμενον μέσον, ὁ τῆς γῆς κλόνος· καὶ πολλὴ τῆς ἀγανακτήσεως ἦν ἡ ὑπερβολή. Προσελθὼν δὲ ὁ Ἰωσὴφ ᾔτει τὸ σῶμα. Οὗτος ἦν Ἰωσὴφ ὁ κρυπτόμενος πρώην· νῦν μέντοι μέγα ἐτόλμησε μετὰ τὸν θάνατον τοῦ Χριστοῦ. Οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι.

Εἰς γὰρ θάνατον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. Οὐ τῷ λαβεῖν δὲ μόνον, οὐδὲ τῷ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τῷ ἐν τῷ μνημείῳ τῷ ἑαυτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρείαν. Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονομεῖτο, ἀλλ᾽ ὥστε μὴ ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ᾽ ἑτέρου ἀνέστη. Ἦν δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. Τίνος ἕνεκεν αὗται προσεδρεύουσιν;

Οὐδὲν οὐδέπω μέγα, ὡς χρὴ, καὶ ὑψηλὸν ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μύρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν, ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περιχυθῆναι. γʹ. Εἶδες γυναικῶν ἀνδρείαν; εἶδες φιλοστοργίαν, εἶδες μεγαλοψυχίαν τὴν ἐν τοῖς χρήμασι, τὴν μέχρι θανάτου; Μιμησώμεθα τὰς γυναῖκας οἱ ἄνδρες· μὴ καταλείψωμεν ἐν πειρασμοῖς τὸν Ἰησοῦν.

Ἐκεῖναι μὲν γὰρ καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνάλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ) οὐδὲ πεινῶντα τρέφομεν, οὐδὲ γυμνὸν περιβάλλομεν, ἀλλ᾽ ὁρῶντες αὐτὸν προσαιτοῦντα παρατρέχομεν. Καίτοιγε εἰ αὐτὸν ἐκεῖνον εἴδετε, τὰ ὑπάρχοντα ἂν ἕκαστος ἐκένωσεν. Ἀλλὰ καὶ νῦν ὁ αὐτός ἐστιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι. Τίνος οὖν ἕνεκεν οὐ πάντα κενοῖς; Καὶ γὰρ καὶ νῦν ἀκούεις λέγοντος, ὅτι Ἐμοὶ ποιεῖς· καὶ οὐδὲν τὸ μέσον, ἄν τε τούτῳ, ἄν τε ἐκείνῳ δῷς· οὐδὲν ἔλαττον ἔχεις τούτων τῶν γυναικῶν τῶν τότε τρεφουσῶν αὐτὸν, ἀλλὰ καὶ πολλῷ πλέον. Ἀλλὰ μὴ θορυβηθῆτε. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κυρίως φαινόμενον θρέψαι, ὃ καὶ λιθίνην ἱκανὸν ἦν ἐπισπάσασθαι ψυχὴν, καὶ διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν πένητα, τὸν ἀνάπηρον, τὸν συγκεκυφότα θεραπεῦσαι.

Ἐκεῖ μὲν γὰρ ἡ ὄψις καὶ τὸ ἀξίωμα τοῦ φαινομένου μερίζεται πρὸς σὲ τὸ γινόμενον· ἐνταῦθα δὲ ὁλόκληρον σὸν τῆς φιλανθρωπίας τὸ βραβεῖόν ἐστι· καὶ μείζονος τῆς περὶ αὐτὸν αἰδοῦς τὸ δεῖγμα, ὅταν διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν ὁμόδουλον οὕτω θεραπεύων ἀναπαύσῃς ἐν πᾶσιν. Ἀνάπαυε τοίνυν, πιστεύων αὐτῷ τῷ λαμβάνοντι καὶ λέγοντι, ὅτι Ἐμοὶ δίδως. Εἰ γὰρ μὴ αὐτῷ ἐδίδως, οὐκ ἄν σε βασιλείας ἠξίωσεν. Εἰ μὴ αὐτὸν ἀπεστρέφου, οὐκ ἂν εἰς γέενναν ἔπεμψεν, εἰ τὸν τυχόντα παρίδοις· ἀλλ᾽ ἐπειδὴ αὐτός ἐστιν ὁ καταφρονούμενος, διὰ τοῦτο μέγα τὸ ἔγκλημα. Οὕτω καὶ Παῦλος αὐτὸν ἐδίωκε, τοὺς αὐτοῦ διώκων· διὸ καὶ ἔλεγε, Τί με διώκεις; Οὕτω τοίνυν διακεώμεθα, ὡς αὐτῷ τῷ Χριστῷ παρέχοντες, ὅταν παρέχωμεν. Καὶ γὰρ τὰ ῥήματα αὐτοῦ τῆς ὄψεως ἡμῶν πιστότερα. Ἐπειδὰν οὖν ἴδῃς πένητα, ἀναμνήσθητι τῶν ῥημάτων, δι᾽ ὧν ἐδήλου, ὅτι εἴη ὁ τρεφόμενος. Εἰ γὰρ καὶ τὸ φαινόμενον οὐκ ἔστι Χριστὸς, ἀλλ᾽ ἐν τῷ τούτου σχήματι αὐτὸς λαμβάνει καὶ προσαιτεῖ. Ἀλλ᾽ αἰσχύνῃ ἀκούων ὅτι ὁ Χριστὸς προσαιτεῖ;

Αἰσχύνθητι μᾶλλον, ὅταν προσαιτοῦντι μὴ δῷς. Τοῦτο γὰρ αἰσχύνη, τοῦτο τιμωρία καὶ κόλασις. Τὸ μὲν γὰρ προσαιτεῖν αὐτὸν, τῆς αὐτοῦ ἀγαθότητος· διὸ καὶ ἐγκαλλωπίζεσθαι ἡμᾶς αὐτῷ χρή· τὸ δὲ μὴ δοῦναι τῆς σῆς ὠμότητος, Εἰ δὲ οὐ πιστεύεις νῦν, ὅτι πένητα πιστὸν παρατρέχων, αὐτὸν παρατρέχεις, πιστεύσεις τότε, ὅταν εἰς μέσον σε παραγαγὼν λέγῃ, Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε τούτοις, οὐδὲ ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ γένοιτο ἡμᾶς οὕτως αὐτὸ μαθεῖν, ἀλλὰ πιστεύσαντας νῦν, καὶ καρπὸν ποιήσαντας, τῆς μακαριωτάτης ἐκείνης ἀκοῦσαι φωνῆς, τῆς εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγούσης.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Καθ᾽ ἑκάστην ἡμέραν περὶ ἐλεημοσύνης διαλέγῃ καὶ φιλανθρωπίας ἡμῖν. Οὐδὲ παύσομαι τοῦτο λέγων. Εἰ μὲν γὰρ κατώρθωτο ὑμῖν τοῦτο, μάλιστα μὲν οὐδὲ τότε ἀποστῆναι ἐχρῆν, ὥστε μὴ ποιῆσαι ῥᾳθυμοτέρους· πλὴν ἀλλ᾽ εἰ μὲν κατώρθωτο, καὶ μικρὸν ἐνέδωκα ἄν· εἰ δὲ οὐδὲ εἰς τὸ μέσον ἐφθάσατε, μὴ πρὸς ἐμὲ ταῦτα, ἀλλὰ πρὸς ἑαυτοὺς λέγετε.

Καὶ γὰρ ταὐτὸν ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἰ παιδίον τὸ ἄλφα στοιχεῖον ἀκοῦον πολλάκις, καὶ μὴ μανθάνον, ἐγκαλοίη τῷ διδασκάλῳ, ὅτι συνεχῶς ὑπὲρ τούτου καὶ διηνεκῶς αὐτὸ ὑπομιμνήσκει. Τίς γὰρ ἀπὸ τῶν λόγων τούτων γέγονεν εὐκολώτερος πρὸς ἐλεημοσύνην; τίς τὰ χρήματα ἔῤῥιψε; τίς τὸ ἥμισυ τῆς οὐσίας; τίς τὸ τρίτον; Οὐδείς. Πῶς οὖν οὐκ ἄτοπον, μὴ μανθανόντων ὑμῶν, ἡμᾶς κελεύειν ἀποστῆναι τοῦ διδάσκειν; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν· εἰ καὶ ἡμεῖς ἐβουλόμεθα ἀποστῆναι, ὑμᾶς κατέχειν καὶ λέγειν· Οὐδέπω ταῦτα μεμαθήκαμεν, καὶ πῶς ἀπέστητε ὑπομιμνήσκοντες;

Εἴ τινι συνέβη τὸν ὀφθαλμὸν παθεῖν, ἐγὼ δὲ ἰατρὸς ἐτύγχανον, εἶτα περιπλάσας καὶ διαχρίσας, καὶ τὴν ἄλλην προσαγαγὼν ἐπιμέλειαν, μηδὲν ὤνησα μέγα, καὶ ἀπέστην, οὐκ ἂν ἐλθὼν ἐπὶ τὰς τοῦ ἐργαστηρίου θύρας κατεβόησεν ἂν, ῥᾳθυμίαν πολλὴν ἐγκαλῶν, ὅτι τῆς νόσου μενούσης αὐτὸς ἀνεχώρησα· καὶ εἰ πρὸς ταῦτα ἐγκαλούμενος εἶπον, ὅτι Κατέπλασα, ὅτι Διέχρισα, ἆρα ἂν ἠνέσχετο; Οὐδαμῶς, ἀλλ᾽ εὐθέως ἂν εἶπε· Καὶ τί τὸ ὄφελος, ὅτι ἔτι ἀλγῶ; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Τί δὲ, εἰ χεῖρα ναρκῶσαν καὶ συνεσταλμένην πολλάκις καταιονήσας οὐκ ἴσχυσα μαλάξαι; ἆρα οὐκ ἂν τὸ αὐτὸ ἤκουσα; Καὶ νῦν χεῖρα συνεσταλμένην καὶ ξηρανθεῖσαν περικλύζομεν· καὶ διὰ τοῦτο, ἕως ἂν αὐτὴν ἐκτείνωμεν τέλεον, οὐκ ἀποστησόμεθα.

Εἴθε καὶ ὑμεῖς μηδὲν ἕτερον διελέγεσθε, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ ἀγορᾶς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν νυκτὶ, καὶ ὄναρ. Εἰ γὰρ ταῦτα μεθ᾽ ἡμέραν ἐμεριμνῶμεν ἀεὶ, καὶ ὄναρ ἂν ἐν τούτοις ἦμεν. δʹ. Τί λέγεις; Περὶ ἐλεημοσύνης ἀεὶ διαλέγομαι; Ἐβουλόμην καὶ αὐτὸς μὴ πολλὴν εἶναί μοι χρείαν ταύτης πρὸς ὑμᾶς τῆς συμβουλῆς, ἀλλὰ διαλέγεσθαι περὶ μάχης τῆς πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς· ἀλλὰ μηδέπω ὑγιαίνοντας πῶς ἄν τις καθοπλίσειε;

Πῶς ἂν εἰς παράταξιν ἐξαγάγοι, ἔτι τραύματα ἔχοντας καὶ ὠτειλάς; Ὡς εἴγε ὑγιαίνοντας εἶδον καθαρῶς, ἐπὶ τὴν παράταξιν ὑμᾶς ἐξήγαγον ἂν ἐκείνην, καὶ εἴδετε ἂν τῇ τοῦ Χριστοῦ χάριτι μυρίους βαλλομένους νεκροὺς, καὶ φερομένας αὐτῶν ἐπαλλήλους τὰς κεφαλάς.

Ἐν γοῦν ἑτέροις βιβλίοις πολλοὶ περὶ τούτων ἡμῖν εἴρηνται λόγοι· ἀλλ᾽ οὐδὲ οὕτω δυνάμεθα καθαρῶς ἐπὶ τῇ νίκῃ πανηγυρίζειν, διὰ τὴν τῶν πολλῶν ὀλιγωρίαν. Ὅταν γὰρ αὐτοὺς μυριάκις νικήσωμεν τοῖς δόγμασιν, ὀνειδίζουσιν ἡμῖν τὸν βίον τὸν τῶν πολλῶν τῶν παρ᾽ ἡμῖν συλλεγομένων, τὰ τραύματα, τὰ νοσήματα τὰ κατὰ ψυχήν. Πῶς οὖν ὑμᾶς θαῤῥοῦντες ἐπὶ τῆς παρατάξεως δείξομεν, ὅταν καὶ ἡμῖν ἐπηρεάζητε, εὐθέως βαλλόμενοι παρὰ τῶν πολεμίων καὶ κωμῳδούμενοι;

Τοῦ μὲν γὰρ ἡ χεὶρ ἀλγεῖ, καὶ ἔστι συνεσταλμένη πρὸς διάδοσιν. Πῶς οὖν ἀσπίδα κατασχεῖν ὁ τοιοῦτος καὶ προβαλέσθαι δυνήσεται, καὶ μὴ τρωθῆναι τοῖς τῆς ὠμότητος σκώμμασιν; Ἑτέροις σκάζουσιν οἱ πόδες, ὅσοι εἰς θέατρα ἀναβαίνουσι, καὶ τὰ τῶν πορνευομένων γυναικῶν καταγώγια. Πῶς οὖν οὗτοι ἐν τῇ μάχῃ δυνήσονται στῆναι, καὶ μὴ βληθῆναι τοῖς τῆς ἀσελγείας ἐγκλήμασιν; Ἄλλος τοὺς ὀφθαλμοὺς ἀλγεῖ καὶ πεπήρωται οὐκ ὀρθὰ βλέπων, ἀλλὰ ἀσελγείας γέμων, καὶ γυναικῶν σωφροσύνῃ προσβάλλων, καὶ γάμους διορύττων.

Πῶς οὖν οὗτος πρὸς τοὺς πολεμίους ἀντιβλέψαι δυνήσεται, καὶ σεῖσαι δόρυ, καὶ βέλος ἀφεῖναι, πάντοθεν κεντούμενος σκώμμασιν; Ἔστιν ἰδεῖν καὶ γαστέρα ἀλγοῦντας πολλοὺς τῶν ὑδεριώντων οὐκ ἔλαττον, ὅταν ὑπὸ γαστριμαργίας καὶ μέθης κατέχωνται. Πῶς οὖν τούτους μεθύοντας εἰς πόλεμον ἐξαγαγεῖν δυνήσομαι;

Ἑτέρου τὸ στόμα ἐστὶ σεσηπός· τοιοῦτοι γὰρ οἱ ἀκρόχολοι καὶ λοίδοροι καὶ βλάσφημοι. Πῶς οὖν οὗτος ἀλαλάξει ποτὲ ἐν μάχῃ, καὶ μέγα τι καὶ γενναῖον ἐργάσεται, μέθην καὶ οὗτος ἑτέραν μεθύων, καὶ πολὺν παρέχων τοῖς πολεμίοις τὸν γέλωτα; Διὰ τοῦτο καθ᾽ ἑκάστην ἡμέραν περίειμι τουτὶ τὸ στρατόπεδον, τὰ τραύματα θεραπεύων ταῦτα, τὰ ἕλκη διορθούμενος. Ἐὰν δὲ ἀνανήψητέ ποτε, καὶ ἐπιτήδειοι γένησθε καὶ ἑτέρους βάλλειν, καὶ ταῦτα ὑμᾶς διδάξω τὰ τακτικὰ, καὶ παιδεύσω ταῦτα μεταχειρίζεσθαι τὰ ὅπλα· μᾶλλον δὲ καὶ αὐτὰ ἔργα ὑμῖν ὅπλα ἔσται, καὶ πάντες εὐθέως ὑποκύψουσιν, ἂν ἐλεήμονες, ἂν ἐπιεικεῖς, ἂν ἥμεροι καὶ ἀνεξίκακοι γένησθε, ἂν τὴν ἄλλην ἀρετὴν ἅπασαν ἐπιδείξησθε. Εἰ δέ τινες ἀντιλέγοιεν, τότε καὶ τὰ παρ᾽ ἑαυτῶν προσθήσομεν, ὑμᾶς εἰς μέσον φέροντες· ὡς νῦν γε καὶ ἐγκοπτόμεθα, τό γε ὑμέτερον μέρος, ἐν τῷ δρόμῳ τούτῳ.

Σκόπει δέ. Λέγομεν ὅτι μεγάλα εἰργάσατο ὁ Χριστὸς, ἀγγέλους ἀντὶ ἀνθρώπων ποιήσας· εἶτα ἀπαιτούμενοι εὐθύνας, καὶ κελευόμενοι ἐκ τῆς ἀγέλης ταύτης παρασχεῖν τὴν ἀπόδειξιν, ἐπιστομιζόμεθα. Δέδοικα γὰρ, μὴ ἀντὶ ἀγγέλων, ὥσπερ ἀπὸ συφεῶνος χοίρους ἐξαγάγω, καὶ ἵππους θηλυμανεῖς. Οἶδα ὅτι ἀλγεῖτε, ἀλλ᾽ οὐ κατὰ πάντων ὑμῶν ταῦτα εἴρηται, ἀλλὰ κατὰ τῶν ὑπευθύνων· μᾶλλον δὲ οὐδὲ κατ᾽ ἐκείνων, ἐὰν νήφωσιν, ἀλλ᾽ ὑπὲρ ἐκείνων. Ὡς νῦν γε πάντα ἀπόλωλε καὶ διέφθαρται· καὶ ἡ ἐκκλησία βοοστασίου οὐδὲν διενήνοχε, καὶ ἐπαύλεως ὄνων καὶ καμήλων· καὶ περιέρχομαι πρόβατον ἐπιζητῶν, καὶ οὐ δύναμαι ἰδεῖν. Οὕτω πάντες λακτίζουσι, καθάπερ ἵπποι καὶ ὄνοι τινὲς ἄγριοι, καὶ κόπρου πολλῆς τὰ ἐνταῦθα πληροῦσι· τοιαῦται γὰρ αὐτῶν αἱ διαλέξεις. Καὶ εἴγε ἦν ἰδεῖν τὰ καθ᾽ ἑκάστην σύναξιν λεγόμενα ὑπὸ ἀνδρῶν, ὑπὸ γυναικῶν, εἶδες ἂν τῆς κόπρου ἐκείνης τὰ ῥήματα ἀκαθαρτότερα. Διὸ παρακαλῶ μεταβαλεῖν τὴν πονηρὰν ταύτην συνήθειαν, ἵνα μύρου ἡ ἐκκλησία πνέῃ. Νῦν δὲ θυμιάματα μὲν αἰσθητὰ ἀποτιθέμεθα ἐν αὐτῇ, τὴν δὲ νοητὴν ἀκαθαρσίαν οὐ πολλὴν ποιούμεθα σπουδὴν ὥστε ἐκκαθαίρειν καὶ ἀπελαύνειν.

Τί οὖν τὸ ὄφελος; Οὐδὲ γὰρ οὕτως αἰσχύνομεν τὴν ἐκκλησίαν κόπρον εἰσάγοντες, ὡς αἰσχύνομεν αὐτὴν τοιαῦτα πρὸς ἀλλήλους φθεγγόμενοι, περὶ κερδῶν, περὶ ἐμπορίας, περὶ καπηλείας, περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς ὄντων, δέον ἀγγέλων ἐνταῦθα εἶναι χοροὺς, καὶ οὐρανὸν τὴν ἐκκλησίαν ποιεῖν, καὶ μηδὲν ἕτερον ἢ εὐχὰς ἐκτενεῖς καὶ σιγὴν μετὰ ἀκροάσεως εἰδέναι. Τοῦτο δὲ κἂν ἐκ τοῦ νῦν ποιῶμεν, ἵνα καὶ τὸν βίον ἐκκαθάρωμεν τὸν ἡμέτερον, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.

αʹ. Πανταχοῦ ἡ πλάνη ἑαυτῇ περιπίπτει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ. Σκόπει δέ. Ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη· καὶ ταῦτα πάντα διὰ τῶν ἐχθρῶν γίνεται. Ὅρα γοῦν τὰ ῥήματα ταῦτα τούτοις μαρτυροῦντα ἅπασιν. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· οὐκοῦν ἐτελεύτησεν· ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν σφραγισθῆναι τὸν τάφον· οὐκοῦν ἐτάφη· μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ, καὶ κλέψωσιν αὐτόν. Οὐκοῦν ὁ τάφος ἐὰν σφραγισθῇ, οὐκ ἔσται τις κακουργία. Οὐ γὰρ οὖν. Οὐκοῦν ἀναντίῤῥητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως, δι᾽ ὧν ὑμεῖς προετείνατε, γέγονεν. Ἐπειδὴ γὰρ ἐσφραγίσθη, οὐδεμία γέγονε κακουργία. Εἰ δὲ οὐδεμία γέγονε κακουργία, εὕρηται δὲ ὁ τάφος κενὸς, δῆλον ὅτι ἀνέστη σαφῶς καὶ ἀναντιῤῥήτως. Εἶδες πῶς καὶ ἄκοντες συναγωνίζονται τῇ τῆς ἀληθείας ἀποδείξει; Σὺ δέ μοι σκόπει τῶν μαθητῶν τὸ φιλάληθες· πῶς τῶν λεγομένων παρὰ τῶν ἐχθρῶν οὐδὲν ἀποκρύπτονται, κἂν ἐπονείδιστα λέγωσιν. Ἰδοὺ γοῦν καὶ πλάνον καλοῦσι, καὶ οὐ σιγῶσιν αὐτὸ οὗτοι. Ταῦτα δὲ καὶ τὴν ἐκείνων δείκνυσιν ὠμότητα, ὅτι οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν· καὶ τούτων τὸν ἁπλοῦν καὶ φιλαληθῆ τρόπον. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, ποῦ εἶπεν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι; Οὐ γὰρ εὕροι τις ἂν οὕτω σαφῶς εἰρημένον, ἀλλ᾽ ἢ τὸ τοῦ Ἰωνᾶ παράδειγμα.

Ὥστε ᾔδεσαν τὰ λεγόμενα, καὶ ἑκόντες ἐκακούργουν. Τί οὖν ὁ Πιλάτος; Ἔχετε κουστωδίαν, ἀσφαλίσασθε ὡς οἴδατε.

Καὶ ἠσφαλίσαντο σφραγίσαντες τὸν τάφον μετὰ τῆς κουστωδίας. Οὐκ ἀφίησι τοὺς στρατιώτας μόνους σφραγίσαι· ἅτε γὰρ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκέτι συμπράττειν αὐτοῖς ἤθελεν. Ἀλλ᾽ ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καί φησιν· Ὑμεῖς ὡς βούλεσθε σφραγίσατε, ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι. Εἰ γὰρ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἠδύναντο λέγειν, (εἰ καὶ ἀπίθανα καὶ ψευδῆ τὰ λεγόμενα· ἀλλ᾽ ὅμως ὡς ἐν τοῖς ἄλλοις ἀναισχύντουν, οὕτω καὶ ἐν τούτῳ λέγειν εἶχον,) ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι, παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως πλάσαι λόγον· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται.

Εἶδες πῶς σπουδάζουσιν ὑπὲρ τῆς ἀληθείας ἄκοντες; Καὶ γὰρ αὐτοὶ προσῆλθον, αὐτοὶ ᾔτησαν, αὐτοὶ ἐσφράγισαν μετὰ τῆς κουστωδίας, ὥστε ἀλλήλων εἶναι κατήγοροι καὶ ἔλεγχοι. Καίτοι πότε ἂν ἔκλεψαν; Τῷ σαββάτῳ;

Καὶ πῶς; οὐδὲ γὰρ ἐξῆν προελθεῖν. Εἰ δὲ καὶ τὸν νόμον παρέβαινον, πῶς ἂν ἐτόλμησαν οἱ οὕτω δειλοὶ προελθεῖν; Πῶς δὲ καὶ πεῖσαι τὸν ὄχλον ἠδύναντο; τί λέγοντες; τί ποιοῦντες; ποίᾳ δὲ προθυμίᾳ στῆναι εἶχον ὑπὲρ τοῦ νεκροῦ; τίνα δὲ προσδοκῶντες ἀντίδοσιν; ποίαν ἀμοιβήν; Ἔτι ζῶντα καὶ μόνον κατασχεθέντα ἰδόντες ἔφυγον· καὶ μετὰ τὴν τελευτὴν ὑπὲρ αὐτοῦ παῤῥησιάζεσθαι ἔμελλον, εἰ μὴ ἀνέστη; Καὶ πῶς ἂν ἔχοιεν ταῦτα λόγον; Ὅτι γὰρ οὔτ᾽ ἂν ἠβουλήθησαν, οὔτ᾽ ἂν ἠδυνήθησαν πλάσαι ἀνάστασιν μὴ γενομένην, δῆλον ἐκεῖθεν.

Πολλὰ περὶ ἀναστάσεως αὐτοῖς διελέχθη, καὶ συνεχῶς ἔλεγεν, ὡς καὶ αὐτοὶ οὗτοι εἰρήκασιν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Εἰ τοίνυν οὐκ ἀνέστη, εὔδηλον ὡς ἀπατηθέντες οὗτοι, καὶ πρὸς ὁλόκληρον ἔθνος δι᾽ αὐτὸν ἐκπολεμωθέντες, καὶ ἄοικοι καὶ ἀπόλιδες γενόμενοι, ἀπεστράφησαν ἂν αὐτὸν, καὶ οὐκ ἂν ἠβουλήθησαν τοιαύτην αὐτῷ περιθεῖναι δόξαν, ἅτε ἠπατημένοι, καὶ εἰς τοὺς ἐσχάτους δι᾽ αὐτὸν ἐμπεσόντες κινδύνους. Ὅτι δὲ οὐδ᾽ ἂν ἠδυνήθησαν, εἰ μὴ ἦν ἀληθὴς ἡ ἀνάστασις, πλάσαι αὐτὴν, τοῦτο οὐδὲ λόγου δεῖται. Τίνι γὰρ ἐθάῤῥουν; τῇ δεινότητι τῶν λόγων; Ἀλλὰ πάντων ἦσαν ἀμαθέστεροι. Ἀλλὰ τῇ περιουσίᾳ τῶν χρημάτων; Ἀλλ᾽ οὐδὲ ῥάβδον, οὐδὲ ὑποδήματα εἶχον. Ἀλλὰ τῇ περιφανείᾳ τοῦ γένους; Ἀλλ᾽ εὐτελεῖς ἦσαν, καὶ ἐξ εὐτελῶν. Ἀλλὰ τῷ μεγέθει τῆς πατρίδος; Ἀλλ᾽ ἀπὸ χωρίων ἦσαν ἀσήμων. Ἀλλὰ τῷ πλήθει τῷ ἑαυτῶν; Ἀλλὰ τῶν ἕνδεκα οὐκ ἦσαν πλείους, καὶ αὐτοὶ δὲ διεσπάρησαν. Ἀλλὰ ταῖς ἐπαγγελίαις τοῦ διδασκάλου; Ποίαις; Εἰ γὰρ μὴ ἀνέστη, οὐδὲ ἐκεῖναι ἤμελλον εἶναι αὐτοῖς πισταί. Πῶς δ᾽ ἂν ἤνεγκαν δῆμον μαινόμενον; Εἰ γὰρ ὁ κορυφαῖος αὐτῶν θυρωροῦ ῥῆμα οὐκ ἤνεγκε γυναικὸς, καὶ οἱ λοιποὶ δὲ πάντες δεδεμένον ἰδόντες διεσπάρησαν· πῶς ἂν ἐνενόησαν εἰς τὰ πέρατα τῆς οἰκουμένης δραμεῖν, καὶ φυτεῦσαι πεπλασμένον ἀναστάσεως λόγον; Εἰ γὰρ ὁ μὲν πρὸς γυναικὸς ἀπειλὴν οὐκ ἔστη, οἱ δὲ οὐδὲ πρὸς δεσμῶν ὄψιν.

πῶς ἠδύναντο πρὸς βασιλέας καὶ ἄρχοντας καὶ δήμους ἵστασθαι, ὅπου ξίφη καὶ τήγανα καὶ κάμινοι καὶ μυρίοι καθ᾽ ἡμέραν θάνατοι, εἰ μὴ τῆς τοῦ ἀναστάντος δυνάμεως καὶ ῥοπῆς ἀπέλαυσαν; Τοιαῦτα σημεῖα γέγονε καὶ τοσαῦτα, καὶ οὐδὲν τούτων ᾐδέσθησαν Ἰουδαῖοι, ἀλλ᾽ ἐσταύρωσαν τὸν πεποιηκότα· καὶ τούτοις ἔμελλον ἁπλῶς λέγουσι πείθεσθαι περὶ ἀναστάσεως; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ᾽ ἡ τοῦ ἀναστάντος ἰσχὺς ταῦτα εἰργάσατο.

βʹ. Σκόπει δέ μοι τὴν κακουργίαν αὐτῶν τὴν καταγέλαστον. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰ πλάνος ἦν, καὶ ψευδῆ ἐκόμπαζε, τί δεδοίκατε καὶ περιτρέχετε, καὶ τοσαύτῃ κέχρησθε σπουδῇ; Δεδοίκαμεν, φησὶ, μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ, καὶ ἀπατήσωσι τοὺς πολλούς. Καίτοιγε ἀπεδείχθη τοῦτο οὐκ ἔχον λόγον καθόλου. Ἀλλ᾽ ὅμως ἡ κακία φιλόνεικον καὶ ἀναιδὲς, καὶ τοῖς ἀλογίστοις ἐπιχειρεῖ. Καὶ μέχρι τριῶν ἡμερῶν κελεύουσιν ἀσφαλισθῆναι, ὡς ὑπὲρ δογμάτων μαχόμενοι, καὶ βουλόμενοι δεῖξαι καὶ πρὸ τούτου πλάνον ὄντα, καὶ μέχρι τοῦ τάφου τὴν κακίαν ἐκτείνουσι.

Διά τοι τοῦτο τάχιον ἀνέστη, ἵνα μὴ λέγωσιν, ὅτι ἐψεύσατο, καὶ ἐκλάπη. Τοῦτο μὲν γὰρ ἔγκλημα οὐκ εἶχε, τὸ θᾶττον ἀναστῆναι· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε. Καὶ γὰρ εἰ μὴ τότε ἀνέστη, καθημένων αὐτῶν αὐτόθι καὶ φυλαττόντων, ἀλλ᾽ ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχόν τι λέγειν καὶ ἀντιλέγειν, εἰ καὶ ἀνοήτως.

Διὰ τοῦτο τοίνυν προέφθασεν. Ἔδει γὰρ παρακαθημένων αὐτῶν καὶ φυλαττόντων, γενέσθαι τὴν ἀνάστασιν. Οὐκοῦν καὶ εἴσω τῶν τριῶν ἡμερῶν ἔδει γενέσθαι· ὡς εἴγε παρελθουσῶν αὐτῶν καὶ ἀναχωρησάντων ἐγένετο, ὕποπτον τὸ πρᾶγμα ἔμελλεν εἶναι. Διὸ καὶ σφραγίσαι συνεχώρησεν, ὡς ἠβούλοντο, καὶ στρατιῶται παρεκάθηντο.

Καὶ οὐκ ἔμελεν αὐτοῖς ἐν σαββάτῳ ταῦτα ποιοῦσι, καὶ ἐργαζομένοις, ἀλλὰ πρὸς ἓν μόνον ἑώρων, τὴν ἑαυτῶν πονηρίαν, ὡς ταύτῃ περιεσόμενοι· ὅπερ ἐσχάτης ἀνοίας ἦν, καὶ φόβου σφόδρα αὐτοὺς κατασείοντος λοιπόν.

Οἱ γὰρ ζῶντα αὐτὸν κατασχόντες, ἀποθανόντα δεδοίκασι. Καίτοιγε εἰ ψιλός τις ἄνθρωπος ἦν, ἔδει θαῤῥεῖν. Ἀλλ᾽ ἵνα μάθωσιν, ὅτι καὶ ζῶν ἑκὼν ἔπαθεν ἅπερ ἔπαθεν, ἰδοὺ καὶ σφραγὶς, καὶ λίθος, καὶ κουστωδία, καὶ οὐκ ἴσχυσαν κατασχεῖν· ἀλλ᾽ ἓν γίνεται μόνον, τὸ δημοσιευθῆναι τὴν ταφὴν, καὶ πιστευθῆναι ἐντεῦθεν τὴν ἀνάστασιν.

Καὶ γὰρ στρατιῶται παρεκάθηντο, καὶ Ἰουδαῖοι προσεδρεύουσιν. Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ προσελθὼν, ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Μετὰ τὴν ἀνάστασιν ἦλθεν ὁ ἄγγελος. Τίνος οὖν ἕνεκεν ἦλθε, καὶ τὸν λίθον ἦρε; Διὰ τὰς γυναῖκας· αὗται γὰρ αὐτὸν τότε εἶδον ἐν τῷ τάφῳ. Ἵν᾽ οὖν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσι τὸν τάφον κενὸν τοῦ σώματος. Διὰ τοῦτο ἀνεῖλε τὸν λίθον, διὰ τοῦτο καὶ σεισμὸς ἐγένετο, ἵνα διαναστῶσι καὶ ἀφυπνισθῶσι. Καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν, καὶ ἐν νυκτὶ ταῦτα ἐγίνετο, καὶ εἰκός τινας καὶ ἀποκαθευδῆσαι. Καὶ τίνος ἕνεκεν καὶ διατί φησι, Μὴ φοβεῖσθε ὑμεῖς; Πρότερον αὐτὰς ἀπαλλάττει τοῦ δέους, καὶ τότε διαλέγεται περὶ τῆς ἀναστάσεως.

Καὶ τὸ Ὑμεῖς δὲ πολλὴν ἐνδεικνυμένου τὴν τιμήν ἐστι, καὶ δεικνύντος, ὅτι τὰ ἔσχατα μένει τοὺς τετολμηκότας, ἅπερ ἐτόλμησαν, ἂν μὴ μετανοήσωσιν. Οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, φησὶν, ἀλλ᾽ ἐκείνων τῶν σταυρωσάντων. Ἀπαλλάξας τοίνυν αὐτὰς τοῦ φόβου, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῆς ὄψεως, (καὶ γὰρ τὸ σχῆμα φαιδρὸν ἔδειξεν, ἅτε εὐαγγέλια τοιαῦτα φέρων·) ἐπήγαγε λέγων, Οἶδα ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Καὶ οὐκ ἐπαισχύνεται ἐσταυρωμένον καλῶν· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν. Ἠγέρθη.

Πόθεν δῆλον; Καθὼς εἶπεν. Ὥστε κἂν ἐμοὶ, φησὶ, διαπιστῆτε, τῶν ἐκείνου μνήσθητε ῥημάτων, καὶ οὐδὲ ἐμοὶ διαπιστήσετε. Εἶτα καὶ ἄλλη ἀπόδειξις. Δεῦτε καὶ ἴδετε τὸν τόπον, ὄπου ἔκειτο. Διὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὥστε καὶ ἐντεῦθεν αὐτὰς λαβεῖν τὴν ἀπόδειξιν. Καὶ εἴπατε τοῖς μαθηταῖς, ὅτι ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν.

Καὶ ἑτέροις εὐαγγελίζεσθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι. Καὶ καλῶς εἶπεν, Εἰς τὴν Γαλιλαίαν, ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει. Καὶ ἐξῆλθον ἐκ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς. Τί δήποτε; Ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον, τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα εἶδον. Διὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν, ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως. Καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς ἂν αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε. Διὰ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσι, καὶ τῆς τοσαύτης παραμονῆς λαμβάνουσι τὴν ἀμοιβὴν, τὸ πρῶται ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα.

γʹ. Ἐπεὶ οὖν ἐξῆλθον μετὰ φόβου καὶ χαρᾶς, Ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ ἐκράτησαν τοὺς πόδας αὐτοῦ, καὶ μεθ᾽ ὑπερβαλλούσης εὐφροσύνης αὐτῷ προσδραμοῦσαι, ἐλάμβανον καὶ διὰ τῆς ἁφῆς τεκμήριον καὶ πληροφορίαν τῆς ἀναστάσεως, Καὶ προσεκύνησαν αὐτῷ. Τί οὖν αὐτός; Μὴ φοβεῖσθε. Πάλιν καὶ αὐτὸς τὸ δέος ἐκβάλλει, προοδοποιῶν τῇ πίστει. Ἀλλ᾽ ὑπάγετε, καὶ εἴπατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· κἀκεῖ με ὄψονται. Σκόπει πῶς καὶ αὐτὸς διὰ τούτων τοὺς μαθητὰς εὐαγγελίζεται, ὃ πολλάκις εἶπον, τὸ μάλιστα γένος ἀτιμωθὲν εἰς τιμὴν ἄγων καὶ εἰς χρηστὰς ἐλπίδας, καὶ τὸ πεπονηκὸς ἰώμενος. Τάχα τις ὑμῶν ἐβούλετο κατ᾽ ἐκείνας γενέσθαι, καὶ τοὺς πόδας κατασχεῖν τοῦ Ἰησοῦ; Δύνασθε καὶ νῦν. ὅσοι βούλεσθε, οὐχὶ τοὺς πόδας καὶ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν κατασχεῖν τὴν ἱερὰν ἐκείνην, τῶν φρικτῶν ἀπολαύοντες μυστηρίων καθαρῷ συνειδότι. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὄψεσθε αὐτὸν, μετὰ τῆς ἀποῤῥήτου δόξης ἐκείνης καὶ τοῦ δήμου τῶν ἀγγέλων ἐρχόμενον, εἰ βουληθείητε εἶναι φιλάνθρωποι· καὶ ἀκούσεσθε, οὐχὶ ταῦτα τὰ ῥήματα μόνον, ὅτι Χαίρετε; ἀλλὰ καὶ ἐκεῖνα· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.

Γίνεσθε τοίνυν φιλάνθρωποι, ἵνα ταῦτα ἀκούσητε, καὶ ὑμεῖς αἱ χρυσοφόροι γυναῖκες, αἱ τὸν δρόμον τῶν γυναικῶν θεασάμεναι τούτων, ὀψὲ γοῦν ποτε τὴν νόσον ἀποθέμεναι τῆς τῶν χρυσίων ἐπιθυμίας. Ὥστε εἰ ζηλοῦτε τὰς γυναῖκας, ἀνταλλάξασθε τὸν κόσμον, ὃν περίκεισθε, ἐλεημοσύνην περιθέμεναι. Τί τὸ ὄφελος, εἰπέ μοι, τῶν λίθων τῶν τιμίων τούτων, καὶ τῶν χρυσοπάστων ἱματίων; Χαίρει τούτοις, φησὶν, ἡ ψυχὴ, καὶ εὐφραίνεται. Ἐγώ σε τὸ κέρδος ἠρώτησα· σὺ δέ μοι τὸ βλάβος εἶπες. Τοῦ γὰρ περὶ ταῦτα ἠσχολῆσθαι καὶ χαίρειν καὶ προσηλῶσθαι, χεῖρον οὐδέν. Πικροτέρα γὰρ ἡ χαλεπὴ αὕτη δουλεία γίνεται, ὅταν τις καὶ δουλεύων εὐφραίνηται. Ἐπὶ τίνι γὰρ τῶν πνευματικῶν ὡς χρὴ σπουδάσει ποτὲ, πότε δὲ καταγελάσεται ὡς δεῖ τῶν βιωτικῶν πραγμάτων, ἡ χαρᾶς ἄξιον εἶναι νομίζουσα τὸ δεδέσθαι χρυσῷ; Ὁ γὰρ ἐν δεσμωτηρίῳ μένων καὶ ἡδόμενος, οὐδέποτε ἀπαλλαγῆναι θελήσει, ὥσπερ οὖν οὐδὲ αὕτη· ἀλλ᾽ ὥσπερ τις αἰχμάλωτος γενομένη τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, οὐδὲ φωνῆς ἀνέξεται πνευματικῆς ἀκοῦσαι μετὰ τῆς προσηκούσης ἐπιθυμίας τε καὶ σπουδῆς, μήτιγε ἔργον μετελθεῖν. Τί οὖν τὸ κέρδος τοῦ κόσμου τούτου καὶ τῆς βλακείας ταύτης; εἰπέ μοι. Τέρπομαι, φησί. Πάλιν μοι τὴν βλάβην εἶπες καὶ τὸν ὄλεθρον. Ἀλλὰ καὶ τιμῆς ἀπολαύω, φησὶ, πολλῆς παρὰ τῶν ὁρώντων. Καὶ τί τοῦτο;

Ἑτέρας γὰρ τοῦτο διαφθορᾶς ὑπόθεσις, ὅταν εἰς τῦφον, ὅταν εἰς ἀπόνοιαν αἴρῃ. Φέρε οὖν, ἐπειδὴ σὺ τὸ κέρδος οὐκ εἶπες, ἀνάσχου ἐμοῦ σοι διηγουμένου τὰς βλάβας. Τίνες οὖν ἐντεῦθεν αἱ βλάβαι; Ἡ φροντὶς ἡ μείζων τῆς ἡδονῆς. Διὸ πολλοὶ τῶν ὁρώντων, τούτων δὴ τῶν παχυτέρων, τέρπονται μᾶλλον, ἢ ἡ περικειμένη.

Σὺ μὲν γὰρ μετὰ μερίμνης καλλωπίζῃ· ἐκεῖνοι δὲ ἄνευ ταύτης ἑστιῶσι τὰς ὄψεις. Εἶτα ἑτέρα πάλιν, τὸ ταπεινοῦσθαι τὴν ψυχὴν, τὸ βασκαίνεσθαι πανταχόθεν. Αἱ γὰρ πλησίον δηχθεῖσαι κατὰ τῶν οἰκείων ἀνδρῶν ὁπλίζονται, καὶ πολέμους ἀναῤῥιπίζουσί σοι χαλεπούς.

Μετὰ τούτων τὸ τὴν σχολὴν ἅπασαν καὶ τὴν φροντίδα εἰς τοῦτο δαπανᾶσθαι, τὸ τῶν πνευματικῶν μὴ σφόδρα ἀντέχεσθαι κατορθωμάτων, τὸ τύφου καὶ ἀπονοίας καὶ κενῆς πληροῦσθαι δόξης, τὸ τῇ γῇ προσηλῶσθαι, καὶ πτεροῤῥυεῖν, καὶ ἀντὶ ἀετοῦ γενέσθαι κύνα καὶ χοῖρον.

Ἀφεῖσα γὰρ πρὸς τὸν οὐρανὸν βλέπειν καὶ πέτασθαι, καθάπερ οἱ χοῖροι χαμαὶ νεύεις, μέταλλα περιεργαζομένη καὶ χηραμοὺς, καὶ ψυχὴν ἄνανδρον καὶ ἀνελευθέραν κτωμένη. Ἀλλ᾽ ἐπιστρέφεις φαινομένη τοὺς ἐπὶ τῆς ἀγορᾶς; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο χρυσοφορεῖν οὐκ ἔδει, ἵνα μὴ κοινὸν γένῃ θέατρον, καὶ πολλῶν κατηγόρων ἀνοίξῃς στόματα. Οὐδεὶς γάρ σε τῶν ἐπιστρεφομένων θαυμάζει, ἀλλὰ σκώπτουσιν ὡς φιλόκοσμον, ὡς ἀλαζόνα, ὡς σαρκικὴν γυναῖκα. Κἂν εἰς ἐκκλησίαν εἰσέλθῃς, ἐξῆλθες οὐδὲν λαβοῦσα, ἀλλ᾽ ἢ μυρία σκώμματα καὶ λοιδορίας καὶ ἀρὰς, οὐχὶ παρὰ τῶν ὁρώντων μόνον, ἀλλὰ καὶ παρὰ τοῦ προφήτου. Καὶ γὰρ εὐθέως ὁ μεγαλοφωνότατος Ἡσαΐας ἰδών σε βοήσεται· Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· Ἀνθ᾽ ὧν ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· ἀνακαλύψει Κύριος τὸν κόσμον αὐτῶν, καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, ἀντὶ δὲ ζώνης σχοινίῳ ζώσῃ.

Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Οὐδὲ γὰρ πρὸς ἐκείνας μόνας ταῦτα εἴρηται, ἀλλὰ πρὸς πᾶσαν γυναῖκα μιμουμένην αὐτάς. Καὶ ὁ Παῦλος δὲ μετ᾽ ἐκείνου κατήγορος ἕστηκε, λέγων Τιμοθέῳ παραγγέλλειν ταῖς γυναιξί· Μὴ ἐν πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὥστε πανταχοῦ μὲν βλαβερὸν τὸ χρυσοφορεῖν, μάλιστα δὲ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅταν διὰ τῶν πενήτων παρίῃς.

Εἰ γὰρ σφόδρα σαυτῆς κατηγορῆσαι ἐσπούδασας, οὐκ ἂν ἄλλο περιέθου σχῆμα, ἀλλ᾽ ἢ τὸ τῆς ὠμότητος τοῦτο, καὶ ἀπανθρωπίας προσωπεῖον. δʹ. Ἐννόησον γοῦν πόσας γαστέρας παρέρχῃ πεινώσας μετὰ τοῦ σχήματος τούτου, πόσα σώματα γεγυμνωμένα μετὰ τῆς φαντασίας ταύτης τῆς σατανικῆς. Πόσῳ βέλτιον διαθρέψαι ψυχὰς πεινώσας, ἢ λοβοὺς ὤτων διατιτρώσκειν, καὶ μυρίων πενήτων τροφὰς ἐξαρτᾷν εἰκῆ καὶ μάτην! Μὴ γὰρ τὸ πλουτεῖν ἐγκώμιον; μὴ γὰρ τὸ χρυσοφορεῖν ἔπαινος; Εἰ καὶ ἐκ δικαίων πόνων ταῦτα περικείμενά σοι ἦν, καὶ οὕτω μεγίστη κατηγορία τὸ γινόμενον· ὅταν δὲ καὶ ἐξ ἀδικίας, ἐννόησον τὴν ὑπερβολήν. Ἀλλ᾽ ἐπαίνων ἐρᾷς καὶ δόξης; Οὐκοῦν ἀπόδυσαι τὴν καταγέλαστον ταύτην περιβολὴν, καὶ τότε σε θαυμάσονται πάντες, τότε καὶ δόξης καὶ καθαρᾶς ἀπολαύσῃ τῆς ἡδονῆς· ὡς νῦν γε σκωμμάτων γέμεις, ἀθυμίας πολλὰς ὑποθέσεις ἐκ τούτων σαυτῇ κατασκευάζουσα.

Ἂν γὰρ ἐκπέσῃ τι τούτων, ἐννόησον ὅσα ἐντεῦθεν τίκτεται τὰ κακά· πόσαι μαστιγοῦνται θεραπαινίδες, πόσοι ἄνδρες ἐνοχλοῦνται, πόσοι ἀπάγονται, πόσοι δεσμωτήριον οἰκοῦσι. Καὶ δικαστήρια ἐντεῦθεν, καὶ εἰσαγωγαὶ, καὶ μυρίαι πάντοθεν ἀραὶ καὶ κατηγορίαι, τῇ γυναικὶ παρὰ τοῦ ἀνδρὸς, τῷ ἀνδρὶ παρὰ τῶν φίλων, τῇ ψυχῇ παρ᾽ ἑαυτῆς. Ἀλλ᾽ οὐκ ἀπολεῖται.

Μάλιστα μὲν τοῦτο οὐ ῥᾴδιον· εἰ δὲ καὶ σωθείη διαπαντὸς, σωζόμενα πάλιν πολλὴν παρέχει μέριμναν καὶ φροντίδα καὶ ἀηδίαν, καὶ κέρδος οὐδέν. Ποία γὰρ ἐντεῦθεν πρόσοδος τῇ οἰκίᾳ; τί ὄφελος αὐτῇ τῇ περικειμένῃ;

Ὄφελος μὲν οὐδὲν, ἀκοσμία δὲ πολλὴ, καὶ κατηγορία πάντοθεν. Πῶς δυνήσῃ τοῦ Χριστοῦ φιλῆσαι τοὺς πόδας καὶ κατασχεῖν, οὕτως ἐσκευασμένη; Τοῦτον ἀποστρέφεται τὸν κόσμον ἐκεῖνος. Διὰ τοῦτο ἐν τῇ τοῦ τέκτονος οἰκίᾳ κατεδέξατο τεχθῆναι, μᾶλλον δὲ οὐδὲ ἐν τῇ οἰκίᾳ ἐκείνῃ, ἀλλ᾽ ἐν καλύβῃ καὶ φάτνῃ. Πῶς οὖν αὐτὸν δυνήσῃ ἰδεῖν, οὐκ ἔχουσα κάλλος αὐτῷ ποθεινὸν, οὐ περικειμένη κόσμον ἐπέραστον αὐτῷ, ἀλλὰ μισητόν;

Τὸν γὰρ αὐτῷ προσιόντα οὐ τοιούτοις δεῖ καλλωπίζεσθαι ἱματίοις, ἀλλ᾽ ἀρετῇ περιβεβλῆσθαι. Ἐννόησον τί ποτέ ἐστι τουτὶ τὸ χρυσίον; Οὐδὲν ἕτερον ἢ γῆ καὶ σποδός. Ἔμβαλε ὕδωρ, καὶ γέγονε πηλός. Ἐννόησον καὶ αἰσχύνθητι τὸν πηλὸν Δεσπότην ποιουμένη, καὶ πάντα ἀφεῖσα καὶ αὐτῷ παρακαθημένη, καὶ πανταχοῦ αὐτὸν βαστάζουσα καὶ περιφέρουσα, καὶ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅτε μάλιστα φεύγειν αὐτὸν ἐχρῆν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡ ἐκκλησία ᾠκοδόμηται, ἵνα ἐν ταύτῃ τὸν πλοῦτον ἐπιδείξῃ τοῦτον, ἀλλ᾽ ἵνα τὸν πλοῦτον τὸν πνευματικόν.

Σὺ δὲ ὥσπερ εἰς πομπὴν εἰσιοῦσα, οὕτω πάντοθεν σαυτὴν καλλωπίζεις, τὰς ἐν τῇ σκηνῇ μιμουμένη, οὕτω μετὰ δαψιλείας τὸν καταγέλαστον τοῦτον βαστάζεις φορυτόν. Διά τοι τοῦτο πολλοῖς ἐπεισέρχῃ λύμη, καὶ τῆς ἐκκλησίας διαλυθείσης, ἐν ταῖς οἰκίαις, ἐπὶ τῶν τραπεζῶν, ταῦτα ἄν τις ἀκούσειε διηγουμένων τῶν πλειόνων. Ἀφέντες γὰρ λέγειν, Τὸ καὶ τὸ εἶπεν ὁ προφήτης καὶ ὁ Ἀπόστολος, τῶν ἱματίων τὴν πολυτέλειαν, τῶν λίθων τὸ μέγεθος, τὴν ἄλλην ἅπασαν ἀσχημοσύνην τῶν ταῦτα περικειμένων διηγοῦνται. Ταῦτα ὑμᾶς πρὸς ἔλεον ἀργὰς ποιεῖ, καὶ τοὺς συνοικοῦντας ὑμῖν. Οὐ γὰρ ἄν τις ὑμῶν ἕλοιτο ῥᾳδίως διακλάσαι τι τῶν χρυσίων τούτων, καὶ θρέψαι πεινῶντα. Ὅπου γὰρ καὶ αὐτὴ ἕλοιο ἂν ἐν στενοχωρίᾳ εἶναι, ἢ ταῦτα ἰδεῖν διακλώμενα, πῶς ἂν ἕτερον ἐκ τούτων διαθρέψειας;

Ὥσπερ γὰρ πρὸς ἔμψυχά τινα διάκεινται αἱ πολλαὶ πρὸς ταῦτα καὶ οὐδὲν ἧττον ἢ πρὸς παιδία. Ἄπαγε, φησί. Δείξατέ μοι οὖν τοῦτο, δείξατε διὰ τῶν ἔργων, ὡς νῦν γε τἀναντία ὁρῶ. Τίς γάρ ποτε τῶν σφόδρα ἑαλωκότων ταῦτα καταχωνεύσας ἐξήρπασε θανάτου παιδίου ψυχήν; Καὶ τί λέγω παιδίου; Τίς τὴν ἑαυτοῦ ψυχὴν ἀπολλυμένην ἐντεῦθεν ἐπρίατο; Τοὐναντίον μὲν οὖν οἱ πολλοὶ καὶ καθ᾽ ἑκάστην αὐτὴν διὰ ταῦτα πωλοῦσι τὴν ἡμέραν. Κἂν μὲν σωματικὴ ἀῤῥωστία γένηται, πάντα ποιοῦσιν· ἂν δὲ τὴν ψυχὴν ἴδωσι διεφθαρμένην, οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν ἐγγόνων καὶ τῆς ἑαυτῶν ψυχῆς ἀμελοῦσιν, ἵνα ταῦτα μένῃ τῷ χρόνῳ ἰούμενα. Καὶ σὺ μὲν μυρίων ταλάντων χρυσία περίκεισαι· τὸ δὲ τοῦ Χριστοῦ μέλος οὐδὲ ἀναγκαίας ἔχει τροφῆς ἀπόλαυσιν. Ἀλλ᾽ ὁ μὲν κοινὸς ἁπάντων Δεσπότης, καὶ τοῦ οὐρανοῦ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τραπέζης τῆς πνευματικῆς ἅπασιν ὁμοίως μετέδωκε· σὺ δὲ οὐδὲ τῶν ἀπολλυμένων αὐτῷ μεταδίδως, ἵνα μείνῃς συνεχῶς δεδεμένη ταῖς χαλεπαῖς ταύταις ἁλύσεσιν. Ἐντεῦθεν τὰ μυρία κακὰ, ἐντεῦθεν αἱ πορνεῖαι τῶν ἀνδρῶν, ὅταν αὐτοὺς μὴ φιλοσοφεῖν παρασκευάζητε, ἀλλὰ τούτοις παιδεύητε χαίρειν, οἷς αἱ πορνευόμεναι καλλωπίζονται γυναῖκες. Διὰ τοῦτο καὶ ταχέως ἁλίσκονται.

Εἰ γὰρ αὐτὸν ἐπαίδευσας τούτων μὲν ὑπερορᾷν, σωφροσύνῃ δὲ χαίρειν, εὐλαβείᾳ, ταπεινοφροσύνῃ, οὐκ ἂν ῥᾳδίως ἑάλω τοῖς τῆς πορνείας πτεροῖς. Κοσμήσασθαι μὲν γὰρ οὕτω δύναται πόρνη, καὶ τούτου πλέον· ἐκείνοις δὲ οὐκέτι. Ἔθισον οὖν αὐτὸν τούτῳ χαίρειν τῷ κόσμῳ, ὃν οὐκ ἔχει παρὰ τῇ πόρνῃ κείμενον ἰδεῖν. Πῶς δὲ αὐτὸν εἰς τὴν συνήθειαν ταύτην ἐμβαλεῖς; Ἂν τοῦτον ἀφέλῃς, καὶ ἐκεῖνον περιθῇς.

Οὕτω καὶ ὁ ἀνὴρ ἐν ἀσφαλείᾳ, καὶ σὺ ἐν τιμῇ, καὶ ὁ Θεὸς ὑμῖν ἵλεως, καὶ ἄνθρωποι πάντες θαυμάσονται, καὶ τῶν μελλόντων ἐπιτεύξεσθε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ϟʹ. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

αʹ. Διὰ τούτους τοὺς στρατιώτας ὁ σεισμὸς ἐγένετο ἐκεῖνος, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ᾽ αὐτῶν γενέσθαι τὴν μαρτυρίαν· ὅπερ οὖν καὶ συνέβη. Καὶ γὰρ ἀνύποπτος ἡ ἀπαγγελία οὕτως ἐγένετο παρὰ τῶν φυλάκων προφερομένη. Τῶν γὰρ σημείων τὰ μὲν κοινῇ τῇ οἰκουμένῃ ἐνεδείκνυτο, τὰ δὲ ἰδίᾳ τοῖς ἐκεῖ παροῦσι· κοινῇ μὲν τῇ οἰκουμένῃ τὸ σκότος, ἰδίᾳ δὲ τὸ τοῦ ἀγγέλου, τὸ τοῦ σεισμοῦ. Ἐπεὶ οὖν ἦλθον καὶ ἀπήγγειλαν, (ἡ γὰρ ἀλήθεια παρὰ τῶν ἐναντίων ἀνακηρυττομένη διαλάμπει·) ἔδωκαν πάλιν ἀργύρια, ἵνα εἴπωσι, φησὶν, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτόν. Πῶς ἔκλεψαν, ὦ πάντων ἀνοητότατοι; Διὰ γὰρ τὸ λαμπρὸν τῆς ἀληθείας καὶ περιφανὲς, οὐδὲ πλάσαι δύνανται. Καὶ γὰρ σφόδρα ἀπίθανον τὸ λεγόμενον, καὶ οὐδὲ σχῆμα τὸ ψεῦδος εἶχε. Πῶς γὰρ ἔκλεπτον, εἰπέ μοι, οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες;

Μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐ παρεκάθηντο τοσοῦτοι φύλακες, καὶ στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπώπτευον τοῦτο αὐτὸ, καὶ ἐμερίμνων, καὶ ἠγρύπνουν, καὶ ἐφρόντιζον ἐκεῖνοι; Τίνος δὲ ἕνεκεν καὶ ἔκλεπτον; ἵνα πλάσωσι τὸ τῆς ἀναστάσεως δόγμα; Καὶ πῶς ἂν ἐπῆλθεν αὐτοῖς τοιοῦτόν τι πλάσαι, ἀνθρώποις ἀγαπῶσιν, ὅτι κρυπτόμενοι ζῶσι; πῶς δ᾽ ἂν τὸν λίθον ἀνεῖλον τὸν ἠσφαλισμένον; πῶς δ᾽ ἂν τοὺς τοσούτους διέλαθον; Καίτοι εἰ καὶ θανάτου κατεφρόνουν, οὐκ ἂν ἐπεχείρησαν εἰκῆ καὶ μάτην κατατολμῆσαι τοσούτων ὄντων φυλάκων. Ὅτι δὲ καὶ δειλοὶ ἦσαν, ἐδήλωσε τὰ ἔμπροσθεν γεγενημένα.

Ὅτε γοῦν εἶδον αὐτὸν συνειλημμένον, ἅπαντες ἀπεπήδησαν. Εἰ τοίνυν τότε οὐδὲ στῆναι ἐτόλμησαν ζῶντα ὁρῶντες, πῶς ἀποθανόντος οὐκ ἂν ἐφοβήθησαν τοσούτων στρατιωτῶν πλῆθος; Μὴ γὰρ θύραν ἦν ἀνατρέψαι; μὴ γὰρ ἕνα λαθεῖν; Λίθος ἐπέκειτο μέγας, πολλῶν δεόμενος χειρῶν. Δικαίως ἔλεγον· Καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης· καθ᾽ ἑαυτῶν ἀποφαινόμενοι τοῦτο, ὅτι μετὰ τοσαύτην μανίαν δέον μετανοῆσαι, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, καταγέλαστα πλάττοντες πλάσματα, καὶ ζῶντος μὲν τὸ αἷμα ὠνούμενοι, σταυρωθέντος δὲ καὶ ἀναστάντος τὸν περὶ τῆς ἀναστάσεως πάλιν διὰ χρημάτων ὑπορύττοντες λόγον. Σὺ δέ μοι σκόπει πῶς δι᾽ ὧν ποιοῦσιν ἁλίσκονται πανταχοῦ. Εἰ γὰρ μὴ προσῆλθον Πιλάτῳ, μηδὲ ᾔτησαν τὴν κουστωδίαν, μᾶλλον ἠδύναντο τοιαῦτα ἀναισχυντεῖν· νυνὶ δὲ οὐκέτι. Καὶ γὰρ ὥσπερ σπουδάζοντες ἀποῤῥάψαι τὰ οἰκεῖα στόματα, οὕτω πάντα ἔπραξαν. Εἰ γὰρ γρηγορῆσαι οὐκ ἴσχυσαν μετ᾽ αὐτοῦ. καὶ ταῦτα ὀνειδιζόμενοι παρ᾽ αὐτοῦ, πῶς ἂν τοῦτο ἐτόλμησαν; Διατί δὲ μὴ πρὸ τούτου ἔκλεψαν, ἀλλ᾽ ὅτε ὑμεῖς ἤλθετε; Εἰ γὰρ ἐβούλοντο τοῦτο ποιῆσαι, μηδέπω φυλαττομένης τῆς θήκης ἐποίησαν ἂν ἐν τῇ πρώτῃ νυκτὶ, ὅτε καὶ ἀκίνδυνον καὶ ἀσφαλές. Τῷ γὰρ σαββάτῳ προσελθόντες ᾐτήσαντο παρὰ τοῦ Πιλάτου τὴν κουστωδίαν, καὶ ἐφύλαττον· τὴν δὲ πρώτην νύκτα οὐδεὶς τούτων τῷ τάφῳ παρῆν.

βʹ. Τί δὲ βούλεται καὶ τὰ σουδάρια τὰ τῇ σμύρνῃ προσπεπηγότα; ταῦτα γὰρ εἶδεν ὁ Πέτρος κείμενα. Εἰ γὰρ ἐβούλοντο κλέψαι, οὐκ ἂν γυμνὸν ἔκλεψαν τὸ σῶμα· οὐ διὰ τὸ ὑβρίσαι μόνον, ἀλλ᾽ ὥστε μὴ ἐν τῷ ἀποδύειν μέλλειν καὶ βραδύνειν, καὶ παρέχειν τοῖς βουλομένοις διαναστῆναι καὶ κατασχεῖν. Μάλιστα ὅτε σμύρνα ἦν, φάρμακον οὕτω κολλῶδες τῷ σώματι, καὶ τοῖς ἱματίοις προσπεπηγός· ὅθεν οὐκ εὔκολον ἦν ἀποσπάσαι τὰ ἱμάτια τοῦ σώματος, ἀλλὰ πολλοῦ χρόνου οἱ τοῦτο ποιοῦντες ἐδέοντο· ὥστε κἀντεῦθεν ἀπίθανον τὸ τῆς κλοπῆς. Μὴ γὰρ οὐκ ᾔδεσαν τὸν θυμὸν τὸν Ἰουδαϊκὸν, καὶ ὅτι εἰς αὐτοὺς τὴν ὀργὴν ἀφήσουσι; Τί δὲ ὅλως καὶ τὸ κέρδος ἦν αὐτοῖς, εἰ μὴ ἀνέστη; Ταῦτα δὴ πάντα καὶ οὗτοι συνειδότες ὅτι ἔπλασαν, ἔδωκαν ἀργύριον, καί φασιν Εἴπατε ταῦτα ὑμεῖς, καὶ ἡμεῖς πείσομεν τὸν ἡγεμόνα.

Δημοσιευθῆναι γὰρ ἐβούλοντο τὴν φωνὴν, εἰκῆ πρὸς τὴν ἀλήθειαν πυκτεύοντες, καὶ δι᾽ ὧν αὐτὴν συσκιάζειν ἐπεχείρουν, διὰ τούτων καὶ ἄκοντες παρεσκεύαζον ἐκλάμπειν αὐτήν. Καὶ γὰρ καὶ τοῦτο τὴν ἀνάστασιν κυροῖ, τὸ αὐτοὺς ταῦτα εἰπεῖν, ὅτι οἱ μαθηταὶ ἔκλεψαν. Τοῦτο γὰρ ὁμολογούντων ἐστὶν, ὅτι οὐκ ἦν ἐκεῖ τὸ σῶμα. Ὅταν οὖν αὐτοὶ μὲν ὁμολογῶσι μὴ εἶναι τὸ σῶμα ἐκεῖ, τὴν δὲ κλοπὴν δεικνύῃ ψευδῆ καὶ ἀπίθανον ἡ προσεδρεία αὐτῶν, καὶ τὰ σήμαντρα, καὶ ἡ τῶν μαθητῶν δειλία· ἀναμφισβήτητος κἀντεῦθεν ἡ τῆς ἀναστάσεως ἀπόδειξις φαίνεται. Ἀλλ᾽ ὅμως οἱ ἀναίσχυντοι καὶ πάντα τολμῶντες, τοσούτων τῶν ἐπιστομιζόντων αὐτοὺς, Εἴπατε. φησὶ, καὶ ἡμεῖς πείσομεν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

Ὁρᾷς πάντας διεφθαρμένους; τὸν Πιλάτον; αὐτὸς γὰρ ἐπείσθη· τοὺς στρατιώτας; τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ἀλλὰ μὴ θαυμάσῃς εἰ χρήματα στρατιωτῶν περιεγένετο. Εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξατο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Καὶ διεφημίσθη ὁ λόγος οὗτος, φησὶν, ἕως τῆς σήμερον ἡμέρας. Εἶδες πάλιν τῶν μαθητῶν τὸ φιλάληθες; πῶς οὐδὲ τοῦτο αἰσχύνονται λέγοντες, ὅτι τοιοῦτος ἐκράτησε λόγος κατ᾽ αὐτῶν; Οἱ δὲ ἕνδεκα μαθηταὶ ἀπῆλθον εἰς τὴν Γαλιλαίαν· καὶ οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἰδόντες αὐτὸν ἐδίστασαν. Αὕτη μοι δοκεῖ ἐσχάτη ὄψις εἶναι ἐν τῇ Γαλιλαίᾳ, ὅτε αὐτοὺς ἐξέπεμπε βαπτίσοντας.

Εἰ δὲ ἐδίστασάν τινες, κἀντεῦθεν πάλιν θαύμασον αὐτῶν τὴν ἀλήθειαν, πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτονται. Ἀλλ᾽ ὅμως καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Τί οὖν φησιν ἰδὼν αὐτούς; Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πάλιν ἀνθρωπινώτερον αὐτοῖς διαλέγεται· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα εἰληφότες τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν παραγγέλλων.

Καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται, οὐδὲ εἰς μέσον φέρει τὰ γεγενημένα, οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν, οὐδὲ τῶν ἄλλων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ εἰς τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσματος. Εἶτα ἐπειδὴ μεγάλα αὐτοῖς ἐπέταξεν, ἐπαίρων αὐτῶν τὰ φρονήματα, φησίν· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶδες αὐθεντίαν πάλιν; εἶδες πῶς καὶ ἐκεῖνα συγκαταβάσεως ἕνεκεν εἴρηται;

Οὐ μετ᾽ ἐκείνων δὲ μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ᾽ ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ᾽ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς.

Μὴ γάρ μοι τὴν δυσκολίαν, φησὶν, εἴπητε τῶν πραγμάτων· ἐγὼ γάρ εἰμι μεθ᾽ ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλομένῳ, καὶ τῷ Μωϋσῇ καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις· Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι· τοῦτο καὶ ἐνταῦθα τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι, πολλάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγξαντο, εἰς τὴν οἰκουμένην πεμπόμενοι. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρῶσι μόνον δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. Τὰ μὲν γὰρ λυπηρὰ, φησὶν, ἅπερ ὑποστήσεσθε, τῷ παρόντι βίῳ συγκαταλύεται, ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ πολλάκις ἔμπροσθεν εἶπον.

Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης, ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις. Ἀλλὰ μὴ φοβώμεθα μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως ἐστὶ καιρὸς, καὶ ἀνενέγκωμεν ἐκ τῆς πονηρίας· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν.

Εἰ γὰρ πρὸ τῆς χάριτος πολλοὶ τοῦτο ἐποίησαν, πολλῷ μᾶλλον μετὰ τὴν χάριν. γʹ. Τί γὰρ φορτικὸν ἐπετάγημεν; ὄρη διατεμεῖν; ἢ πτῆναι πρὸς τὸν ἀέρα; ἢ περαιώσασθαι τὸ Τυῤῥηνικὸν πέλαγος; Οὐδαμῶς· ἀλλ᾽ οὕτως εὔκολον πολιτείαν, ὡς μηδὲ ὀργάνων δεῖσθαι, ἀλλὰ ψυχῆς καὶ διαθέσεως μόνης. Ποῖα γὰρ ὄργανα εἶχον οἱ ἀπόστολοι οὗτοι, τοσαῦτα κατορθώσαντες; Οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο; Τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων; Μηδένα ἔχε ἐχθρόν· μηδένα λέγε κακῶς. Τὰ ἐναντία μὲν οὖν τούτων τὰ δυσκολώτερα.

Ἀλλ᾽ εἶπε, φησὶ, Ῥῖψον τὰ χρήματα. Τοῦτο οὖν ἐστι τὸ φορτικόν; Μάλιστα μὲν οὐκ ἐκέλευσεν, ἀλλὰ συνεβούλευσε. Πλὴν εἰ καὶ ἐπίταγμα ἦν, τί τὸ βαρὺ, μὴ περιφέρειν φορτία καὶ φροντίδας ἀκαίρους; Ἀλλ᾽, ὢ τῆς φιλαργυρίας! Πάντα χρήματα γέγονε· διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε. Κἂν μακαρίσῃ τίς τινα, τούτων μέμνηται· κἂν ταλανίσῃ, ἐντεῦθεν ὁ ταλανισμός.

Καὶ πάντες διὰ ταῦτα οἱ λόγοι γίνονται, πῶς ὁ δεῖνα πλουτεῖ, πῶς ὁ δεῖνα πένεται. Κἂν στρατείαν, κἂν γάμον, κἂν τέχνην, κἂν ὁτιοῦν μεταχειρίζῃ τις, οὐ πρότερον ἅπτεται τοῦ προκειμένου, ἕως ἂν ταῦτα ἴδοι ἰόντα ῥαγδαίως αὐτῷ. Εἶτα οὐ συνελθόντες βουλευσόμεθα, πῶς τὸ νόσημα τοῦτο ἀπελάσομεν; οὐκ αἰσχυνθησόμεθα τῶν πατέρων τὰ κατορθώματα; τῶν τρισχιλίων, τῶν πεντακισχιλίων, οἳ κοινὰ πάντα εἶχον; Τί τὸ κέρδος τῆς παρούσης ζωῆς, ὅταν εἰς τὴν μέλλουσαν ἐμπορίαν αὐτῇ μὴ χρησώμεθα; Μέχρι πότε οὐ δουλοῦσθε τὸν δουλωσάμενον ὑμᾶς μαμωνᾶν; μέχρι πότε δοῦλοι χρημάτων; μέχρι τίνος οὐκ ἐρᾶτε ἐλευθερίας, καὶ διαῤῥήγνυτε τὰς ὠνὰς τῆς φιλοχρηματίας;

Ἀλλὰ ἂν μὲν ἀνθρώπων γένησθε δοῦλοι, πάντα ποιεῖτε, εἴ τις ἐλευθερίαν ὑπόσχοιτο· φιλαργυρίας δὲ ὄντες αἰχμάλωτοι, οὐδὲ ἐννοεῖτε πῶς τῆς πικρᾶς ταύτης ἀπαλλαγῆτε δουλείας. Καίτοι τὸ μὲν οὐδὲν δεινόν· τὸ δὲ τυραννὶς ἡ πικροτάτη. Ἐννοήσατε ἡλίκην τιμὴν ὑπὲρ ἡμῶν κατέθηκεν ὁ Χριστός. Τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν, ἑαυτὸν ἐξέδωκεν. Ὑμεῖς δὲ καὶ μετὰ ταῦτα πάντα ἀναπεπτώκατε, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ εὐφραίνεσθε τῇ δουλείᾳ, ἐντρυφᾶτε τῇ ἀτιμίᾳ, καὶ ἐπέραστον γέγονε τὸ φευκτόν.

Ἀλλ᾽ ἐπειδὴ οὐκ ἀποδύρεσθαι χρὴ μόνον καὶ ἐγκαλεῖν, ἀλλὰ καὶ διορθοῦν, ἴδωμεν πόθεν ἐπέραστον ἡμῖν γέγονε τουτὶ τὸ πάθος καὶ τὸ κακόν. Πόθεν οὖν. πόθεν ἐπέραστον τουτὶ γέγονεν; Ὅτι ἐν δόξῃ, φησὶ, καὶ ἀσφαλείᾳ ποιεῖ. Ποίᾳ ἀσφαλείᾳ; εἰπέ μοι. Ἐν τῷ θαῤῥεῖν ὑπὲρ τοῦ μὴ πεινῇν, μὴ ῥιγοῦν, μὴ βλάπτεσθαι, μὴ καταφρονεῖσθαι. Οὐκοῦν ἐὰν ἐπαγγειλώμεθά σοι τὴν ἀσφάλειαν ταύτην, ἀποστήσῃ τοῦ πλουτεῖν;

Εἰ γὰρ διὰ τοῦτο ὁ πλοῦτος ἐπέραστος, ἂν ἐξῇ χωρὶς τούτου ἔχειν ἀσφάλειαν, τίς χρεία σοι τούτου λοιπόν; Καὶ πῶς δυνατὸν μὴ πλουτοῦντα, φησὶ, τούτων ἐπιτυχεῖν; Πῶς μὲν οὖν δυνατὸν (ἐγὼ γὰρ τοὐναντίον ἐρῶ) πλουτοῦντα; Καὶ γὰρ κολακεύειν ἀνάγκη πολλοὺς, καὶ ἄρχοντας καὶ ἀρχομένους, καὶ δεῖσθαι μυρίων, καὶ δουλεύειν ἀγεννῶς, καὶ δεδοικέναι καὶ τρέμειν, καὶ ὑποπτεύειν τοὺς τῶν βασκάνων ὀφθαλμοὺς, καὶ φοβεῖσθαι συκοφαντῶν στόματα, καὶ ἑτέρων φιλαργύρων ἐπιθυμίας.

Ἀλλ᾽ οὐχ ἡ πενία τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν. Χωρίον ἄσυλόν ἐστι καὶ ἀσφαλὲς, λιμὴν εὔδιος, παλαίστρα καὶ γυμνάσιον φιλοσοφίας, ἀγγελικοῦ βίου μίμημα. Ἀκούσατε, ὅσοι πένεσθε, τούτων, μᾶλλον δὲ καὶ ὅσοι πλουτεῖν ἐπιθυμεῖτε. Οὐ τὸ πένεσθαι δεινὸν, ἀλλὰ τὸ μὴ βούλεσθαι πένεσθαι. Μηδὲν δεινὸν νόμιζε εἶναι πενίαν, καὶ οὐκ ἔσται σοι δεινόν. Οὐδὲ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος, ἀλλ᾽ ἐν τῇ κρίσει τῶν μαλακοψύχων ἀνδρῶν τοῦτό ἐστι τὸ δέος. Μᾶλλον δὲ καὶ αἰσχύνομαι, εἰ τοσοῦτον ὑπὲρ πενίας ἔχοιμι λέγειν ὅτι οὐδέν ἐστι δεινόν· ἐὰν γὰρ φιλοσοφῇς, καὶ μυρίων ἀγαθῶν ἔσται σοι πηγή.

Καὶ εἴ τίς σοι ἀρχὴν, καὶ πολιτικὰς δυνάμεις, καὶ πλοῦτον, καὶ τρυφὴν προετίθει, εἶτα τὴν πενίαν ἀντιτιθεὶς, αἵρεσιν ἐδίδου λαβεῖν ὅπερ ἤθελες, ταύτην ἂν εὐθέως ἥρπασας, εἴγε αὐτῆς ἔγνως τὸ κάλλος. δʹ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ γελῶσι τούτων λεγομένων· ἀλλ᾽ ἡμεῖς οὐ θορυβούμεθα· ἀλλὰ καὶ ὑμᾶς ἀξιοῦμεν ἀνασχέσθαι, καὶ ταχέως ἡμῖν ψηφιεῖσθε. Ἐμοὶ γὰρ ἡ πενία κόρῃ τινὶ κοσμίῳ καὶ καλῇ καὶ εὐειδεῖ προσεοικέναι δοκεῖ· ἡ δὲ φιλαργυρία θηριομόρφῳ γυναικὶ, Σκύλλῃ τινὶ καὶ Ὕδρᾳ, καὶ ἑτέροις τισὶ τοιούτοις τέρασι παρὰ μυθοποιῶν πλαττομένοις. Μὴ γάρ μοι τοὺς κατηγοροῦντας τῆς πενίας ἐνέγκῃς εἰς μέσον, ἀλλὰ τοὺς δι᾽ αὐτῆς λάμψαντας. Μετὰ ταύτης Ἠλίας τραφεὶς, ἡρπάγη τὴν μακαρίαν ἐκείνην ἁρπαγήν· μετὰ ταύτης Ἑλισσαῖος ἔλαμψε· μετὰ ταύτης Ἰωάννης, μετὰ ταύτης οἱ ἀπόστολοι πάντες· μετὰ δὲ ἐκείνης, ὁ Ἀχαὰβ, ἡ Ἰεζάβελ, ὁ Γιεζῆ, ὁ Ἰούδας, ὁ Νέρων, ὁ Καϊάφας κατεκρίθησαν.

Ἀλλ᾽ εἰ δοκεῖ, μὴ τοὺς ἐν πενίᾳ λάμψαντας μόνον ἴδωμεν, ἀλλὰ καὶ αὐτὸ τῆς κόρης ταύτης τὸ κάλλος ἐπισκεψώμεθα. Καὶ γὰρ ὁ ὀφθαλμός ἐστιν αὐτῇ καθαρὸς καὶ διειδὴς, οὐδὲν ἔχων θολερὸν, καθάπερ ὁ τῆς φιλαργυρίας νῦν μὲν θυμοῦ γέμων, νῦν δὲ ἡδονῆς ἐμπεπλησμένος, νῦν δὲ ἀπὸ ἀκρασίας τεταραγμένος.

Ἀλλ᾽ οὐχ ὁ τῆς πενίας τοιοῦτος, ἀλλ᾽ ἥμερος, γαληνὸς, ἡδὺ πρὸς πάντας βλέπων, μειλίχιος προσηνὴς, οὐδένα μισῶν, οὐδένα ἀποστρεφόμενος. Ὅπου γὰρ χρήματα, ἐκεῖ ἔχθρας ὑπόθεσις καὶ μυρίων πολέμων. Στόμα πάλιν ἐκείνῃ μὲν ὕβρεων γέμει, τύφου τινὸς, ἀλαζονείας πολλῆς, ἀρᾶς, δόλου· ταύτῃ δὲ καὶ στόμα καὶ γλῶσσα ὑγιὴς, εὐχαριστίας γέμουσα διηνεκοῦς, εὐλογίας, προσηνῶν ῥημάτων, φιλοστόργων, θεραπευτικῶν, ἐπαίνων, ἐγκωμίων. Εἰ δὲ καὶ τὴν ἀναλογίαν ἐθέλοις αὐτῆς ἰδεῖν τῶν μελῶν, εὐμήκης τέ ἐστι καὶ ὑψηλοτέρα πολὺ τῆς εὐπορίας. Εἰ δὲ φεύγουσιν αὐτὴν πολλοὶ, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τὴν ἄλλην ἀρετὴν οἱ ἀνόητοι. Ἀλλ᾽ ὑβρίζεται, φησὶν, ὁ πένης παρὰ τοῦ πλουτοῦντος. Πάλιν μοι τῆς πενίας τὸ ἐγκώμιον λέγεις. Τίς γὰρ, εἰπέ μοι, μακάριος; ὁ ὑβρίζων, ἢ ὁ ὑβριζόμενος; Δῆλον ὡς ὁ ὑβριζόμενος. Οὐκοῦν ἐκείνη μὲν ὑβρίζειν κελεύει ἡ φιλαργυρία· αὕτη δὲ φέρειν παραινεῖ ἡ πενία. Ἀλλὰ πεινᾷ ὁ πένης, φησί. Καὶ Παῦλος ἐπείνα, καὶ ἐν λιμῷ ἦν. Ἀλλ᾽ οὐκ ἔχει ἀνάπαυσιν. Οὐδὲ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες οἷ προέβη τῆς πενίας τὰ ἐγκώμια, καὶ ποῦ σε ἵστησι, πρὸς ποίους ἄνδρας ἀνάγει, καὶ πῶς τοῦ Δεσπότου ποιεῖ μιμητήν;

Εἰ καλὸν τὸ χρυσίον ἔχειν ἦν, τοῦτο ἂν ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς, ὁ τὰ ἀπόῤῥητα ἐκεῖνα δοὺς ἀγαθά. Νυνὶ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ἔχειν ἀπηγόρευσε. Διὸ καὶ ὁ Πέτρος οὐ μόνον καταδύεται πενίᾳ, ἀλλὰ καὶ σεμνύνεται λέγων· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, φησί. Τίς οὐκ ἂν ἠθέλησεν ὑμῶν ῥῆξαι ταύτην τὴν φωνήν;

Καὶ σφόδρα μὲν οὖν ἅπαντες, ἴσως εἴποι τις ἄν. Οὐκοῦν ῥῖψον τὸ ἀργύριον, ῥῖψον τὸ χρυσίον. Καὶ ἐὰν ῥίψω, φησὶ, λήψομαι τὴν δύναμιν Πέτρου; Τί γὰρ Πέτρον μακάριον ἐποίησεν, εἰπέ μοι; ἆρα τὸ χωλὸν ἐγεῖραι;

Οὐδαμῶς· ἀλλὰ τὸ μὴ ταῦτα ἔχειν, τοῦτο αὐτῷ τὸν οὐρανὸν προεξένησε. Τῶν μὲν γὰρ ταῦτα ἐργασαμένων πολλοὶ εἰς γέενναν ἐνέπεσον· οἱ δὲ ἐκεῖνα ποιήσαντες βασιλείας ἐπέτυχον. Καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ Πέτρου μάνθανε. Δύο γὰρ ἦν ἃ εἴρηκεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· καὶ, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Ποῖον οὖν αὐτὸν ἐποίησε λαμπρὸν καὶ μακάριον; τὸ ἐγεῖραι τὸν χωλὸν, ἢ τὸ ῥῖψαι τὰ χρήματα; Καὶ ταῦτα παρ᾽ αὐτοῦ τοῦ ἀγωνοθέτου παιδεύου. Τί οὖν αὐτός φησι τῷ πλουσίῳ ζητοῦντι τὴν αἰώνιον ζωήν; Οὐκ εἶπεν, Ἔγειρον χωλούς· ἀλλὰ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Καὶ ὁ Πέτρος δὲ πάλιν οὐκ εἶπεν, Ἰδοὺ ἐν τῷ ὀνόματί σου ἐκβάλλομεν δαίμονας· καίτοι ἦν ἐκβάλλων· ἀλλ᾽, Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν; Καὶ ὁ Χριστὸς πάλιν πρὸς τοῦτον ἀποκρινόμενος, οὐκ εἶπεν, Ἐάν τις χωλὸν ἐγείρῃ· ἀλλ᾽, Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀγροὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἡμεῖς οὖν τοῦτον ζηλώσωμεν, ἵνα μὴ καταισχυνθῶμεν, ἀλλὰ ἵνα μετὰ παῤῥησίας παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα αὐτὸν ἐπισπασώμεθα εἶναι μεθ᾽ ἡμῶν, ὡς καὶ μετὰ τῶν μαθητῶν ἦν.

Ἔσται γὰρ καὶ μεθ᾽ ἡμῶν, καθάπερ καὶ μετ᾽ ἐκείνων ἦν, ἐὰν θέλωμεν ἐκείνους μιμήσασθαι, καὶ ζηλωταὶ γενέσθαι τοῦ βίου καὶ τῆς πολιτείας αὐτῶν.

Ἀπὸ τούτων γὰρ καὶ ὁ Θεὸς στεφανοῖ καὶ ἀνακηρύττει, οὐκ ἀπαιτῶν σε νεκρὸν ἐγεῖραι, οὐδὲ χωλὸν διορθῶσαι. Οὐ γὰρ ταῦτα ποιεῖ κατὰ Πέτρον γενέσθαι, ἀλλὰ τὸ ῥῖψαι τὰ ὄντα· τοῦτο γὰρ τοῦ ἀποστόλου τὸ κατόρθωμα.

Ἀλλ᾽ οὐ δύνασαι ῥῖψαι; Μάλιστα μὲν δυνατόν· πλὴν οὐκ ἀναγκάζω, εἰ μὴ βούλει, οὐδὲ βιάζομαι· ἀλλ᾽ ἐκεῖνο παρακαλῶ, κἂν κατὰ μέρος ἀναλίσκειν τοῖς δεομένοις, καὶ μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα ἀπράγμονα βιωσόμεθα βίον καὶ ἀσφαλῆ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.