Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Σφαγή των Νηπίων, ο Ιωάννης ο Βαπτιστής και η Βάπτιση του Κυρίου (Ομιλίες Θ΄-ΙΒ΄)

Η μανία του Ηρώδη, η πνευματική προετοιμασία από τον Πρόδρομο και η φανέρωση της Αγίας Τριάδας κατά τη Βάπτιση του Ιησού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 20

ΟΜΙΛΙΑ Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.

αʹ. Καὶ μὴν οὐκ ἐχρῆν θυμωθῆναι, ἀλλὰ φοβηθῆναι καὶ συσταλῆναι, καὶ ἰδεῖν ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν. Ἀλλ᾽ οὐ καταστέλλεται. Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ ἀνίατος, οὐδενὶ εἴκει τῶν παρὰ τοῦ Θεοῦ δεδομένων φαρμάκων. Ὅρα γοῦν καὶ τοῦτον τοῖς προτέροις ἐπαγωνιζόμενον, καὶ φόνῳ φόνους συνάπτοντα, καὶ κατὰ κρημνοῦ πανταχοῦ φερόμενον.

Ὥσπερ γὰρ ὑπό τινος δαίμονος τῆς ὀργῆς ταύτης καὶ τῆς βασκανίας ἐκβακχευθεὶς, οὐδενὸς ποιεῖται λόγον, ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς μαίνεται, καὶ τὴν ὀργὴν τὴν κατὰ τῶν ἐμπαιξάντων μάγων, κατὰ τῶν οὐδὲν ἠδικηκότων παίδων ἀφίησι, συγγενὲς δρᾶμα τῶν ἐν Αἰγύπτῳ γενομένων τότε ἐν Παλαιστίνῃ τολμῶν.

Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Καὶ γὰρ πολλοὶ πολλὰ φλυαροῦσιν ὑπὲρ τῶν παίδων τούτων, ἀδικίαν ἐγκαλοῦντες τοῖς γεγενημένοις· καὶ οἱ μὲν ἐπιεικέστερον ὑπὲρ αὐτῶν διαποροῦσιν, οἱ δὲ θρασύτερον καὶ μανικώτερον.

Ἵν᾽ οὖν τοὺς μὲν τῆς μανίας, τοὺς δὲ τῆς ἀπορίας ἀπαλλάξωμεν, ἀνάσχεσθε μικρὸν διαλεγομένων ἡμῶν περὶ τῆς ὑποθέσεως ταύτης. Εἰ γὰρ δὴ τοῦτο ἐγκαλοῦσιν, ὅτι περιώφθη τὰ παιδία ἀναιρούμενα, ἐγκαλέσουσι καὶ τῇ τῶν στρατιωτῶν σφαγῇ τῶν τὸν Πέτρον φυλαττόντων. Ὥσπερ γὰρ ἐνταῦθα τοῦ παιδίου φυγόντος, ἕτερα παιδία ἀντὶ τοῦ ζητουμένου κατασφάττεται· οὕτω δὴ καὶ τότε τὸν Πέτρον τοῦ δεσμωτηρίου καὶ τῶν ἁλύσεων ἀπαλλάξαντος τοῦ ἀγγέλου, ὁμώνυμός τις τοῦ τυράννου τούτου καὶ ὁμότροπος ζητήσας καὶ οὐχ εὑρὼν, τοὺς τηροῦντας αὐτὸν στρατιώτας ἀπέκτεινεν ἀντ᾽ ἐκείνου. Καὶ τί τοῦτο; φησί· τοῦτο γὰρ οὐ λύσις, ἀλλὰ προσθήκη τοῦ ζητουμένου. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο εἰς μέσον πάντα φέρω τὰ τοιαῦτα, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς οὖν ἐστι τούτων ἡ λύσις; καὶ τίνα ἂν ἔχοιμεν λόγον εὐπρόσωπον εἰπεῖν; Ὅτι οὐχ ὁ Χριστὸς τῆς σφαγῆς αὐτοῖς αἴτιος γέγονεν, ἀλλ᾽ ἡ ὠμότης τοῦ βασιλέως· ὥσπερ οὖν οὐδὲ ἐκείνοις ὁ Πέτρος, ἀλλ᾽ ἡ ἄνοια τοῦ Ἡρώδου.

Εἰ μὲν γὰρ τοῖχον διορυγέντα εἶδεν, ἢ θύρας ἀνατραπείσας, εἶχεν ἴσως ῥαθυμίαν ἐγκαλέσαι τοῖς φυλάττουσι τὸν Ἀπόστολον στρατιώταις· νυνὶ δὲ πάντων ἐπὶ σχήματος μενόντων, καὶ τῶν θυρῶν ἀποκεκλεισμένων, καὶ τῶν ἁλύσεων ταῖς χέρσι τῶν φυλαττόντων συμβεβλημένων (καὶ γὰρ ἦσαν αὐτῷ συνδεδεμένοι), ἠδύνατο συλλογίσασθαι ἐκ τούτων, εἴγε ὀρθῶς ἐδίκαζε τοῖς γινομένοις, ὅτι οὐκ ἀνθρωπίνης δυνάμεως ἦν, οὐδὲ κακουργίας τὸ γινόμενον, ἀλλὰ θείας τινὸς καὶ παραδοξοποιοῦ δυνάμεως, καὶ προσκυνῆσαι τὸν ποιήσαντα ταῦτα, ἀλλ᾽ οὐ πολεμῆσαι τοῖς φυλάττουσιν. Οὕτω γὰρ ὁ Θεὸς ἐποίησεν ἅπερ ἐποίησεν ἅπαντα, ὡς μὴ μόνον τοὺς φύλακας μὴ προδοῦναι, ἀλλὰ καὶ τὸν βασιλέα δι᾽ αὐτῶν χειραγωγῆσαι πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ ἀγνώμων ἐκεῖνος ἐφάνη, τί πρὸς τὸν σοφὸν τῶν ψυχῶν ἰατρὸν καὶ πάντα ἐπ᾽ εὐεργεσίᾳ πραγματευόμενον ἡ τοῦ κάμνοντος ἀταξία; Ὃ δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Τίνος γὰρ ἕνεκεν ἐθυμώθης, ὦ Ἡρώδη, παρὰ τῶν μάγων ἐμπαιχθείς; Οὐκ ἔγνως ὅτι θεῖος ὁ τόκος ἦν; οὐ σὺ τοὺς ἀρχιερεῖς ἐκάλεσας; οὐ σὺ τοὺς γραμματέας συνήγαγες; οὐχὶ κληθέντες ἐκεῖνοι καὶ τὸν Προφήτην μεθ᾽ ἑαυτῶν εἰς τὸ σὸν εἰσήγαγον δικαστήριον ταῦτα ἄνωθεν προαναφωνοῦντα; οὐκ εἶδες τὰ παλαιὰ τοῖς νέοις συμφωνοῦντα; οὐκ ἤκουσας ὅτι καὶ ἀστὴρ τούτοις διηκονήσατο; οὐκ ᾐδέσθης τῶν βαρβάρων τὴν σπουδήν; οὐκ ἐθαύμασας αὐτῶν τὴν παῤῥησίαν;

οὐκ ἔφριξας τοῦ Προφήτου τὴν ἀλήθειαν; οὐκ ἐνενόησας ἀπὸ τῶν προτέρων καὶ τὰ ἔσχατα; Τίνος ἕνεκεν οὐκ ἐλογίσω κατὰ σεαυτὸν ἐκ τούτων ἁπάντων, ὅτι οὐ τῆς ἀπάτης τῶν μάγων ἦν τὸ γινόμενον, ἀλλὰ θείας δυνάμεως πάντα πρὸς τὸ δέον οἰκονομούσης; Εἰ δὲ καὶ ἠπατήθης παρὰ τῶν μάγων, τί πρὸς τὰ παιδία τὰ οὐδὲν ἠδικηκότα· βʹ. Ναὶ, φησίν· ἀλλὰ τὸν μὲν Ἡρώδην καλῶς ἀπεστέρησας τῆς ἀπολογίας, καὶ μιαιφόνον ἔδειξας· οὐδέπω δὲ τὸν περὶ τῆς ἀδικίας τῶν γεγενημένων ἔλυσας λόγον.

Εἰ γὰρ καὶ ἐκεῖνος ἀδίκως ἔπραττε, τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅπερ ἀεὶ καὶ ἐν Ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ λέγων οὐ παύομαι· ὃ καὶ ὑμᾶς βούλομαι μετὰ ἀκριβείας διατηρεῖν· κανὼν γάρ τις ἐστὶ πρὸς ἅπασαν ἡμῖν τοιαύτην ἁρμόττων ἀπορίαν. Τίς οὖν ἐστιν ὁ κανὼν, καὶ τίς ὁ λόγος; Ὅτι οἱ μὲν ἀδικοῦντες πολλοὶ, ὁ δὲ ἀδικούμενος οὐδὲ εἷς. Καὶ ἵνα μὴ ἐπὶ πλεῖον ὑμᾶς τὸ αἴνιγμα ταράττῃ, καὶ τὴν λύσιν ἐπάγω ταχέως. Ὅπερ γὰρ ἂν πάθωμεν ἀδίκως παρ᾽ ὁτουοῦν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Θῶμεν γὰρ εἶναί τινα οἰκέτην πολλὰ ὀφείλοντα τῷ δεσπότῃ χρήματα· εἶτα παρὰ ἀδίκων ἀνδρῶν ἐπηρεασθῆναι τὸν οἰκέτην τοῦτον, καὶ ἀφαιρεθῆναί τινα τῶν αὐτοῦ. Ἂν τοίνυν ὁ δεσπότης ὁ κωλῦσαι δυνάμενος τὸν ἅρπαγα καὶ πλεονέκτην, ἐκεῖνα μὲν μὴ ἀποκαταστήσῃ τὰ χρήματα, εἰς δὲ τὰ ὀφειλόμενα αὐτῷ παρὰ τοῦ δούλου λογίσηται τὰ ἀφαιρεθέντα, ἆρα μὴ ἠδίκηται ὁ οἰκέτης; Οὐδαμῶς.

Τί δὲ, ἂν καὶ πλείονα ἀποδῷ; ἆρα οὐχὶ καὶ μειζόνως ἐκέρδανε; Παντί που δῆλον. Τοῦτο τοίνυν καὶ ἐφ᾽ ὧν ἡμεῖς πάσχομεν, λογισώμεθα. Ὅτι γὰρ ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν, ἄκουσον τοῦ Παύλου λέγοντος πρὸς τὸν πεπορνευκότα· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ τί τοῦτο; φησί. Περὶ γὰρ τῶν ἀδικουμένων παρ᾽ ἑτέρων ὁ λόγος ἦν, οὐ περὶ τῶν παρὰ τῶν διδασκάλων διορθουμένων. Μάλιστα μὲν οὐδὲν τὸ μέσον· τὸ γὰρ ζητούμενον ἦν, εἰ τὸ παθεῖν κακῶς οὐκ ἔστιν ἐπήρεια τῷ παθόντι. Ἀλλ᾽ ἵνα καὶ πρὸς τὸ ἐγγύτερον τοῦ ζητουμένου ἀγάγω τὸν λόγον, ἀναμνήσθητι τοῦ Δαυΐδ, ὃς τὸν Σεμεῒ τότε ὁρῶν ἐπικείμενον καὶ ἐναλλόμενον αὐτοῦ τῇ συμφορᾷ, καὶ μυρίοις αὐτὸν ὀνείδεσι πλύνοντα, βουλομένων ἀνελεῖν τῶν στρατηγῶν, διεκώλυε λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ἐν τοῖς Ψαλμοῖς δὲ ᾄδων ἔλεγεν· Ἴδε τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ὁ Λάζαρος δὲ διὰ τοῦτο ἀπέλαυσεν ἀνέσεως, ἐπειδὴ μυρία κατὰ τὸν βίον τοῦτον ἔπαθε κακά.

Οὐκ ἄρα ἠδίκηνται οἱ ἀδικηθέντες, ἐὰν γενναίως ἐνέγκωσιν ἅπερ πάσχουσιν ἅπαντα, ἀλλὰ καὶ μειζόνως κερδαίνουσιν, ἄν τε παρὰ τοῦ Θεοῦ πλήττωνται, ἄν τε παρὰ τοῦ διαβόλου μαστίζωνται.

Καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία, φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ μὲν γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων εἰκότως ἄν τις ταῦτα εἴποι· οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα, δι᾽ ὧν κακῶς ἔπαθον, ἀπέθεντο;

Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς; Τί τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα; Ὅτι πολλὰ καὶ μεγάλα πολλάκις ἔμελλον, φησὶ, ζήσαντες κατορθοῦν.

Ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλῦσαι τὸν βίον. Ἄλλως δὲ οὐδ᾽ ἂν εἴασεν, εἰ μεγάλοι τινὲς ἔμελλον ἔσεσθαι οἱ παῖδες, προαναρπασθῆναι. Εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῇν διηνεκῶς, μετὰ μακροθυμίας φέρει τοσαύτης, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν οὕτως ἀπενεχθῆναι, εἰ προῄδει μεγάλα τινὰ ἀνύσοντας.

γʹ. Καὶ οὗτοι μὲν οἱ παρ᾽ ἡμῶν λόγοι· οὐ μὴν ἅπαντες οὗτοι, ἀλλ᾽ εἰσὶ καὶ τούτων ἀποῤῥητότεροι ἕτεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν αὐτός. Παραχωρήσαντες τοίνυν αὐτῷ τῆς ἀκριβεστέρας ἐν τούτῳ καταλήψεως, τῶν ἑξῆς ἡμεῖς ἐχώμεθα, καὶ ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευώμεθα πάντα φέρειν γενναίως. Καὶ γὰρ οὐ μικρὰ τότε κατέλαβε τὴν Βηθλεὲμ τραγῳδία, τῶν παίδων ἁρπαζομένων ἀπὸ τῆς θηλῆς τῶν μητέρων, καὶ ἐπὶ τὴν ἄδικον ταύτην ἀγομένων σφαγήν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. Ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβε δίκη, καὶ τοῦ μιάσματος τούτου τὴν προσήκουσαν ἐδίδου τιμωρίαν, θανάτῳ χαλεπῷ καὶ τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ὅπερ εἴσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἱστορίαν ἐπελθόντες· ἢν, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον καὶ τὴν συνέχειαν διακόπτωμεν, οὐκ ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοῖς παροῦσιν ἐνθεῖναι. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.

Ἐπειδὴ γὰρ φρίκης ἐνέπλησε τὸν ἀκροατὴν ταῦτα διηγησάμενος, τὴν σφαγὴν τὴν βιαίαν, τὴν ἄδικον, τὴν ὠμοτάτην, τὴν παράνομον, παραμυθεῖται πάλιν αὐτὸν, λέγων, ὅτι οὐκ ἀδυνατοῦντος τοῦ Θεοῦ κωλῦσαι ταῦτα ἐγίνετο, οὐδὲ ἀγνοοῦντος, ἀλλὰ καὶ προειδότος καὶ προανακηρύττοντος διὰ τοῦ Προφήτου.

Μὴ τοίνυν θορυβηθῇς, μηδὲ καταπέσῃς, εἰς τὴν ἀπόῤῥητον αὐτοῦ πρόνοιαν ἀφορῶν, ἣν καὶ δι᾽ ὧν ἐνεργεῖ, καὶ δι᾽ ὧν συγχωρεῖ, μάλιστά ἐστιν ἰδεῖν· ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῖς μαθηταῖς διαλεγόμενος ᾐνίξατο. Ἐπειδὴ γὰρ τὰ δικαστήρια, καὶ τὰς ἀπαγωγὰς, καὶ τοὺς τῆς οἰκουμένης πολέμους, καὶ τὴν ἄσπονδον μάχην αὐτοῖς προανεκήρυττεν, ἀνέχων αὐτῶν τὴν ψυχὴν καὶ παραμυθούμενός φησιν· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐδὲν ἀγνοοῦντος αὐτοῦ γίνεται, ἀλλ᾽ εἰδότος μὲν ἅπαντα, οὐ μὴν πάντα ἐνεργοῦντος Μὴ τοίνυν, φησὶ, ταράττεσθε, μηδὲ θορυβεῖσθε. Ὁ γὰρ εἰδὼς ἃ πάσχετε, καὶ κωλῦσαι δυνάμενος, εὔδηλον ὅτι προνοῶν ὑμῶν καὶ κηδόμενος οὐ κωλύει· ὅπερ καὶ ἐπὶ τῶν πειρασμῶν τῶν ἡμετέρων ἐννοεῖν δεῖ· καὶ ἱκανὴν ἐντεῦθεν ληψόμεθα τὴν παράκλησιν. Καὶ τί, φησὶ, κοινὸν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; ἴσως εἴποι τις ἄν· Ῥαχὴλ γὰρ, φησὶ, κλαίουσα τὰ τέκνα αὐτῆς· Τί δὲ τῇ Ῥαμᾶ πρὸς τὴν Ῥαχήλ; Ἡ Ῥαχὴλ μήτηρ ἦν τοῦ Βενιαμὶν, καὶ τελευτήσασαν αὐτὴν εἰς τὸν ἱππόδρομον ἔθαψαν τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου.

Ἐπεὶ οὖν καὶ ὁ τάφος πλησίον, καὶ ὁ κλῆρος τοῦ παιδίου ταύτης ἦν τοῦ Βενιαμίν (ἡ γὰρ Ῥαμᾶ τῆς Βενιαμίτιδος ἦν φυλῆς)· ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ. Εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν ἕλκος καὶ ὠμὸν, φησίν· Οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Πάλιν κἀντεῦθεν παιδευόμεθα τοῦτο, ὅπερ ἔμπροσθεν ἔλεγον, τὸ μηδέποτε θορυβεῖσθαι, ὅταν τῇ τοῦ Θεοῦ ὑποσχέσει τὰ γινόμενα ἐναντία ᾗ. Ἰδοὺ γοῦν παραγενομένου αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, μᾶλλον δὲ ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, οἷα γέγονε τὰ προοίμια. Ἐν φυγῇ μὲν ἡ μήτηρ, συμφοραῖς δὲ ἀνηκέστοις ἡ πατρὶς περιπίπτει, καὶ τολμᾶται φόνος πάντων φόνων ὁ πικρότατος, καὶ θρῆνος καὶ ὀδυρμὸς πολὺς καὶ οἰμωγαὶ πανταχοῦ. Ἀλλὰ μὴ ταραχθῇς· εἴωθε γὰρ ἀεὶ διὰ τῶν ἐναντίων τὰς οἰκονομίας τὰς ἑαυτοῦ πληροῦν, μεγίστην ἐντεῦθεν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος ἡμῖν ἀπόδειξιν. Οὕτω καὶ τοὺς μαθητὰς ἐνῆγε τοὺς ἑαυτοῦ, καὶ κατορθοῦν πάντα παρεσκεύαζε, διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομῶν, ἵνα μεῖζον τὸ θαῦμα γένηται. Μαστιζόμενοι γοῦν κἀκεῖνοι, καὶ ἐλαυνόμενοι, καὶ μυρία πάσχοντες δεινὰ, οὕτω τῶν μαστιζόντων καὶ ἐλαυνόντων περιεγένοντο. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ φαίνεται τῷ Ἰωσὴφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ.

Οὐκέτι φησὶ, Φεῦγε, ἀλλὰ, Πορεύου.

δʹ. Εἶδες πάλιν μετὰ τὸν πειρασμὸν ἄνεσιν; εἶτα μετὰ τὴν ἄνεσιν κίνδυνον πάλιν; Τῆς μὲν γὰρ ὑπερορίας ἀφείθη, καὶ πρὸς τὴν οἰκείαν ἐπανῆλθε χώραν, καὶ τὸν φονέα τῶν παίδων σφαγιασθέντα εἶδεν· ἐπιβὰς δὲ τῆς οἰκείας, πάλιν λείψανα τῶν προτέρων εὑρίσκει κινδύνων, τὸν υἱὸν τοῦ τυράννου ζῶντα καὶ βασιλεύοντα.

Καὶ πῶς Ἀρχέλαος ἐβασίλευσε τῆς Ἰουδαίας, Ποντίου Πιλάτου ἡγεμονεύοντος; Πρόσφατος ἦν ἡ τελευτὴ γεγενημένη, καὶ οὐδέπω εἰς πολλὰ ἦν διαιρεθεῖσα ἡ βασιλεία· ἀλλ᾽ ὡς ἄρτι καταλύσαντος ἐκείνου, τέως ὁ υἱὸς τὴν ἀρχὴν κατεῖχεν ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ· καὶ γὰρ καὶ τῷ ἀδελφῷ αὐτοῦ τοῦτο ὄνομα ἦν· διὸ προσέθηκεν ὁ Εὐαγγελιστὴς, Ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ. Ἀλλ᾽ εἰ τὴν Ἰουδαίαν ἐδεδοίκει, φησὶ, καταλαβεῖν διὰ τὸν Ἀρχέλαον, ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι. Ἀλλ᾽ εἰ τὸ χωρίον ἤμειψε, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν· ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν καὶ τῶν ὁρίων αὐτῆς. Τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν, καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι. Ἄλλως δὲ καὶ τὸν πατέρα οὕτω καταλύσαντα τὸν βίον ἰδὼν, εὐλαβέστερος πρὸς τὸ περαιτέρω προελθεῖν ἐγένετο, καὶ ἐπαγωνίσασθαι τῇ παρανομίᾳ. Ἔρχεται τοίνυν ὁ Ἰωσὴφ εἰς τὴν Ναζαρὲτ, ὁμοῦ τε τὸν κίνδυνον φεύγων, ὁμοῦ τε ἐμφιλοχωρῶν τῇ πατρίδι. Ἵνα μᾶλλον θαῤῥῇ, καὶ χρηματισμὸν δέχεται παρὰ τοῦ ἀγγέλου περὶ τούτου. Καὶ μὴν ὁ Λουκᾶς οὔ φησι κατὰ χρηματισμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ᾽ ὅτι τὸν καθαρμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρέτ.

Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὸν χρόνον τὸν πρὸ τῆς καθόδου τῆς εἰς Αἴγυπτον ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει. Οὐδὲ γὰρ ἂν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς ἐκεῖσε, ὥστε μηδὲν γενέσθαι παράνομον, ἀλλ᾽ ἔμεινε καθαρθῆναι καὶ ἐλθεῖν εἰς Ναζαρὲτ, καὶ τότε καταβῆναι εἰς Αἴγυπτον. Εἶτα μετὰ τὸ ἀνελθεῖν κελεύει αὐτοῖς εἰς τὴν Ναζαρὲτ ἐλθεῖν. Πρὸ δὲ τούτου οὐκ ἦσαν χρηματισθέντες ἐκεῖσε ἐλθεῖν, ἀλλ᾽ ἐμφιλοχωροῦντες τῇ πατρίδι αὐτομάτως τοῦτο ἐποίουν.

Ἐπειδὴ γὰρ δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τὴν ἀπογραφὴν ἀνέβησαν, καὶ οὐδὲ στῆναί που εἶχον, πληρώσαντες δι᾽ ὅπερ ἀνῆλθον, κατέβησαν εἰς Ναζαρέτ. Διὰ δὴ τοῦτο καὶ ὁ ἄγγελος αὐτοὺς λοιπὸν ἀναπαύων ἀποδίδωσι τῇ οἰκίᾳ· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ αὐτὸ μετὰ προφητείας· Ἵνα πληρωθῇ γὰρ, φησὶ, τὸ ῥηθὲν ὑπὸ τῶν Προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.

Καὶ ποῖος προφήτης τοῦτο εἶπε; Μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει. Πολλὰ γὰρ τῶν προφητικῶν ἠφάνισται βιβλίων· καὶ ταῦτα ἐκ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τις ἄν. Ῥᾴθυμοι γὰρ ὄντες, καὶ εἰς ἀσέβειαν συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν ἀπόλλυσθαι, τὰ δὲ αὐτοὶ κατέκαιον καὶ κατέκοπτον.

Καὶ τὸ μὲν Ἱερεμίας διηγεῖται, τὸ δὲ ὁ τὴν τετάρτην συντιθεὶς τῶν Βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον μόλις τὸ Δευτερονόμιον εὑρῆσθαι κατορωρυγμένον που καὶ ἠφανισμένον. Εἰ δὲ οὐκ ὄντος βαρβάρου οὕτω τὰ βιβλία προὔδωκαν, πολλῷ μᾶλλον τῶν βαρβάρων ἐπελθόντων. Ἐπεὶ ὅτι γε προεῖπον οἱ Προφῆται, καὶ οἱ ἀπόστολοι πολλαχοῦ Ναζωραῖον καλοῦσι.

Τοῦτο οὖν συνεσκίαζε τὴν προφητείαν, φησὶ, τὴν περὶ τῆς Βηθλεέμ; Οὐδαμῶς· ἀλλ᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐκίνει, καὶ πρὸς τὴν ἔρευναν διήγειρε τῶν περὶ αὐτοῦ λεγομένων. Οὕτω γοῦν καὶ ὁ Ναθαναὴλ πρὸς τὴν ζήτησιν ἔρχεται τὴν περὶ αὐτοῦ λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ γὰρ ἦν εὐτελὲς τὸ χωρίον· μᾶλλον δὲ οὐ τὸ χωρίον μόνον, ἀλλὰ καὶ ἅπαν τὸ μέρος τῆς Γαλιλαίας. Διὰ τοῦτο ἔλεγον οἱ Φαρισαῖοι· Ἐρώτησον, καὶ ἴδε, ὅτι Προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Ἀλλ᾽ ὅμως αὐτὸς οὐδὲ ἐκεῖθεν ἐπαισχύνεται καλεῖσθαι, δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἀνθρωπίνων· καὶ τοὺς μαθητὰς δὲ ἐκ τῆς Γαλιλαίας ἐκλέγεται· πανταχοῦ τὰς σκήψεις περικόπτων τῶν ῥᾳθυμεῖν βουλομένων, καὶ δεικνὺς ὅτι οὐδενὸς ἡμῖν τῶν ἔξωθεν δεῖ, ἐὰν ἀρετὴν ἀσκήσωμεν.

Διὰ τοῦτο οὐδὲ οἰκίαν ἐκλέγεται· Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· καὶ Ἡρώδου ἐπιβουλεύοντος φεύγει, καὶ ἐν φάτνῃ τεχθεὶς ἀνακλίνεται, καὶ ἐν καταλύματι μένει, καὶ μητέρα εὐτελῆ λαμβάνει· διδάσκων ἡμᾶς μηδὲν τῶν τοιούτων αἰσχρὸν εἶναι νομίζειν, καὶ τὸν ἀνθρώπινον καταπατῶν ἐκ προοιμίων τῦφον, καὶ μόνης εἶναι τῆς ἀρετῆς κελεύων.

εʹ. Τί γὰρ ἐπὶ πατρίδι μέγα φρονεῖς, ὅταν πάσης τῆς οἰκουμένης ξένον εἶναί σε κελεύω; φησίν· ὅταν ἐξῇ σοι γενέσθαι τοιοῦτον, ὡς τὸν κόσμον ἅπαντα μὴ εἶναί σου ἄξιον; Οὕτω γὰρ ταῦτα εὐκαταφρόνητα, ὡς μηδὲ παρὰ τοῖς φιλοσοφοῦσι τῶν Ἑλλήνων ἀξιοῦσθαι λόγου τινὸς, ἀλλὰ τὰ ἐκτὸς καλεῖσθαι, καὶ τὴν ἐσχάτην χώραν κατέχειν. Καίτοιγε ὁ Παῦλος καταδέχεται, φησὶν, οὕτω λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ, διὰ τοὺς πατέρας. Ἀλλ᾽ εἰπὲ, πότε, καὶ περὶ τίνων, καὶ πρὸς τίνας διαλεγόμενος. Πρὸς γὰρ τοὺς ἐξ ἐθνῶν μέγα φυσῶντας ἐπὶ τῇ πίστει, καὶ τῶν Ἰουδαίων κατεξανισταμένους, καὶ ταύτῃ μειζόνως αὐτοὺς ἀποῤῥηγνύντας· καταστέλλων μὲν ἐκείνων τὸ φύσημα, τούτους δὲ ἐφελκόμενος, καὶ πρὸς τὸν αὐτὸν διεγείρων ζῆλον. Ἐπεὶ ὅταν περὶ τῶν γενναίων ἐκείνων καὶ μεγάλων ἀνδρῶν λέγῃ ἄκουσον πῶς φησιν· Οἱ δὲ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ᾽ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ ἑτέρας κρείττονος ὀρέγονται. Καὶ πάλιν· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ Ἰωάννης δὲ τοῖς πρὸς αὐτὸν ἐρχομένοις ἔλεγε· Μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Καὶ ὁ Παῦλος πάλιν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ.

Τί γὰρ οἱ τοῦ Σαμουὴλ ἀπώναντο παῖδες, εἰπέ μοι, τῆς εὐγενείας τοῦ πατρὸς, μὴ γενόμενοι τῆς ἀρετῆς τοῦ πατρὸς κληρονόμοι; τί δὲ οἱ τοῦ Μωϋσέως ἐκέρδαναν, μὴ ζηλώσαντες αὐτοῦ τὴν ἀκρίβειαν; Οὐκοῦν οὐδὲ διεδέξαντο τὴν ἀρχήν· ἀλλ᾽ αὐτοὶ μὲν αὐτὸν ἐπεγράφοντο πατέρα, ἡ δὲ δημαγωγία πρὸς ἕτερον μετέβαινε, τὸν κατ᾽ ἀρετὴν αὐτοῦ γενόμενον υἱόν. Τί δὲ ὁ Τιμόθεος ἐβλάβη, πατρὸς Ἕλληνος ὤν; τί δ᾽ αὖ πάλιν ὁ τοῦ Νῶε υἱὸς ἐκέρδανεν ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς, δοῦλος ἀντ᾽ ἐλευθέρου γενόμενος; Εἶδες πῶς οὐκ ἀρκεῖ πατρὸς εὐγένεια τοῖς γεννωμένοις εἰς προστασίαν; Ἡ γὰρ κακία τῆς προαιρέσεως τοὺς τῆς φύσεως ἐνίκησε νόμους, καὶ οὐ μόνον αὐτὸν τῆς εὐγενείας τῆς πρὸς τὸν γεγεννηκότα, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐξέβαλε. Τί δὲ καὶ Ἡσαῦ, οὐχὶ υἱὸς ἦν τοῦ Ἰσαὰκ, καὶ τὸν γεννήσαντα εἶχε προϊστάμενον αὐτοῦ;

Καὶ γὰρ καὶ ὁ πατὴρ ἐσπούδαζε καὶ ἐπεθύμει μετασχεῖν αὐτὸν τῶν εὐλογιῶν, καὶ αὐτὸς ὑπὲρ τούτου τὰ κελευσθέντα πάντα ἐποίει. Ἀλλ᾽ ὅμως ἐπειδὴ σκαιὸς ἦν, οὐδὲν αὐτὸν τούτων ὤνησεν· ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὢν, καὶ τὸν πατέρα μεθ᾽ ἑαυτοῦ πάντα ὑπὲρ τούτου πράττοντα ἔχων, ἐπειδὴ τὸν Θεὸν οὐκ εἶχε μεθ᾽ ἑαυτοῦ, πάντων ἐξέπεσε. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Υἱοὶ τοῦ Θεοῦ γεγόνασιν οἱ Ἰουδαῖοι, καὶ οὐδὲν ἀπὸ τῆς εὐγενείας ταύτης ἐκέρδαναν. Εἰ δὲ υἱὸς τοῦ Θεοῦ τις γενόμενος, ἂν μὴ τῆς εὐγενείας ταύτης ἀρετὴν ἐπιδείξηται ἀξίαν, καὶ κολάζεται μειζόνως, τί μοι προγόνων καὶ πάππων εὐγένειαν προφέρεις εἰς μέσον; Οὐδὲ γὰρ ἐν τῇ Παλαιᾷ μόνον, ἀλλὰ καὶ ἐν τῇ Καινῇ τοῦτο κεκρατηκὸς εὕροι τις ἄν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἀλλ᾽ ὅμως τῶν τέκνων τούτων πολλοὺς ἔφησε μηδὲν ὠφελεῖσθαι παρὰ τοῦ πατρὸς ὁ Παῦλος· Ἐὰν γὰρ περιτέμνησθε, φησὶ, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἰ δὲ Χριστὸς οὐδὲν ὠφελεῖ τοὺς μὴ βουλομένους ἑαυτοῖς προσέχειν, πῶς ἄνθρωπος προστήσεται;

Μὴ τοίνυν μήτε ἐπ᾽ εὐγενείᾳ, μήτε ἐπὶ πλούτῳ μέγα φρονῶμεν, ἀλλὰ καὶ καταφρονῶμεν τῶν οὕτω διακειμένων· μήτε ἐπὶ πενίᾳ καταπίπτωμεν· ἀλλ᾽ ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, τὸν ἐν ἔργοις ἀγαθοῖς· ἐκείνην φεύγωμεν τὴν πενίαν, τὴν ἐν κακίᾳ καθιστῶσαν ἡμᾶς, δι᾽ ἣν καὶ ὁ πλούσιος ἐκεῖνος πένης ἦν· διόπερ οὐδὲ σταγόνος ἐγένετο κύριος, καὶ ταῦτα πολλὴν θεὶς ἱκετηρίαν.

Καίτοι τίς ἂν οὕτω γένοιτο πένης παρ᾽ ἡμῖν [ὡς καὶ ὕδατος πρὸς ἀπόλαυσιν ἀπορεῖν]; Οὐκ ἔστιν οὐδείς. Καὶ γὰρ καὶ οἱ ἐσχάτῳ λιμῷ τηκόμενοι, σταγόνος ἀπολαῦσαι δύνανται· καὶ οὐδὲ σταγόνος μόνης, ἀλλὰ καὶ πολλῷ πλείονος παραμυθίας. Ἀλλ᾽ οὐχ ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ μέχρι τούτου πένης ἦν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ παραμυθήσασθαί ποθεν τὴν πενίαν ἠδύνατο. Τί τοίνυν περὶ τὰ χρήματα κεχήναμεν, ὅταν εἰς τὸν οὐρανὸν ἡμᾶς μὴ εἰσάγῃ;

Εἰπὲ γάρ μοι· εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς εἶπεν, ὅτι τὸν πλουτοῦντα ἀμήχανον ἐν βασιλείοις λάμψαι, ἢ τιμῆς ἀπολαῦσαί τινος, ἆρα οὐκ ἂν ἅπαντες ἀτιμάσαντες ἐῤῥίψατε τὰ χρήματα; Εἶτα, ἂν μὲν τῆς ἐν τοῖς κάτω βασιλείοις τιμῆς ἡμᾶς ἐκβάλλῃ, εὐκαταφρόνητα ἔσται· τοῦ δὲ τῶν οὐρανῶν Βασιλέως καθ᾽ ἑκάστην ἡμέραν βοῶντος καὶ λέγοντος, ὅτι δύσκολον μετ᾽ αὐτῶν ἐπιβῆναι τῶν προθύρων ἐκείνων τῶν ἱερῶν, οὐ προησόμεθα πάντα, καὶ ἀποστησόμεθα τῶν ὄντων, ἵνα μετὰ παῤῥησίας εἰς τὴν βασιλείαν εἰσέλθωμεν;

ϛʹ. Καὶ ποίας ἄξιοι συγγνώμης ἐσμὲν, τὰ ἀποτειχίζοντα τὴν ἐκεῖσε ὁδὸν μετὰ πολλῆς περιβαλλόμενοι σπουδῆς, καὶ οὐ μόνον ἐν κιβωτίοις, ἀλλὰ καὶ ἐν γῇ κατακρύπτοντες, παρὸν τῇ τῶν οὐρανῶν αὐτὰ παραδοῦναι φυλακῇ; Ὡς νῦν γε τὸ αὐτὸ ποιεῖς, οἷον ἂν εἴ τις γεωργὸς σῖτον λαβὼν ὥστε σπεῖραι λιπαρὰν ἄρουραν, ἀφεὶς τὴν ἄρουραν, εἰς λάκκον τὸν σῖτον πάντα κατορύξῃ, ἵνα μήτε αὐτὸς ἀπολαύσῃ, καὶ ὁ σῖτος διαφθαρεὶς ἀπόληται. Ἀλλὰ τίς ὁ πολὺς λόγος αὐτῶν, ὅταν ταῦτα ἐγκαλῶμεν ἡμεῖς; Οὐ μικράν τίνα παραμυθίαν, φησὶ, φέρει τὸ εἰδέναι, ὅτι μετὰ ἀσφαλείας ἡμῖν ἀπόκειται ἔνδον ἅπαντα. Τὸ μὴ εἰδέναι μὲν οὖν, ὅτι ἀπόκειται, παραμυθία. Εἰ γὰρ καὶ μὴ λιμὸν δέδοικας, ἀλλ᾽ ἕτερα χαλεπώτερα διὰ τὴν ἀποθήκην ταύτην δεδοικέναι ἀνάγκη, θανάτους, πολέμους, ἐπιβουλάς. Εἰ δὲ λιμός ποτε καταλάβοι, πάλιν ὁ δῆμος ὑπὸ τῆς γαστρὸς καταναγκαζόμενος, τὴν δεξιὰν ὁπλίζει κατὰ τῆς σῆς οἰκίας. Μᾶλλον δὲ ὅταν ταῦτα ποιῇς, σὺ καὶ τὸν λιμὸν εἰσάγεις εἰς τὰς πόλεις. καὶ τοῦ λιμοῦ χαλεπώτερον τουτὶ τὸ βάραθρον τῇ σῇ κατασκευάζεις οἰκίᾳ. Λιμοῦ μὲν γὰρ ἀνάγκῃ οὐκ οἶδά τινας τετελευτηκότας ταχέως· καὶ γὰρ ἔστι πολλὰ πολλαχόθεν ἐπινοῆσαι πρὸς τὴν τοῦ κακοῦ τούτου παραμυθίαν· διὰ δὲ χρήματα καὶ πλοῦτον καὶ τὰς τοιαύτας πραγματείας, πολλοὺς ἀνῃρημένους δείκνυμι, τοὺς μὲν λάθρα, τοὺς δὲ δημοσίᾳ.

Καὶ πολλῶν μὲν τοιούτων παραδειγμάτων γέμουσιν αἱ ὁδοὶ, πολλῶν δὲ τὰ δικαστήρια καὶ αἱ ἀγοραί. Καὶ τί λέγω τὰς ὁδοὺς καὶ τὰ δικαστήρια καὶ τὰς ἀγοράς; Καὶ γὰρ τὴν θάλατταν αὐτὴν ὄψει τῶν αἱμάτων ἐμπεπλησμένην. Οὐ γὰρ δὴ γῆς ἐκράτησεν ἡ τυραννὶς αὕτη, ἀλλὰ καὶ εἰς τὸ πέλαγος μετὰ πολλῆς εἰσεκώμασε τῆς παροινίας. Καὶ ὁ μὲν πλεῖ διὰ χρυσὸν, ὁ δὲ σφάττεται δι᾽ αὐτὸ τοῦτο πάλιν· καὶ ἡ αὐτὴ τυραννὶς τὸν μὲν ἔμπορον ἐποίησε, τὸν δὲ ἀνδροφόνον.

Τί τοίνυν ἀπιστότερον γένοιτ᾽ ἂν τοῦ μαμωνᾶ, ὅταν δι᾽ αὐτὸν ἀποδημῇ καὶ κινδυνεύῃ καὶ σφάττηται; Ἀλλὰ Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ἔδει γὰρ εἰδότας τὴν ὠμὴν τυραννίδα, φεύγειν τὴν δουλείαν, καὶ καταλῦσαι τὸν χαλεπὸν ἔρωτα. Καὶ πῶς, φησὶ, τοῦτο δυνατόν; Ἂν ἕτερον εἰσαγάγῃς ἔρωτα, τὸν τῶν οὐρανῶν. Ὁ γὰρ ἐπιθυμῶν βασιλείας, καταγελάσεται πλεονεξίας· ὁ γενόμενος τοῦ Χριστοῦ δοῦλος, οὐκ ἔστι δοῦλος τοῦ μαμωνᾶ, ἀλλὰ καὶ δεσπότης· τὸν μὲν γὰρ φεύγοντα διώκειν εἴωθε, τὸν δὲ διώκοντα φεύγειν. Οὐχ οὕτω τὸν διώκοντα τιμᾷ, ὡς τὸν καταφρονοῦντα αὐτοῦ· οὐδενὸς οὕτω καταγελᾷ, ὡς τῶν ἐπιθυμούντων αὐτοῦ· οὐ καταγελᾷ δὲ μόνον ἀλλὰ καὶ μυρίοις αὐτοὺς περιβάλλει δεσμοῖς.

Λύσωμεν οὖν ὀψέ ποτε τὰς χαλεπὰς ταύτας σειράς. Τί καταδουλοῖς τὴν λογικὴν ψυχὴν τῇ ἀλόγῳ ὕλῃ, τῇ μητρὶ τῶν μυρίων κακῶν; Ἀλλ᾽ ὢ τοῦ γέλωτος! ἡμεῖς μὲν γὰρ αὐτῷ πολεμοῦμεν λόγοις, αὐτὸς δὲ ἡμῖν πολεμεῖ διὰ τῶν ἔργων, καὶ ἄγει πανταχοῦ καὶ περιφέρει, καθάπερ ἀργυρωνήτους καὶ μαστιγίας ἀτιμάζων· οὗ τί γένοιτ᾽ ἂν αἰσχρότερόν τε καὶ ἀτιμότερον; Εἰ γὰρ ὑλῶν ἀναισθήτων οὐ περιγινόμεθα, πῶς τῶν ἀσωμάτων περιεσόμεθα δυνάμεων; εἰ γῆς εὐτελοῦς οὐ καταφρονοῦμεν, καὶ λίθων ἀπεῤῥιμμένων, πῶς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ὑποτάξομεν; πῶς σωφροσύνην ἀσκήσομεν; Εἰ γὰρ ἄργυρος καταλάμπων ἡμᾶς ἐκπλήττει, πότε κάλλος ὄψεως δυνησόμεθα παραδραμεῖν; Καὶ γὰρ οὕτω τινὲς ἐκδεδομένοι πρὸς ταύτην εἰσὶ τὴν τυραννίδα, ὡς καὶ πρὸς αὐτὴν πάσχειν τι τοῦ χρυσίου τὴν ὄψιν, καὶ χαριεντιζόμενοι λέγειν, ὅτι καὶ ὀφθαλμοὺς ὠφελεῖ νόμισμα χρυσοῦν φαινόμενον. Ἀλλὰ μὴ παῖζε τοιαῦτα, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἀδικεῖ ὀφθαλμοὺς, καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς, ὡς ἡ τούτων ἐπιθυμία. Οὗτος γοῦν ὁ χαλεπὸς ἔρως τῶν παρθένων ἐκείνων τὰς λαμπάδας ἔσβεσε, καὶ τοῦ νυμφῶνος ἐξέβαλεν. Αὕτη ἡ ὄψις, ἡ τοὺς ὀφθαλμοὺς ὠφελοῦσα, καθὼς ἔφης, τὸν ἄθλιον Ἰούδαν οὐκ ἀφῆκεν ἀκοῦσαι τῆς δεσποτικῆς φωνῆς, ἀλλὰ καὶ εἰς βρόχον ἤγαγε, καὶ μέσον λακίσαι ἐποίησε, καὶ μετ᾽ ἐκεῖνα πάντα εἰς γέενναν παρέπεμψε.

Τί τοίνυν ταύτης παρανομώτερον γένοιτ᾽ ἄν; τί δὲ φρικωδέστερον; οὐ τῆς ὕλης τῶν χρημάτων λέγω, ἀλλὰ τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου καὶ μανικῆς. Καὶ γὰρ αἱμάτων ἀνθρωπίνων στάζει, καὶ φόνον βλέπει, καὶ θηρίου παντός ἐστι χαλεπωτέρα, κατασπαράττουσα τοὺς ἐμπεσόντας, καὶ ὃ πολλῷ χεῖρόν ἐστιν, οὐδὲ τῶν σπαραγμῶν ἀφίησιν αἰσθάνεσθαι τούτων. Δέον γὰρ οὕτω τοὺς τὰ τοιαῦτα πάσχοντας, καὶ πρὸς τοὺς παριόντας χεῖρα ἐκτείνειν, καὶ εἰς συμμαχίαν καλεῖν, οἱ δὲ καὶ χάριν ἔχουσι τούτων τῶν ἑλκηθμῶν· οὗ τί γένοιτ᾽ ἂν ἀθλιώτερον; Ταῦτ᾽ οὖν ἅπαντα ἐννοοῦντες, φύγωμεν τὴν ἀνίατον νόσον, θεραπεύσωμεν αὐτῆς τὰ δήγματα, καὶ μακρὰν ἀποστῶμεν τῆς τοιαύτης λύμης· ἵνα καὶ ἐνταῦθα ἀσφαλῆ καὶ ἀτάραχον ζήσωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν θησαυρῶν· [ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν] χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. αʹ. Ποίαις ἡμέραις ἐκείναις; Οὐδὲ γὰρ τότε, ἡνίκα παῖς ἦν, καὶ εἰς Ναζαρὲτ ἦλθεν, ἀλλὰ μετὰ τριάκοντα ἔτη παραγίνεται ὁ Ἰωάννης, καθὼς καὶ ὁ Λουκᾶς μαρτυρεῖ. Πῶς οὖν φησιν, Ἐν ταῖς ἡμέραις ἐκείναις; Ἔθος ἀεὶ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ· οὐχ ὅταν τὰ ἐν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγῃ μόνον, ἀλλ᾽ ὅταν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα. Οὕτω γοῦν καὶ ἡνίκα ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν αὐτῷ καθημένῳ προσῆλθον οἱ μαθηταὶ, καὶ περὶ τῆς παρουσίας αὐτοῦ μαθεῖν ἐζήτουν, καὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως· καίτοιγε ἴστε ὅσον τὸ μέσον ἑκατέρων τῶν καιρῶν. Εἰπὼν γὰρ τὴν κατασκαφὴν τῆς μητροπόλεως, καὶ τὸν περὶ τούτων ἀπαρτίσας λόγον, καὶ μέλλων εἰς τὸν περὶ τῆς συντελείας ἐκβαίνειν, ἐπήγαγε, Τότε καὶ ταῦτα ἔσται· οὐ συνάγων τοὺς χρόνους τῷ, Τότε, εἰπεῖν, ἀλλ᾽ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧ ταῦτα συμβήσεσθαι ἔμελλεν. Ὅπερ καὶ νῦν ποιεῖ λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις. Οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ᾽ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν. ἃ διηγήσασθαι παρεσκευάζετο. Καὶ τίνος ἕνεκεν μετὰ τριάκοντα ἔτη, φησὶν, ἐπὶ τὸ βάπτισμα ἦλθεν ὁ Ἰησοῦς;

Λύειν τὸν νόμον ἔμελλε μετὰ τὸ βάπτισμα τοῦτο λοιπόν· διὰ τοῦτο μέχρι ταύτης τῆς ἡλικίας τῆς πάντα δεχομένης τὰ ἁμαρτήματα, μένει αὐτὸν πληρῶν ἅπαντα, ἵνα μηδεὶς λέγῃ, ὅτι διὰ τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν. Οὐδὲ γὰρ ἀεὶ πάντα ἡμῖν ἐπιτίθεται τὰ πάθη· ἀλλ᾽ ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ᾽ ἐκείνην σφοδροτέρα ἡ ἡδονὴ, καὶ μετὰ ταύτην πάλιν ἡ τῶν χρημάτων ἐπιθυμία. Διὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν ἀναμείνας, καὶ διὰ πάσης πληρώσας αὐτὸν, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὕστερον αὐτὸ ἐπιτιθεὶς τῇ τῶν ἄλλων ἐντολῶν ἐκπληρώσει.

Ὅτι γὰρ τοῦτο ἔσχατον ἦν αὐτῷ κατόρθωμα τῶν νομίμων, ἄκουσον τί φησιν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πάντα ἠνύσαμεν τὰ νομικὰ, οὐδὲ μίαν παρέβημεν ἐντολήν. Ἐπεὶ οὖν τοῦτο περιλείπεται μόνον, δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ οὕτω πᾶσαν πληρώσομεν τὴν δικαιοσύνην. Δικαιοσύνην γὰρ ἐνταῦθα τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν ἁπασῶν. Ἀλλ᾽ ὅτι μὲν ὁ Χριστὸς διὰ τοῦτο ἐπὶ τὸ βάπτισμα ἦλθε, δῆλον ἐκ τούτου. Τίνος δὲ ἕνεκεν τὸ βάπτισμα αὐτῷ ἐπενοήθη τοῦτο; Ὅτι μὲν γὰρ οὐκ οἴκοθεν ὁ Ζαχαρίου παῖς, ἀλλὰ τοῦ Θεοῦ κινήσαντος αὐτὸν, ἐπὶ τοῦτο ἦλθε, καὶ ὁ Λουκᾶς αὐτὸ δηλοῖ λέγων, Ῥῆμα Κυρίου ἐγένετο ἐπ᾽ αὐτὸν, τουτέστι, πρόσταγμα. Καὶ αὐτὸς δέ φησιν· Ὁ ἀποστείλας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Τίνος οὖν ἕνεκεν ἐπέμφθη βαπτίζειν;

Πάλιν καὶ τοῦτο ὁ Βαπτιστὴς δῆλον ἡμῖν ποιεῖ, λέγων, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων. Καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς, ὅτι Ἦλθεν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν;

Καίτοιγε οὐκ εἶχεν ἄφεσιν, ἀλλὰ τοῦτο τὸ δῶρον τοῦ μετὰ ταῦτα δοθέντος βαπτίσματος ἦν· ἐν τούτῳ γὰρ συνετάφημεν, καὶ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τότε συνεσταυρώθη, καὶ πρὸ τοῦ σταυροῦ οὐδαμοῦ φαίνεται ἄφεσις οὖσα· πανταχοῦ γὰρ τῷ αἵματι αὐτοῦ τοῦτο λογίζεται. Καὶ ὁ Παῦλος δέ φησιν· Ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, οὐ διὰ τοῦ βαπτίσματος Ἰωάννου, ἀλλ᾽ Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἰωάννης μὲν ἐκήρυξε βάπτισμα μετανοίας· καὶ οὐ λέγει, Ἀφέσεως· Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτόν. Οὔπω γὰρ τῆς θυσίας προσενηνεγμένης, οὐδὲ τοῦ πνεύματος καταβάντος, οὐδὲ τῆς ἁμαρτίας λυθείσης, οὐδὲ τῆς ἔχθρας ἀνῃρημένης, οὐδὲ τῆς κατάρας ἀφανισθείσης, πῶς ἔμελλεν ἄφεσις γίνεσθαι;

βʹ. Τί οὖν ἐστι τὸ, Εἰς ἄφεσιν ἁμαρτιῶν; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ τῶν οἰκείων οὐδέποτε ᾐσθάνοντο ἁμαρτημάτων, ἀλλὰ τοῖς ἐσχάτοις ὄντες ὑπεύθυνοι κακοῖς, ἐδικαίουν ἑαυτοὺς πανταχοῦ· ὅπερ αὐτοὺς μάλιστα ἀπώλεσε, καὶ τῆς πίστεως ἀπήγαγε.

Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγεν, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε.

Διατί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ αἴτιον τῶν κακῶν, παραγίνεται ὁ Ἰωάννης, οὐδὲν ἕτερον ποιῶν, ἢ εἰς ἔννοιαν αὐτοὺς ἄγων τῶν οἰκείων ἁμαρτημάτων. Τοῦτο γοῦν καὶ τὸ σχῆμα αὐτοῦ ἐδήλου, μετανοίας καὶ ἐξομολογήσεως ὄν. Τοῦτο καὶ τὸ κήρυγμα ἐδείκνυ· οὐδὲν γὰρ ἄλλο ἔλεγεν, ἀλλ᾽ ὅτι, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἐπεὶ οὖν τὸ μὴ καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡς καὶ Παῦλος ἐδήλωσεν, ἀποσκιρτᾷν αὐτοὺς ἐποίει τοῦ Χριστοῦ· τὸ δὲ εἰς ἔννοιαν ἔρχεσθαι, εἰς ἐπιθυμίαν καθίστη τοῦ τὸν λυτρωτὴν ἐπιζητεῖν καὶ τῆς ἀφέσεως ἐπιθυμεῖν· τοῦτο ἦλθε κατασκευάζων Ἰωάννης, καὶ πείθων αὐτοὺς μετανοεῖν· οὐχ ἵνα κολασθῶσιν, ἀλλ᾽ ἵνα τῇ μετανοίᾳ γενόμενοι ταπεινότεροι, καὶ καταγνόντες ἑαυτῶν, εἰς τὸ λαβεῖν τὴν ἄφεσιν δράμωσιν.

Ὅρα γοῦν πῶς αὐτὸ τέθεικεν ἀκριβῶς. Εἰπὼν γὰρ ὅτι, Ἦλθε κηρύσσων βάπτισμα μετανοίας ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ἐπήγαγεν, Εἰς ἄφεσιν· ὡσανεὶ ἔλεγε· διὰ τοῦτο αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, οὐχ ἵνα κολασθῶσιν, ἀλλ᾽ ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. Εἰ μὴ γὰρ κατέγνωσαν ἑαυτῶν, οὐκ ἂν οὐδὲ τὴν χάριν ᾔτησαν· μὴ ζητοῦντες δὲ, οὐκ ἂν τῆς ἀφέσεως ἔτυχον. Ὥστε τούτῳ ἐκεῖνο προωδοποίει τὸ βάπτισμα· διὸ καὶ ἔλεγεν, Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν, μετὰ τῆς εἰρημένης καὶ ταύτην ἑτέραν αἰτίαν τιθεὶς τοῦ βαπτίσματος.

Οὐδὲ γὰρ ἴσον ἦν περιϊέναι τὰς οἰκίας, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν, Εἰς τοῦτον πιστεύσατε· καὶ πάντων παραγινομένων καὶ ὁρώντων τὴν μακαρίαν ἐκείνην ἐνεχθῆναι φωνὴν, καὶ τὰ ἄλλα ἐπιτελεσθῆναι ἅπαντα.

Διὰ τοῦτο ἔρχεται ἐπὶ τὸ βάπτισμα. Καὶ γὰρ καὶ ἡ τοῦ βαπτίζοντος ὑπόληψις, καὶ ἡ τοῦ πράγματος ὑπόθεσις, πᾶσαν τὴν πόλιν εἷλκε, καὶ πρὸς τὸν Ἰορδάνην ἐκάλει, καὶ θέατρον ἐγένετο μέγα. Διὰ τοῦτο αὐτοὺς καὶ παραγενομένους καταστέλλει, καὶ πείθει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, δεικνὺς τῶν ἐσχάτων ὄντας ὑπευθύνους κακῶν, εἰ μὴ μετανοήσαιεν, καὶ τοὺς προγόνους ἀφέντες, καὶ τὸ ἐπ᾽ ἐκείνοις ἀγάλλεσθαι, δέξαιντο τὸν παραγινόμενον. Καὶ γὰρ συνεσκίαστο τὰ κατὰ σὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν.

Εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασε πάλιν· διὰ δὴ τοῦτο λαμπρῶν ἔδει τῶν προοιμίων καὶ ὑψηλοτέρας ἀρχῆς. Διὸ καὶ πρῶτον τότε ἃ μηδέποτε ἤκουσαν Ἰουδαῖοι, μήτε παρὰ προφητῶν, μήτε παρ᾽ ἄλλων τινῶν, ἀνακηρύττει λαμπρᾷ τῇ φωνῇ, τῶν οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας μεμνημένος, οὐδὲν περὶ τῆς γῆς λέγων λοιπόν. Βασιλείαν δὲ ἐνταῦθα τὴν παρουσίαν αὐτοῦ τὴν προτέραν καὶ τὴν ἐσχάτην φησί. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; φησίν· οὐδὲ γὰρ ἴσασι τί λέγεις. Διὰ γὰρ τοῦτο οὕτω λέγω, φησὶν, ἵνα ὑπὸ τῆς ἀσαφείας τῶν λεγομένων διεγειρόμενοι, ἔλθωσιν εἰς τὸ ζητῆσαι τὸν κηρυττόμενον. Οὕτω γοῦν αὐτοὺς ἐπῆρε ταῖς χρησταῖς ἐλπίσι παραγενομένους, ὡς καὶ τελώνας καὶ στρατιώτας πολλοὺς ἐρωτᾷν, τί δεῖ πράττειν, καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν· ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπηλλάχθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾷν, καὶ τὰ μέλλοντα ὀνειροπολεῖν. Καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα.

γʹ. Ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων πώποτε, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν ἔχοντα μεθ᾽ ἑαυτοῦ. Παρῆν γὰρ καὶ οὗτος αὐτὸν ἀνακηρύττων καὶ λέγων· Οὗτός ἐστιν ὃν παρέσεσθαι ἔφην βοῶντα, καὶ κατὰ τὴν ἔρημον λαμπρᾷ τῇ φωνῇ κηρύττοντα ἅπαντα. Τοσαύτη γὰρ σπουδὴ τοῖς Προφήταις περὶ τούτων ἐγένετο τῶν πραγμάτων, ὡς μὴ τὸν Δεσπότην τὸν ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα αὐτῷ διακονεῖσθαι ἐκ πολλοῦ προανακηρύττειν τοῦ χρόνου· καὶ μὴ μόνον αὐτὸν λέγειν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ διατρίβειν ἔμελλε, καὶ τὸν τοῦ κηρύγματος τρόπον, ὃν διδάξαι παραγενόμενος εἶχε, καὶ τὸ ἀπ᾽ αὐτοῦ συμβαῖνον κατόρθωμα. Ὅρα γοῦν πῶς ἐπ᾽ αὐτῶν ἔρχονται τῶν νοημάτων, εἰ καὶ μὴ ἐπ᾽ αὐτῶν τῶν ῥημάτων, ὅ τε Προφήτης καὶ ὁ Βαπτιστής. Ὁ μὲν γὰρ Προφήτης φησὶν, ὅτι παρέσται λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ παραγενόμενος ἔλεγε· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας.

Ὅπερ ἴσον ἐστὶ τῷ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ὁρᾷς ὅτι καὶ δι᾽ ὧν ὁ Προφήτης εἶπε, καὶ δι᾽ ὧν αὐτὸς ἐκήρυττεν, ἓν τοῦτο δηλοῦται μόνον, ὅτι προοδοποιῶν παρεγένετο καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἡ ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν; Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν· οὐ γὰρ τὸ προοίμιον εἰπὼν ἀπηλλάγη, ἀλλὰ καὶ πᾶσαν τίθησι τὴν προφητείαν. Πᾶσα γὰρ φάραγξ, φησὶ, πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ. Εἶδες πῶς προλαβὼν ὁ Προφήτης πάντα εἶπε, καὶ τὴν τοῦ δήμου συνδρομὴν, καὶ τὴν τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ τὴν τοῦ κηρύγματος εὐκολίαν, καὶ τὴν αἰτίαν τῶν γινομένων ἁπάντων, εἰ καὶ τροπικώτερον ταῦτα τέθεικε; Καὶ γὰρ ἦν προφητεία τὸ λεγόμενον. Ὅταν γὰρ εἴπῃ, Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ τοὺς ταπεινοὺς ὑψουμένους δείκνυσι, καὶ τοὺς ἀπονενοημένους ταπεινουμένους, καὶ τὴν τοῦ νόμου δυσκολίαν εἰς εὐκολίαν πίστεως μεταβαλλομένην. Οὐκέτι γὰρ ἱδρῶτες καὶ πόνοι, φησὶν, ἀλλὰ χάρις καὶ συγχώρησις ἁμαρτημάτων, πολλὴν παρέχουσα τῆς σωτηρίας τὴν εὐκολίαν.

Εἶτα τὸ τούτων αἴτιον τίθησι λέγων, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· οὐκέτι Ἰουδαῖοι καὶ προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα γῆ καὶ θάλαττα, καὶ ὅλη τῶν ἀνθρώπων ἡ φύσις.

Διὰ γὰρ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν καὶ αὐτὸς ἔλεγεν, ὅτι Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι ἐπίστευσαν. Καὶ δι᾽ ἑτέρων δὲ ἐδήλωσε ῥημάτων ὁ Προφήτης πάλιν τὸ αὐτὸ τοῦτο, οὕτω λέγων· Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Ὥσπερ γὰρ ἐνταῦθα διὰ τῶν βουνῶν καὶ φαράγγων τὸ ἀνώμαλον ἦθος εἰς μίαν φιλοσοφίας ἰσότητα κιρνᾶσθαι ἔφησεν· οὕτω καὶ ἐκεῖ τοῖς τῶν ἀλόγων ἤθεσι τοὺς διαφόρους τῶν ἀνθρώπων ἐμφαίνων τρόπους, πάλιν εἰς μίαν αὐτοὺς εὐσεβείας συμφωνίαν συνάπτεσθαι ἔλεγε· καὶ ἐκεῖ πάλιν τὴν αἰτίαν τιθείς. Αὕτη δέ ἐστιν· Ἔσται γὰρ, φησὶν, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅπερ οὖν καὶ ἐνταῦθα ἔλεγεν, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· πανταχοῦ δηλῶν ὅτι πρὸς τὰ πέρατα τῆς οἰκουμένης χυθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληρότητος γνώμης εἰς ἡμερότητα πολλὴν καὶ ἁπαλότητα μεταβάλλουσα τῶν ἀνθρώπων τὸ γένος. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Εἶδες πῶς τὰ μὲν οἱ Προφῆται προεῖπον, τὰ δὲ τοῖς Εὐαγγελισταῖς κατέλιπον;

Διόπερ καὶ ὁ Ματθαῖος καὶ τὰς προφητείας τίθησι, καὶ τὰ παρ᾽ ἑαυτοῦ προστίθησιν· οὐδὲ τοῦτο πάρεργον ἡγούμενος εἶναι, τὸ περὶ τῆς στολῆς εἰπεῖν τοῦ δικαίου.

δʹ. Καὶ γὰρ ἦν θαυμαστὸν καὶ παράδοξον ἐν ἀνθρωπίνῳ σώματι τοσαύτην καρτερίαν ἰδεῖν· ὃ δὴ καὶ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας, καὶ πρὸς τὴν τοῦ μακαρίου μνήμην ἐκείνου παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε· μᾶλλον δὲ καὶ πρὸς πλείονα ἔκπληξιν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν πόλεσι καὶ ἐν οἰκίαις ἐτρέφετο, οὗτος δὲ δι᾽ ὅλου τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν. Ἔδει γὰρ τὸν πρόδρομον τοῦ μέλλοντος τὰ παλαιὰ λύειν ἅπαντα· οἷον, τὸν πόνον, τὴν κατάραν, τὴν λύπην, τὸν ἱδρῶτα· ἔχειν τινὰ καὶ αὐτὸν σύμβολα τῆς τοιαύτης δωρεᾶς, καὶ ἀνωτέρω γενέσθαι λοιπὸν τῆς καταδίκης ἐκείνης. Οὔτε γοῦν γῆν ἤροσεν, οὔτε αὔλακα ἔτεμεν, οὐχ ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἔφαγεν, ἀλλ᾽ ἦν ἐσχεδιασμένη αὐτῷ ἡ τράπεζα, καὶ εὐκολωτέρα τῆς τραπέζης ἡ περιβολὴ, καὶ ἀπραγμονεστέρα τῆς περιβολῆς ἡ οἴκησις. Οὔτε γὰρ στέγης, οὔτε κλίνης, οὐ τραπέζης, οὔτε ἄλλου τινὸς τούτων ἐδεήθη, ἀλλ᾽ ἀγγελικόν τινα βίον ἐν τῇ σαρκὶ ταύτῃ ἐπεδείκνυτο. Διὰ τοῦτο καὶ τρίχινον ἱμάτιον αὐτῷ ἦν, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ᾽ ἐπὶ τὴν προτέραν ἐπανατρέχειν εὐγένειαν, ἐν ᾗ ἦν πρὶν ἢ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. Οὕτω καὶ βασιλείας καὶ μετανοίας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο.

Καὶ μή μοι λέγε· Πόθεν αὐτῷ τρίχινον ἱμάτιον καὶ ζώνη, τὴν ἔρημον οἰκοῦντι; Εἰ γὰρ τοῦτο μέλλοις διαπορεῖν, καὶ ἕτερα πλείονα ζητήσεις· πῶς ἐν τοῖς χειμῶσι, πῶς ἐν τοῖς καύμασι διέτριβεν ἐπὶ τῆς ἐρημίας, καὶ ταῦτα ἐν ἁπαλῷ σώματι καὶ ἀώρῳ ἡλικίᾳ; πῶς ἤρκεσεν ἡ τῆς παιδικῆς σαρκὸς φύσις ἀνωμαλίᾳ ἀέρων τοσαύτῃ, καὶ τραπέζῃ οὕτως ἐξηλλαγμένῃ, καὶ τῇ ἄλλῃ τῇ ἀπὸ τῆς ἐρημίας ταλαιπωρίᾳ; Ποῦ νῦν εἰσιν οἱ τῶν Ἑλλήνων φιλόσοφοι, οἳ εἰκῆ καὶ μάτην τὴν κυνικὴν ἀναισχυντίαν ἐζήλωσαν (τί γὰρ ὄφελος τοῦ κατακλείεσθαι ἐν πίθῳ, καὶ τοιαῦτα ἀσελγαίνειν ὕστερον;) οἳ καὶ δακτυλίους, καὶ φιάλας, καὶ θεράποντας, καὶ θεραπαινίδας, καὶ πολλὴν ἄλλην περιεβάλλοντο φαντασίαν, εἰς ἑκατέραν ἀμετρίαν ἐκπίπτοντες;

Ἀλλ᾽ οὐχ οὗτος τοιοῦτος· ἀλλ᾽ ὥσπερ τὸν οὐρανὸν τὴν ἔρημον ᾤκησε, πᾶσαν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενος· κἀκεῖθεν ὡς ἄγγελός τις ἐξ οὐρανῶν εἰς τὰς πόλεις κατέβαινεν, ἀθλητὴς εὐσεβείας ὢν, καὶ τῆς οἰκουμένης στεφανίτης, καὶ φιλόσοφος τῆς τῶν οὐρανῶν ἀξίας φιλοσοφίας. Καὶ ταῦτα ἦν, οὔπω τῆς ἁμαρτίας λυθείσης, οὔπω τοῦ νόμου παυσαμένου, οὔπω τοῦ θανάτου δεθέντος, οὔπω τῶν χαλκῶν πυλῶν κατακλασθεισῶν, ἀλλ᾽ ἔτι τῆς παλαιᾶς κρατούσης πολιτείας. Τοιοῦτόν ἐστι γενναία ψυχὴ καὶ διεγηγερμένη· καὶ γὰρ πανταχοῦ προπηδᾷ, καὶ τὰ κείμενα ὑπερβαίνει σκάμματα· καθάπερ καὶ ὁ Παῦλος ἐπὶ τῆς καινῆς ἐποίει πολιτείας. Ἀλλὰ τίνος ἕνεκεν, φησὶ, καὶ ζώνῃ μετὰ τοῦ ἱματίου ἐχρήσατο; Ἔθος τοῦτο τοῖς παλαιοῖς ἦν, πρὶν εἰς τὸ μαλακὸν τοῦτο καὶ διαῤῥέον ἐξελθεῖν σχῆμα. Οὕτω γοῦν καὶ ὁ Πέτρος φαίνεται ἐζωσμένος, καὶ ὁ Παῦλος· Τὸν γὰρ ἄνδρα, φησὶν, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ ὁ Ἠλίας δὲ οὕτως ἦν ἐσταλμένος, καὶ τῶν Ἁγίων ἕκαστος, διὰ τὸ εἶναι ἐν ἔργῳ διηνεκῶς, ἤτοι ὁδοιπορίαις, ἤτοι περὶ ἕτερόν τι τῶν ἀναγκαίων πονουμένους καὶ σπουδάζοντας· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ καλλωπισμὸν ἅπαντα καταπατεῖν, καὶ σκληραγωγίαν ἅπασαν μελετᾷν· ὅπερ οὖν καὶ αὐτὸ μέγιστον ἀρετῆς ἐγκώμιον εἶναί φησιν ὁ Χριστὸς, οὕτω λέγων· Τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον;

ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.

εʹ. Εἰ δὲ ἐκεῖνος ὁ καθαρὸς οὕτω καὶ τοῦ οὐρανοῦ λαμπρότερος ὢν, καὶ ὑπὲρ Προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παῤῥησίαν ἔχων τοσαύτην, οὕτως ἑαυτὸν ἐσκληραγώγει, τὴν μὲν διαῤῥέουσαν τρυφὴν ἀτιμάζων μετὰ πολλῆς τῆς περιουσίας, ἐπὶ δὲ τὸν σκληρὸν τοῦτον ἑαυτὸν ἄγων βίον, τίνα ἕξομεν ἀπολογίαν οἱ μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἐξομολογήσεως ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ τῶν ἐν τῇ σκηνῇ πορνευομένων γυναικῶν οὐδὲν ἄμεινον διακείμενοι, καὶ πανταχόθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία, καὶ Ἱεροσόλυμα, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ὁρᾷς πόσον ἴσχυσεν ἡ παρουσία τοῦ Προφήτου; πῶς πάντα τὸν δῆμον ἀνεπτέρωσε; πῶς αὐτοὺς εἰς ἔννοιαν ἤγαγε τῶν οἰκείων ἁμαρτημάτων; Καὶ γὰρ ἦν θαύματος ἄξιον, ἰδεῖν ἐν ἀνθρωπίνῳ σχήματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παῤῥησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον, καὶ πολλὴν ἀπὸ τοῦ προσώπου τὴν χάριν ἔχοντα ἀπολάμπουσαν.

Συνετέλει δὲ εἰς ἔκπληξιν καὶ τὸ διὰ πολλοῦ τοῦ χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου. Καὶ ὁ τοῦ κηρύγματος δὲ τρόπος ξένος καὶ παρηλλαγμένος. Οὐδὲν γὰρ τῶν συνήθων ἤκουον, οἷον, πολέμους καὶ μάχας καὶ νίκας τὰς κάτω, καὶ λιμοὺς καὶ λοιμοὺς, καὶ Βαβυλωνίους καὶ Πέρσας, καὶ πόλεως ἅλωσιν, καὶ τὰ ἄλλα τὰ συνήθη· ἀλλ᾽ οὐρανοὺς καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν ἐν τῇ γεέννῃ κόλασιν.

Διά τοι τοῦτο καὶ τῶν κατὰ τὴν ἔρημον ἀποστατῶν σφαγέντων ἁπάντων οὐ πρὸ πολλοῦ τοῦ χρόνου, τῶν μετὰ Ἰούδα καὶ Θευδᾶ, οὐκ ἐγένοντο ὀκνηρότεροι πρὸς τὴν ἔξοδον τὴν ἐκεῖσε. Οὐδὲ γὰρ ἐπὶ τοῖς αὐτοῖς αὐτοὺς ἐκάλει· οἷον, ἐπὶ τυραννίδι καὶ ἀποστασίᾳ καὶ νεωτεροποιίᾳ· ἀλλ᾽ ὥστε πρὸς τὴν ἄνω χειραγωγῆσαι βασιλείαν. Διόπερ οὐδὲ κατεῖχεν ἐν τῇ ἐρήμῳ μεθ᾽ ἑαυτοῦ περιφέρων, ἀλλὰ βαπτίζων, καὶ τοὺς περὶ φιλοσοφίας παιδεύων λόγους, ἀπέλυε· διὰ πάντων αὐτοὺς διδάσκων, τῶν μὲν ἐν τῇ γῇ πάντων ὑπερορᾷν, πρὸς δὲ τὰ μέλλοντα αἴρεσθαι, καὶ καθ᾽ ἑκάστην ἐπείγεσθαι τὴν ἡμέραν. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τὰς τρυφὰς καὶ τὴν μέθην ἀφέντες, ἐπὶ τὸν κατεσταλμένον μεταθώμεθα βίον. Καὶ γὰρ ἐξομολογήσεως ὁ καιρὸς καὶ τοῖς ἀμυήτοις καὶ τοῖς βαπτισθεῖσι· τοῖς μὲν, ἵνα μετανοήσαντες τῶν ἱερῶν τύχωσι μυστηρίων· τοῖς δὲ, ἵνα ἀπονιψάμενοι τὴν μετὰ τὸ βάπτισμα κηλῖδα, καθαρῷ συνειδότι τῇ τραπέζῃ προσέλθωσιν.

Ἀποστῶμεν τοίνυν τοῦ ὑγροῦ τούτου καὶ διαλελυμένου βίου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁμοῦ καὶ ἐξομολογεῖσθαι καὶ τρυφᾷν. Καὶ ταῦτα διδασκέτω ὑμᾶς Ἰωάννης, ἀπὸ τοῦ ἐνδύματος, ἀπὸ τῆς τροφῆς, ἀπὸ τῆς οἰκίας. Τί οὖν; οὕτω κελεύεις ἡμᾶς κατεστάλθαι; φησίν. Οὐ κελεύω, ἀλλὰ συμβουλεύω καὶ παραινῶ. Εἰ δὲ μὴ δυνατὸν ὑμῖν τοῦτο, κἂν ἐν ταῖς πόλεσιν ὄντες ἐπιδειξώμεθα τὴν μετάνοιαν· καὶ γὰρ ἐπὶ θύραις τὸ δικαστήριον. Εἰ δὲ καὶ μακροτέρω ἦν, οὐδὲ οὕτω θαῤῥεῖν ἔδει· τὸ γὰρ ἑκάστου πέρας τῆς ζωῆς, τῆς συντελείας ἐπέχει δύναμιν τῷ καλουμένῳ.

Ὅτι δὲ καὶ ἐπὶ θύραις, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· καὶ πάλιν· Ἥξει γὰρ ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ. Καὶ γὰρ τὰ σημεῖα λοιπὸν ἀπήρτισται τὰ καλοῦντα τὴν ἡμέραν ἐκείνην. Κηρυχθήσεται γὰρ, φησὶ, τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.

ϛʹ. Προσέχετε μετὰ ἀκριβείας τῷ λεγομένῳ. Οὐκ εἶπεν, Ὅταν πιστευθῇ παρὰ πάντων ἀνθρώπων· ἀλλ᾽, Ὅταν κηρυχθῇ παρὰ πᾶσι. Διὰ τοῦτο καὶ ἔλεγεν, Εἰς μαρτύριον τοῖς ἔθνεσι, δεικνὺς, ὅτι οὐκ ἀναμένει πάντας πιστεῦσαι, καὶ τότε παραγενέσθαι. Τὸ γὰρ, Εἰς μαρτύριον, τοῦτό ἐστιν, εἰς κατηγορίαν, εἰς ἔλεγχον, εἰς κατάκρισιν τῶν μὴ πιστευσάντων. Ἀλλ᾽ ἡμεῖς ταῦτα ἀκούοντες καὶ ὁρῶντες, καθεύδομεν καὶ ὀνείρατα βλέπομεν, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ κεκαρωμένοι. Οὐδὲν γὰρ ὀνειράτων ἄμεινον τὰ παρόντα πράγματα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. Διὸ δὴ παρακαλῶ λοιπὸν ἀφυπνισθῆναι, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀπιδεῖν. Οὐδεὶς γὰρ καθεύδων ἥλιον ἰδεῖν δύναται, οὐδὲ εὐφρᾶναι τὰς ὄψεις τῷ κάλλει τῆς ἀκτῖνος· ἀλλ᾽ ἅπερ ἂν ἴδῃ, πάντα ὡς ἐν ὀνείρῳ βλέπει.

Διὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἐξομολογήσεως καὶ πολλῶν τῶν δακρύων, καὶ ὅτι ἀναλγήτως διακείμεθα πλημμελοῦντες, καὶ ὅτι μεγάλα τὰ ἁμαρτήματα καὶ συγγνώμης μείζονα. Καὶ ὅτι οὐ ψεύδομαι, μάρτυρες οἱ πλείους τῶν ἀκουόντων. Ἀλλ᾽ ὅμως εἰ καὶ συγγνώμης μείζονα, μετανοήσωμεν, καὶ στεφάνων ἀπολαυσόμεθα. Μετάνοιαν δὲ λέγω, οὐ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ μείζονα ἐπιδείξασθαι καλά. Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Πῶς δὲ ποιήσομεν; Ἂν τὰ ἐναντία πράττωμεν· οἷόν τι λέγω· ἥρπασας τὰ ἀλλότρια;

Δὸς καὶ τὰ σὰ λοιπόν. Πολὺν ἐπόρνευσας χρόνον; Ἀπόσχου καὶ τῆς γυναικὸς τῆς σῆς ὡρισμένας ἡμέρας· ἐγκράτειαν ἄσκησον. Ὕβρισας καὶ ἐτύπτησας παριόντας; Εὐλόγει λοιπὸν τοὺς ὑβρίζοντας, καὶ εὐεργέτει τοὺς πλήττοντας. Οὐ γὰρ ἀρκεῖ εἰς ὑγείαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τῷ τραύματι φάρμακα ἐπιθεῖναι. Ἐτρύφησας καὶ ἐμεθύσθης τὸν ἔμπροσθεν χρόνον; Νήστευε καὶ ὑδροποσίᾳ πρόσεχε, ἵνα τὴν ἐκεῖθεν ἐγγενομένην λύμην ἀνέλῃς. Εἶδες ἀκολάστοις ὀφθαλμοῖς κάλλος ἀλλότριον;

Μηδὲ ὅλως ἴδῃς γυναῖκα λοιπὸν, ἵν᾽ ἐπὶ πλείονι καταστῇς ἀσφαλείᾳ. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· καὶ πάλιν· Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἀλλ᾽ εἰπέ μοι καὶ τὸ ἀγαθόν.

Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· οὐ τὴν πρὸς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν Θεόν. Καὶ καλῶς εἶπε, Δίωξον· ἀπελήλαται γὰρ καὶ ἐκβέβληται, καὶ τὴν γῆν ἀφεῖσα εἰς τὸν οὐρανὸν ἀπεδήμησεν. Ἀλλὰ δυνησόμεθα αὐτὴν πάλιν ἐπαναγαγεῖν, ἐὰν θέλωμεν, ἀπόνοιαν καὶ ἀλαζονείαν καὶ πάντα τὰ κωλύματα αὐτῆς ἐκβαλόντες, τὸν σώφρονα τοῦτον καὶ λιτὸν διώκειν βίον. Οὐδὲν γὰρ ὀργῆς χαλεπώτερον καὶ θρασύτητος. Αὕτη καὶ τετυφωμένους καὶ δουλοπρεπεῖς ἐργάζεται, δι᾽ ἐκείνου μὲν καταγελάστους, διὰ τούτου δὲ μισητοὺς ποιοῦσα, καὶ ἐναντίας εἰσάγουσα κακίας, ἀπόνοιάν τε ὁμοῦ καὶ κολακείαν. Ἀλλ᾽ ἐὰν τὴν πλεονεξίαν τοῦ πάθους περικόψωμεν, καὶ ταπεινοὶ μετὰ ἀκριβείας, καὶ ὑψηλοὶ μετὰ ἀσφαλείας ἐσόμεθα. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις ἀπὸ πλεονεξίας αἱ δυσκρασίαι γίνονται· καὶ ὅτε τοὺς οἰκείους ὅρους ἀφέντα τὰ στοιχεῖα εἰς ἀμετρίαν ἐξέλθῃ, τότε αἱ μυρίαι νόσοι καὶ οἱ χαλεποὶ τίκτονται θάνατοι· ὅπερ καὶ ἐπὶ τῆς ψυχῆς συμβαῖνον ἴδοι τις ἄν.

ζʹ. Περικόψωμεν τοίνυν τὴν ἀμετρίαν, καὶ τὸ σωτήριον τῆς συμμετρίας πίνοντες φάρμακον, μένωμεν ἐπὶ τῆς εὐκρασίας τῆς προσηκούσης, καὶ ταῖς εὐχαῖς μετὰ ἀκριβείας προσέχωμεν. Κἂν μὴ λάβωμεν, παραμείνωμεν, ἵνα λάβωμεν· κἂν λάβωμεν, ἐπειδὴ ἐλάβομεν.

Οὐδὲ γὰρ αὐτὸς βούλεται ἀναβάλλεσθαι τὴν δόσιν, ἀλλὰ τῇ μελλήσει τὴν προσεδρείαν ἡμῖν σοφίζεται. Διὰ τοῦτο καὶ ὑπερτίθεται τὴν αἴτησιν, καὶ πειρασμὸν συγχωρεῖ πολλάκις ἐπελθεῖν, ἵνα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ καταφυγόντες μένωμεν.

Οὕτω καὶ πατέρες φιλόστοργοι ποιοῦσι, καὶ μητέρες φιλόπαιδες· ἐπειδὰν ἴδωσι τὰ παιδία τὴν πρὸς αὐτοὺς συνουσίαν ἀφέντα καὶ μετὰ τῶν ὁμηλίκων παίζοντα, πολλὰ τοὺς οἰκέτας ὑποκρίνασθαι παρασκευάζουσι φοβερὰ, ὥστε ὑπὸ τοῦ δέους καταναγκασθῆναι πρὸς τὸν μητρικὸν κόλπον καταφυγεῖν Οὕτω καὶ ὁ Θεὸς ἀνατείνεται πολλάκις ἀπειλὴν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ᾽ ἵνα πρὸς αὑτὸν ἐφελκύσηται. Ὅταν γοῦν ἐπανέλθωμεν πρὸς αὐτὸν, λύει τὸν φόβον εὐθέως· ὡς εἴγε ὅμοιοι ἦμεν ἐν πειρασμοῖς καὶ ἐν ἀνέσει, οὐδ᾽ ἂν ἐδέησε πειρασμῶν. Καὶ τί λέγω περὶ ἡμῶν; Καὶ γὰρ τοῖς ἁγίοις ἐκείνοις πολὺς ἐντεῦθεν ὁ σωφρονισμὸς ἦν. Διὰ τοῦτο καὶ ὁ Προφήτης λέγει· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Καὶ αὐτὸς δὲ τοῖς Ἀποστόλοις ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε.

Καὶ ὁ Παῦλος τοῦτο αὐτὸ αἰνίττεται, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Διὸ καὶ δεηθεὶς ἀπαλλαγῆναι τοῦ πειρασμοῦ, οὐκ ἐπέτυχε, διὰ τὸ πολλὴν ἐξ αὐτοῦ τὴν ὠφέλειαν ἐγγίνεσθαι. Ἐὰν δὲ καὶ τοῦ Δαυῒδ τὸν βίον ἐπέλθωμεν ἅπαντα, εὑρήσομεν αὐτὸν ἐν τοῖς κινδύνοις λαμπρότερον ὄντα, καὶ αὐτὸν, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς κατ᾽ ἐκεῖνον. Καὶ γὰρ ὁ Ἰὼβ τότε μειζόνως ἔλαμψε, καὶ ὁ Ἰωσὴφ δὲ οὕτως ἐπὶ πλέον εὐδοκίμησε, καὶ ὁ Ἰακὼβ δὲ, καὶ ὁ τούτου πατὴρ, καὶ ὁ ἐκείνου, καὶ πάντες ὅσοι πώποτε λαμπροτέρους ἀνεδήσαντο στεφάνους, ἀπὸ θλίψεων καὶ πειρασμῶν καὶ ἐστεφανώθησαν, καὶ ἀνεκηρύχθησαν.

Ἅπερ πάντα συνειδότες, κατὰ τὸν σοφὸν λόγον, Μὴ σπεύσωμεν ἐν καιρῷ ἐπαγωγῆς, ἀλλ᾽ ἓν μόνον ἑαυτοὺς παιδεύσωμεν, τὸ φέρειν πάντα γενναίως, καὶ μηδὲν πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι τῶν γινομένων. Τὸ μὲν γὰρ εἰδέναι, πότε δεῖ λυθῆναι τὰς θλίψεις, τοῦ συγχωροῦντος αὐτὰς προσελθεῖν Θεοῦ· τὸ δὲ ἐπενεχθείσας μετὰ πάσης φέρειν εὐχαριστίας, τῆς ἡμῶν εὐγνωμοσύνης λοιπὸν ἔργον ἐστίν· ὅπερ ἐὰν γένηται, πάντα ἕψεται τὰ ἀγαθά. Ἵν᾽ οὖν ταῦτα ἕπηται, καὶ δοκιμώτεροι μὲν ἐνταῦθα, λαμπρότεροι δὲ ἐκεῖσε γενώμεθα, πᾶν ὃ ἐὰν ἐπενεχθῇ δεχώμεθα, χάριν εἰδότες ὑπὲρ πάντων τῷ εἰδότι μᾶλλον ἡμῶν τὸ συμφέρον, καὶ τῶν γεγεννηκότων σφοδρότερον ἡμᾶς φιλοῦντι· καὶ τούτους ἀμφοτέρους τοὺς λογισμοὺς καθ᾽ ἕκαστον τῶν δεινῶν ἑαυτοῖς ἐπᾴδοντες, καταστέλλωμεν τὴν ἀθυμίαν, καὶ δοξάζωμεν ἐν πᾶσι τὸν πάντα ὑπὲρ ἡμῶν ποιοῦντα καὶ πραγματευόμενον Θεόν. Οὕτω γὰρ καὶ τὰς ἐπιβουλὰς διακρουσόμεθα ῥᾳδίως, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ. Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; αʹ. Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; Ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ᾽ αὐτοῦ μὴ δέξασθαι Ἐπεὶ καὶ τοῖς Προφήταις ἔδοξαν προσέχειν καὶ τῷ Νομοθέτῃ· ἀλλ᾽ ὅμως ἔφησεν αὐτοὺς μὴ προσεσχηκέναι, ἐπειδὴ τὸν παρ᾽ ἐκείνων προφητευόμενον οὐκ ἐδέξαντο. Εἰ γὰρ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· Καὶ μετὰ ταῦτα δὲ ἐρωτώμενοι παρὰ τοῦ Χριστοῦ, Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἔλεγον, ὅτι Ἐὰν εἴπωμεν, ἀπὸ γῆς, φοβούμεθα τὸν ὄχλον· ἐὰν εἴπωμεν, ἀπὸ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Πῶς οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ὥστε ἐξ ἁπάντων τούτων δῆλον, ὅτι παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος. Καὶ γὰρ ὁ Ἰωάννης δείκνυσιν αὐτῶν τὴν πονηρίαν, ἐξ ὧν πρὸς τὸν Βαπτιστὴν ἔπεμπον λέγοντες· Εἰ σὺ εἰ Ἠλίας; εἰ σὺ εἶ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· Οἱ δὲ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. Τί οὖν; οὐχὶ καὶ οἱ ὄχλοι τὸ αὐτὸ τοῦτο ἐνόμιζον; φησίν.

Ἀλλ᾽ οἱ μὲν ὄχλοι ἀπὸ γνώμης ἀπλάστου τοῦτο ὑπώπτευον· οἱ δὲ Φαρισαῖοι, ἐπιλαβέσθαι βουλόμενοι. Ἐπειδὴ γὰρ ὡμολόγητο ἀπὸ τῆς κώμης τοῦ Δαυῒδ ἔρχεσθαι τὸν Χριστὸν, οὗτος δὲ ἀπὸ τῆς Λευϊτικῆς φυλῆς ἦν, ἔνεδρα ἐτίθεσαν ἐκ τῆς ἐρωτήσεως, ἵνα εἴ τι τοιοῦτον εἴποι, ταχέως ἐπιθῶνται. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς ἐδήλωσε· μηδὲν γὰρ ὧν προσεδόκησαν ὁμολογήσαντος, καὶ οὕτως ἐπιλαμβάνονται λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός;

Καὶ ἵνα μάθῃς ὅτι ἑτέρᾳ μὲν οἱ Φαρισαῖοι, ἑτέρᾳ δὲ ὁ δῆμος παρεγένοντο γνώμῃ, ἄκουσον πῶς ὁ Εὐαγγελιστὴς καὶ τοῦτο ἐδήλωσε· περὶ μὲν τοῦ δήμου λέγων, ὅτι Παρεγίνοντο καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν· περὶ δὲ τῶν Φαρισαίων οὐκέτι ὁμοίως, ἀλλ᾽ ὅτι Ἰδὼν πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους, ἔλεγε· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Βαβαὶ τῆς μεγαλονοίας!

Πῶς διαλέγεται πρὸς ἀνθρώπους αἱμάτων ἀεὶ διψῶντας προφητικῶν, καὶ ὄφεων οὐδὲν ἄμεινον διακειμένους· πῶς καὶ αὐτοὺς, καὶ τοὺς γεγεννηκότας μετὰ πολλῆς διαβάλλει τῆς παῤῥησίας. Ναὶ, φησίν· ἀλλ᾽ ἡ μὲν παῤῥησία πολλή· τὸ δὲ ζητούμενον, εἰ λόγον ἔχει τινὰ ἡ παῤῥησία αὕτη.

Οὐδὲ γὰρ ἁμαρτάνοντας εἶδεν, ἀλλὰ μεταβαλλομένους· διόπερ οὐδὲ ἐγκαλέσαι ἐχρῆν, ἀλλὰ καὶ ἐπαινέσαι καὶ ἀποδέξασθαι, ὅτι πόλιν ἀφέντες καὶ οἰκίας ἔδραμον ἀκουσόμενοι τοῦ κηρύγματος. Τί οὖν ἂν εἴποιμεν;

Ὅτι οὐ τοῖς παροῦσιν, οὐδὲ τοῖς γινομένοις προσεῖχεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν ἠπίστατο, τοῦ Θεοῦ τοῦτο ἐκκαλύψαντος. Ἐπεὶ οὖν μέγα ἐφρόνουν ἐπὶ τοῖς προγόνοις, καὶ τοῦτο αἴτιον αὐτοῖς τῆς ἀπωλείας ἐγίνετο, καὶ εἰς ῥᾳθυμίαν ἐνέβαλλε, τὴν ῥίζαν τῆς ἀπονοίας περικόπτει. Διὰ τοῦτο καὶ ὁ Ἡσαΐας ἄρχοντας Σοδόμων καλεῖ, καὶ λαὸν Γομόῤῥας· καὶ ἕτερος προφήτης φησίν· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε; καὶ πάντες αὐτοὺς ταύτης ἀπάγουσι τῆς ὑπολήψεως, τὸ φύσημα αὐτῶν κενοῦντες, τὸ μυρίων αὐτοῖς αἴτιον γενόμενον κακῶν.

Ἀλλ᾽ οἱ μὲν Προφῆται, φησὶν, εἰκότως· ἁμαρτάνοντας γὰρ ἑώρων· ἐνταῦθα δὲ τίνος ἕνεκεν καὶ διὰ τί πειθομένους ὁρῶν αὐτῷ, τοῦτο ποιεῖ; Ἵνα ἁπαλωτέρους ἐργάσηται. Εἰ δέ τις μετὰ ἀκριβείας προσέχοι τοῖς λεγομένοις, καὶ ἐγκωμίῳ τὴν ἐπιτίμησιν ἐκέρασε.

Θαυμάζων γὰρ αὐτοὺς, ὅτι ὀψὲ γοῦν ποτε τὰ ἀδύνατα αὐτοῖς σχεδὸν εἶναι δοκοῦντα ἠδυνήθησαν, ταῦτα ἔλεγεν. Ἐφελκομένου τοίνυν αὐτοὺς μᾶλλόν ἐστιν ἡ ἐπιτίμησις, καὶ παρασκευάζοντος ἀνανῆψαι. Ὅταν γὰρ φαίνηται ἐκπληττόμενος, καὶ τὴν ἔμπροσθεν δείκνυσιν αὐτῶν πονηρίαν πολλὴν οὖσαν, καὶ τὴν μεταβολὴν θαυμαστὴν καὶ παράδοξον. Τί γὰρ γέγονε, φησὶν, ὅτι παῖδες ὄντες ἐκείνων, καὶ οὕτω τραφέντες κακῶς, μετενόησαν; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; τίς τὸ τραχὺ τῆς γνώμης αὐτῶν κατεμάλαξε; τίς διώρθωσε τὸ ἀνίατον; Καὶ ὅρα πῶς αὐτοὺς εὐθέως ἀπὸ τῶν προοιμίων ἐξέπληξε, τοὺς περὶ τῆς γεέννης προκαταβαλλόμενος λόγους. Οὐ γὰρ εἶπε τὰ εἰωθότα· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν τοὺς πολέμους, τὰς τῶν βαρβάρων ἐφόδους, τὰς αἰχμαλωσίας, τοὺς λιμοὺς, τοὺς λοιμούς; ἀλλ᾽ ἄλλην τινὰ κόλασιν προανεκρούετο μηδέποτε αὐτοῖς φανερὰν γεγενημένην, οὕτω λέγων· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

βʹ. Καλῶς δὲ αὐτοὺς καὶ γεννήματα ἐχιδνῶν ἐκάλεσε Καὶ γὰρ ἐκεῖνο τὸ θηρίον διαφθεῖρον τὴν ὠδίνουσαν, καὶ διατρῶγον τὴν γαστέρα αὐτῆς, οὕτω λέγεται προϊέναι εἰς φῶς· ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι καὶ μητραλοῖαι γινόμενοι, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσίν. Ἀλλ᾽ οὐχ ἵσταται μέχρι τῆς ἐπιτιμήσεως, ἀλλὰ καὶ συμβουλὴν εἰσάγει· Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας.

Οὐ γὰρ ἀρκεῖ τὸ φυγεῖν τὴν πονηρίαν, ἀλλὰ καὶ ἀρετὴν δεῖ πολλὴν ἐπιδείξασθαι. Μὴ γάρ μοι τὰ ἐναντία καὶ συνήθη, ὅτε πρὸς ὀλίγον συστελλόμενοι χρόνον, πρὸς τὴν αὐτὴν ἐπανῇτε πάλιν πονηρίαν. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς παραγεγόναμεν, ὡς καὶ οἱ ἔμπροσθεν Προφῆται. Ἐξηλλαγμένα γὰρ τὰ παρόντα. καὶ ὑψηλότερα, ἐπεὶ καὶ αὐτὸς παραγίνεται λοιπὸν ὁ Κριτὴς, αὐτὸς ὁ τῆς βασιλείας Δεσπότης, πρὸς μείζονα ἄγων φιλοσοφίαν, εἰς τὸν οὐρανὸν καλῶν, καὶ πρὸς τὰς ἐκεῖ διατριβὰς ἀνέλκων. Διὰ τοῦτο καὶ τὸν περὶ τῆς γεέννης ἀνακαλύπτω λόγον· καὶ γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ, ἀθάνατα. Μὴ τοίνυν τοῖς αὐτοῖς ἐμμένετε, μηδὲ τὰς εἰωθυίας προβάλλεσθε προφάσεις, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τῶν προγόνων τὴν εὐγένειαν. Ταῦτα δὲ ἔλεγεν, οὐ κωλύων αὐτοὺς λέγειν ἐξ ἐκείνων εἶναι τῶν ἁγίων, ἀλλὰ κωλύων μὴ τούτῳ θαῤῥεῖν, τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντας, καὶ τὰ κατὰ διάνοιαν εἰς μέσον ἐκφέρων, καὶ τὰ μέλλοντα προφητεύων. Καὶ γὰρ μετὰ ταῦτα φαίνονται λέγοντες· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραὰμ, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Ἐπεὶ οὖν τοῦτο ἦν, ὃ μάλιστα αὐτοὺς εἰς ἀπόνοιαν ἦρε καὶ ἀπώλεσε, πρῶτον αὐτὸ καταστέλλει.

Ὅρα δὲ πῶς μετὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς τὴν ὑπὲρ τούτων ποιεῖται διόρθωσιν. Εἰπὼν γὰρ, Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐκ εἶπεν, Οὐδὲν γὰρ ὑμᾶς ὁ πατριάρχης ὠφελῆσαι δυνήσεται· ἀλλ᾽ ἡμερώτερόν πως καὶ προσηνέστερον αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· Δύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Τινὲς μὲν οὖν φασιν, ὅτι περὶ τῶν ἐθνῶν ταῦτα λέγει, λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον φημὶ ἔχειν. Ποίαν δὴ ταύτην;

Μὴ νομίζετε, φησὶν, ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, ἄπαιδα ποιήσετε τὸν πατριάρχην. Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τῷ γὰρ Θεῷ δυνατὸν καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, καὶ εἰς τὴν συγγένειαν ἐκείνην ἀγαγεῖν, ἐπεὶ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. Τῷ γὰρ ἐκ λίθων ἀνθρώπους γενέσθαι ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας ἐκείνης τῆς σκληρᾶς προελθεῖν παιδίον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς. Ταύτης τοίνυν τῆς προφητείας αὐτοὺς ἀναμιμνήσκει, δεικνὺς ὅτι εἰ ἐξ ἀρχῆς οὕτω θαυμαστὸν αὐτὸν ἐποίησε πατέρα, ὡσανεὶ καὶ ἐκ λίθων αὐτὸν ἐποίησε, δυνατὸν καὶ νῦν τοῦτο γενέσθαι. Καὶ ὅρα πῶς καὶ φοβεῖ καὶ ἐκκόπτει.

Οὐ γὰρ εἶπεν, ὅτι ἤγειρεν ἤδη, ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν· ἀλλ᾽ ὅτι Δύναται ἐγεῖραι. Καὶ οὐκ εἶπεν, ὅτι δύναται ἀνθρώπους ποιῆσαι ἀπὸ λίθων, ἀλλ᾽ ὃ πολλῷ μεῖζον ἦν, καὶ συγγενεῖς καὶ παῖδας τοῦ Ἀβραάμ. Εἶδες πῶς τέως ἀπέστησεν αὐτοὺς τῆς περὶ τὰ σωματικὰ φαντασίας, καὶ τῆς εἰς τοὺς προγόνους καταφυγῆς, ἵνα ἐν τῇ οἰκείᾳ μετανοίᾳ καὶ σωφροσύνῃ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχωσιν; εἶδες πῶς τὴν τῆς σαρκὸς ἐκβαλὼν συγγένειαν, τὴν ἀπὸ τῆς πίστεως εἰσάγει;

γʹ. Σκόπει τοίνυν πῶς καὶ διὰ τῶν ἑξῆς αὔξει τούτων τὸν φόβον, καὶ ἐπιτείνει τὴν ἀγωνίαν. Εἰπὼν γὰρ, ὅτι Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, ἐπήγαγε· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· διὰ πάντων τὸν λόγον φοβερὸν ποιῶν. Καὶ γὰρ καὶ αὐτὸς πολλὴν ἀπὸ τοῦ βίου τὴν παῤῥησίαν εἶχε, κἀκεῖνοι σφοδρᾶς ἐδέοντο τῆς ἐπιπλήξεως, πολὺν ἤδη χερσωθέντες χρόνον. Τί γὰρ λέγω, φησὶν, ὅτι ἐκπίπτειν μέλλετε τῆς πρὸς τὸν πατριάρχην συγγενείας, καὶ ἑτέρους ὁρᾷν τοὺς ἀπὸ λίθων εἰς τὴν ὑμετέραν εἰσαγομένους προεδρίαν; Οὐδὲ γὰρ μέχρι τούτου τὰ τῆς τιμωρίας ὑμῖν, ἀλλὰ καὶ περαιτέρω προβήσεται τὰ τῆς κολάσεως. Ἤδη γὰρ, φησὶν, ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Οὐδὲν φοβερώτερον ταύτης τοῦ λόγου τῆς τροπῆς. Οὐκέτι γὰρ δρέπανον πετόμενον, οὐδὲ φραγμοῦ καθαίρεσις, οὐδὲ τὸ καταπατεῖσθαι τὸν ἀμπελῶνα· ἀλλ᾽ ἀξίνη σφόδρα ἀκμάζουσα, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἐπὶ θύραις αὕτη.

Ἐπειδὴ γὰρ τοῖς προφήταις συνεχῶς ἀπιστοῦντες ἔλεγον· Ποῦ ἐστιν ἡ ἡμέρα Κυρίου; καὶ, Ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· διὰ τὸ μετὰ πολλὰ πολλάκις ἔτη ἐκβαίνειν τὰ λεγόμενα· καὶ ταύτης αὐτοὺς ἀπάγων τῆς παραμυθίας, ἐγγὺς αὐτῶν ἵστησι τὰ δεινά. Καὶ τοῦτο ἐδήλωσε τῷ εἰπεῖν, Ἤδη, καὶ τῷ τῇ ῥίζῃ αὐτὴν προσαγαγεῖν. Οὐδὲν γὰρ τὸ μέσον λοιπὸν, φησὶν, ἀλλ᾽ αὐτῇ ἐπίκειται τῇ ῥίζῃ. Καὶ οὐκ εἶπε, Τοῖς κλάδοις, οὐδὲ, Τοῖς καρποῖς, ἀλλὰ, Τῇ ῥίζῃ· δεικνὺς αὐτοὺς, εἰ ῥᾳθυμήσαιεν, ἀνίατα πεισομένους δεινὰ, καὶ οὐδὲ ἐλπίδα ἕξοντας θεραπείας. Οὐδὲ γὰρ δοῦλός ἐστιν ὁ παραγενόμενος, ὡς οἱ πρότερον· ἀλλ᾽ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης, σφοδρὰν ἐπάγων τὴν τιμωρίαν καὶ δυνατωτάτην. Ἀλλ᾽ ὅμως καὶ φοβήσας πάλιν, οὐκ ἀφίησιν αὐτοὺς εἰς ἀπόγνωσιν ἐμπεσεῖν· ἀλλ᾽ ὥσπερ ἀνωτέρω οὐκ εἶπεν, ὅτι Ἤγειρεν, ἀλλ᾽ ὅτι Δύναται ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, φοβῶν τε ὁμοῦ καὶ παραμυθούμενος· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἥψατο τῆς ῥίζης, ἀλλ᾽ ὅτι Ἐπίκειται καὶ ὁμιλεῖ τῇ ῥίζῃ· καὶ οὐδεμίαν ἀναβολὴν ἐνδείκνυται. Πλὴν ἀλλὰ καὶ οὕτως ἐγγὺς αὐτὴν ἀγαγὼν, ὑμᾶς κυρίους ποιεῖ τῆς τομῆς. Ἂν μὲν γὰρ μεταβάλησθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, πρόῤῥιζον ἀνασπάσει τὸ δένδρον.

Διά τοι τοῦτο οὔτε ἀφέστηκε τῆς ῥίζης, οὔτε ἐπικειμένη τέμνει, τὸ μὲν ἵνα μὴ ἀναπέσητε, τὸ δὲ ἵνα μάθητε, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλ[λ]ομένους σωθῆναι. Διὸ καὶ πάντοθεν αὔξει τὸν φόβον, διεγείρων αὐτοὺς καὶ ὠθῶν πρὸς μετάνοιαν. Καὶ γὰρ τὸ τῶν προγόνων ἐκπεσεῖν, καὶ τὸ ἑτέρους ἀντεισαχθῆναι, καὶ τὸ ἐπὶ θύραις εἶναι τὰ δεινὰ, καὶ τὸ ἀνήκεστα πείσεσθαι, ἅπερ ἀμφότερα διὰ τῆς ῥίζης καὶ τῆς ἀξίνης ἐδήλωσεν, ἱκανὰ ἦν καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διαναστῆσαι, καὶ ἐναγωνίους ἐργάσασθαι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην. Ἀλλὰ μὴ φοβηθῇς· μᾶλλον δὲ φοβήθητι μὲν, μὴ ἀπογνῷς δέ. Ἔτι γὰρ ἔχεις ἐλπίδα μεταβολῆς· οὐ γὰρ αὐτοτελὴς ἡ ἀπόφασις, οὐδὲ ἐπὶ τὸ τέμνειν ἡ ἀξίνη ἦλθεν· (ἐπεὶ τί ἐκώλυεν αὐτὴν τεμεῖν ὁμιλοῦσαν τῇ ῥίζῃ;) ἀλλ᾽ ἐπὶ τό σε τῷ φόβῳ τούτῳ ποιῆσαι βελτίονα, καὶ παρασκευάσαι καρπὸν ἐνεγκεῖν. Διὰ τοῦτο ἐπήγαγε· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅταν δὲ εἴπῃ, Πᾶν, ἐκβάλλει πάλιν τὴν ἀπὸ τῆς εὐγενείας προεδρίαν.

Κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔκγονος ᾖς, φησὶν, κἂν μυρίους ἔχῃς ἀριθμεῖν πατριάρχας, διπλῆν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων. Ἀπὸ τούτων τῶν ῥημάτων καὶ τελώνας ἐφόβησε, καὶ στρατιωτικὴν διάνοιαν κατέσεισεν, οὔτε εἰς ἀπόγνωσιν ἐμβαλὼν, καὶ ῥᾳθυμίας ἀπαλλάττων ἁπάσης. Μετὰ γὰρ τοῦ φόβου καὶ πολλὴν παράκλησιν ἔχει τὸ εἰρημένον. Τῷ γὰρ εἰπεῖν, Μὴ ποιοῦν καρπὸν καλὸν, ἔδειξεν ὅτι τὸ ποιοῦν καρπὸν πάσης ἀπήλλακται τιμωρίας.

δʹ. Καὶ πῶς δυνησόμεθα, φησὶ, ποιῆσαι καρπὸν, τῆς τομῆς ἐπικειμένης, καὶ τοῦ χρόνου οὕτως στενοῦ ὄντος, καὶ τῆς προθεσμίας συντετμημένης; Δυνήσῃ, φησίν· οὐ γὰρ τοιοῦτος οὗτος ὁ καρπὸς, οἷος ὁ τῶν δένδρων, χρόνον ἀναμένων πολὺν, καὶ ὡρῶν ἀνάγκαις δουλεύων, καὶ πολλῆς ἑτέρας δεόμενος πραγματείας· ἀλλ᾽ ἀρκεῖ θελῆσαι, καὶ τὸ δένδρον εὐθέως ἐβλάστησεν.

Οὐ γὰρ ἡ φύσις τῆς ῥίζης μόνον, ἀλλὰ καὶ ἡ τέχνη τοῦ γεωργοῦ πρὸς τὴν τοιαύτην τὰ μέγιστα συντελεῖ καρποφορίαν. Διὰ γάρ τοι τοῦτο, ἵνα μὴ ταῦτα λέγωσιν, ὅτι Θορυβεῖς ἡμᾶς, καὶ κατεπείγεις, καὶ ἄγχεις, ἀξίνην τε ἐπιτιθεὶς, καὶ τομὴν ἀπειλῶν, καὶ προσόδους ἐν καιρῷ τιμωρίας αἰτῶν, ἐπήγαγε, δεικνὺς τὴν εὐκολίαν τῆς καρποφορίας· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὰ τούτων δεικνὺς, ὅτι γνώμης μόνον δεῖται καὶ πίστεως, οὐ πόνων καὶ ἱδρώτων· καὶ ὥσπερ εὔκολον βαπτισθῆναι, οὕτως εὔκολον μεταβληθῆναι καὶ γενέσθαι ἀμείνους. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν τῷ φόβῳ τῆς κρίσεως, καὶ τῇ προσδοκίᾳ τῆς κολάσεως, καὶ τῷ ὀνόματι τῆς ἀξίνης, καὶ τῇ ἀποβολῇ τῶν προγόνων, καὶ τῇ εἰσαγωγῇ τῶν ἑτέρων τέκνων, καὶ τῇ διπλῇ τιμωρίᾳ τῆς ἐκτομῆς καὶ τοῦ ἐμπρησμοῦ, καὶ πάντοθεν αὐτῶν καταμαλάξας τὸ σκληρὸν, καὶ καταστήσας εἰς ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν τοσούτων κακῶν, τότε εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπεροχῆς.

Εἶτα τὸ μέσον αὐτοῦ καὶ ἐκείνου τιθεὶς, ἵνα μὴ δόξῃ χαριζόμενος τοῦτο λέγειν, ἀπὸ τῆς συγκρίσεως τῶν παρ᾽ ἑκατέρου διδομένων τοῦτο κατασκευάζει. Οὐ γὰρ εὐθέως εἶπεν, Οὐκ εἰμὶ ἄξιος αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, ἀλλὰ πρότερον τὸ εὐτελὲς τοῦ βαπτίσματος τοῦ ἑαυτοῦ θεὶς, καὶ δείξας ὡς οὐδὲν πλέον ἔχει τοῦ πρὸς μετάνοιαν αὐτοὺς ἀγαγεῖν (οὐ γὰρ εἶπεν, ὅτι Ὕδατι ἀφέσεως, ἀλλὰ Μετανοίας), τίθησι καὶ τὸ αὐτοῦ τὸ τῆς ἀφάτου δωρεᾶς γέμον. Ἵνα γὰρ μὴ ἀκούσας, φησὶν, ὅτι μετ᾽ ἐμὲ ἔρχεται, καταφρονήσῃς αὐτοῦ ὡς ὑστέρου παραγενομένου, μάθε αὐτοῦ τῆς δωρεᾶς τὴν δύναμιν, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲν ἄξιον εἴρηκα, οὐδὲ μέγα, εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος.

Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ἰσχυρότερός μου ἐστὶ, μὴ νομίσῃς κατὰ σύγκρισίν με τοῦτο εἰρηκέναι. Οὐδὲ γὰρ εἰς δούλους ἄξιός εἰμι τάττεσθαι ἐκείνου, οὐδὲ εἰς δούλους ἐσχάτους, οὐδὲ τὸ εὐτελὲς τῆς διακονίας ἀναδέξασθαι μέρος. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Τὰ ὑποδήματα, ἀλλ᾽ Οὐδὲ τὸν ἱμάντα· ὅπερ ἔσχατον πάντων ἐδόκει εἶναι. Εἶτα, ἵνα μὴ νομίσῃς ταπεινοφροσύνης εἶναι τὰ εἰρημένα, ἐπάγει καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν· Ἐκεῖνος γὰρ ὑμᾶς, φησὶ, βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Εἶδες πόση τοῦ Βαπτιστοῦ ἡ σοφία; Ὅταν γὰρ αὐτὸς κηρύττῃ, τὰ φοβερὰ πάντα λέγει, καὶ ἀγωνίαν ἐμβάλλοντα· ὅταν δὲ πρὸς ἐκεῖνον πέμπῃ, τὰ χρηστὰ καὶ ἀνακτήσασθαι ἱκανά. Οὐ γὰρ τὴν ἀξίνην, οὐδὲ τὸ δένδρον τὸ ἐκκοπτόμενον καὶ καιόμενον καὶ εἰς πῦρ βαλλόμενον, οὔτε τὴν μέλλουσαν ὀργὴν εἰς μέσον ἄγει, ἀλλ᾽ ἁμαρτημάτων ἄφεσιν, καὶ τιμωρίας ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ ἀδελφότητα, καὶ κληρονομίας κοινωνίαν, καὶ Πνεύματος ἁγίου δαψιλῆ χορηγίαν. Ταῦτα γὰρ πάντα ᾐνίξατο εἰπών· Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ αὐτῇ τῇ μεταφορᾷ τῆς λέξεως τὸ δαψιλὲς τῆς χάριτος ἐμφαίνων· οὐ γὰρ εἶπε, Δώσει ὑμῖν Πνεῦμα ἅγιον, ἀλλὰ, Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρὸν καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδεικνύμενος.

εʹ. Ἐννόησον γοῦν τίνας εἰκὸς ἦν γενέσθαι τοὺς ἀκούοντας, λογιζομένους ὅτι κατὰ τοὺς προφήτας ἀθρόον ἔσονται, καὶ κατὰ τοὺς μεγάλους ἐκείνους. Διὰ γάρ τοι τοῦτο καὶ πυρὸς ἐμνημόνευσεν, ἵνα εἰς ἔννοιαν αὐτοὺς τῆς μνήμης ἐκείνων ἀγάγῃ. Καὶ γὰρ ὅσαι σχεδὸν αὐτοῖς ὄψεις ἐφάνησαν, αἱ πλείους διὰ πυρὸς ἐφάνησαν· οὕτω τῷ Μωϋσῇ διελέχθη ἐν τῇ βάτῳ ὁ Θεός· οὕτω τῷ δήμῳ παντὶ ἐν τῷ ὄρει Σινᾶ· οὕτω τῷ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβίμ. Σκόπει δὲ πῶς καὶ διεγείρει τὸν ἀκροατὴν, πρότερον μὲν θεὶς ὃ μετὰ πάντα ἔμελλε γίνεσθαι. Ἔδει γὰρ σφαγῆναι τὸν Ἀμνὸν, καὶ τὴν ἁμαρτίαν ἀφανισθῆναι, καὶ καταλυθῆναι τὴν ἔχθραν, καὶ τὴν ταφὴν γενέσθαι καὶ τὴν ἀνάστασιν, καὶ τότε τὸ Πνεῦμα παραγενέσθαι.

Ἀλλὰ τούτων οὐδὲν λέγει τέως· ἀλλὰ πρῶτον τὸ τελευταῖον, καὶ δι᾽ ὃ πάντα ἐκεῖνα ἐγίνετο, καὶ ὃ μάλιστα ἱκανὸν ἦν αὐτοῦ τὴν ἀξίαν κηρῦξαι· ἵν᾽ ὅταν ἀκούσῃ ὁ ἀκροατὴς, ὅτι Πνεῦμα λήψεται τοσοῦτον, ζητῇ πρὸς ἑαυτὸν, πῶς καὶ τίνι τρόπῳ τοῦτο ἔσται, τῆς ἁμαρτίας οὕτω κρατούσης· ἵνα λαβὼν αὐτὸν μεμεριμνημένον, καὶ ἐμπαράσκευον πρὸς τὴν ἀκρόασιν, οὕτω τὸν περὶ τοῦ πάθους εἰσαγάγῃ λόγον, μηδενὸς λοιπὸν σκανδαλιζομένου τῇ προσδοκίᾳ τῆς τοιαύτης δωρεᾶς. Διὸ πάλιν ἐβόα λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐκ εἶπεν, Ὁ ἀφεὶς, ἀλλ᾽ ὃ μείζονος ἦν κηδεμονίας, Ὁ αἴρων. Οὐ γάρ ἐστιν ἶσον ἀφεῖναι ἁπλῶς, καὶ αὐτὸν ἀναλαβεῖν. Τὸ μὲν γὰρ ἐξ ἀκινδύνου ἐγίνετο, τὸ δὲ μετὰ θανάτου. Καὶ πάλιν ἔλεγεν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστιν. Ἀλλ᾽ οὐδὲ τοῦτο τρανὴν τοῖς ἀκούουσι τὴν ἀξίαν ἐδήλου. Οὐδὲ γὰρ ᾔδεσαν οὐδέπω γνήσιον αὐτὸν ἐννοεῖν Υἱόν· ἀπὸ δὲ τῆς τοσαύτης τοῦ Πνεύματος δόσεως κἀκεῖνο συνίστατο.

Διὰ δὴ τοῦτο καὶ ὁ Πατὴρ πέμπων τὸν Ἰωάννην, τοῦτο αὐτῷ δεῖγμα πρῶτον τῆς τοῦ παραγενομένου δέδωκεν ἀξίας, εἰπών· Ἐφ᾽ ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Διὸ καὶ αὐτός φησιν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ὡς ἀπὸ τούτου κἀκείνου λοιπὸν σαφῶς συνισταμένου. Εἶτα, ἐπειδὴ τὰ χρηστὰ εἶπε, καὶ ἀνῆκε τὸν ἀκροατὴν καὶ ἐχάλασε, πάλιν ἐπισφίγγει, ὥστε μὴ γενέσθαι ῥᾴθυμον. Τοιοῦτον γὰρ τὸ γένος τὸ Ἰουδαϊκόν· ὑπὸ τῶν χρηστῶν ἐχαυνοῦντο ῥᾳδίως, καὶ χείρους ἐγίνοντο. Διόπερ πάλιν ἐπάγει τὰ φοβερὰ, λέγων· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ. Ἀνωτέρω μὲν γὰρ τὴν κόλασιν εἶπεν· ἐνταῦθα δὲ καὶ τὸν κριτὴν δείκνυσι, καὶ τὴν τιμωρίαν ἀθάνατον εἰσάγει· Κατακαύσει γὰρ, φησὶ, τὸ ἄχυρον πυρὶ ἀσβέστῳ.

Ὁρᾷς αὐτὸν τὸν τῶν πραγμάτων Κύριον, καὶ αὐτὸν ὄντα τὸν γεωργὸν, κἂν τὸν Πατέρα ἀλλαχοῦ ταὐτὸ λέγῃ· Ὁ Πατήρ μου γὰρ, φησὶν, ὁ γεωργός ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, Ἀξίνη, ἵνα μὴ νομίσῃς πόνου δεῖσθαι τὸ πρᾶγμα, καὶ δυσδιάκριτον εἶναι, ἐξ ἑτέρου παραδείγματος καὶ τὴν εὐκολίαν εἰσάγει, δεικνὺς πάντα αὐτοῦ τὸν κόσμον ὄντα· οὐ γὰρ ἂν τοὺς μὴ ἑαυτοῦ ἐκόλασε. Νῦν μὲν οὖν πάντα ἀναμέμικται· κἂν γὰρ φαίνηται διαλάμπων ὁ σῖτος, ἀλλ᾽ ὅμως μετὰ τῶν ἀχύρων κεῖται, ὡς ἐν ἅλωνι, οὐχ ὡς ἐν ἀποθήκῃ· τότε δὲ πολλὴ ἔσται ἡ διάκρισις. Ποῦ νῦν εἰσιν οἱ τῇ γεέννῃ διαπιστοῦντες; Καὶ γὰρ δύο τέθεικε, καὶ ὅτι βαπτίσει Πνεύματι ἁγίῳ, καὶ ὅτι κατακαύσει τοὺς ἀπειθοῦντας. Εἰ τοίνυν ἐκεῖνο πιστὸν, καὶ τοῦτο πάντως. Διὰ γὰρ τοῦτο ἐφεξῆς τὰς δύο προῤῥήσεις τέθεικεν, ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τὴν μηδέπω συμβᾶσαν πιστώσηται. Καὶ γὰρ καὶ ὁ Χριστὸς πολλαχοῦ τοῦτο ποιεῖ, πολλάκις μὲν ἐπὶ τῶν αὐτῶν πραγμάτων, πολλάκις δὲ ἐπὶ τῶν ἐναντίων, δύο τιθεὶς προφητείας, καὶ τὴν μὲν ἐνταῦθα παρεχόμενος, τὴν δὲ ἐν τῷ μέλλοντι ὑπισχνούμενος· ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τῇ μηδέπω γενομένῃ πιστεύσωσιν οἱ φιλονεικότεροι. Καὶ γὰρ τοῖς δι᾽ αὐτὸν ἀποδυομένοις τὰ ὄντα πάντα ἑκατονταπλασίονα ὑπέσχετο δώσειν ἐν τῷ παρόντι βίῳ, καὶ ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι, ἀπὸ τῶν ἤδη δοθέντων καὶ τὰ μέλλοντα ἀξιόπιστα καθιστάς.

Ὃ δὴ καὶ Ἰωάννης ἐνταῦθα πεποίηκε δύο θεὶς, ὅτι καὶ βαπτίσει Πνεύματι ἁγίῳ, καὶ κατακαύσει πυρὶ ἀσβέστῳ.

ϛʹ. Εἰ τοίνυν μὴ ἐβάπτισε Πνεύματι τοὺς ἀποστόλους καὶ πάντας καθ᾽ ἑκάστην ἡμέραν τοὺς βουλομένους, ἔχοις ἂν καὶ περὶ ἐκείνων ἀμφιβάλλειν· εἰ δὲ τὸ μεῖζον καὶ δυσκολώτερον εἶναι δοκοῦν, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ γέγονε καὶ καθ᾽ ἑκάστην γίνεται, πῶς τὸ εὔκολον καὶ κατὰ λόγον γινόμενον οὐ φῂς εἶναι ἀληθές, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, καὶ μεγάλα ἐντεῦθεν ὑπέσχετο ἀγαθὰ, ἵνα μὴ ἀναπέσῃς τῶν προτέρων ἁπάντων ἀφεθεὶς, ἐπήγαγε τὸ πτύον καὶ τὴν διὰ τούτου κρίσιν ἐμφαινομένην. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἀρκεῖν τὸ βάπτισμα, εἰ φαῦλοι μετὰ ταῦτα γένοισθε· δεῖ γὰρ ἡμῖν καὶ ἀρετῆς καὶ πολλῆς τῆς φιλοσοφίας. Διὰ τοῦτο εἰς μὲν τὴν χάριν καὶ τὸ λουτρὸν ἀπὸ τῆς ἀξίνης αὐτοὺς ὠθεῖ· μετὰ δὲ τὴν χάριν ἀπὸ τοῦ πτύου καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου φοβεῖ· καὶ τῶν μὲν πρὸ τοῦ βαπτίσματος οὐδεμίαν ποιεῖται διάκρισιν, ἀλλ᾽ ἁπλῶς, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, φησὶ, τοὺς ἀπίστους ἅπαντας κολάζων· μετὰ δὲ τὸ βάπτισμα διαίρεσίν τινα ἐργάζεται, ἐπειδὴ πολλοὶ τῶν πιστευσάντων ἀνάξιον ἔμελλον τῆς πίστεως ἐπιδείκνυσθαι βίον. Μηδεὶς τοίνυν γινέσθω ἄχυρον, μηδεὶς εὐρίπιστος ἔστω, μηδὲ ταῖς πονηραῖς ἐπιθυμίαις προκείσθω, πανταχοῦ ῥᾳδίως ὑπ᾽ αὐτῶν ἀναῤῥιπιζόμενος.

Ἂν μὲν γὰρ μείνῃς σῖτος, κἂν πειρασμὸς ἐπενεχθῇ, οὐδὲν πείσῃ δεινόν· καὶ γὰρ κατὰ τὴν ἅλω τῆς ἁμάξης οἱ τροχοὶ οἱ πριστηροειδεῖς τὸν σῖτον οὐ διατέμνουσιν· ἂν δὲ εἰς ἀχύρου μεταπέσῃς ἀσθένειαν, καὶ ἐνταῦθα ἀνήκεστα πείσῃ κοπτόμενος ὑπὸ πάντων, καὶ ἐκεῖ τὴν ἀθάνατον ὑποστήσῃ κόλασιν. Οἱ γὰρ τοιοῦτοι πάντες καὶ πρὸ τῆς ἐκεῖ καμίνου τροφὴ τοῖς ἀλόγοις γίνονται ἐνταῦθα πάθεσιν, ὥσπερ τὸ ἄχυρον τοῖς ἀλόγοις ζώοις· καὶ ἐκεῖ πάλιν ὕλη καὶ τροφὴ τῷ πυρί. Τὸ μὲν οὖν εἰπεῖν ἐξ εὐθείας, ὅτι Αὐτὸς δικάσει τοῖς γινομένοις, οὐχ οὕτως ἐποίει εὐπαράδεκτον τὸν λόγον· τὸ δὲ ἀναμίξαι τὴν παραβολὴν, καὶ διὰ ταύτης κατασκευάσαι τὸ πᾶν, μᾶλλον ἔπειθε, καὶ μετὰ πλείονος παραμυθίας ἐφείλκετο τὸν ἀκροατήν. Διὸ καὶ τὰ πλείονα οὕτως αὐτοῖς αὐτὸς διαλέγεται, ἅλωνα, καὶ ἀμητὸν, καὶ ἀμπελῶνα, καὶ ληνὸν, καὶ ἄρουραν, καὶ σαγήνην, καὶ ἁλείαν, καὶ πάντα τὰ συνήθη καὶ ἐν οἷς ἐστρέφοντο, τοῖς λόγοις μιγνὺς τοῖς αὐτοῦ.

Ὅπερ οὖν καὶ ὁ Βαπτιστὴς ἐνταῦθα πεποίηκε, καὶ ἀπόδειξιν μεγίστην παρέσχετο τῶν εἰρημένων, τὴν τοῦ Πνεύματος δόσιν. Ὁ γὰρ τοσαῦτα δυνάμενος, ὡς καὶ ἁμαρτήματα ἀφεῖναι, καὶ Πνεῦμα δοῦναι, καὶ ταῦτα πολλῷ μᾶλλον δυνήσεται, φησίν. Εἶδες πῶς ἤδη τὸ μυστήριον ἀκολούθως προκατεβάλλετο τῆς ἀναστάσεως καὶ τῆς κρίσεως; Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε τὰ εὐθέως ἐσόμενα παρ᾽ αὐτοῦ σημεῖα καὶ τέρατα; Ὅτι τοῦτο μεῖζον ἁπάντων ἦν, καὶ διὰ τοῦτο πάντα ἐκεῖνα ἐγίνετο. Τὸ γὰρ κεφάλαιον θεὶς, πάντα περιέλαβε· θανάτου λύσιν, ἁμαρτημάτων ἀναίρεσιν, κατάρας ἀφανισμὸν, τῶν χρονίων πολέμων ἀπαλλαγὴν, τὴν εἰς τὸν παράδεισον εἴσοδον, τὴν εἰς οὐρανοὺς ἄνοδον, τὴν μετὰ ἀγγέλων πολιτείαν, τὴν τῶν μελλόντων ἀγαθῶν κοινωνίαν· καὶ γὰρ οὗτος ἀῤῥαβὼν ἐκείνων ἐστίν. Εἰπὼν τοίνυν τοῦτο, εἶπε καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, καὶ τὴν τῶν ἐνταῦθα σημείων ἐπίδειξιν, καὶ τὴν τῆς βασιλείας κοινωνίαν, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πάντα γὰρ ταῦτα δι᾽ ἐκείνου τοῦ χαρίσματος ἡμῖν παρέσχετο.

Περιττὸν τοίνυν ἦν περὶ τῶν σημείων εἰπεῖν τῶν εὐθέως ἐκβησομένων, καὶ τῇ ὄψει κρινομένων· ἀλλ᾽ ὑπὲρ ἐκείνων ἔδει διαλεχθῆναι, ὧν ἀμφέβαλλον· οἷον, ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὅτι ὑπερέχων τοῦ Ἰωάννου ἀσυγκρίτως, ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὅτι δίκην ἀπαιτήσει τῶν πεπραγμένων, ὅτι οὐ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα, ἀλλ᾽ ἐκεῖ τὴν ἀξίαν ἕκαστος ὑποστήσεται τιμωρίαν. Ταῦτα γὰρ ὄψει παραστῆσαι τέως οὐκ ἦν.

ζʹ. Ταῦτ᾽ οὖν εἰδότες, πολλῇ τῇ σπουδῇ χρώμεθα, ἕως ἂν ὦμεν ἐν τῇ ἅλωνι· καὶ γὰρ ἔξεστιν ἐνταῦθα οὖσι καὶ ἐξ ἀχύρου μεταβαλέσθαι εἰς σῖτον, ὥσπερ οὖν καὶ ἀπὸ σίτου πολλοὶ γεγόνασιν ἄχυρον. Μὴ τοίνυν ἀναπέσωμεν, μηδὲ ἀνέμῳ παντὶ περιφερώμεθα, μηδὲ τῶν ἀδελφῶν ἀποσχιζώμεθα τῶν ἡμετέρων, κἂν μικροὶ δοκῶσιν εἶναι καὶ εὐτελεῖς· ἐπεὶ καὶ ὁ σῖτος τοῦ ἀχύρου κατὰ μὲν τὸ μέτρον ἐλάττων, κατὰ δὲ τὴν φύσιν βελτίων. Μὴ δὴ τὰς ἔξωθεν φαντασίας ἴδῃς· τῷ πυρὶ γάρ εἰσι παρεσκευασμέναι· ἀλλὰ τὴν κατὰ Θεὸν ταπεινότητα, τὴν στεῤῥὰν ταύτην καὶ ἀδιάλυτον, καὶ τμηθῆναι μὴ δυναμένην, μηδὲ ὑπὸ τοῦ πυρὸς καιομένην. Διὰ γὰρ τούτους καὶ τῷ ἀχύρῳ μακροθυμεῖ, ἵνα ἀπὸ τῆς πρὸς αὐτοὺς ὁμιλίας βελτίους γένωνται.

Διὰ τοῦτο οὔπω κρίσις, ἵνα κοινῇ πάντες στεφανωθῶμεν, ἵνα ἀπὸ πονηρίας πολλοὶ μεταβληθῶσιν εἰς ἀρετήν. Φρίξωμεν τοίνυν, τῆς παραβολῆς ταύτης ἀκούοντες. Καὶ γὰρ ἄσβεστόν ἐστιν ἐκεῖνο τὸ πῦρ. Καὶ πῶς, φησὶν, ἄσβεστον; Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καιόμενον ἀεὶ, καὶ μηδέποτε σβεννύμενον; οὐκ εἶδες τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην;

Εἰ τοίνυν καὶ αὐτὸς βούλει διαφυγεῖν τὴν φλόγα, τὴν ἐλεημοσύνην προαπόθου, καὶ οὕτως οὐδὲ πεῖραν λήψῃ τοῦ πυρὸς ἐκείνου. Ἂν μὲν γὰρ ἐνταῦθα πιστεύσῃς τοῖς λεγομένοις, οὐδὲ ὄψει τὴν κάμινον ταύτην, ἀπελθὼν ἐκεῖσε· ἐὰν δὲ ἀπιστήσῃς αὐτῇ νῦν, ἐκεῖ διὰ τῆς πείρας εἴσῃ καλῶς, ὅτε οὐδὲ διαφυγεῖν δυνατόν. Καὶ γὰρ ἀπαραίτητος ἡ κόλασις τοῖς οὐκ ὀρθὸν ἐπιδεδειγμένοις βίον. Οὐδὲ γὰρ ἀρκεῖ τὸ πιστεῦσαι μόνον· ἐπεὶ καὶ δαίμονες φρίττουσι τὸν Θεὸν, ἀλλὰ καὶ οὕτω τιμωρηθήσονται. Διὸ πολλῆς ἡμῖν τῆς κατὰ τὸν βίον ἐπιμελείας δεῖ. Διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ὑμᾶς συνεχῶς συνάγομεν, οὐχ ἵνα εἰσέλθητε μόνον, ἀλλ᾽ ἵνα τι καὶ καρπώσησθε τῆς ἐνταῦθα διατριβῆς· ἂν δὲ παραγίνησθε μὲν ἀεὶ, μηδὲν δὲ ἐντεῦθεν καρπούμενοι ἀναχωρῆτε, οὐδὲν τῆς ἐνταῦθα εἰσόδου καὶ προσεδρείας ἔσται τι πλέον. Εἰ γὰρ παιδία πρὸς διδασκάλους πέμποντες, ἂν ἴδωμεν ἐκεῖθεν μηδὲν καρπούμενα, σφοδροὶ κατήγοροι τῶν διδασκάλων γινόμεθα, καὶ πρὸς ἑτέρους αὐτὰ μεθίσταμεν πολλάκις· τίνα ἕξομεν ἀπολογίαν, μηδὲ ὅσην ἐν τοῖς γηΐνοις τούτοις, τοσαύτην τῇ ἀρετῇ παρέχοντες τὴν σπουδὴν, ἀλλὰ κενὰς ἀεὶ τὰς δέλτους οἴκαδε φέροντες; Καίτοι καὶ πλείους καὶ μείζους ἐνταῦθα οἱ διδάσκαλοι. Καὶ γὰρ προφήτας, καὶ ἀποστόλους, καὶ πατριάρχας, καὶ δικαίους ἅπαντας καθ᾽ ἑκάστην ὑμῖν ἐφιστῶμεν ἐκκλησίαν διδασκάλους.

Καὶ οὐδὲ οὕτω γίνεταί τι πλέον· ἀλλὰ ἂν δύο ψαλμοὺς ἢ τρεῖς ὑπηχήσαντες, καὶ τὰς συνήθεις εὐχὰς ἁπλῶς καὶ ὡς ἔτυχε ποιούμενοι διαλυθῆτε, νομίζετε ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ; Ἵν᾽ οὖν τοῦτο μὴ γένηται καὶ ἐφ᾽ ἡμῶν, ἐξάλειψον τὰ γράμματα, μᾶλλον δὲ τὰ χαράγματα, ἅπερ ὁ διάβολος ἐνετύπωσέ σου τῇ ψυχῇ, καὶ φέρε μοι καρδίαν βιωτικῶν ἀπηλλαγμένην θορύβων, ἵνα μετὰ ἀδείας ἃ βούλομαι ἐγγράψω. Ὡς νῦν γε οὐδὲν ἕτερόν ἐστι γινώσκειν, ἢ τὰ ἐκείνου γράμματα, ἁρπαγὰς, πλεονεξίας, φθόνον, βασκανίαν. Διὰ δὴ τοῦτο, ὅταν τὰς δέλτους λάβω τὰς ὑμετέρας, οὐδὲ ἀναγνῶναι δύναμαι.

Οὐ γὰρ εὑρίσκω τὰ γράμματα, ἅπερ ἡμεῖς κατὰ Κυριακὴν ἐγγράφοντες ὑμῖν ἀφίεμεν· ἀλλ᾽ ἕτερα ἀνθ᾽ ἑτέρων, ἄσημα καὶ διεστραμμένα. Εἶτα, ὅταν ἐξαλείψαντες αὐτὰ γράψωμεν τὰ ἀπὸ τοῦ Πνεύματος, ἀπελθόντες ὑμεῖς, καὶ ταῖς διαβολικαῖς ἐνεργείαις δόντες τὰς καρδίας ὑμῶν, παρέχετε ἐκείνῳ πάλιν τὰ ἑαυτοῦ ἀντεγγράφειν ὑμῖν. Τί οὖν ἔσται τούτων τὸ πέρας, κἂν ἐγὼ μὴ λέξω, τὸ ἑκάστου συνειδὸς οἶδεν.

Ἐγὼ μὲν γὰρ οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, καὶ τὰ ὀρθὰ γράμματα ἐγγράφων. Εἰ δὲ ὑμεῖς λυμαίνεσθε ἡμῶν τὴν σπουδὴν, ἡμῖν μὲν ὁ μισθὸς ἀκίνητος, ὑμῖν δὲ οὐ μικρὸς ὁ κίνδυνος. Ἀλλ᾽ οὐδὲν βούλομαι φορτικὸν εἰπεῖν.

ηʹ. Ἀλλὰ δέομαι πάλιν καὶ παρακαλῶ, κἂν τῶν παίδων τῶν μικρῶν μιμήσασθε τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἐκεῖνοι πρῶτον μὲν τὸν τύπον μανθάνουσι τῶν στοιχείων· ἔπειτα διεστραμμένα αὐτὰ διαγινώσκειν μελετῶσι· καὶ τότε καὶ ἐπὶ τῆς ἀναγνώσεως ὁδῷ βαδίζουσι τῇ ἐξ ἐκείνων. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν· διελόμενοι τὴν ἀρετὴν, μανθάνωμεν πρότερον τὸ μὴ ὀμνύναι, μηδὲ ἐπιορκεῖν, μηδὲ κακηγορεῖν· εἶτα, ἐπ᾽ ἄλλον στίχον ἐλθόντες, τὸ μὴ βασκαίνειν, μηδὲ σωμάτων ἐρᾷν, μὴ γαστρίζεσθαι, μὴ μεθύσκεσθαι, μὴ ὠμοὶ, μὴ νωθεῖς· ἵνα ἀπὸ τούτων πάλιν εἰς τὰ πνευματικὰ μεταβάντες, μελετῶμεν ἐγκράτειαν καὶ γαστρὸς ὑπεροψίαν, σωφροσύνην, δικαιοσύνην, τὸ δόξης εἶναι κρείττους, καὶ ἐπιεικεῖς, καὶ τῇ διανοίᾳ συντετριμμένους, καὶ συνάπτωμεν ταῦτα ἀλλήλοις, καὶ ἐγγράφωμεν ἡμῶν τῇ ψυχῇ. Καὶ ταῦτα ἐπὶ τῆς οἰκίας, ἐπὶ τῶν φίλων, ἐπὶ τῆς γυναικὸς, ἐπὶ τῶν παίδων γυμνάζωμεν ἅπαντα. Καὶ τέως ἀπὸ τῶν πρώτων ἀρχώμεθα τῶν εὐκολωτέρων· οἷον, ἀπὸ τοῦ μὴ ὀμνύναι· καὶ τοῦτο συνεχῶς μελετῶμεν τὸ στοιχεῖον ἐπὶ τῆς οἰκίας. Καὶ γὰρ πολλοὶ οἱ ἐμποδίζοντες οἴκοι τῇ μελέτῃ ταύτῃ· καὶ γὰρ οἰκέτης παροξύνει, καὶ γυνὴ λυποῦσα εἰς ὀργὴν ἐμβάλλει, καὶ παιδίον ἀμαθαῖνον καὶ ἀτακτοῦν εἰς ἀπειλὴν καὶ ὅρκον ἐξάγει.

Ἂν τοίνυν ἐπὶ τῆς οἰκίας συνεχῶς ὑπὸ τούτων παρακνιζόμενος κατορθώσῃς τὸ μὴ παρασύρεσθαι εἰς ὅρκους, εὐκόλως καὶ ἐπὶ τῆς ἀγορᾶς δυνήσῃ μεῖναι ἀνάλωτος. Ἀλλὰ μὴν καὶ τὸ μὴ ὑβρίζειν κατορθώσεις, μήτε τὴν γυναῖκα ὑβρίζων, μήτε τὸν οἰκέτην, μήτε τῶν ἐπὶ τῆς οἰκίας ἕτερόν τινα. Καὶ γὰρ γυνὴ πολλάκις ἐπαινοῦσα τὸν δεῖνα, καὶ ταλανίζουσα ἑαυτὴν, ἐξάπτει εἰς τὸ κακῶς ἐκεῖνον εἰπεῖν.

Ἀλλὰ σὺ μὴ ἀναγκασθῇς κατηγορῆσαι τὸν ἐπαινούμενον, ἀλλὰ φέρε πάντα γενναίως· κἂν τοὺς οἰκέτας ἑτέρους ἐπαινοῦντας δεσπότας ἴδῃς, μὴ ταραχθῇς, ἀλλὰ στῆθι γενναίως, Ἀγὼν ἔστω καὶ παλαίστρα ἀρετῆς ἡ οἰκία, ἵνα ἐκεῖ καλῶς γυμνασάμενος, μετὰ πολλῆς τῆς ἐπιστήμης τοῖς ἐν ἀγορᾷ προσβάλλῃς.

Τοῦτο καὶ ἐπὶ τῆς κενοδοξίας ποίει. Ἂν γὰρ μελετήσῃς μὴ κενοδοξεῖν ἐπὶ τῆς γυναικὸς καὶ τῶν οἰκετῶν, ἐπ᾽ οὐδενὸς λοιπὸν ἑτέρου ῥᾳδίως ἁλώσῃ τούτῳ τῷ πάθει. Πανταχοῦ μὲν γὰρ τὸ νόσημα τοῦτο χαλεπὸν καὶ τυραννικὸν, μάλιστα δὲ ὅταν γυνὴ παρῇ. Ἂν τοίνυν ἐκεῖ καταλύσωμεν αὐτοῦ τὴν ἰσχὺν, ῥᾳδίως αὐτοῦ καὶ ἐν τοῖς ἄλλοις περιεσόμεθα. Καὶ ἐπὶ τῶν ἄλλων δὲ παθῶν τὸ αὐτὸ τοῦτο ποιῶμεν, ἐπὶ τῆς οἰκίας γυμναζόμενοι κατ᾽ αὐτῶν, καὶ καθ᾽ ἑκάστην ἀλειφόμενοι τὴν ἡμέραν. Καὶ ἵνα εὐκολωτέρα ἡμῖν ἡ γυμνασία γένηται, καὶ ἐπιτίμιον καθ᾽ ἑαυτῶν ἐκφέρωμεν, ὅταν τι τῶν προκειμένων παραβῶμεν. Ἔστω δὲ καὶ τὸ ἐπιτίμιον πάλιν μὴ ζημίαν, ἀλλὰ μισθὸν ἔχον, καὶ κέρδος προξενοῦν μέγιστον· τοῦτο δέ ἐστιν, ἂν νηστείαις ἐπιτεταμέναις ἑαυτοὺς καταδικάζωμεν, καὶ χαμευνίαις, καὶ ἑτέρᾳ τοιαύτῃ σκληραγωγίᾳ.

Οὕτω γὰρ πάντοθεν ἡμῖν πολλὰ ἥξει τὰ κέρδη, καὶ ἐνταῦθα τὸν ἡδὺν τῆς ἀρετῆς βιωσόμεθα βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, καὶ τοῦ Θεοῦ διηνεκῶς ἐσόμεθα φίλοι. Ἀλλ᾽ ὅπως ἂν μὴ τὰ αὐτὰ γένηται πάλιν, καὶ θαυμάσαντες ἐνταῦθα τὰ εἰρημένα, ἀπελθόντες, ἁπλῶς καὶ ὡς ἔτυχε τὴν δέλτον τῆς διανοίας ὑμῶν ῥίψαντες, παράσχητε τῷ διαβόλῳ ταῦτα ἐξαλεῖψαι, ἀναχωρήσας οἴκαδε ἕκαστος, καλείτω τὴν γυναῖκα τὴν ἑαυτοῦ, καὶ ἀπαγγελλέτω ταῦτα, καὶ λαμβανέτω βοηθὸν, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὴν καλὴν ταύτην εἰσίτω παλαίστραν, ἐλαίῳ τῇ τοῦ Πνεύματος χρώμενος χορηγίᾳ. Κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις καταπέσῃς γυμναζόμενος, μὴ ἀπογνῷς, ἀλλὰ στῆθι πάλιν καὶ πάλαισον· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν λαμπρὸν ἀναδήσῃ κατὰ τοῦ διαβόλου τὸν στέφανον, καὶ ἐν ἀσύλῳ θησαυρῷ λοιπὸν τῆς ἀρετῆς ἀποθῇ τὴν κτῆσιν. Ἂν γὰρ ἐν συνηθείᾳ τῆς καλῆς ταύτης σαυτὸν καταστήσῃς φιλοσοφίας, οὐδὲ ῥᾳθυμῶν λοιπὸν δυνήσῃ παραβῆναί τι τῶν ἐπιτεταγμένων, τῆς συνηθείας τὴν τῆς φύσεως μιμουμένης στεῤῥότητα.

Ὥσπερ γὰρ τὸ καθεύδειν εὔκολον, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ ἀναπνεῖν· οὕτως ἔσται καὶ τὰ τῆς ἀρετῆς ἡμῖν ῥᾴδια, καὶ τὴν εἰλικρινῆ καρπωσόμεθα ἡδονὴν, ἐν ἀκυμάντῳ λιμένι καθήμενοι, καὶ γαλήνης διηνεκοῦς ἀπολαύοντες, καὶ μετὰ πολλοῦ τοῦ φόρτου τὸ πλοῖον εἰς ἐκείνην ὁρμίζοντες τὴν πόλιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. αʹ. Μετὰ τῶν δούλων ὁ Δεσπότης, μετὰ τῶν ὑπευθύνων ὁ Κριτὴς ἔρχεται βαπτισθησόμενος. Ἀλλὰ μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα διαλάμπει αὐτοῦ τὸ ὑψηλόν. Ὁ γὰρ κυοφορηθῆναι τοσοῦτον χρόνον ἐν μήτρᾳ καταδεξάμενος παρθενικῇ, καὶ προελθεῖν ἐκεῖθεν μετὰ τῆς ἡμετέρας φύσεως, καὶ ῥαπισθῆναι, καὶ σταυρωθῆναι, καὶ τὰ ἄλλα παθεῖν ἅπερ ἔπαθε, τί θαυμάζεις εἰ καὶ βαπτίσασθαι κατεδέξατο, καὶ μετὰ τῶν ἄλλων ἐλθεῖν πρὸς τὸν δοῦλον; Τὸ γὰρ ἐκπλῆττον ἐκεῖνο ἦν, τὸ Θεὸν ὄντα βουληθῆναι γενέσθαι ἄνθρωπον· τὰ δὲ ἄλλα λοιπὸν κατὰ λόγον ἕπεται ἅπαντα. Διά τοι τοῦτο καὶ ὁ Ἰωάννης προλαβὼν ἔλεγεν ἐκεῖνα ἅπερ εἶπεν, ὅτι οὐκ ἔστιν ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, καὶ τὰ ἄλλα πάντα. οἷον ὅτι κριτής ἐστι, καὶ τὰ κατ᾽ ἀξίαν ἀποδίδωσιν ἑκάστῳ, καὶ Πνεῦμα παρέξει δαψιλὲς ἅπασιν· ἵνα ὅταν ἴδῃς αὐτὸν ἐπὶ τὸ βάπτισμα ἐρχόμενον, μηδὲν ταπεινὸν ὑποπτεύσῃς.

Διὰ τοῦτο καὶ παρόντα αὐτὸν διακωλύει λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἐπειδὴ γὰρ τὸ βάπτισμα μετανοίας ἦν, καὶ εἰς κατηγορίαν τῶν πεπλημμελημένων ἐνῆγεν, ἵνα μή τις νομίσῃ, ὅτι καὶ αὐτὸς μετὰ τῆς τοιαύτης γνώμης ἐπὶ τὸν Ἰορδάνην ἔρχεται, προδιορθοῦται αὐτὸ, τῷ τε Ἀμνὸν καλέσαι, καὶ λυτρωτὴν τῆς κατὰ τὴν οἰκουμένην ἁμαρτίας ἁπάσης. Ὁ γὰρ τὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτήματα δυνάμενος ἀνελεῖν, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. Διὰ δὴ τοῦτο οὐκ εἶπεν· Ἴδε ὁ ἀναμάρτητος· ἀλλ᾽ ὃ πολλῷ πλέον ἦν, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἵνα μετὰ τούτου κἀκεῖνο μετὰ πάσης δέξῃ πληροφορίας, καὶ δεξάμενος ἴδῃς, ὅτι ἕτερά τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται. Διὸ καὶ ἐλθόντι αὐτῷ ἔλεγεν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ οὐκ εἶπε, Καὶ σὺ βαπτίζῃ ὑπ᾽ ἐμοῦ; καὶ γὰρ καὶ τοῦτο ἔδεισεν εἰπεῖν· ἀλλὰ τί;

Καὶ σὺ ἔρχῃ πρὸς μέ; Τί οὖν ὁ Χριστός; Ὅπερ ἐπὶ τοῦ Πέτρου πεποίηκεν ὕστερον, τοῦτο καὶ τότε ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖνος διεκώλυεν αὐτὸν νίψαι τοὺς πόδας· ἀλλ᾽ ἐπειδὴ ἤκουσεν· Ὃ ποιῶ, νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα· καὶ ὅτι Οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ· ταχέως ἀπέστη τοῦ τόνου, καὶ πρὸς τὸ ἐναντίον μετέστη. Καὶ οὗτος ὁμοίως πάλιν, ἀκούσας· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· εὐθέως ὑπήκουσεν.

Οὐ γὰρ ἀμέτρως ἦσαν φιλόνεικοι, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπεδείκνυντο καὶ τὴν ὑπακοὴν, καὶ πάντα πείθεσθαι ἐμελέτων τῷ Δεσπότῃ. Σκόπει δὲ πῶς ἐντεῦθεν αὐτὸν ἐνάγει, ἀφ᾽ ὧν μάλιστα ὑπώπτευε τὸ γινόμενον· οὐδὲ γὰρ εἶπεν, Οὕτω δίκαιόν ἐστιν, ἀλλ᾽, Οὕτω πρέπον ἐστίν. Ἐπειδὴ γὰρ ἀνάξιον αὐτοῦ μάλιστα εἶναι ἐνόμιζε τοῦτο, τὸ παρὰ τοῦ δούλου βαπτισθῆναι, τοῦτο μάλιστα τέθεικε τὸ πρὸς ἐκεῖνο ἀντιδιαστελλόμενον, ὡσανεὶ ἔλεγεν· Οὐχ ὡς ἀπρεπὲς τοῦτο φεύγεις καὶ διακωλύεις; δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ἄφες, ὅτι καὶ μάλιστα πρέπον ἐστίν.

Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄφες· ἀλλὰ τὸ, ἄρτι, προσέθηκεν. Οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ᾽ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς· ἄρτι μέντοι ὑπόμεινον τοῦτο. Εἶτα καὶ δείκνυσι πῶς τοῦτο πρέπον. Πῶς οὖν πρέπον ἐστίν; Ὅτι τὸν νόμον πληροῦμεν ἅπαντα· ὅπερ οὖν δηλῶν ἔλεγε, Πᾶσαν δικαιοσύνην.

Δικαιοσύνη γάρ ἐστιν ἡ τῶν ἐντολῶν ἐκπλήρωσις. Ἐπεὶ οὖν πάσας τὰς ἄλλας ἐντολὰς ἠνύσαμεν, φησὶ, τοῦτο δὲ ὑπολέλειπται μόνον, δεῖ προστεθῆναι καὶ τοῦτο. Καὶ γὰρ ἦλθον λῦσαι τὴν ἀρὰν τὴν ἐπὶ τῇ παραβάσει τοῦ νόμου κειμένην. Δεῖ τοίνυν πρότερον ἐμὲ αὐτὸν πάντα πληρώσαντα, καὶ ἐξελόμενον ὑμᾶς τῆς καταδίκης, οὕτως αὐτὸν ἀναπαῦσαι. Πρέπον οὖν ἐστιν ἐμοὶ πληρῶσαι τὸν νόμον ἅπαντα· ἐπειδὴ καὶ πρέπον ἐστὶ λῦσαι τὴν καθ᾽ ὑμῶν ἐν τῷ νόμῳ γεγραμμένην κατάραν. Διὰ γὰρ τοῦτο καὶ σάρκα ἀνέλαβον καὶ παρεγενόμην. Τότε ἀφίησιν αὐτόν.

Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. βʹ. Ἐπειδὴ γὰρ πολλοὶ μείζονα αὐτοῦ τὸν Ἰωάννην εἶναι ἐνόμιζον, διὰ τὸ τὸν μὲν ἐν ἐρήμῳ πάντα τραφῆναι τὸν χρόνον, καὶ υἱὸν ἀρχιερέως εἶναι, καὶ στολὴν περικεῖσθαι τοιαύτην, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας τετέχθαι· τὸν δὲ Ἰησοῦν καὶ ἀπὸ εὐτελοῦς κόρης εἶναι (ὁ γὰρ τῆς παρθενίας τόκος οὐδέπω πᾶσι κατάδηλος ἦν), καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα περικεῖσθαι, ἐλάττονα αὐτοῦ εἶναι ὑπώπτευον, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰωάννου· ὅπερ ταύτην μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν, εἰ καὶ μηδὲν τῶν προτέρων ἦν· ἐνενόουν γὰρ ὅτι οὗτος μὲν τῶν πολλῶν εἷς· οὐδὲ γὰρ εἰ μὴ τῶν πολλῶν εἷς ἦν, οὐκ ἂν μετὰ τῶν πολλῶν ἐπὶ τὸ βάπτισμα ἦλθεν· ἐκεῖνος δὲ μείζων αὐτοῦ καὶ πολλῷ θαυμαστότερος· ἵν᾽ οὖν μὴ αὕτη κρατήσῃ παρὰ τοῖς πολλοῖς ἡ δόξα, καὶ οἱ οὐρανοὶ ἀνοίγονται, βαπτισθέντος αὐτοῦ, καὶ τὸ Πνεῦμα κάτεισι, καὶ φωνὴ μετὰ τοῦ Πνεύματος κηρύττουσα τοῦ Μονογενοῦς τὴν ἀξίαν.

Ἐπειδὴ γὰρ ἡ φωνὴ ἡ λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, παρὰ τοῖς πολλοῖς μᾶλλον ἁρμόττειν ἐδόκει τῷ Ἰωάννῃ· οὐ γὰρ προσέθηκεν, Οὗτος ὁ βαπτιζόμενος, ἀλλ᾽ ἁπλῶς, Οὗτος· καὶ τῶν ἀκροατῶν ἕκαστος περὶ τοῦ βαπτίζοντος μᾶλλον, ἢ τοῦ βαπτιζομένου εἰρῆσθαι αὐτὴν ὑπενόει, διά τε αὐτὸ τοῦ Βαπτιστοῦ τὸ ἀξίωμα, διά τε τὰ εἰρημένα ἅπαντα· ἦλθε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς τὴν φωνὴν ἕλκον ἐπὶ τὸν Ἰησοῦν, καὶ πᾶσι δῆλον ποιοῦν, ὅτι τὸ, Οὗτος, οὐ περὶ Ἰωάννου τοῦ βαπτίζοντος, ἀλλὰ περὶ Ἰησοῦ τοῦ βαπτιζομένου εἴρηται. Καὶ πῶς, φησὶν, οὐκ ἐπίστευσαν τούτων γινομένων; Ὅτι καὶ ἐπὶ Μωϋσέως πολλὰ γέγονε θαύματα, εἰ καὶ μὴ τοιαῦτα· καὶ μετὰ πάντα ἐκεῖνα, καὶ τὰς φωνὰς, καὶ τὰς σάλπιγγας, καὶ τὰς ἀστραπὰς, καὶ μόσχον ἐχάλκευσαν, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ τότε παρόντες, καὶ τὸν Λάζαρον ἀναστάντα ἰδόντες, τοσοῦτον ἀπέσχον πιστεῦσαι τῷ ταῦτα ἐργασαμένῳ, ὅτι καὶ αὐτὸν ἀνελεῖν ἐπεχείρησαν πολλάκις.

Εἰ τοίνυν πρὸ ὀφθαλμῶν ὁρῶντες νεκρῶν ἀνάστασιν, οὕτως ἦσαν πονηροὶ, τί θαυμάζεις, εἰ φωνὴν οὐκ ἐδέξαντο φερομένην ἄνωθεν; Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ διεστραμμένη, καὶ τῷ τῆς βασκανίας κατεχομένη νοσήματι, οὐδενὶ εἴκει τούτων· ὥσπερ οὖν ὅταν εὐγνώμων ᾖ, μετὰ πίστεως ἅπαντα δέχεται, καὶ τούτων οὐ σφόδρα δεῖται. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι οὐκ ἐπίστευσαν· ἀλλ᾽ ἐκεῖνο ζήτει, εἰ μὴ πάντα γέγονεν, ἀφ᾽ ὧν αὐτοὺς πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ διὰ τοῦ προφήτου ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἁπάντων τοῦτον συντίθησι τὸν τρόπον τῆς ἀπολογίας ὁ Θεός. Ἐπειδὴ γὰρ ἀπόλλυσθαι ἔμελλον Ἰουδαῖοι, καὶ ἐσχάτῃ παραδίδοσθαι κολάσει, ἵνα μή τις ἀπὸ τῆς ἐκείνων πονηρίας τὴν αὐτοῦ διαβάλῃ πρόνοιαν, φησὶν, ὅτι Τί με ἔδει ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τοῦτο δὴ καὶ ἐνταῦθα σκόπει· τί ἔδει γενέσθαι, καὶ οὐκ ἐγένετο; Καὶ εἴποτε δὲ λόγοι γίνοιντο περὶ τῆς τοῦ Θεοῦ προνοίας, τούτῳ κέχρησο τῷ τρόπῳ τῆς ἀπολογίας πρὸς τοὺς ἀπὸ τῆς τῶν πολλῶν κακίας διαβάλλειν αὐτὴν ἐπιχειροῦντας. Ὅρα γοῦν οἷα παράδοξα γίνεται, καὶ τῶν μελλόντων προοίμια· οὐκέτι γὰρ παράδεισος, ἀλλ᾽ οὐρανὸς ἀνοίγεται. Ἀλλ᾽ ὁ μὲν πρὸς Ἰουδαίους λόγος, εἰς ἕτερον ἡμῖν ὑπερκείσθω καιρόν· νυνὶ δὲ, τοῦ Θεοῦ συνεργοῦντος ἡμῖν, ἐπὶ τὰ προκείμενα τὸν λόγον ἀγάγωμεν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς, εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί.

Τίνος ἕνεκεν ἀνεῴχθησαν οἱ οὐρανοί; Ἵνα μάθῃς ὅτι καὶ σοῦ βαπτιζομένου τοῦτο γίνεται, πρὸς τὴν ἄνω πατρίδα τοῦ Θεοῦ σε καλοῦντος, καὶ πείθοντος μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν.

Εἰ δὲ μὴ ὁρᾷς, μὴ ἀπιστήσῃς. Καὶ γὰρ ἐν προοιμίοις ἀεὶ τῶν παραδόξων καὶ πνευματικῶν πραγμάτων αἰσθηταὶ φαίνονται ὄψεις καὶ σημεῖα τοιαῦτα, διὰ τοὺς ἀνοητότερον διακειμένους καὶ χρῄζοντας ὄψεως αἰσθητῆς, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως λαβεῖν δυναμένους, πρὸς δὲ τὰ ὁρατὰ μόνον ἐπτοημένους· ἵνα κἂν μετὰ ταῦτα μὴ γένηται ταῦτα τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καὶ ἐν ἀρχῇ παραδέξῃ τῇ πίστει. Καὶ γὰρ ἐπὶ τῶν ἀποστόλων ἦχος ἐγένετο πνοῆς βιαίας, καὶ ὄψεις γλωσσῶν πυρίνων ἐφάνησαν· ἀλλ᾽ οὐ διὰ τοὺς ἀποστόλους, ἀλλὰ διὰ τοὺς παρόντας τότε Ἰουδαίους. Ἀλλ᾽ ὅμως εἰ καὶ μὴ αἰσθητὰ γίνεται σημεῖα, τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καταδεχόμεθα.

Ἐπεὶ καὶ ἡ περιστερὰ διὰ τοῦτο τότε ἐφάνη, ἵν᾽ ὥσπερ ἀντὶ δακτύλου τινὸς δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ᾽ ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ Πνεῦμα ἔρχεται.

γʹ. Λοιπὸν δὲ ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις. Διατί δὲ ἐν εἴδει περιστερᾶς; Ἥμερον τὸ ζῶον καὶ καθαρόν. Ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. Ἄλλως δὲ καὶ παλαιᾶς ἡμᾶς ἀναμιμνήσκει ἱστορίας. Καὶ γὰρ ναυαγίου ποτὲ κοινοῦ τὴν οἰκουμένην καταλαβόντος ἅπασαν, καὶ τοῦ γένους ἡμῶν κινδυνεύοντος ἀφανισθῆναι, τοῦτο ἐφάνη τὸ ζῶον, καὶ τὴν λύσιν τοῦ χειμῶνος ἔδειξε, καὶ κλάδον φέρον ἐλαίας, τὴν κοινὴν τῆς οἰκουμένης γαλήνην εὐηγγελίσατο· ἅπερ πάντα τύπος τῶν μελλόντων ἦν. Καὶ γὰρ τότε πολλῷ χεῖρον τὰ τῶν ἀνθρώπων διέκειτο, καὶ πολλῷ μείζονος ἄξιοι τιμωρίας ἦσαν.

Ἵν᾽ οὖν μὴ ἀπογνῷς, ἀναμιμνήσκει σε τῆς ἱστορίας ἐκείνης. Καὶ γὰρ τότε τῶν πραγμάτων ἀπογνωσθέντων, γέγονε λύσις τις καὶ διόρθωσις· ἀλλὰ τότε διὰ τιμωρίας, νῦν δὲ διὰ χάριτος καὶ δωρεᾶς ἀφάτου. Διὰ τοῦτο καὶ ἡ περιστερὰ φαίνεται, οὐ κλάδον ἐλαίας φέρουσα, ἀλλὰ τὸν πάντων τῶν κακῶν ἐλευθερωτὴν ἡμῖν δεικνύουσα, καὶ χρηστὰς ὑποτείνουσα τὰς ἐλπίδας.

Οὐδὲ γὰρ ἀπὸ κιβωτοῦ ἄνθρωπον ἐξάγει ἕνα, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν εἰς τὸν οὐρανὸν ἀνάγει φανεῖσα, καὶ ἀντὶ θαλλοῦ ἐλαίας τὴν υἱοθεσίαν τῷ κοινῷ τῆς οἰκουμένης κομίζει γένει. Ἐννοήσας τοίνυν τὸ μέγεθος τῆς δωρεᾶς, μηδὲ ἐλάττονα αὐτοῦ τὴν ἀξίαν νομίσῃς εἶναι, διὰ τὸ ἐν τοιαύτῃ φανῆναι ὄψει. Καὶ γὰρ ἀκούω τινῶν λεγόντων, ὅτι ὅσον ἀνθρώπου καὶ περιστερᾶς τὸ μέσον, τοσοῦτον τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, ἐπειδὴ ὁ μὲν ἐν τῇ ἡμετέρᾳ φύσει, τὸ δὲ ἐν ὄψει περιστερᾶς ἐφάνη. Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι ὁ μὲν Υἱὸς τοῦ Θεοῦ, φύσιν ἀνθρώπου ἀνέλαβε· τὸ δὲ Πνεῦμα, οὐ φύσιν ἀνέλαβε περιστερᾶς.

Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ᾽ ἐν εἴδει περιστερᾶς· οὐκοῦν οὐδὲ μετὰ ταῦτα ἐν τούτῳ ὤφθη τῷ σχήματι, ἀλλὰ τότε μόνον. Εἰ δὲ διὰ τοῦτο ἐλάττονα αὐτοῦ τὴν ἀξίαν φὴς εἶναι, εὑρεθήσεται καὶ τὰ Χερουβὶμ κατὰ τὸν λόγον τοῦτον ἀμείνω πολλῷ, καὶ τοσοῦτον ὅσον περιστερᾶς ἀετός· καὶ γὰρ εἰς ταύτην κἀκεῖνα ἐσχηματίσθη τὴν ὄψιν· καὶ οἱ ἄγγελοι δὲ ἀμείνους πάλιν· καὶ γὰρ ἐν σχήματι ἀνθρώπων πολλάκις ἐφάνησαν.

Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ ἕτερον οἰκονομίας ἀλήθεια, καὶ ὄψεως προσκαίρου συγκατάβασις. Μὴ τοίνυν ἀχάριστος γίνου περὶ τὸν εὐεργέτην, μηδὲ τοῖς ἐναντίοις ἀμείβου τὸν τὴν πηγήν σοι τῆς μακαριότητος δωρησάμενον. Ὅπου γὰρ υἱοθεσίας ἀξίωμα, ἐκεῖ καὶ ἡ τῶν κακῶν ἀναίρεσις, καὶ ἡ τῶν ἀγαθῶν ἁπάντων δόσις. Διὰ δὴ τοῦτο τὸ μὲν Ἰουδαϊκὸν παύεται βάπτισμα, τὸ δὲ ἡμέτερον ἀρχὴν λαμβάνει. Καὶ ὅπερ ἐπὶ τοῦ Πάσχα γέγονε, τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος συμβαίνει. Καὶ γὰρ καὶ ἐκεῖ ἀμφότερα μετελθὼν, τὸ μὲν ἔπαυσε, τῷ δὲ ἀρχὴν δέδωκε· καὶ ἐνταῦθα πληρώσας τὸ Ἰουδαϊκὸν βάπτισμα, ὁμοῦ καὶ τοῦ τῆς Ἐκκλησίας τὰς θύρας ἀνοίγνυσιν, ὥσπερ ἐν μιᾷ τραπέζῃ τότε, οὕτως ἐν ἑνὶ ποταμῷ νῦν, καὶ τὴν σκιὰν ὑπογράψας, καὶ τὴν ἀλήθειαν προσθείς.

Πνεύματος γὰρ χάριν τοῦτο ἔχει τὸ βάπτισμα μόνον· τὸ δὲ Ἰωάννου, ταύτης ἔρημον τῆς δωρεᾶς ἦν. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἄλλων τῶν βαπτιζομένων οὐδὲν τοιοῦτον συνέβη, ἐπὶ δὲ αὐτοῦ μόνου τοῦ μέλλοντος τοῦτο παραδιδόναι· ἵνα μετὰ τῶν εἰρημένων καὶ τοῦτο μάθῃς, ὅτι οὐχ ἡ καθαρότης τοῦ βαπτίζοντος, ἀλλ᾽ ἡ δύναμις τοῦ βαπτιζομένου τοῦτο ἐποίησε. Τότε γοῦν καὶ οἱ οὐρανοὶ ἀνεῴχθησαν, καὶ τὸ Πνεῦμα ἐπῆλθεν. Ἀπὸ γὰρ τῆς παλαιᾶς λοιπὸν ἐπὶ τὴν καινὴν ἐξάγει πολιτείαν ἡμᾶς, τάς τε πύλας ἡμῖν ἀνοιγνὺς τὰς ἄνω, καὶ Πνεῦμα πέμπων ἐκεῖθεν, καλοῦν εἰς τὴν ἐκεῖ πατρίδα· καὶ οὐχ ἁπλῶς καλοῦν, ἀλλὰ καὶ μετὰ ἀξιώματος τοῦ μεγίστου. Οὐ γὰρ ἀγγέλους καὶ ἀρχαγγέλους ἐποίησεν, ἀλλὰ υἱοὺς Θεοῦ κατασκευάσας καὶ ἀγαπητοὺς, οὕτως ἕλκει πρὸς ἐκείνην τὴν λῆξιν ἡμᾶς.

δʹ. Ταῦτ᾽ οὖν ἐννοήσας ἅπαντα, καὶ τῆς ἀγάπης τοῦ καλοῦντος, καὶ τῆς πολιτείας τῆς ἐκεῖ, καὶ τῆς τιμῆς τῆς δοθείσης ἄξιον ἐπίδειξαι βίον· τῷ κόσμῳ σταυρωθεὶς, καὶ σταυρώσας αὐτὸν σεαυτῷ, τὴν τῶν οὐρανῶν πολιτεύου πολιτείαν μετὰ ἀκριβείας ἁπάσης· μηδὲ ἐπειδὴ τὸ σῶμά σου μὴ μετέστη πρὸς τὸν οὐρανὸν, νομίσῃς ἔχειν τι κοινὸν πρὸς τὴν γῆν· τὴν γὰρ κεφαλὴν ἄνω καθημένην ἔχεις· Καὶ διὰ τοῦτο δὲ πρότερον ἐνταῦθα παραγενόμενος ὁ Δεσπότης, καὶ τοὺς ἀγγέλους ἀγαγὼν, τότε σε ἀναλαβὼν ἀπῆλθεν ἐκεῖ, ἵνα καὶ πρὸ τῆς ἀνόδου τῆς ἐκεῖσε μάθῃς, ὅτι δυνατόν σοι τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκεῖν. Μένωμεν τοίνυν τὴν εὐγένειαν τηροῦντες, ἢν ἐδεξάμεθα ἐξ ἀρχῆς, καὶ τὰ ἐκεῖ βασίλεια καθ᾽ ἑκάστην ἐπιζητῶμεν τὴν ἡμέραν, καὶ πάντα τὰ ἐνταῦθα σκιὰν καὶ ὄναρ εἶναι νομίζωμεν. Οὐδὲ γὰρ εἰ βασιλεύς τις τῶν ἐπὶ τῆς γῆς πτωχὸν ὄντα σε καὶ προσαιτοῦντα λαβὼν, υἱὸν ἐξαίφνης ἐποιήσατο, τὴν καλύβην καὶ τὴν εὐτέλειαν τῆς καλύβης τῆς σῆς ἐνενόησας ἄν· καίτοιγε οὐ πολὺ τὸ μέσον ἐκεῖ. Μὴ τοίνυν μηδὲ ἐνταῦθα λογίζου τι τῶν προτέρων· καὶ γὰρ ἐπὶ πολλῷ μείζοσιν ἐκλήθης.

Ὅ τε γὰρ καλῶν, ὁ τῶν ἀγγέλων Δεσπότης ἐστί· τά τε διδόμενα ἀγαθὰ, καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει πᾶσαν. Οὐ γὰρ ἀπὸ γῆς εἰς γῆν σε μεθίστησι, καθάπερ ὁ βασιλεὺς, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν, καὶ ἀπὸ φύσεως θνητῆς εἰς ἀθάνατον καὶ δόξαν ἄῤῥητον, τότε δυναμένην μόνον φανῆναι καλῶς, ὅταν αὐτῆς ἀπολαύσωμεν. Τοιούτων τοίνυν μέλλων μετέχειν ἀγαθῶν, χρημάτων μοι μέμνησαι, καὶ τῆς ἐνταῦθα φαντασίας ἀντέχῃ; καὶ οὐ νομίζεις ἅπαντα τὰ ὁρώμενα τῶν τοῦ προσαιτοῦντος ῥακίων εὐτελέστερα εἶναι;

Καὶ πῶς ἄξιος φανήσῃ ταύτης τῆς τιμῆς; ποίαν δὲ ἔξεις ἀπολογίαν εἰπεῖν, μᾶλλον δὲ ποίαν οὐ δώσεις δίκην, μετὰ τοσαύτην δωρεὰν ἐπὶ τὸν πρότερον ἐμετὸν τρέχων; Οὐκέτι γὰρ ὡς ἄνθρωπος ἁπλῶς, ἀλλ᾽ ὡς υἱὸς Θεοῦ ἁμαρτὼν κολάζῃ, καὶ γίνεταί σοι τὸ τῆς τιμῆς μέγεθος ἐφόδιον τιμωρίας μείζονος. Καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὁμοίως δούλους ἁμαρτάνοντας, καὶ υἱοὺς τὸ αὐτὸ πλημμελοῦντας κολάζομεν· καὶ μάλιστα ὅταν μεγάλα παρ᾽ ἡμῶν εὐεργετημένοι τύχωσιν. Εἰ γὰρ ὁ παράδεισον λαχὼν, διὰ μίαν παρακοὴν τοσαῦτα μετὰ τὴν τιμὴν ὑπέστη δεινά· οἱ τὸν οὐρανὸν ἀπολαβόντες ἡμεῖς, καὶ τῷ Μονογενεῖ γενόμενοι συγκληρονόμοι, τίνα ἕξομεν συγγνώμην, τῷ ὄφει μετὰ τὴν περιστερὰν προστρέχοντες; Οὐκέτι γὰρ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐργᾷ τὴν γῆν, καὶ τὰ πρότερα ἀκουσόμεθα ἐκεῖνα, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ εὐεργεσίᾳ τοσαύτῃ γενόμενος βελτίων, δικαίως ἂν τὴν ἐσχάτην καὶ χαλεπωτέραν δῴη δίκην. Ἤνοιξέ ποτε καὶ ἔκλεισε τὸν οὐρανὸν Ἠλίας, ἀλλ᾽ ὥστε ὑετὸν κατενεγκεῖν καὶ ἀναστεῖλαι· σοὶ δὲ οὐχ οὕτως ἀνοίγεται ὁ οὐρανὸς, ἀλλ᾽ ὥστε ἀναβῆναί σε ἐκεῖ· καὶ τὸ δὴ μεῖζον, οὐχ ὥστε ἀναβῆναι, ἀλλ᾽ ὥστε καὶ ἑτέρους ἀναγαγεῖν, εἰ βουληθείης· τοσαύτην σοι παῤῥησίαν καὶ ἐξουσίαν ἐν τοῖς ἑαυτοῦ ἔδωκεν ἅπασιν.

Ἐπεὶ οὖν ἐκεῖ ἡμῶν ἡ οἰκία, ἐκεῖ πάντα ἀποθώμεθα, καὶ μηδὲν ἐνταῦθα καταλίπωμεν, ἵνα μὴ αὐτὰ ἀπολέσωμεν. Ἐνταῦθα μὲν γὰρ κἂν κλεῖν ἐπιθῇς, κἂν θύρας καὶ μοχλοὺς, κἂν μυρίους ἐπιστήσης οἰκέτας, καὶ πάντων περιγένῃ τῶν κακούργων, κἂν τοὺς τῶν βασκάνων διαφύγῃς ὀφθαλμοὺς, κἂν τοὺς σῆτας, κἂν τὴν ἀπὸ τοῦ χρόνου γινομένην ἀπώλειαν, ὅπερ ἀδύνατον, τὸν γοῦν θάνατον οὐ διαφεύξῃ ποτὲ, ἀλλ᾽ ἀφαιρεθήσῃ ἅπαντα ἐκεῖνα ἐν μιᾷ καιροῦ ῥοπῇ· καὶ οὐκ ἀφαιρεθήσῃ μόνον, ἀλλὰ καὶ εἰς τὰς τῶν ἐχθρῶν πολλάκις παραπέμψεις χεῖρας. Ἂν δὲ εἰς ἐκείνην παραπέμψῃς τὴν οἰκίαν, πάντων ἀνώτερος ἔσῃ. Οὔτε γὰρ κλεῖν, οὔτε θύρας καὶ μοχλοὺς ἐπιθεῖναι δεῖ· τοιαύτη τῆς πόλεως ἐκείνης ἡ δύναμις· οὕτως ἄσυλον τὸ χωρίον ἐστὶ, καὶ φθορᾷ καὶ πονηρίᾳ πάσῃ ἄβατον τοῦτο ὑφέστηκε.

εʹ. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἔνθα μὲν ἀπόλλυται καὶ διαφθείρεται τὰ ἀποτιθέμενα, σωρεύειν ἅπαντα, ἔνθα δὲ ἀνέπαφα μένει, καὶ πλείω γίνεται, ἐνταῦθα μηδὲ τὸ πολλοστὸν ἀποτίθεσθαι μέρος, καὶ ταῦτα τὸν ἅπαντα μέλλοντας ἐκεῖ βιώσεσθαι χρόνον; Διὰ τοῦτο καὶ Ἕλληνες ἀπιστοῦσι τοῖς παρ᾽ ἡμῶν λεγομένοις· ἀφ᾽ ὧν γὰρ πράττομεν, οὐκ ἀφ᾽ ὧν λέγομεν, τὴν παρ᾽ ἡμῶν ἀπόδειξιν λαμβάνειν ἐθέλουσι· καὶ ἐπειδὰν ἴδωσιν οἰκίας οἰκοδομουμένους λαμπρὰς, καὶ παραδείσους κατασκευάζοντας καὶ λουτρὰ, καὶ ἀγροὺς ὠνουμένους, οὐκ ἐθέλουσι πιστεῦσαι, ὅτι πρὸς ἑτέραν παρασκευαζόμεθα πόλεως ἀποδημίαν. Εἰ γὰρ τοῦτο ἦν, φησὶν, ἅπαντα τὰ ἐνταῦθα ἂν ἐξαργυρίσαντες, ἐκεῖ προαπέθεντο· καὶ τοῦτο ἀπὸ τῶν ἐνταῦθα γινομένων στοχάζονται. Καὶ γὰρ ὁρῶμεν τοὺς σφόδρα εὐπόρους ἐν ἐκείναις μάλιστα ταῖς πόλεσιν οἰκίας καὶ ἀγροὺς καὶ τὰ ἄλλα πάντα κεκτημένους, ἐν αἷς διατρίβειν μέλλουσιν. Ἀλλ᾽ ἡμεῖς τοὐναντίον ποιοῦμεν· καὶ τὴν μὲν γῆν, ἢν μικρὸν ὕστερον ἀφιέναι μέλλομεν, μετὰ πολλῆς κτώμεθα τῆς σπουδῆς, οὐχὶ χρήματα μόνον, ἀλλὰ καὶ τὸ αἷμα αὐτὸ προϊέμενοι ὑπὲρ πλέθρων καὶ οἰκημάτων ὀλίγων· ὑπὲρ δὲ τοῦ τὸν οὐρανὸν πρίασθαι οὐδὲ τὰ περιττὰ τῆς χρείας ἀνεχόμεθα δοῦναι, καὶ ταῦτα ὀλίγης αὐτὸν μέλλοντες ὠνεῖσθαι τιμῆς, καὶ διαπαντὸς ἔχειν, εἴγε αὐτὸν ὠνησαίμεθα.

Διά τοι τοῦτο τὴν ἐσχάτην δώσομεν δίκην, γυμνοὶ καὶ πένητες ἀπιόντες ἐκεῖ· μᾶλλον δὲ οὐχ ὑπὲρ τῆς ἡμετέρας πτωχείας, ἀλλὰ καὶ ὑπὲρ ὧν ἄλλους τοιούτους ποιοῦμεν, τὰς ἀνηκέστους ὑποστησόμεθα συμφοράς. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες περὶ ταῦτα σπουδάζοντας τοὺς τοσούτων ἀπολαύσαντας μυστηρίων, πολλῷ μᾶλλον αὐτοὶ τῶν παρόντων ἀνθέξονται. Ὅθεν πολὺ καὶ ἐντεῦθεν ἐπὶ τὴν ἡμετέραν κεφαλὴν σωρεύομεν πῦρ. Ὅταν γὰρ οἱ διδάσκειν αὐτοὺς ὀφείλοντες ὑπερορᾷν τῶν φαινομένων ἁπάντων, αὐτοὶ μάλιστα πάντων αὐτοὺς εἰς τὴν τούτων ἐμβάλλωμεν ἐπιθυμίαν, πότε δυνησόμεθα σωθῆναι, τῆς ἑτέρων ἀπωλείας τὰς εὐθύνας ὑπέχοντες;

Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀντὶ ἁλῶν καὶ λαμπάδων ἀφῆκεν ἡμᾶς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ἵνα καὶ τοὺς διαῤῥέοντας ὑπὸ τρυφῆς ἐπισφίγγωμεν, καὶ τοὺς τῇ μερίμνῃ τῶν χρημάτων ἐσκοτωμένους φωτίζωμεν; Ὅταν οὖν καὶ εἰς σκότος αὐτοὺς ἐμβάλλωμεν πλεῖον, καὶ χαυνοτέρους ποιῶμεν, τίς ἔσται σωτηρίας ἡμῖν ἐλπίς; Οὐκ ἔστιν οὐδεμία· ἀλλ᾽ οἰμώζοντες, καὶ τοὺς ὀδόντας βρύχοντες, καὶ δεδεμένοι πόδας καὶ χεῖρας εἰς τὸ τῆς γεέννης ἀπελευσόμεθα πῦρ, μετὰ τὸ κατεργασθῆναι καλῶς ταῖς τοῦ πλούτου φροντίσι. Ταῦτ᾽ οὖν ἐννοήσαντες ἅπαντα, τὰ δεσμὰ λύσωμεν τῆς τοιαύτης ἀπάτης, ἵνα μηδὲ εἰς ἐκεῖνα ἐμπέσωμεν τὰ τῷ πυρὶ παραδιδόντα ἡμᾶς τῷ ἀσβέστῳ. Ὁ μὲν γὰρ χρήμασι δουλεύων, καὶ ταῖς ἐνταῦθα ἁλύσεσι καὶ ταῖς ἐκεῖ διηνεκῶς ἔσται ὑπεύθυνος· ὁ δὲ ταύτης ἀπηλλαγμένος τῆς ἐπιθυμίας, ἑκατέρας τεύξεται τῆς ἐλευθερίας· ἧς ἵνα καὶ ἡμεῖς ἐπιτύχωμεν, τὸν χαλεπὸν τῆς φιλοχρηματίας συντρίψαντες ζυγὸν, πτερώσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.