Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κατὰ πρόσωπον αὐτῷ ἀντέστην»

Ἰωάννης ὁ Χρυσόστομος

Το επεισόδιο της Αντιόχειας και η απόρριψη εσφαλμένων ερμηνειών

Περιγράφεται το ιστορικό πλαίσιο της σύγκρουσης και απορρίπτονται θεωρίες περί ταύτισης του ελεγχομένου με άλλο πρόσωπο ή περί υπερβολικής συγκατάβασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 9

Τίνος οὖν ἕνεκεν τοιαῦτα ἐγκαλεῖ νῦν, λέγων, ὅτι Φοβούμενος τοὺς ἐκ περιτομῆς; ιδʹ. Ἵνα δὲ καὶ τὴν ἱστορίαν αὐτὴν ἴδητε τῶν λεγομένων, μικρὸν ἄνωθεν ὑμῖν διηγήσομαι· ἀλλὰ προσέχετε, παρακαλῶ· πρὸς γὰρ αὐτὸ τὸ βάθος τῆς λύσεως κατηντήσαμεν. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου τὴν Ἐκκλησίαν τότε ἐπεσκόπευεν ἐν ἀρχῇ, τὴν ἐν Ἱεροσολύμοις, καὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων προειστήκει πάντων. Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀντιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστασθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν. Κατελθὼν τοίνυν ὁ Πέτρος, καὶ ἰδὼν οὐκ οὖσαν ἀνάγκην οὐδεμίαν συγκαταβάσεως, ἐθνικῶς ἔζη λοιπόν. Τὸ δὲ, ἐθνικῶς ζῇν, τοῦτό φησιν ὁ Παῦλος, τὸ χωρὶς Ἰουδαϊκῆς παρατηρήσεως, τὸ μηδὲν τῶν νομίμων ἐκείνων παραφυλάττειν, οἷον, περιτομὴν, ἢ σάββατον, ἤ τι τῶν τοιούτων.

Ζῶντος τοίνυν οὕτω τοῦ Πέτρου, κατῆλθόν τινες Ἰουδαῖοι ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, οἳ, διὰ τὸ διαπαντὸς ἐπὶ τῆς μητροπόλεως διατρίβειν, καὶ μηδένα ὁρᾷν ἑτέρως πολιτευόμενον, ἔτι τὴν πρόληψιν εἶχον τὴν Ἰουδαϊκὴν, καὶ πολλὰς τῶν παρατηρήσεων ἐκείνων ἐπεσύροντο. Τούτους ἰδὼν ὁ Πέτρος, τοὺς ἀπὸ Ἰακώβου καὶ ἐξ Ἱεροσολύμων κατελθόντας, ἀσθενέστερον διακειμένους ἔτι, καὶ φοβηθεὶς μὴ σκανδαλισθέντες τῆς πίστεως ἀποπηδήσωσι, μετετάξατο πάλιν, καὶ τὸ ζῇν ἐθνικῶς ἀφεὶς, ἐπὶ τὴν προτέραν συγκατάβασιν ἦλθε, βρωμάτων παρατηρήσεις φυλάττων. Ἰδόντες οὖν αὐτὸν οἱ Ἰουδαῖοι, οἱ ἐν Ἀντιοχείᾳ διατρίβοντες, τοῦτο ποιοῦντα, καὶ οὐκ εἰδότες αὐτοῦ τὴν γνώμην, μεθ᾽ ἧς ταῦτα ἔπραττε, συναπήχθησαν καὶ αὐτοὶ, καὶ ἠναγκάζοντο ἰουδαΐζειν διὰ τὸν διδάσκαλον. Καὶ τοῦτό ἐστιν, ὅπερ ὁ Παῦλος ἐγκαλεῖ· καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, αὐτὰ ὑμῖν λοιπὸν ἀναγνώσομαι τὰ ἀποστολικὰ ῥήματα. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, μετὰ τῶν ἐθνῶν συνήσθιε, τουτέστι, τῶν ἐν Ἀντιοχείᾳ. Ὅτε δὲ ἦλθόν τινες ἐξ Ἱεροσολύμων, νομομαθεῖς, ὑπέστελλε, καὶ ἀφώρισεν ἑαυτὸν ὁ Πέτρος φοβούμενος τοὺς ἐκ περιτομῆς. Ποίους; Τοὺς ἀπὸ Ἰακώβου κατελθόντας· Καὶ συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι.

Ποῖοι Ἰουδαῖοι; Οἱ πρὶν τοὺς ἐξ Ἱεροσολύμων καταβῆναι ἐν Ἀντιοχείᾳ διατρίβοντες, καὶ μηδεμίαν Ἰουδαϊκὴν παρατήρησιν φυλάττοντες· Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Καὶ τὸ μὲν δοκοῦν ἔγκλημα εἶναι, τοῦτο.

ιεʹ. Εἰ δὲ βούλεσθε, καὶ τὰς παρ᾽ ἑτέρων ἀπολογίας ἐπινενοημένας πρότερον θεὶς, τότε καὶ τὸν ἐμαυτοῦ λόγον εἰσαγαγεῖν πειράσομαι, ἐφ᾽ ὑμῖν τῶν λεγομένων τὴν αἵρεσιν ποιησάμενος. Πῶς οὖν τινες τὴν ζήτησιν ταύτην ἔλυσαν; Οὐκ ἦν οὗτος Πέτρος, φησὶν, ἐκεῖνος, ὁ τῶν ἀποστόλων πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ᾽ ἕτερός τις εὐτελὴς καὶ ἀπεῤῥιμμένος, καὶ τῶν πολλῶν εἷς. Πόθεν τοῦτο δῆλον;

Εἰπὼν ὁ Παῦλος, ὅτι συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ἐπήγαγε, φησὶν, Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Τὸ δὲ εἰπεῖν, Ὥστε καὶ Βαρνάβας, δηλοῦντός ἐστιν, ὅτι πολὺ τοῦτο θαυμαστότερον ἦν τοῦ Πέτρον ἀπαχθῆναι. Ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν, ὅτι οὐ μόνον Πέτρος, ἀλλὰ καὶ Βαρνάβας· Πέτρου δὲ ἐκείνου μείζων Βαρνάβας οὐκ ἦν. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ, ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ θαυμάζει μᾶλλον, ἀλλὰ τίνος ἕνεκεν;

Ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη, Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυττε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκται· ὥσπερ οὖν ἀλλαχοῦ φησιν, Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; καὶ πάλιν, Ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, καὶ πανταχοῦ μετὰ τοῦ Παύλου διδάσκοντα αὐτὸν ὁρᾷς. Οὐκ ἐπειδὴ οὖν μείζων ἦν Πέτρου, διὰ τοῦτο θαυμάζει, ὅτι καὶ αὐτὸς συναπήχθη· ἀλλ᾽ ἐπειδὴ μετ᾽ αὐτοῦ κηρύττων ἀεὶ, καὶ οὐδὲν κοινὸν πρὸς Ἰουδαίους ἔχων, ἀλλ᾽ ἐν τοῖς ἔθνεσι διδάσκων, καὶ αὐτὸς συναπήχθη. Ὅτι δὲ Πέτρος ἐστὶ, περὶ οὗ ταῦτα πάντα φησὶ, δῆλον καὶ ἐκ τῶν ἀνωτέρω, καὶ ἐκ τῶν μετὰ ταῦτα. Τὸ γὰρ εἰπεῖν, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦντος ἦν, ἀλλ᾽ ἢ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα· οὐκ ἂν δὲ περὶ ἑτέρου λέγων, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὡς μέγα τι τοῦτο ἂν ἔθηκε. Πάλιν, εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἂν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυσεν, ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους· οὔτε γὰρ παρῄνεσέ τι, οὔτε συνεβούλευσεν, ἀλλὰ μόνον ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν· καὶ ἴσχυσεν ἡ ὑποστολὴ καὶ ὁ ἀφορισμὸς πάντας ἐπισπάσασθαι τοὺς μαθητὰς διὰ τὸ τοῦ προσώπου ἀξίωμα.

ιϛʹ. Ὅτι μὲν οὖν Πέτρος ἦν, ἐκ τούτων δῆλον· εἰ δὲ βούλεσθε, καὶ τὴν ἑτέραν λύσιν ἐροῦμεν. Τίς οὖν ἐστιν ἡ ἑτέρα; Καλῶς ἐνεκάλεσε Παῦλος, φησὶ, τῷ Πέτρῳ, ὅτι πέρα τοῦ μέτρου τῇ συγκαταβάσει ἐχρήσατο. Καὶ γὰρ ὃν τρόπον αὐτὸς ἐν Ἱεροσολύμοις γενόμενος συγκατέβη τοῖς Ἰουδαίοις, οὕτω κἀκεῖνον ἐχρῆν, φησὶν, εἰς Ἀντιόχειαν ἐλθόντα, μὴ πρὸς Ἰουδαίους ἰδεῖν, ἀλλὰ πρὸς τοὺς ἐξ ἐθνῶν. Ὥσπερ γὰρ ἡνίκα πάντες Ἰουδαῖοι ἦσαν, καὶ Παῦλος ἠναγκάσθη ἰουδαΐζειν· οὕτως ἔνθα πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, καὶ ἡ πόλις οὐδεμίαν ἀνάγκην παρεῖχε συγκαταβάσεως, οὐκ ἐχρῆν διὰ τοὺς ὀλίγους Ἰουδαίους σκανδαλίσαι τοὺς τοσούτους Ἕλληνας. Ἀλλὰ τοῦτο οὐκ ἔστι λύσις, ἀλλ᾽ ἐπίτασις τοῦ ζητήματος.

Ὃ γὰρ ἀρχόμενος εἶπον τοῦ λόγου, οὐ τοῦτό ἐστι τὸ σπουδαζόμενον ἡμῖν, δεῖξαι ὅτι καλῶς ἐνεκάλεσε Παῦλος· ἐπεὶ οὕτω μενεῖ τὸ ζήτημα. Φανήσεται γὰρ ὑπεύθυνος ὢν ταῖς μέμψεσιν ὁ Πέτρος· τὸ δὲ ζητούμενον, καὶ τοῦτον κἀκεῖνον ἀπαλλάξαι τῶν ἐγκλημάτων.