Ζῶντος τοίνυν οὕτω τοῦ Πέτρου, κατῆλθόν τινες Ἰουδαῖοι ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, οἳ, διὰ τὸ διαπαντὸς ἐπὶ τῆς μητροπόλεως διατρίβειν, καὶ μηδένα ὁρᾷν ἑτέρως πολιτευόμενον, ἔτι τὴν πρόληψιν εἶχον τὴν Ἰουδαϊκὴν, καὶ πολλὰς τῶν παρατηρήσεων ἐκείνων ἐπεσύροντο. Τούτους ἰδὼν ὁ Πέτρος, τοὺς ἀπὸ Ἰακώβου καὶ ἐξ Ἱεροσολύμων κατελθόντας, ἀσθενέστερον διακειμένους ἔτι, καὶ φοβηθεὶς μὴ σκανδαλισθέντες τῆς πίστεως ἀποπηδήσωσι, μετετάξατο πάλιν, καὶ τὸ ζῇν ἐθνικῶς ἀφεὶς, ἐπὶ τὴν προτέραν συγκατάβασιν ἦλθε, βρωμάτων παρατηρήσεις φυλάττων. Ἰδόντες οὖν αὐτὸν οἱ Ἰουδαῖοι, οἱ ἐν Ἀντιοχείᾳ διατρίβοντες, τοῦτο ποιοῦντα, καὶ οὐκ εἰδότες αὐτοῦ τὴν γνώμην, μεθ᾽ ἧς ταῦτα ἔπραττε, συναπήχθησαν καὶ αὐτοὶ, καὶ ἠναγκάζοντο ἰουδαΐζειν διὰ τὸν διδάσκαλον. Καὶ τοῦτό ἐστιν, ὅπερ ὁ Παῦλος ἐγκαλεῖ· καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, αὐτὰ ὑμῖν λοιπὸν ἀναγνώσομαι τὰ ἀποστολικὰ ῥήματα. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, μετὰ τῶν ἐθνῶν συνήσθιε, τουτέστι, τῶν ἐν Ἀντιοχείᾳ. Ὅτε δὲ ἦλθόν τινες ἐξ Ἱεροσολύμων, νομομαθεῖς, ὑπέστελλε, καὶ ἀφώρισεν ἑαυτὸν ὁ Πέτρος φοβούμενος τοὺς ἐκ περιτομῆς. Ποίους; Τοὺς ἀπὸ Ἰακώβου κατελθόντας· Καὶ συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι.