Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κατὰ πρόσωπον αὐτῷ ἀντέστην»

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική οικονομία του προσποιητού ελέγχου

Εξηγείται η σκοπιμότητα του δημόσιου ελέγχου ως πνευματικής οικονομίας για τη διόρθωση των ιουδαιοχριστιανών και τη διδασκαλία περί δικαίωσης εκ πίστεως, με παράλληλη ανάδειξη της ωφέλειας από τη σιωπή του Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 9

Πῶς οὖν ἔσται τοῦτο; Ἂν τὴν γνώμην, μεθ᾽ ἧς ὁ μὲν ἐπετίμησεν, ὁ δὲ ἐπετιμήθη, μάθωμεν, καὶ τὴν διάνοιαν αὐτὴν ἀναπτύξωμεν. Τίς οὖν ἐστιν ἡ διάνοια; Σφόδρα ὁ Πέτρος ἐπεθύμει καὶ τοὺς ἐξ Ἱεροσολύμων κατελθόντας, τοὺς ἀπὸ Ἰακώβου, ἀπαλλάξαι τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Ἀλλ᾽ εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, καὶ παρελθὼν εἶπε, Παύσασθε τοῖς Ἰουδαϊκοῖς ἔθεσι χρώμενοι, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ᾽ αὐτοῦ γεγενημένοις ἅπασι κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐσκανδάλισεν ἂν τοὺς μαθητάς. Πάλιν, εἰ Παῦλος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ᾽ ἂν προσέσχον, οὐδ᾽ ἂν ἠνέσχοντο τῆς ἀκροάσεως. Οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμενοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον, εἰ καὶ συμβουλεύοντος ταῦτα ἥκουσαν, ἀπεπήδησαν ἄν. Τί οὖν γίνεται; Ἰουδαίοις μὲν οὐδεὶς αὐτῶν ἐπετίμα τοῖς ἐξ Ἰακώβου, δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέτρος παρὰ τοῦ Παύλου, ἵνα ἐγκαλούμενος ὑπὸ τοῦ συναποστόλου, δικαίαν ἔχοι λοιπὸν τὴν παῤῥησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. Τοῦτο δὲ καὶ ἐπὶ συναλλαγμάτων γίνεται βιωτικῶν.

Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ᾽ αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρατιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενομένων, μηκέτι παρ᾽ ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ᾽ ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι· καὶ γίνεται ἡ ἑτέρων ὕβρις αὐτοῖς ἀπολογία πρὸς τοὺς ὑπευθύνους τοὺς ἑαυτῶν.

ιζʹ. Τοῦτο καὶ ἐπὶ Παύλου καὶ ἐπὶ Πέτρου γέγονεν. Ὤφειλον γάρ τινα ἐλλείμματα οἱ Ἰουδαῖοι. Ποῖα δὴ ταῦτα; Τὸ παντελῶς ἀποστῆναι τοῦ Ἰουδαϊσμοῦ. Ἀπαιτῆσαι ταῦτα τὰ ἐλλείμματα σφοδρότερον ὁ Πέτρος ἐβούλετο, καὶ καθαρὰν εἰσπράξασθαι παρ᾽ αὐτῶν τὴν πίστιν. Βουλόμενος τοίνυν πλείονα λαβεῖν ἐξουσίαν καὶ ἀφορμὴν τῆς τοιαύτης εἰσπράξεως, παρασκευάζει τὸν Παῦλον ἐπιτιμῆσαι μεθ᾽ ὑπερβολῆς, καὶ ἐπιπλῆξαι, ἵνα ἡ ἐπίπλαστος ἐπιτίμησις αὕτη δικαίαν αὐτῷ παῤῥησίας κατ᾽ ἐκείνων ἀφορμὴν παρέχῃ καὶ πρόφασιν. Διὰ τοῦτο καὶ ἀρχόμενός φησι, Κατὰ πρόσωπον αὐτῷ ἀντέστην· καὶ ἐνταῦθα πάλιν, Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἰ μὲν γὰρ τὸν ἀπόστολον διορθώσασθαι ἐβούλετο, κατ᾽ ἰδίαν ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ οὐ τοῦτο ἦν τὸ σπουδαζόμενον (ᾔδει γὰρ τὴν γνώμην, μεθ᾽ ἧς ἅπαντα ταῦτα ἐποίει), ἀλλ᾽ ἐκείνους μέχρι πολλοῦ χωλεύοντας στηρίξαι ἐσπούδαζε, διὰ τοῦτο ἔμπροσθεν πάντων ποιεῖται τὴν ἐπιτίμησιν. Ὁ δὲ Πέτρος ἀνέχεται, καὶ σιγᾷ, καὶ οὐκ ἀντιλέγει. ᾜδει γὰρ τὴν γνώμην, μεθ᾽ ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρθωσε σιγήσας. Ἡ γὰρ τούτου σιγὴ διδασκαλία τοῖς Ἰουδαίοις ἐγένετο τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι.

Οὐ γὰρ ἂν ὁ διδάσκαλος ἐσίγησε, φησὶν, εἰ μὴ συνῄδει δικαίως ἐπιτιμῶντι τῷ Παύλῳ. Ἀλλ᾽ εἰ δοκεῖ, καὶ αὐτῆς τῆς ἐπιτιμήσεως ἀκούσωμεν. Εἶπον τῷ Πέτρῳ πάντων ἔμπροσθεν, φησὶν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς. Σκόπει σύνεσιν· οὐκ εἶπεν αὐτῷ, ὅτι Κακῶς ποιεῖς Ἰουδαϊκῶς ζῶν· ἀλλ᾽ ἐλέγχει αὐτοῦ τὴν προτέραν ἀναστροφὴν, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, ἀλλ᾽ ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης εἰσενηνέχθαι δοκῇ. Εἰ μὲν γὰρ εἶπε, Κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ μαθηταὶ οἱ Πέτρου· νυνὶ δὲ ἀκούσαντες, ὅτι οὐ τῆς Παύλου γνώμης ἡ παραίνεσις ἦν καὶ ἡ διόρθωσις αὕτη, ἀλλ᾽ αὐτὸς ὁ Πέτρος οὕτως ἔζη, καὶ ταῦτα εἶχεν ἐν τῇ ψυχῇ τὰ δόγματα, καὶ ἑκόντες καὶ ἄκοντες ἡσύχαζον. Διὰ τοῦτο οὔτε Πέτρος εἰσηγεῖται τὴν γνώμην, ἀλλ᾽ ἀνέχεται παρ᾽ ἑτέρου, τοῦ Παύλου λέγω, διελέγχεσθαι, καὶ σιγᾷ, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν διδασκαλίαν.

ιηʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν σύνεσιν ἔστιν ἰδεῖν τοῦ Παύλου, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς εἰρημένων. Οὐ γὰρ εἶπεν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ἔζης, καὶ οὐκ Ἰουδαϊκῶς, ἀλλ᾽ ὅτι Ζῇς· ὥστε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχεις· καὶ τὸ πολλῆς γέμον συνέσεως, τὸ ἐπαγόμενόν ἐστιν. Εἰπὼν γὰρ, Ἐθνικῶς ζῇς, Ἰουδαῖος ὢν, οὐκ ἐπήγαγε· Τί τοὺς Ἰουδαίους ἀναγκάζεις ἰουδαΐζειν, ἀλλὰ πῶς; Τί τὰ ἔθνη, φησὶν, ἀναγκάζεις ἰουδαΐζειν, ἵνα τῷ δοκεῖν τῶν ἰδίων ἀντιποιεῖσθαι μαθητῶν, καὶ προσχήματι τῆς ὑπὲρ τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας. Ὅτι γὰρ πέπλασται τὰ ἐγκλήματα, ἐξ αὐτῶν τῶν εἰρημένων δῆλον. Ἀνωτέρω γὰρ εἰπὼν, Συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ἐνταῦθα λέγει· Τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;

Καὶ μὴν ἐχρῆν εἰπεῖν, Τί τοὺς Ἰουδαίους ἀναγκάζεις ἰουδαΐζειν; Οἱ γὰρ συναπαχθέντες, οὐχ οἱ ἐξ ἐθνῶν ἦσαν, ἀλλ᾽ Ἰουδαῖοι. Ἀλλ᾽ εἰ μὲν τοῦτο εἶπεν, ἔδοξεν ἂν ὁ λόγος τραχὺς εἶναι, καὶ οὐδὲν αὐτῷ προσήκων· τῶν γὰρ ἐθνῶν διδάσκαλος ἦν· νῦν δὲ ἐν προσχήματι κηδεμονίας τῶν ἰδίων μαθητῶν ἀνεύθυνον καὶ ἐλευθέραν ποιεῖται τὴν ἐπιτίμησιν· καὶ ἵνα μάθητε, ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγόμενα, ἀλλὰ παραίνεσις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Ταῦτα γὰρ λοιπὸν διδάσκοντός ἐστι, καὶ οὐκ ἔτι εἰς Πέτρον τὸ πᾶν περιίστησιν, ἀλλὰ κοινοῖ τὸν λόγον. Εἰ μὲν γὰρ ὡς διδάσκων ἐξ ἀρχῆς εἰσέβαλεν, οὐκ ἂν ἠνέσχοντο Ἰουδαῖοι· νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκοντος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν. Ἵνα γὰρ μή τις ἀκούσας, ὅτι Τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν ἰουδαΐζειν, τοῖς δὲ Ἰουδαίοις ἐφεῖται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι. Τί λέγω, φησὶ, περὶ ἐθνῶν, ἢ τῶν λοιπῶν Ἰουδαίων; Ἀλλὰ καὶ ἡμεῖς οἱ διδάσκαλοι, ἡμεῖς οἱ ἀπόστολοι.

Καὶ οὐ τοῦτο λέγει μόνον τὸ δικαίωμα, ὅτι Οἱ διδάσκαλοι καὶ οἱ ἀπόστολοι, ἀλλ᾽ ὅτι Καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, ἑτέρους εἰς τοῦτο ἕλκοντες; Ὁρᾷς πῶς λανθανόντως τῶν Ἰουδαίων καθάπτεται, καὶ τὴν διδασκαλίαν συντίθησιν ἀπηρτισμένην;

Εἰπὼν γὰρ, Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· καὶ αἰτίαν τίθησιν εὔλογον, δι᾽ ἣν ἀπέστησαν τοῦ Ἰουδαϊσμοῦ· Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.

ιθʹ. Ὁρᾷς πῶς συνεχῶς καὶ τῆς ἀσθενείας τοῦ νόμου μνημονεύει, καὶ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης; Καὶ πυκνῶς στρέφει τὰ ὀνόματα, ὅπερ οὐκ ἔστιν ἐπιτιμῶντος, ἀλλὰ διδάσκοντος, καὶ συμβουλεύοντος. Ἀλλ᾽, ὅπερ ἔφην, εἰ μὲν πρὸς Ἰουδαίους ἀποτεινόμενος ταῦτα ἔλεγε, τὸ πᾶν ἂν διεῤῥύη καὶ ἀπώλετο, οὐκ ἀνεχομένων ἐκείνων τῆς τούτου διδασκαλίας· ἐπειδὴ δὲ πρὸς Πέτρον τὸν λόγον ἐπέστρεψε, λανθανόντως ἐκεῖνοι τὴν ὠφέλειαν ἐκαρποῦντο, ἐπιτιμωμένου καὶ σιγῶντος τοῦ Πέτρου, καὶ τῆς γνώμης αὐτοῦ πάσης ἐκκαλυπτομένης, οὐχὶ παρ᾽ ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ συναποστόλου, καὶ τῆς ἀναστροφῆς τῆς προτέρας εἰς μέσον ἀγομένης. Εἶτα, ἵνα μὴ λέγωσι παρ᾽ ἑαυτοῖς, Τί οὖν εἰ καὶ Πέτρος καὶ Παῦλος κακῶς ἐποίησαν; αἰτίας δικαίας καὶ ἀναμφισβητήτους τίθησι, δι᾽ ἃς οὐ δεῖ τῶν Ἰουδαϊκῶν ἐθῶν ἔχεσθαι. Αὗται δέ εἰσι, τὸ μὴ δύνασθαι τὸν νόμον δικαιοῦν, ἀλλὰ τὴν πίστιν μόνον. Καὶ ἐνταῦθα μὲν ἡμερώτερον κέχρηται τῷ λόγῳ· προϊὼν δὲ καταφορικώτερον ποιεῖ καὶ σφοδρότερον. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ ηὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος;

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν· εἰ δὲ ἔτι κρατεῖ ὁ νόμος καὶ κύριός ἐστι, καὶ ὁ ἀφεὶς αὐτὸν παραβάσεως κρίνεται, εὑρεθήσεται ὁ Χριστὸς, ὁ κελεύσας ἡμῖν αὐτὸν ἀφιέναι, τῆς παραβάσεως ἡμῖν αἴτιος γεγενημένος, καὶ οὐ μόνον οὐκ ἀπαλλάξας ἡμᾶς ἁμαρτίας, ἀλλὰ καὶ ἐμβαλὼν εἰς ἁμαρτίαν. Εἰ γὰρ διὰ τὴν πίστιν τὸν νόμον ἀφήκαμεν, τὸ δὲ ἀφιέναι τὸν νόμον ἁμαρτία ἐστὶν, ἡ πίστις, δι᾽ ἣν τὸν νόμον ἀφήκαμεν, αὕτη τῆς ἁμαρτίας ἡμῶν αἰτία ἐγένετο. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἄτοπον τὸν λόγον περιέστησεν, οὐδὲ ἐδεήθη κατασκευῆς τινος πρὸς ἀνατροπὴν, ἀλλὰ τῷ Μὴ γένοιτο ἠρκέσθη, ὡς αὐτόθεν τῆς ἀτοπίας ὡμολογημένης· Εἰ γὰρ, φησὶν, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι· εἰς τὸ ἐναντίον περιέστησε τὸν λόγον, καὶ ἔδειξεν, ὅτι οὐ τὸ παραβῆναι νόμον, ἀλλὰ τὸ μὴ ἀφεῖναι νόμον, τοῦτο ποιεῖ παραβάτην· καὶ ἐν τάξει τοῦ οἰκείου προσώπου πάλιν τὸν Πέτρον αἰνίττεται. Τί γὰρ κατέλυσεν ὁ Πέτρος τὴν τῶν βρωμάτων παρατήρησιν, ἐθνικῶς ζῇν προῃρημένος; Πάλιν οὖν πρὸς Ἰουδαίους ἐπανελθὼν, κἀκείνοις συζῶν, εὑρεθήσεται ἃ κατέλυσεν οἰκοδομῶν.

κʹ. Ὁρᾷς πῶς πανταχοῦ τῆς κρίσεως ἔχεται τοῦ Πέτρου, καὶ τὴν προτέραν αὐτοῦ ἐκκαλύπτει ἀναστροφήν· ἵνα μὴ παρὰ τῆς τοῦ Παύλου γλώττης, ἀλλὰ παρὰ τῆς τοῦ Πέτρου γνώμης, ἢ διὰ τῶν πραγμάτων ἐπεδείξατο, δοκῶσιν οἱ Ἰουδαῖοι τὴν παραίνεσιν δέχεσθαι; Διὰ ταῦτά φησι, Φοβούμενος τοὺς ἐκ περιτομῆς, καὶ Ὅτι κατεγνωσμένος ἦν, καὶ Ὅτι οὐκ ὀρθοποδεῖ πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Οὐχ οὕτως δὲ ἔχων· μὴ γένοιτο· διὰ γὰρ πολλῶν· τοῦτο ἀπεδείξαμεν· ἀλλ᾽ ὥσπερ τότε ἐπετίμα Παῦλος, καὶ ταῦτα ἀκούων ὁ Πέτρος ἐσίγα, ὥστε μὴ ἀνατρέψαι τὴν οἰκονομίαν Παύλου, καὶ κατεδέχετο, ὡς οὐκ ὀρθῶς πεποιηκὼς, δέχεσθαι τὴν ἐπίπληξιν, ἵνα ἀπολογία αὐτῷ γένηται τοῦτο πρὸς τοὺς μαθητάς· οὕτω δὴ καὶ οὗτος νῦν μετὰ τῆς αὐτῆς γνώμης, μεθ᾽ ἧς ἐπετίμησε Πέτρῳ, γράφει ταῦτα, ἅπερ ἔγραψε Γαλάταις.

Εἰ γὰρ τότε τὸ ἐπιτιμηθῆναι Πέτρον, καὶ σιγῆσαι, χρήσιμον ἦν τοῖς Ἰουδαίοις, πολλῷ μᾶλλον ἂν καὶ νῦν τὸ ταῦτα περὶ αὐτοῦ λεχθῆναι χρήσιμον ἦν τῶν Γαλατῶν τοῖς διεφθαρμένοις. Ὥσπερ γὰρ οἱ τότε ἐν Ἀντιοχείᾳ διατρίβοντες, ὁρῶντες Πέτρον ἐπιτιμώμενον μεθ᾽ ὑπερβολῆς, καὶ σιγῶντα, διωρθοῦντο τῇ κατὰ τοῦ διδασκάλου κατηγορίᾳ, καὶ τῇ σιγῇ· οὕτω καὶ νῦν Γαλάται περὶ τὰ Ἰουδαϊκὰ νοσοῦντες, καὶ τοῦ Παύλου ταῦτα περὶ αὐτοῦ λέγοντος ἀκούοντες, οἷον ὅτι κατεγνωσμένος ἦν, καὶ οὐκ ὠρθοπόδησε πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, καὶ ὅτι ἐπιτιμηθεὶς ἐπὶ τούτοις ἐσίγησε, μεγίστην ἀπὸ τῆς κατηγορίας ταύτης διδασκαλίαν ἐλάμβανον, εἰς τὸ μηκέτι προσέχειν τοῖς Ἰουδαϊκοῖς ἔθεσι. Διὰ τοῦτο καὶ Παῦλος καὶ τότε ἐπετίμησε, καὶ νῦν μέμνηται τῆς τότε γενομένης ἐπιπλήξεως· καὶ τούτου οὐκ ἔλαττον τὸν Πέτρον διὰ τοῦτο θαυμάσαι χρὴ, καταδεξάμενον ἅπαντα τὰ εἰρημένα.

Ὁ γὰρ τὸ πᾶν κατωρθωκὼς οὗτός ἐστιν, ὁ ἀνασχόμενος κατηγορηθῆναι, καὶ σιγήσας. Τοῦτο τῆς οἰκονομίας τὸ κέρδος. Οὕτως ἡμῖν ἑκάτερος τῶν ἀποστόλων ἐγκλημάτων μὲν ἀπήλλακται, μυρίων δέ ἐστιν ἐγκωμίων ἄξιος, πρὸς τὴν τῶν λοιπῶν σωτηρίαν ἅπαντα καὶ ἀκούειν καὶ λέγειν σπουδάζων.