Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν· εἰ δὲ ἔτι κρατεῖ ὁ νόμος καὶ κύριός ἐστι, καὶ ὁ ἀφεὶς αὐτὸν παραβάσεως κρίνεται, εὑρεθήσεται ὁ Χριστὸς, ὁ κελεύσας ἡμῖν αὐτὸν ἀφιέναι, τῆς παραβάσεως ἡμῖν αἴτιος γεγενημένος, καὶ οὐ μόνον οὐκ ἀπαλλάξας ἡμᾶς ἁμαρτίας, ἀλλὰ καὶ ἐμβαλὼν εἰς ἁμαρτίαν. Εἰ γὰρ διὰ τὴν πίστιν τὸν νόμον ἀφήκαμεν, τὸ δὲ ἀφιέναι τὸν νόμον ἁμαρτία ἐστὶν, ἡ πίστις, δι᾽ ἣν τὸν νόμον ἀφήκαμεν, αὕτη τῆς ἁμαρτίας ἡμῶν αἰτία ἐγένετο. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἄτοπον τὸν λόγον περιέστησεν, οὐδὲ ἐδεήθη κατασκευῆς τινος πρὸς ἀνατροπὴν, ἀλλὰ τῷ Μὴ γένοιτο ἠρκέσθη, ὡς αὐτόθεν τῆς ἀτοπίας ὡμολογημένης· Εἰ γὰρ, φησὶν, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι· εἰς τὸ ἐναντίον περιέστησε τὸν λόγον, καὶ ἔδειξεν, ὅτι οὐ τὸ παραβῆναι νόμον, ἀλλὰ τὸ μὴ ἀφεῖναι νόμον, τοῦτο ποιεῖ παραβάτην· καὶ ἐν τάξει τοῦ οἰκείου προσώπου πάλιν τὸν Πέτρον αἰνίττεται. Τί γὰρ κατέλυσεν ὁ Πέτρος τὴν τῶν βρωμάτων παρατήρησιν, ἐθνικῶς ζῇν προῃρημένος; Πάλιν οὖν πρὸς Ἰουδαίους ἐπανελθὼν, κἀκείνοις συζῶν, εὑρεθήσεται ἃ κατέλυσεν οἰκοδομῶν.