Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κατὰ πρόσωπον αὐτῷ ἀντέστην»

Ἰωάννης ὁ Χρυσόστομος

Η φαινομενική σύγκρουση των αποστόλων και οι κατηγορίες κατά του Παύλου

Τίθεται το πρόβλημα της αντιπαράθεσης του Παύλου προς τον Πέτρο, εξηγείται η ανάγκη απολογίας και αναπτύσσονται οι ενστάσεις για τον αυστηρό δημόσιο έλεγχο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 9

βʹ. Ἆρα οὖν οὐ θορυβεῖ ἕκαστον τῶν ἀκουόντων τοῦτο, ὅτι Παῦλος ἀντέστη τῷ Πέτρῳ, ὅτι οἱ στῦλοι τῆς Ἐκκλησίας συγκρούονται καὶ ἀλλήλοις προσπίπτουσι; Στῦλοι γὰρ ὄντως εἰσὶν οὗτοι, τὴν ὀροφὴν τῆς πίστεως ἀνέχοντες καὶ διαβαστάζοντες, καὶ στῦλοι, καὶ πρόβολοι, καὶ ὀφθαλμοὶ τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πηγαὶ τῶν ἀγαθῶν, καὶ θησαυροὶ, καὶ λιμένες, καὶ πᾶν ὅπερ ἂν εἴποι τις, οὐδέπω τῆς ἀξίας αὐτῶν ἐφίξεται· ἀλλ᾽ ὅσῳπερ ἂν ᾖ μεγάλα αὐτῶν τὰ ἐγκώμια, τοσούτῳ πλείων ἡμῖν ὁ ἀγών. Διανάστητε τοίνυν· ὑπὲρ πατέρων γὰρ ἡμῖν ἐστιν ὁ λόγος, ὥστε ἀποκρούσασθαι τὰ κατ᾽ ἐκείνων φερόμενα ἐγκλήματα παρὰ τῶν ἔξωθεν, καὶ τῶν τῆς πίστεως ἀλλοτρίων. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Εἶτα καὶ ἡ αἰτία τῆς καταγνώσεως· Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Καὶ συνανεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι· ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Ἀλλ᾽ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων.

Καὶ ἄνω λέγει, ὅτι Κατὰ πρόσωπον· καὶ ἐνταῦθα, Ἔμπροσθεν πάντων. Παρατηρεῖτε τοῦτο, τὸ εἰπεῖν, Ἔμπροσθεν πάντων. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων. ἐθνικῶς ζῇς, καὶ οὐχὶ Ἰουδαϊκῶς, τί καὶ τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Τάχα ἐπῃνέσατε τὸν Παῦλον τῆς παῤῥησίας, ὅτι οὐκ ᾐδέσθη τὸ ἀξίωμα τοῦ προσώπου, διὰ τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου οὐκ ἠρυθρίασε τοὺς παρόντας. Ἀλλ᾽ εἰ καὶ Παύλου ἐγκώμιον τοῦτο, ἡμετέρα δὲ αἰσχύνη γίνεται. Τί γὰρ, εἰ Παῦλος καλῶς ἐποίησεν; Ἀλλ᾽ ὁ Πέτρος κακῶς, εἴ γε οὐκ ὠρθοπόδει. Τί οὖν ἐμοὶ τὸ ὄφελος, ὅταν τῆς ξυνωρίδος θάτερος ἵππος χωλεύῃ; Οὐ γὰρ πρὸς Παῦλόν μοι νῦν ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἔξωθεν. Διὰ τοῦτο καὶ παρακαλῶ προσέχειν. Καὶ γὰρ αὔξω τὴν κατηγορίαν, καὶ μείζονα ποιῶ, ἵνα ἐπιτείνω ὑμῶν τὴν σπουδήν.

Ὁ γὰρ ἀγωνιῶν νήφει, καὶ ὁ δεδοικὼς ὑπὲρ πατρὸς, προσέχει· ὁ ἀκούων τῆς κατηγορίας, ἐπιθυμεῖ δέξασθαι τὴν ἀπολογίαν. Ἂν τοίνυν ἄρξωμαι αὔξειν τὴν κατηγορίαν, μὴ ἀπὸ γνώμης τῆς ἐμῆς νομίσητε εἶναι τὰ λεγόμενα. Βαθύνω γὰρ ὑμῶν τῷ λόγῳ τὴν διάνοιαν, διασκάπτω τὸν νοῦν, ἵνα ἐν τῷ βάθει τὰ νοήματα καταθέμενος, ἄσυλον αὐτῶν ἐργάσωμαι τὴν φυλακήν. Ἀλλὰ καὶ τῆς πόλεως ὑμῶν ἐγκώμιον τὰ ῥηθησόμενα. Αὕτη γὰρ τὸν ἀγῶνα ἐδέξατο, αὕτη τὴν μάχην, μᾶλλον δὲ οὐ τὴν μάχην, ἀλλὰ τὴν δοκοῦσαν μὲν εἶναι μάχην, πάσης δὲ εἰρήνης γενομένην χρησιμωτέραν. Οὐ γὰρ οὕτως ἡμῶν τὰ μέλη πρὸς ἄλληλα συνέσφιγκται ταῖς τῶν νεύρων περιβολαῖς, ὡς οἱ ἀπόστολοι πρὸς ἀλλήλους ἦσαν συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς.

γʹ. Ἐπῃνέσατε τὸν Παῦλον; Ἀκούσατε τοίνυν πῶς κατηγορία ἐστὶ Παύλου τὰ εἰρημένα, ἂν μὴ τὸν ἐναποκεκρυμμένον τοῖς ῥήμασι θηρεύσωμεν νοῦν. Τί λέγεις, ὦ Παῦλε; ἐπετίμησας Πέτρῳ, ὅτε εἶδες οὐκ ὀρθοποδοῦντα πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου;

Καλῶς. Τίνος οὖν ἕνεκεν Κατὰ πρόσωπον; τίνος ἕνεκεν Ἔμπροσθεν πάντων; οὐκ ἔδει ἀμάρτυρον γίνεσθαι τὸν ἔλεγχον; Σὺ δὲ πῶς δημοσιεύεις τὸ δικαστήριον, καὶ πολλοὺς τῆς κατηγορίας μάρτυρας ποιεῖς; καὶ τίς οὐκ ἂν εἴποι, ὅτι ἐξ ἀπεχθείας τοῦτο ποιεῖς, καὶ φθόνου, καὶ φιλονεικίας; οὐ σὺ ἦσθα ὁ λέγων, Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Τί δέ ἐστι, Τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Συγκαταβαίνων καὶ περιστέλλων αὐτῶν τὰ τραύματα, φησὶ, καὶ οὐκ ἀφιεὶς εἰς ἀναισχυντίαν ἐκπεσεῖν. Εἶτα περὶ τοὺς μαθητὰς οὕτω κηδεμὼν καὶ φιλάνθρωπος ὢν, περὶ τὸν συναπόστολον ἀπάνθρωπος ἐγένου; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ὅταν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου; Σὺ δὲ καὶ δημοσίᾳ ἐλέγχεις, καὶ μέγα φρονεῖς ἐπὶ τῷ πράγματι. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην.

Καὶ οὐκ ἐλέγχεις δημοσίᾳ μόνον, ἀλλὰ καὶ, καθάπερ ἐν στήλῃ, τοῖς γράμμασι τὴν μάχην ἐγχαράξας, ἀθάνατον ποιεῖς τὴν μνήμην· ἵνα μὴ οἱ τότε παρόντες μόνον, ἀλλὰ καὶ πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι μάθωσι διὰ τῆς ἐπιστολῆς τὸ γεγενημένον.

Οὕτω σοι ἐποίησαν οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις, ὅτε ἀνῆλθες διὰ δεκατεσσάρων ἐτῶν ἀναθέσθαι αὐτοῖς τὸ Εὐαγγέλιον; Οὐ σὺ λέγεις, ὅτι Διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην, καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσί τι εἶναι; Τί οὖν; βουλόμενόν σε κατ᾽ ἰδίαν ἀναθέσθαι, ἐκώλυσαν καὶ εἰς μέσον ἤγαγον, καὶ δῆλον ἅπασιν ἐποίησαν;

Οὐκ ἔστιν εἰπεῖν. Εἶτα σὺ μὲν κατ᾽ ἰδίαν ἀνατίθης, καὶ οὐδεὶς ἀντιλέγει· τὸν δὲ ἀπόστολον ἐκπομπεύεις; Ἆρα οὖν ἐκεῖ μόνον ταύτης ἀπήλαυσας τῆς εὐνοίας; ἀλλὰ μὴν καὶ ὅτε δὲ μυριάδες τοσαῦται Ἰουδαίων ἦσαν, οὐ μετὰ τῆς αὐτῆς ἐχρήσαντό σοι σοφίας; οὐ κατ᾽ ἰδίαν λαβόντες σε ἔλεγον· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου εἰσὶ, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν ἐστι; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶν ἄνδρες ἐν ἡμῖν ἔχοντες εὐχὴν ἐφ᾽ ἑαυτοῖς· τούτους λαβὼν ξύρησαι σὺν αὐτοῖς, καὶ ἁγνίσθητι μετ᾽ αὐτῶν, ἵνα μάθωσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Εἶδες πῶς φείδονταί σου τῆς ὑπολήψεως; πῶς κρύπτουσί σε τῷ προσωπείῳ τῆς οἰκονομίας ἐκείνης, τῇ θυσίᾳ, τοῖς ἁγνισμοῖς σε περιστέλλοντες; Διὰ τί μὴ τοσαύτην κηδεμονίαν ἐπεδείξω καὶ σύ;