Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κατὰ πρόσωπον αὐτῷ ἀντέστην»

Ἰωάννης ὁ Χρυσόστομος

Ο διαχωρισμός της αποστολικής διακονίας

Εξετάζεται η ανάθεση των Ιουδαίων στον Πέτρο και των εθνών στον Παύλο, καθώς και οι λόγοι της θείας επιλογής για την ιεραποστολική δράση του δεύτερου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 9

θʹ. Ἐνταῦθα προσέχετε, καὶ διανάστητέ μοι, καὶ συντείνατε ἑαυτοὺς, ὥστε δέξασθαι σαφῆ τὴν ἀπολογίαν. Καὶ γὰρ ἄτοπον ἐμὲ μὲν τὸν διασκάπτοντα τοσοῦτον πόνον ὑπομένειν, ὑμᾶς δὲ τοὺς ἐξ εὐκολίας μέλλοντας τὸ χρυσίον ὁρᾷν, τῇ ῥᾳθυμίᾳ τὸ κέρδος τοῦτο παραδραμεῖν.

Ἀνάγκη δὲ μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ὑμῖν ποιῆσαι τὴν διδασκαλίαν. Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὁ Ἰησοῦς, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τὸν λόγον τῆς διδασκαλίας κατέλιπε τοῖς ἑαυτοῦ ἀποστόλοις, καθὼς Παῦλός φησι· Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς· καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, τουτέστιν, ἀντὶ Χριστοῦ. Τότε τοίνυν, ἡνίκα ἐκήρυττον οὗτοι κατὰ τὴν οἰκουμένην ἅπασαν, αἵρεσις οὐδεμία ἦν· πᾶσα δὲ ἡ φύσις τῶν ἀνθρώπων δύο ταῦτα δόγματα εἶχε, τὸ μὲν ὑγιὲς, τὸ δὲ διεφθαρμένον. Ἢ γὰρ Ἕλληνες, ἢ Ἰουδαῖοι, οἱ τὴν γῆν οἰκοῦντες ἅπαντες ἦσαν· οὔτε δὲ Μανιχαῖος, οὔτε Μαρκίων, οὔτε δὲ Οὐαλεντῖνος, οὐκ ἄλλος οὐδεὶς ἁπλῶς· τί γὰρ δεῖ πάσας καταλέγειν τὰς αἱρέσεις; καὶ γὰρ μετὰ τὸν σῖτον τότε τὰ ζιζάνια ἐσπάρη, ἡ παντοδαπὴ τῶν αἱρέσεων διαφθορά. Τοὺς μὲν οὖν Ἰουδαίους ἐπέτρεψε τῷ Πέτρῳ, τοῖς δὲ Ἕλλησι τὸν Παῦλον ἐπέστησεν ὁ Χριστός.

Καὶ τοῦτο οὐκ ἀφ᾽ ἑαυτοῦ λέγω, ἀλλ᾽ αὐτοῦ τοῦ Παύλου λέγοντος ἔστιν ἀκοῦσαι· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη· περιτομὴν ἐνταῦθα αὐτὸ τὸ ἔθνος καλῶν. Καὶ πόθεν δῆλον; Ἐκ τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη, δεικνύντος ἐστὶν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ἐθνῶν περιτομὴν εἶπε. Πρὸς δὲ ἀντιδιαστολὴν τῶν ἐθνῶν, οὐχὶ περιτομὴ, ἀλλ᾽ Ἰουδαῖοί εἰσιν, οὓς διὰ τῆς περιτομῆς ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῶν Ἰουδαίων, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Καθάπερ γάρ τις βασιλεὺς σοφὸς, τὸν ἐπιτήδειον μετὰ ἀκριβείας εἰδὼς, ἑτέρῳ μὲν τοὺς ἱππεῖς, ἑτέρῳ δὲ τῶν πεζῶν ἐγχειρίζει τὴν προστασίαν· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὸ στρατόπεδον τὸ ἑαυτοῦ διελὼν εἰς δύο ταῦτα μέρη, τοὺς μὲν Ἰουδαίους Πέτρῳ, τοὺς δὲ Ἕλληνας ἐπέτρεψε Παύλῳ. Εἰ δὲ διάφορα τὰ στρατόπεδα, ἀλλ᾽ εἷς ὁ βασιλεύς. Ὥσπερ γὰρ ἐκεῖ ἡ διαφορὰ τῶν στρατοπέδων ἐν τῇ κατασκευῇ τῶν ὅπλων, οὐκ ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐστίν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται.

ιʹ. Ὥσπερ οὖν ἔλεγον, ἦσαν ἀμφότεροι τὰ στρατόπεδα ταῦτα ἐγκεχειρισμένοι. Καὶ εἰ μὴ μηκύνω τὸν λόγον, εἰ μὴ ἀπεκάμετε, ἐρῶ καὶ τὴν αἰτίαν ὑμῖν, δι᾽ ἣν οὗτος μὲν τοὺς Ἰουδαίους, ἐκεῖνος δὲ τοὺς ἐξ ἐθνῶν ἐπιστεύθησαν. Καὶ γὰρ ἄξιον ζητήσεως, τί δήποτε Παῦλος μὲν, ὁ μετὰ ἀκριβείας τὸν πατρῷον νόμον παιδευθεὶς, ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ διατρίβων, ὁ κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, οὐκ ἐγχειρίζεται τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς Ἕλληνας· ὁ δὲ ἁλιεὺς, καὶ ἀγράμματος, καὶ μηδὲν τοσοῦτον εἰδὼς Πέτρος, τὴν τῶν Ἰουδαίων ἐνεπιστεύθη προστασίαν. Συντελεῖ γάρ τι καὶ πρὸς τὴν λύσιν ἡμῖν τὸ λεγόμενον, ἂν αὐτὸ δυνηθῶμεν φράσαι καλῶς. Οὐ γὰρ δὴ τοῦτο ἔστιν εἰπεῖν ὅτι ὀκνοῦντα καὶ ἀναδυόμενον ἰδὼν τὸν Παῦλον καὶ φεύγοντα τῶν οἰκείων τὴν προστασίαν, οὐκ ἠθέλησε βιάσασθαι καὶ ἀναγκάσαι.

Τοὐναντίον μὲν οὖν ἅπαν ἐπεδείξατο. Οὐ γὰρ δὴ μόνον οὐκ ἔφυγε τῶν Ἰουδαίων τὴν ἐπιστασίαν, ἀλλὰ καὶ πρῶτος ἐπεπήδησε, καὶ τοῦ Χριστοῦ κελεύοντος ἀπελθεῖν εἰς τὰ ἔθνη, αὐτὸς ἀξιοῖ τὴν τῶν Ἰουδαίων οἰκονομίαν ἐγχειρισθῆναι· καὶ μυρία πολλαχοῦ πάσχων παρ᾽ αὐτῶν δεινὰ, καὶ τῶν ἐθνῶν τὴν διδασκαλίαν πεπιστευμένος, οὐ παύεται παρακαλῶν ὑπὲρ ἐκείνων, καὶ λέγων, νῦν μέν· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· νῦν δέ· Ἀδελφοί μου, ἡ μὲν εὐδοκία μου, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν. Τίνος οὖν ἕνεκεν βουλόμενον αὐτὸν καὶ ἐπιθυμοῦντα διδάσκειν ἐκείνους, οὐκ εἴασεν αὐτοῖς κηρύσσειν, ἀλλ᾽ ἀντ᾽ ἐκείνων διδάσκαλον αὐτὸν τοῖς ἔθνεσιν ἔπεμπεν; Ἀκούσωμεν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, καὶ Παύλου τὸ πᾶν διηγουμένου· Ἐγένετο δέ μοι προσευχομένῳ, φησὶ, γενέσθαι με ἐν ἐκστάσει, καὶ εἰδέναι τὸν Χριστὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, ὅτι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.

Καὶ τὴν αἰτίαν εἶπε τῆς ἀποδημίας· Μισήσουσί σε, φησὶ, καὶ ἀποστραφήσονται· διὰ τοῦτό σου διδάσκοντος οὐκ ἀνέξονται. Καὶ μὴν αὐτὸ τοῦτο ἦν ἱκανὸν, ἀξιόπιστον αὐτὸν ποιῆσαι διδάσκαλον, καὶ πεῖσαι ἐκείνους, ὅτι οὐκ ἀνθρωπίνη ἡ μετάθεσις ἐγένετο. Οὐ γὰρ ἂν τὸν οὕτω φαινόμενον, καὶ θυμῷ ζέοντα, καὶ φόνου πνέοντα, καὶ θαυματουργοῦντι μὴ πεισθέντα τῷ Χριστῷ, μηδὲ τοῖς ἀποστόλοις τοῖς ἐκείνου, νεκροὺς ἐγείρασιν, ἴσχυσεν ἄν ποτε ἄνθρωπος ἐν αὐτῇ μέσῃ τῇ μανίᾳ μεταθεῖναι, καὶ τὴν ὑπερβολὴν, ἣν κατὰ τοῦ κηρύγματος ἐπεδείκνυτο, ταύτην ὁλόκληρον καὶ πολλῷ πλείονα πεῖσαι πάλιν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἐπιδείξασθαι· ἀλλὰ θείας ὄντως δυνάμεως ἔργον ἦν ἡ μετάστασις αὕτη καὶ ἡ μεταβολή.

ιαʹ. Ὅπερ οὖν καὶ ὁ Παῦλος, ἐπιθυμῶν αὐτῶν τὴν προστασίαν λαβεῖν, πρὸς τὸν Ἰησοῦν προεβάλλετο λέγων· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων, καὶ δέρων τοὺς πιστεύοντας εἰς τὸ ὄνομά σου· καὶ ὅτε ἐξεχύνετο τὸ αἷμα Στεφάνου, τοῦ μάρτυρός σου, ἐγὼ ἤμην συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Καὶ ἡ πολλὴ μανία τὴν ἀθρόον γεγενημένην ἐγγυᾶται μεταβολὴν, ὡς οὐκ ἔστιν ἀνθρωπίνη τις, ἀλλ᾽ ἄνωθεν, καὶ ἐκ τῶν οὐρανῶν ἔλαβε τὴν ἀρχήν. Τί οὖν ὁ Χριστός; Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ταῦτ᾽ οὖν οὐχ ἱκανὰ, φησὶ, πεῖσαι καὶ τοὺς σφόδρα ἀναισθητοῦντας, ὅτι οὐκ ἔστιν ἀνθρώπινον τοῦτο τὸ κήρυγμα, ἀλλ᾽ ὑπὲρ φύσιν ἀνθρωπίνην ἅπαντα τὰ γεγενημένα, καὶ Θεὸς ὄντως ἐστὶν ὁ μεταθεὶς καὶ μεταβαλών; Ἱκανὰ μὲν οὖν, ὦ μακάριε Παῦλε, ἂν αὐτὴν τῶν πραγμάτων ἐξετάσῃς τὴν φύσιν· ἀλλ᾽ Ἰουδαῖοι πάντων εἰσὶν ἀγνωμονέστεροι· οὐ φύσιν πραγμάτων ἐξετάζοντες, οὐ τὸ εἰκὸς καὶ τὸ εὔλογον καὶ τὸ ἀναγκαῖον σκοποῦντες, ἀλλ᾽ εἰς ἓν μόνον βλέποντες, ὅπως τὴν φιλονεικίαν τὴν ἑαυτῶν ἐμπλήσωσι. Καὶ σὺ μὲν πρὸς τὴν τῶν πραγμάτων ἀκολουθίαν βλέπεις· ὁ δὲ Θεὸς τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν οἶδε. Διὰ τοῦτό φησι, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε, ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος.

Διὰ τοῦτο τοῖς μὲν ἄλλοις ἅπασι γράφων, τὸ ὄνομα αὐτοῦ προστίθησιν ἐν τῷ προοιμίῳ τῶν ἐπιστολῶν, Ἑβραίοις δὲ ἐπιστέλλων, οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλ᾽ ἁπλῶς, οὐκ εἰπὼν τίς ἦν, ἢ πρὸς τίνας, ὥσπερ ἔθος εἶχε ποιεῖν, οὕτω πως ἤρξατο· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν Καὶ τοῦτο δὴ τῆς τοῦ Παύλου σοφίας.

Ἵνα γὰρ μὴ μετασχῇ τοῦ μίσους τὰ γράμματα, καθάπερ προσωπείῳ τινὶ, τῇ τοῦ ὀνόματος ἀφαιρέσει κρύψας ἑαυτὸν, οὕτως αὐτοῖς λανθανόντως τὸ τῆς παραινέσεως ἐπιτίθησι φάρμακον. Ὅταν γὰρ πρός τινα ἀηδῶς ἔχωμεν, κἂν ὑγιές τι λέγῃ, οὐ προθύμως, οὐδὲ μεθ᾽ ἡδονῆς δεχόμεθα τὰ λεγόμενα· ὅπερ οὖν, ἵνα μὴ καὶ τότε συμβῇ, ἀφεῖλε τὴν ἰδίαν προσηγορίαν τῆς ἐπιστολῆς, ὥστε μηδὲν τοῦτο γενέσθαι κώλυμα τῇ τῆς ἐπιστολῆς ἀκροάσει. Οὐδὲ γὰρ οἱ ἄπιστοι μόνον Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ πιστεύσαντες αὐτοὶ ἐμίσουν αὐτὸν καὶ ἀπεστρέφοντο. Ὅτε γοῦν ἀνῆλθεν εἰς Ἱεροσόλυμα, ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ Ἰάκωβος, καὶ οἱ λοιποὶ ἅπαντες· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων· καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Διὰ τοῦτο αὐτὸν μάλιστα ἐμίσουν καὶ ἀπεστρέφοντο.