Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κοιμητήριον καὶ εἰς τὸν σταυρόν

Ἰωάννης ὁ Χρυσόστομος

Η μετοχή στη Θεία Ευχαριστία και τελική δοξολογία

Προτροπή για ευλαβική και άγια προσέλευση στο μυστήριο, με ταυτόχρονο έλεγχο της αταξίας. Εξαίρεται η λυτρωτική και καθαρτική δύναμη του Δεσποτικού Αίματος, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἐπεὶ οὖν τὸν ἐν τῷ σταυρῷ προσηλωμένον μέλλομεν καὶ ἡμεῖς κατὰ τὴν ἑσπέραν ταύτην ἰδεῖν, ὡς ἀμνὸν ἐσφαγμένον καὶ τεθυμένον, μετὰ φρίκης προσίωμεν, παρακαλῶ, καὶ αἰδοῦς πολλῆς καὶ εὐλαβείας. Οὐκ ἔγνωτε τοὺς ἀγγέλους, πῶς παρειστήκεισαν τῷ τάφῳ οὐκ ἔχοντι σῶμα, τάφῳ κενῷ; ἀλλ᾽ ὅμως ἐπειδὴ ὅλως ἐδέξατο τὸ σῶμα τὸ Δεσποτικὸν, πολλὴν ἀπονέμουσι καὶ τῷ τόπῳ τὴν τιμήν. Οἱ ἄγγελοι ὑπερβαίνοντες τὴν ἡμετέραν φύσιν μετὰ τοσαύτης αἰδοῦς καὶ εὐλαβείας παρειστήκεισαν τῷ τάφῳ· ἡμεῖς δὲ οὐ τάφῳ μέλλοντες παρίστασθαι κενῷ, ἀλλ᾽ αὐτῇ τῇ τραπέζῃ τῇ τὸν ἀμνὸν ἐχούσῃ, μετὰ θορύβου καὶ ταραχῆς πρόσιμεν; Καὶ τίς ἡμῖν ἔσται συγγνώμη λοιπόν;

Οὐχ ἁπλῶς ταῦτα λέγω, ἀλλ᾽ ἐπειδὴ πολλοὺς ὁρῶ κατὰ τὴν ἑσπέραν ταύτην θορυβοῦντας, βοῶντας, ἐπικειμένους ἀλλήλοις, πηδῶντας, λοιδορουμένους, καὶ μᾶλλον ἑαυτοῖς κόλασιν ἢ σωτηρίαν προξενοῦντας· τούτου χάριν τὴν ὑπὲρ τούτων ποιοῦμαι παραίνεσιν.

Τί ποιεῖς, ἄνθρωπε; ὅταν ἑστήκῃ πρὸ τῆς τραπέζης ὁ ἱερεὺς, τὰς χεῖρας ἀνατείνων εἰς τὸν οὐρανὸν, καλῶν τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ παραγενέσθαι καὶ ἅψασθαι τῶν προκειμένων, πολλὴ ἡσυχία, πολλὴ σιγή· ὅταν διδῷ τὴν χάριν τὸ Πνεῦμα, ὅταν κατέλθῃ, ὅταν ἅψηται τῶν προκειμένων, ὅταν ἴδῃς τὸ πρόβατον ἐσφαγιασμένον καὶ ἀπηρτισμένον, τότε θόρυβον, τότε ταραχὴν, τότε φιλονεικίαν, τότε λοιδορίαν ἐπεισάγεις; καὶ πῶς δυνήσῃ τῆς θυσίας ἀπολαῦσαι ταύτης, μετὰ τοσαύτης ταραχῆς τῇ τραπέζῃ προσιὼν ταύτῃ;

Οὐκ ἀρκεῖ ἡμῖν ὅτι μετὰ ἁμαρτημάτων προσερχόμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν καιρὸν τῆς προσόδου ἐκτὸς γενέσθαι πλημμελημάτων οὐκ ἀνεχόμεθα; Ὅταν γὰρ φιλονεικῶμεν, ὅταν θορυβώμεθα, ὅταν ἀλλήλους δάκνωμεν, πῶς ἔξω ἁμαρτημάτων ἐσόμεθα; Τί σπεύδεις, εἰπέ μοι; τίνος ἕνεκεν ἐπείγῃ τὸ πρόβατον ὁρῶν ἐσφαγιασμένον; εἰ γὰρ διὰ πάσης τῆς νυκτὸς ἦν πρὸς τὴν θυσίαν αὐτὴν ὁρᾷν, εἶχε κόρον, εἰπέ μοι, τὸ πρᾶγμα; Ὅλην τὴν ἡμέραν ἐκαρτέρησας, τὸ πλέον τῆς νυκτὸς διήγαγες, καὶ τοσοῦτον κάματον ἐν βραχείᾳ καιροῦ ῥοπῇ προδίδως καὶ ἀπολλύεις;

Ἐννόησον τί ποτέ ἐστι τὸ προκείμενον, καὶ πόθεν ἔλαβε τὴν αἰτίαν· ἐσφάγη διὰ σὲ, καὶ σὺ ἐγκαταλιμπάνεις αὐτὸν ἐσφαγιασμένον ὁρῶν. Ὅπου τὸ πτῶμα, φησὶν, ἐκεῖ καὶ οἱ ἀετοί. Ἡμεῖς δὲ οὐχ ὡς ἀετοὶ, ἀλλ᾽ ὡς κύνες προσερχόμεθα· τοσαύτη ἡμῶν ἡ ἀναισχυντία. Ἐννόησον τί ποτέ ἐστι τὸ κεχυμένον· αἷμά ἐστιν, αἷμα ὃ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἀπήλειψεν· αἷμα ὃ τὴν ψυχήν σου ἐκάθηρεν, ὃ τὴν κηλῖδα ἀπέπλυνεν, ὃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν. Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας ἐν τῷ σταυρῷ. Πολλὰ, φησὶ, τὸ τρόπαιον ἔχει τῆς νίκης τὰ σύμβολα· τὰ λάφυρα κρέμαται ἄνω ἐφ᾽ ὑψηλοῦ ἐπὶ τοῦ σταυροῦ. Καθάπερ γὰρ βασιλεὺς γενναῖος πόλεμον νικήσας χαλεπώτατον, τὸν θώρακα καὶ τὴν ἀσπίδα καὶ τὰ ὅπλα τοῦ τυράννου καὶ τῶν στρατιωτῶν τῶν ἡττηθέντων ἐφ᾽ ὑψηλοῦ τοῦ τροπαίου τίθησιν· οὕτω καὶ ὁ Χριστὸς τὸν πόλεμον νικήσας τὸν πρὸς τὸν διάβολον, τὰ ὅπλα αὐτοῦ πάντα, τὸν θάνατον, τὴν κατάραν ἐκρέμασεν ἐφ᾽ ὑψηλοῦ τοῦ σταυροῦ, καθάπερ ἐπὶ τροπαίου τινὸς, ἵνα πάντες τὸ τρόπαιον βλέπωσιν, αἱ ἄνω δυνάμεις, αἱ ἐν τοῖς οὐρανοῖς, οἱ κάτω ἄνθρωποι, οἱ ἐπὶ τῆς γῆς, αὐτοὶ οἱ πονηροὶ δαίμονες οἱ ἡττηθέντες.

Ἐπειδὴ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς, ἑαυτοὺς κατὰ δύναμιν ἀξίους ἐπιδείξωμεν τῶν ὑπηργμένων ἡμῖν ἀγαθῶν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.