Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κύριος ἐβασίλευσεν» καὶ εἰς τὸ «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα»

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος των αιρετικών και το μυστήριο της νεφέλης και του γνόφου

Η ταύτιση των αιρετικών με τις αλεπούδες της Γραφής και η εξήγηση της «νεφέλης» και του «γνόφου» ως συμβόλων της θεότητας και της ανθρωπότητας του ενσαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἐὰν προσέλθῃ Εὐνόμιος ἢ Ἄρειος ἢ Μακεδόνιος τῷ Χριστῷ μου κυρίῳ, καὶ εἴπῃ αὐτῷ· «ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέλθῃς»· προσφόρως αὐτῷ καὶ ἁρμοζόντως ἀντιφθέγγεται λέγων· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Περὶ τούτων λέγει ὁ ἐκκλησιαστής· «πιάσατέ μοι ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.» Μικροὶ ἀλώπεκές εἰσιν οἱ αἱρετικῶν μαθηταὶ, οἵτινες ἐνδύνοντες ἐν ταῖς ἐκκλησίαις ἡμῶν τοὺς δίκην βοτρύων ἐξέχοντας τῷ χριστοφόρῳ ἀμπελῶνι πιστοὺς τῇ διδασκαλίᾳ λυμαίνονται· «φθείρουσιν γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» «Ὁ κύριος οὖν ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νήσοι πολλαί.» Εἶτα τὸ ἑξῆς· «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡ νεφέλη τοὺς Ἑβραίους ἐξερχομένους ποτὲ ἐκ τῆς Αἰγύπτου ἐσκέπαζεν, τὰς μὲν τοῦ ἡλίου καυσωνιζούσας ἀκτίνας ἀναχαιτίζουσα, ταῖς δὲ ἰδίαις αὐγαῖς αὐτὴν φωταγωγοῦσα. Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ.» Τί δέ ἐστιν τὸ· «νεφέλη κύκλῳ αὐτοῦ»; ἄλλο νεφέλη καὶ ἄλλο γνόφος.

Νεφέλη γάρ ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος δέ ἐστιν ἀχλυώδης, καὶ ὁμιχλώδης σκοτασμός. Πῶς οὖν νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ προέταξεν τὴν νεφέλην καὶ τότε τὸν γνόφον. Πρῶτον γὰρ ἡ νεφελότης (θεότης?) καὶ τότε ἡ ἀνθρωπότης. Νεφέλη οὖν εἶπεν ἵνα διὰ τῆς νεφέλης τὸ θεοειδὲς αὐτοῦ καὶ φωτοφόρον τῆς θεότητος ἐνδείξηται κάλλος· γνόφον δὲ εἶπεν ἵνα διὰ τοῦ γνόφου τὸ ἀνθρώπινον σημάνῃ κάλυμμα· τούτῳ τῷ γνόφῳ τὴν ἑαυτοῦ πορείαν ὁ θεοῦ λόγος ἔκρυψεν.

Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· «ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ, καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Πόδας δὲ Θεοῦ εἶπεν ἵνα τὴν ἐπὶ γῆς πορείαν αὐτοῦ μηνύσῃ. «Ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἔκρυψεν δὲ τὴν πορείαν τῆς θεότητος αὐτοῦ τῷ καλύμματι τῆς σαρκὸς, ἵνα μὴ ταῖς ἀντικειμέναις δυνάμεσιν γνώσθῃ ἡ πολυποίκιλος αὐτοῦ τῆς σοφίας ὁδός. «Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Καθὼς καὶ ὁ προφήτης λέγει· «ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασιν πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Καὶ τὰ μὲν ἴχνη αὐτοῦ οὐ γνωσθήσονται, λέγει ὁ προφήτης, τὴν δὲ τῆς θεότητος αὐτοῦ γέννησιν Εὐνόμιος ἐξιχνιάζειν τολμᾷ. «Καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Οὐχ ὅτι πτέρυγας ἔχει ὁ Κύριος καὶ πέταται, ἀλλ᾽ εἶπεν ὁ προφήτης τὸ ἐπετάσθη, ἵνα τὴν ταχεῖαν καὶ ὀξεῖαν ἀπ᾽ οὐρανῶν εἰς τὴν γῆν καταδρομὴν τοῦ θεοῦ Λόγου δηλώσῃ. «Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη. Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Τίνες εἰσὶν ἢ πάντως οἱ ἄγγελοι; «Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.»

Ἀλλ᾽ ἐπειδὴ εἶπον τὸν γνόφον ἀχλυώδη καὶ ὁμιχλώδη, σκοτασμὸν ἀχλυώδη ἵνα μή τις νομίσῃ μύθον λέγειν καὶ μὴ πρᾶγμα, αὐτὸς ὁ προφήτης μαρτυρησάτω· «καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἢ πάντως τὸ σῶμα.