Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κύριος ἐβασίλευσεν» καὶ εἰς τὸ «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα»

Ἰωάννης ὁ Χρυσόστομος

Τριαδολογική και χριστολογική ερμηνεία της ημέρας, της νυκτός και του ρήματος

Ανάλυση του στίχου «ημέρα τη ημέρα ερεύγεται ρήμα» με αναφορά στη φανέρωση της Αγίας Τριάδος στον Ιορδάνη, και ερμηνεία των δύο φύσεων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ὅτι δὲ τὸ σκήνωμα τοῦ σώματος λέγει σκότος, ὁ ἑξῆς στίχος τοῦ ψαλμοῦ σε διδαξάτω. Μετὰ γὰρ τὸ εἰπεῖν «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἐπήγαγεν λέγων· «κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Εἶδες αὐτοῦ τὴν νεφέλην; ἔγνως αὐτοῦ τὸν γνόφον; ἔγνως τί ἐστιν γνόφος; νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ σκότος, φησὶν ἡ γραφὴ, ὁ θεὸς ἐκάλεσεν νύκτα», νὺξ μὲν ἦν εἰς τὰ ἔθνη· τὴν νύκτα οὖν ἐνεδύσατο ὁ κύριος· τὸ ἡμέτερον σκῆνος ἐφόρεσεν. «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.» Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός. «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου»· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ «ἐρεύγεται ῥῆμα»· λέγει γὰρ οὕτως· «οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.» Ἀλλ᾽ ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα.

Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· «λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ.» «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» «Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν· «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα.» «Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.