Ὁ μὲν γὰρ πένης οὐδένα δεδοικὼς διάγει, ἐπειδὴ πλουτεῖ μόνον τῇ φιλοσοφίᾳ καὶ ὑπομονῇ· ὁ δὲ πλούσιος, ἐπειδὴ πλεονεξίᾳ συζῇ, μισεῖται παρὰ πάντων, καὶ ἐν κοινοῖς συλλόγοις πολέμιος περιέρχεται, κολακευόμενος μὲν τῷ προσώπῳ, μισούμενος δὲ τῇ διανοίᾳ. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅταν ἔλθῃ ὁ ἄνεμος, καὶ ῥίψῃ τὰ φύλλα, ὅταν μεταβολὴ τῶν πραγμάτων γένηται, τότε εὑρίσκονται οἱ πεπλασμένοι φίλοι, τότε γνωρίζεται τὰ προσωπεῖα τῶν κολάκων, τότε φανεροῦται ὁ χορὸς τῶν ὑποκριτῶν, καὶ ἡ σκῆψις τοῦ δράματος. Ἀνοίγεται τὰ στόματα πάντων λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπόνηρος. Τί λέγεις; οὐχὶ χθὲς αὐτὸν ἐκολάκευες; οὐχὶ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα. Ἦλθεν ὁ καιρὸς, καὶ περιεῖλον τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Τί οὖν δέδοικας, εἰπέ μοι, τὸν ὑπὸ τοσούτων κατηγορούμενον; Καὶ τί τοῦτο; Εἴθε μὴ αὐτὸς ἑαυτοῦ κατηγόρει. Ταῦτα λέγω οὐ πλοῦτον διαβάλλων, μυριάκις εἶπον, ἀλλὰ τοὺς κακῶς τῷ καλῷ κεχρημένους πράγματι. Τὰ γὰρ χρήματα σὺν ταῖς πράξεσι καλά. Πῶς καλὰ δέ; Ἐὰν παραμυθῶνται τὴν πενίαν, ἐὰν διορθῶνται πτωχείαν. Ἄκουσον πῶς λέγει ὁ Ἰώβ· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Ἰδοὺ πλοῦτος, καὶ ἁμαρτία οὐκ ἦν, ἀλλὰ φιλοπτωχεία. Ἡ οἰκία μου παντὶ ἐλθόντι ἀνέῳκτο. Τοῦτο πλούτου διακονία, πλούτου οὐκ ὀνόματι, ἀλλὰ πράγματι.