Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχαλίνους, καὶ ἡμιόνους καλλωπιζομένας; Ἡμίονος κάτω καλλωπίζεται, ὁ χρυσὸς ἐν στέγῃ κατέχεται· τὰ χρήματα ἡμίονοι ἄλογοι περιφέρουσι, χρυσοῦς ἔχουσαι χαλινούς· ἡμίονοι ἄλογοι καλλωπίζονται, ὁ δὲ πένης ἐν λιμῷ τηκόμενος τῇ θύρᾳ σου προσεδρεύει, καὶ ὁ Χριστὸς λιμῷ τήκεται. Ὢ τῆς ἐσχάτης ἀνοίας! Ποία ἀπολογία; ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος; Τίς σε ἐξαιρήσεται τῆς ἐκεῖθεν τιμωρίας; Δέδωκα, φησὶν, ἔλεον. Ἀλλὰ μὴ δῷς μόνον ὅσον θέλει ἐκεῖνος, ἀλλ᾽ ὅσον δύνασαι. Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν;